ΑΠΟΛΛΩΝΙΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ Ἐν ταῖς προεκδοθείσαις ἡμῖν σχολαῖς ἡ περὶ τὰς φωνὰς παρά- δοσις, καθὼς ἀπῄτει ὁ περὶ αὐτῶν λόγος, κατείλεκται· ἡ δὲ νῦν ῥηθησομένη ἔκδοσις περιέξει τὴν ἐκ τούτων γινομένην σύνταξιν εἰς 2.2.2 καταλληλότητα τοῦ αὐτοτελοῦς λόγου, ἣν πάνυ προῄρημαι, ἀναγκαιοτάτην οὖσαν πρὸς ἐξήγησιν τῶν ποιημάτων, μετὰ πάσης ἀκριβείας ἐκθέσθαι. 2. ῎Ηδη γὰρ καὶ ἡ πρώτη ῥηθεῖσα ἀμερὴς ὕλη τῶν στοιχείων τοῦτο πολὺ πρότερον κατεπηγγείλατο, οὐχ ὡς ἔτυχεν ἐπιπλοκὰς ποιησα- μένη τῶν στοιχείων, ἀλλ᾽ ἐν τῇ κατὰ τὸ δέον συντάξει, ἐξ ἧς σχεδὸν καὶ τὴν ὀνομασίαν εἴληχεν. ἥ τε ἐπαναβεβηκυῖα συλλαβὴ ταὐτὸν ἀνε- δέξατο, εἴγε αἱ ἐκ τούτων συντάξεις ἀναπληρούμεναι κατὰ τὸ δέον ἀποτελοῦσι τὴν λέξιν. καὶ σαφὲς ὅτι ἀκόλουθόν ἐστι τὸ καὶ τὰς λέξεις, μέρος οὔσας τοῦ κατὰ σύνταξιν αὐτοτελοῦς λόγου, τὸ κατάλληλον τῆς συντάξεως ἀναδέξασθαι· τὸ γὰρ ἐξ ἑκάστης λέξεως παρυφιστάμενον νοητὸν τρόπον τινὰ στοιχεῖόν ἐστι τοῦ λόγου, καὶ ὡς τὰ στοιχεῖα τὰς συλλα- βὰς ἀποτελεῖ κατὰ τὰς ἐπιπλοκάς, οὕτω καὶ ἡ σύνταξις τῶν νοητῶν τρόπον τινὰ συλλαβὰς ἀποτελέσει διὰ τῆς ἐπιπλοκῆς τῶν λέξεων. καὶ 2.2.3 ἔτι ὃν τρόπον ἐκ τῶν συλλαβῶν ἡ λέξις, οὕτως ἐκ τῆς καταλληλότητος τῶν νοητῶν ὁ αὐτοτελὴς λόγος. 3. Ἔστιν οὖν καὶ ἐκ τῶν παρεπομένων τὸ τοιοῦτον ἐπιδεῖξαι, ἐν οἷς δὶς τὸ αὐτὸ στοιχεῖον παραλαμβάνεται, ἔλλαβεν, ἔννεπε· ἀλλὰ καὶ συλλαβή, Λέλεξ, πάμπαν· ἀλλὰ καὶ λέξις, Μῶσ᾽ ἄγε, Μῶσα λίγεια { Alcman. fr. 1 B4. }, βαρὺς βαρὺς σύνοικος { Sophocl. fr. 686 N2. }. Ἀλλὰ καὶ μέχρι λόγου τὸ τοιοῦτο διήκει, ἡνίκα τὰ εἰρημένα αὖθις ἐπα- ναλαμβάνεται, ὁτὲ μὲν ἀναγκαίως, ὁτὲ δὲ ἐν παρολκῇ. 2.2.4 4. Καὶ πλεονάζει στοιχεῖον, λέγω οὐ τὸ αὐτό. φαμὲν οὕτως· τὸ ὕδωρ τῷ δ πλεονάζει, τοῦ ὕειν ἐγκειμένου, καὶ τὸ α ἐν τῷ ἀλαλητῷ, ὅπερ δύναται καὶ ἐν πλεονασμῷ συλλαβῆς παραλαμβάνεσθαι, ἐπεὶ κατα- χρηστικώτερον καὶ μονογράμματοι ἐκφωνήσεις συλλαβαὶ εἴρηνται. φαμὲν δὲ καὶ τὰ τοιαῦτα πλεονάζειν συλλαβῇ· θήρεσσι, κύνεσσι, λελάχωσι, ἄλλα πλεῖστα. πλεονάζουσι δὲ καὶ λέξεις, ἕζομαι καθέζομαι, ἔπω ἐνέπω, ἀντίος ἐναντίος, 2.2.5 οὐ σύ γ᾽ ἔπειτα Τυδέος ἔκγονός ἐσσι {Ε 812-3 }, ὅπου γε καὶ παραπληρωματικοὺς συνδέσμους φαμέν. Φαμὲν δέ γε καὶ λόγους ποτὲ παρέλκειν πρὸς οὐδὲν συντείνοντας, εἴγε πλείους ἀθετή- σεις ὑπ᾽ Ἀριστάρχου διὰ τοὺς τοιούτους τρόπους ἐγένοντο. 5. Ἀλλὰ καὶ ἐναντία πάθη ἐνδείᾳ στοιχείου γίνεται, γαῖα αἶα, παρὰ τὸ σκῆπτρον ὁ σκηπτοῦχος βασιλεύς· τῇδε ἔχει καὶ παρὰ τὸ φαιδρός ὁ φαίδιμος· αἱ τοιαῦται παραθέσεις σχεδὸν ἀπερίληπτοί εἰσι, πάμπολλοι οὖσαι. ἀλλὰ καὶ συλλαβῆς, ἡνίκα τὸ θέλω λῶ, ἡνίκα ὁ αἰγοπόλος αἰπόλος. ἀλλὰ καὶ λέξεως, ἡνίκα ἀπαιτεῖ τὸ ἀλλ᾽ ὑμεῖς ἔρχεσθε {Ι 649 } τὴν ἀπό πρόθεσιν. καὶ τὸ πικρὰς ὠδῖνας ἔχουσαι {Λ 271 }· ἡ γὰρ αὐτοτέλεια τοῦ λόγου ὡς στοιχεῖον ἐζήτησε τὴν παρά πρόθεσιν. τό τε ἀρνειὸν δ᾽ ἐμοὶ οἴῳ {ι 550 } λείπει τῷ ἄρθρῳ· ὁ γὰρ λόγος τὴν ἀναφορὰν τοῦ ἀρνὸς ἐπιζητῶν τὴν 2.2.6 τοῦ ἄρθρου ἐνδείκνυται ἔλλειψιν. — 6. Σχεδὸν δὲ ὅλη ἡ πραγματεία ἡ εἰρησομένη καὶ τὰ τοιαῦτα ἅπαντα προσδιακρινεῖ, ἐπεὶ πόθεν ἐστο- χάσατο Ζηνόδοτος τὸ ὦλλοι {Β 1. Κ 1 } κατὰ συναλοιφὴν τοῦ ἄρθρου γράφειν, εἰ μὴ ἐκ τῆς δεούσης συντάξεως κινούμενος; καὶ πόθεν Ἀρίσταρχος οὐκ ἔλεγε μὲν πλεονάζειν τὸ ἄρθρον, περιέγραφε δὲ ὡς ἐλλείποντος συνήθως τοῖς ἄρθροις τοῦ ποιητοῦ; ἔχων γοῦν ἐκεῖσε ἀφορμὴν τῆς ἀρθρικῆς γραφῆς, ἀπαιτοῦντος τοῦ λόγου τὸ ἄρθρον, πρὸς τὸ σύνηθες τοῦ ποιητοῦ ἑκὼν παρεπέμψατο, ἐκδεξάμενος μᾶλλον τὸν δαί σύνδεσμον ἤπερ τὸ αἱ ἄρθρον ἐν τῷ πῶς δαὶ τῶν ἄλλων Τρώων {Κ 408 }; ἐπιδεδείξεται δὲ τὰ τοιαῦτα ἐν τοῖς κατὰ μέρος. — 7. Προῦπτον δὲ ὅτι καὶ τὰ τοιαῦτα οὐκ ἀποκοπαί εἰσιν, ὥς τινες ὑπέλαβον, 2.2.7 ἀλλ᾽ ἄνα, εἰ μέμονάς γε {Ι 247 }, πάρα δ᾽ ἀνήρ, ὃς καταθήσει {π 45 }, ἀλλὰ πάθη λόγου ἐλλείποντα ῥήματι· πότε γὰρ ὅλης λέξεως ἀποκοπὴ γίνεται; μαρτυρεῖ καὶ αὐτὸ τὸ ὄνομα τοῦ πάθους, εἴγε πᾶσα ἀποκοπὴ μέρος τι τοῦ ὅλου λειπόμενον ὑπαγορεύει. 8. Οὐκ ἀπίθανον δ᾽ οἶμαι κἀκεῖνο παραστῆσαι. Παρεπόμενόν ἐστιν ἔσθ᾽ ὅτε ταῖς λέξεσιν καὶ παρὰ τὰς γραφὰς ἁμαρτάνεσθαι, ἃς ἢ προ- φανῶς ἔστι καταλαβέσθαι διὰ τῆς ἀκοῆς, ἢ ἀδήλου τοῦ τοιούτου ὄντος ἡ κατὰ τὸν ἐπιλογισμὸν ἐξέτασις κατορθοῖ, ἣν καλοῦμεν λόγον τὸν περὶ ὀρθογραφίας. Τοιοῦτόν τι παρεπόμενον ὑπολαμβάνω κἀν τοῖς λόγοις. ἐπὰν γὰρ τὰ μὴ δέοντα τῶν λέξεων ἐπισυναφθῇ, τὸ τοιοῦτο καλοῦμεν σολοικισμόν, ὡς τῶν στοιχείων τοῦ λόγου ἀκαταλλήλως συνελ- θόντων. εἴπερ οὖν ἔστιν μαθεῖν τἀκριβὲς τῆς γραφῆς, μαθεῖν ἄρα ἔστι καὶ τἀκριβὲς τῆς συντάξεως τοῦ λόγου. 2.2.8 9. Φαμὲν προτακτικὰ στοιχεῖα ἔν τε συμφώνοις ἔν τε φωνήεσιν. ἀλλὰ καὶ ἐν συλλαβαῖς, ἡνίκα τὴν διὰ τοῦ η καὶ υ προτακτικὴν συλλα- βὴν ἔστιν εὑρέσθαι καὶ ἁπάσας τὰς ἐν φωνήεσιν δασείας κατὰ τὸ 2.2.9 κοινὸν ἔθος, ὑποτακτικὰς δὲ τὰς διὰ τοῦ γμ ἢ κμ ἢ χμ· ἔτι τε ληκτικὰς μερῶν λόγου τὰς εἰς τὸ λς, ρς, νς, ἄλλας πλείστας. ἀλλὰ καὶ ἐπὶ λέξεων τὸ αὐτό· προθέσεις γοῦν καλοῦμεν καὶ προτακτικὰ ἄρθρα καὶ ὑποτακτικὰ καὶ ἔτι ἐπιρρήματα, ἃ μᾶλλον ἀπὸ τῆς συντάξεως τὴν ὀνομασίαν ἔλαβεν ἤπερ ἀπὸ τοῦ δηλουμένου. Καὶ ἐν λόγῳ δὲ ἔστι τὸ τοιοῦτον εὑρέσθαι, ὁπότε τὰ ἐκ συνημμένων ἀληθεύει προλημματιζόμενα τῶν ἐπιφερομένων, ὥσπερ ἔγκειται κατὰ τὴν πρώτην τοῦ λόγου συναφήν, εἰ τῇδέ τις 2.2.10 ἀποφαίνοιτο, εἰ περιπατεῖ Διονύσιος, κινεῖται· οὐ μὴν, εἰ Διονύσιος κινεῖται, περιπατεῖ. ἀντιστρέφοντος γὰρ τοῦ λόγου οὐκ ἀληθεύει τὸ ὅλον. 10. Στοιχεῖον ἔσθ᾽ ὅτε εἰς δύο μερίζεται τρόπῳ συλλαβικῷ, ἧδε ἕαδε· ἀλλὰ καὶ δύο εἰς ἓν συναλείφεται, βέλεα βέλη. καὶ συλλαβὴ εἰς δύο μερίζεται (λέγω τὴν κυρίως συλλαβήν), κοῖλον κόϊλον· ἀλλὰ καὶ δύο συλλαβαὶ εἰς μίαν συνίασιν, ἡνίκα παρὰ τὴν γήραϊ τρισύλλαβον δισύλλαβόν φαμεν τὴν γήρᾳ, παρὰ τὴν Ἀΐδης Ἅιδης. ἀλλὰ καὶ λέξεις, ἡνίκα ἡ ἀκρόπολις πόλις ἄκρη, ἡ καλλίχορος {λ 581 } 2.2.11 χορῷ καλή {Π 180 }, καὶ ἔτι σύαγρον σῦν ἄγριον {Ι 539 }· ἀλλὰ καὶ τὰ διαλελυμένα συνίζει, ὡς ὑφ᾽ ἓν μέρος λόγου ἀνέγνωμεν τὸ πασιμέλουσα {μ 70 } καὶ κηρεσσιφορήτους {Θ 527 }. Ἀλλὰ κἀν τοῖς λόγοις οἱ παρεπόμενοι σύνδεσμοι ἔσθ᾽ ὅτε ἑνοῦσι δύο λόγους ἢ καὶ πλείους, καθάπερ οἱ συνδεόμενοι λόγοι ἐκ συνημμένων ἢ παρασυνημμέ- νων ἢ καὶ ἔτι συμπεπλεγμένων· ἢ πάλιν ἀποστάντες διάλυσιν τῶν λόγων ποιοῦνται, ὡς ἔχει τὸ ᾔομεν, ὡς ἐκέλευες, ἀνὰ δρυμά, φαίδιμ᾽ Ὀδυσσεῦ· εὕρομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλά {κ 251-2 }. ἔδει γὰρ συμπλέξαι τῷ καί· καὶ εὕρομεν ἐν βήσσῃσι. 11. Στοιχεῖα ὑπερτίθεται, ἡνίκα ἡ κραδία καρδία, παρὰ τὸ 2.2.12 σκέπω τὸ σκέπος καὶ πέσκος { Nicand. Ther. 549 }. ἀλλὰ καὶ συλ- λαβαί, ἡνίκα τὸ ἐξαπίνης ἐξαίφνης, ἡνίκα τὸ ὄρωρεν ὤρορεν {δ 712. ψ 222 }. ἀλλὰ καὶ λέξεις, ὅτε ἡ οἰνοφόρος φερέοινος γῆ λέγεται, οἵ τε ἀνδρόγυνοι γύνανδροι { Sophocl. frg. 878 N2 }. Ἀλλὰ καὶ λόγοι, τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε {μ 134 }, αὐτὰρ ὅ γ᾽ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν {π 41 }. 2.2.13 12. Ἔτι ὃν τρόπον τῶν στοιχείων ἃ μέν ἐστιν φωνήεντα, ἃ καθ᾽ ἑ- αυτὰ φωνὴν ἀποτελεῖ, ἃ δὲ σύμφωνα, ἅπερ ἄνευ τῶν φωνηέντων οὐκ ἔχει ῥητὴν τὴν ἐκφώνησιν, τὸν αὐτὸν τρόπον ἔστιν ἐπινοῆσαι κἀπὶ τῶν λέξεων. αἱ μὲν γὰρ αὐτῶν τρόπον τινὰ τῶν φωνηέντων ῥηταί εἰσι, καθάπερ ἐπὶ τῶν ῥημάτων ἔστιν ἐπινοῆσαι, ὀνομάτων, ἀντωνυμιῶν, ἐπιρρημάτων, ἅπερ ἐπιλέγεται ταῖς γινομέναις ἐνεργείαις, ἡνίκα ἐπι- φθεγγόμεθα τὸ κάλλιστα τοῖς κατὰ τὸ δέον τι ἐνεργοῦσιν, ἢ ὑγιῶς ἢ καλῶς· αἱ δὲ ὡσπερεὶ σύμφωνα ἀναμένουσι τὰ φωνήεντα, τουτέστιν τὰ προκατειλεγμένα τῶν μερῶν τοῦ λόγου, οὐ δυνάμεναι κατ᾽ ἰδίαν 2.2.14 ῥηταὶ εἶναι, καθάπερ ἐπὶ τῶν προθέσεων, τῶν ἄρθρων, τῶν συνδέσμων· τὰ γὰρ τοιαῦτα τῶν μορίων ἀεὶ συσσημαίνει, εἴγε ἐν γενικῇ μὲν λέγομεν δι᾽ Ἀπολλωνίου, ὡσεὶ γινώσκοντος Ἀπολλωνίου, κατὰ δὲ τὴν αἰτια- τικὴν πτῶσιν δι᾽ Ἀπολλώνιον, ὡς ἂν αὐτοῦ αἰτίου ὄντος. οἵ τε σύνδεσμοι πρὸς τὰς τῶν λόγων τάξεις ἢ ἀκολουθίας τὰς ἰδίας δυνάμεις παρεμφαίνουσιν, ὅτε συμπλεκτικῶς μὲν ἀκούεται ὁ ἤτοι ὅ γ᾽ ὣς εἰπὼν κατ᾽ ἄρ᾽ ἕζετο {Α 68 }. ἐν ἴσῃ γὰρ δυνάμει τοῦ μέν παρείληπται, δι᾽ ὃ καὶ κατὰ τὴν ἑξῆς συμ- πλοκὴν ἀναγκαίως ὁ δέ ἐπηνέχθη ἐν τῷ τοῖσι δ᾽ ἀνέστη {Α 68 }. [ὁτὲ δὲ διαζευκτικῶς, ἤτοι νέος ἐστὶν ἠὲ παλαιός.] τῇδε ἔχει καὶ 2.2.15 τὰ ἄρθρα· συμφερόμενα γὰρ τοῖς ὀνόμασιν τὴν ἐν αὑτοῖς δύναμιν ἐπαγγέλλεται, οὐκ ἔχοντα δὲ τῇδε μεθίσταται εἰς τὰς καλουμένας ἀντωνυμίας, ὡς δεδείξεται ἐν τοῖς κατὰ μέρος, ἔνθα καὶ ἐπιδείξομεν τὸ αἴτιον, καθότι καὶ ἐπ᾽ ἄλλων μερῶν λόγου ταὐτὸ παρακολουθήσει, ὥσπερ πολλάκις καὶ τὰ ὀνόματα ἐπιρρηματικῶς ἀκούεται. 13. Ἴσως δὲ καὶ ἡ τάξις τῶν στοιχείων ἐν λόγῳ παραλαμβανομένη τοῦ δι᾽ ὅ τι τὸ α πρόκειται, εἶτα μετ᾽ αὐτὸ τὸ β, ἀπαιτήσει καὶ τὴν κατὰ λόγον τῶν μερῶν τοῦ λόγου τάξιν, δι᾽ ὅ τι τὸ ὄνομα πρόκειται, μεθ᾽ ὅ ἐστι τὸ ῥῆμα καὶ τὰ ὑπόλοιπα μέρη τοῦ λόγου, ὡσεὶ καὶ πάλιν ἐν ταῖς πτώσεσιν ἡ λεγομένη εὐθεῖα καὶ γενικὴ καὶ αἱ ὑπόλοιποι, ἔν τε ταῖς 2.2.16 χρονικαῖς τομαῖς κατὰ τὰ ῥήματα ὁ ἐνεστώς, εἶτα ὁ παρατατικὸς καὶ οἱ ἑξῆς χρόνοι, ἔν τε γένεσι τὸ ἀρσενικόν, μεθ᾽ ὃ τὸ θηλυκὸν καὶ τρίτον τὸ τούτων ἀποφατικὸν οὐδέτερον, καὶ ἐπ᾽ ἄλλων πλείστων, περὶ ὧν ἰδίᾳ ποιησόμεθα συναγωγήν. κατεπεῖγον μέντοι ἐστὶν ἕνεκα τῶν προεκκει- μένων λόγων ἀντιπαραβάλλεσθαι τὴν τάξιν τῶν μερῶν τοῦ λόγου. ἴσως τινὲς ἀπειρότερον ἀναστρέφοντες περὶ τὰ τοιαῦτα τὰς ἰδίας ἀπει- ρίας παραμυθοῦνται, ὡς οὐ δέον περὶ τὰς τοιαύτας ζητήσεις καταγίνεσθαι, ὑπολαβόντες τὰ τοιαῦτα κατὰ τύχην τεθεματίσθαι. ἀλλὰ τούτοις γε προσγενήσεται ἐν τοῖς καθόλου μηδὲν ἐν τάξει παραλαμβάνειν μηδὲ παρὰ τάξιν τι ἡμαρτῆσθαι, ὅπερ πάντῃ ἠλίθιον· εἰ γὰρ ἐπὶ τινῶν δοίης, ἀνάγκη κἀπὶ πάντων δοῦναι. 14. Ἔστιν οὖν ἡ τάξις μίμημα τοῦ αὐτοτελοῦς λόγου, πάνυ ἀκρι- βῶς πρῶτον τὸ ὄνομα θεματίσασα, μεθ᾽ ὃ τὸ ῥῆμα, εἴγε πᾶς λόγος 2.2.17 ἄνευ τούτων οὐ συγκλείεται. παρὸν γοῦν πιστώσασθαι ἐκ συντάξεως οἷον περιεχούσης τὰ μέρη τοῦ λόγου, ἐξ ἧς εἴπερ ὑποσταλήσεται ὄνομα ἢ ῥῆμα, τὰ τοῦ λόγου οὐ συγκλείεται, εἰ μέντοι πάντα τὰ ὑπόλοιπα, οὐ πάντως ἐλλείπει ὁ λόγος. ὁ αὐτὸς ἄνθρωπος ὀλισθήσας σήμε- ρον κατέπεσεν· ἔγκειται τὰ μέρη τοῦ λόγου παρὰ τὸν σύνδεσμον, ἐπεὶ προστεθεὶς ἕτερον λόγον ἀπαιτήσει. φέρε οὖν ἐλλεῖψαι τὸ ὄνομα ἢ τὸ ῥῆμα, καὶ ἐλλείψει ὁ λόγος, ἐπιζητῶν ὅπου μὲν τὸ ῥῆμα, ὅπου δὲ τὸ ὄνομα, ὁ αὐτὸς ὀλισθήσας σήμερον κατέπεσεν ἢ ὁ αὐτὸς ἄνθρωπος ὀλισθήσας σήμερον. εἰ μέντοι τις ὑφέλοι τὸ ἐπίρρημα, οὐ πάντως λείψει ὁ λόγος· ὁ αὐτὸς ἄνθρωπος ὀλισθήσας κατέ- πεσεν. ἀλλ᾽ εἰ καὶ τὴν μετοχήν, οὐδ᾽ οὕτως λείψει [ὁ αὐτὸς ἄνθρω- πος κατέπεσεν], οὐδ᾽ εἰ τὴν πρόθεσιν· ὁ αὐτὸς ἄνθρωπος ἔπεσεν· οὐδ᾽ εἰ τὸ ἀντωνυμικόν· λελείψεται γὰρ τὸ ὁ ἄνθρωπος ἔπεσεν. ἀλλ᾽ οὐδ᾽ εἰ τὸ ἄρθρον· τὸ γὰρ ἄνθρωπος ἔπεσεν οὐ πάντως ἀνα- φορὰν ζητεῖ, πρώτην δ᾽ ἀφήγησιν τοῦ ἀνθρώπου. — 15. Οὐ τοῦτο δέ φημι, ὅτι οὐχὶ καὶ ἐξ ἀντωνυμίας αὐτοτέλεια συνίσταται, ὅπου φαμὲν οὕτως, ἐγὼ περιπατῶ, σὺ περιπατεῖς. τότε γὰρ συνίσταται ἡ αὐτο- 2.2.18 τέλεια, ὅταν ἀντ᾽ ὀνόματος παραληφθῇ ἡ ἀντωνυμία καὶ δυνάμει πάλιν ἡ αὐτὴ σύνταξις ᾖ. ὁπότε δὲ ἀνθυπάγεται ἀντωνυμία, ἐν τοῖς κατὰ μέρος εἰρήσεται, καὶ ποῖα ῥήματα πρὸς τὰς εὐθείας μόνον συναρτᾶται, καὶ τίνα αὐτῶν πλαγίας ἐπιζητεῖ. 16. Καὶ τοῦ ῥήματος δὲ ἀναγκαίως πρόκειται τὸ ὄνομα, ἐπεὶ τὸ διατιθέναι καὶ τὸ διατίθεσθαι σώματος ἴδιον, τοῖς δὲ σώμασιν ἐπίκειται ἡ θέσις τῶν ὀνομάτων, ἐξ ὧν ἡ ἰδιότης τοῦ ῥήματος, λέγω τὴν ἐνέργειαν καὶ τὸ πάθος. — (17. Παρυφίσταται οὖν ἡ εὐθεῖα ἐν αὐτοῖς τοῖς ῥήμα- σιν, κατὰ μὲν τὸ πρῶτον καὶ δεύτερον ὁριζομένη, κατὰ δὲ τὸ τρίτον 2.2.19 διὰ τὸ ἄπειρα εἶναι τὰ τρίτα ἀοριστουμένη, χωρὶς εἰ μὴ ἐξαίρετος ἐνέργεια γένοιτο, καθάπερ ἐπὶ τοῦ ἀστράπτει καὶ βροντᾷ.) — 18. Κατε- κράτησεν οὖν καὶ ἡ ἀπ᾽ αὐτοῦ θέσις τὸ πάντα τὰ τοῦ λόγου μέρη καλεῖσθαι ὀνόματα, ὡς ἂν αὐτοῦ προϋφεστῶτος. εἰ γὰρ ἐκ τῶν ἐναντίων τις ἐκεῖνο ἀποφαίνοιτο, ὡς ἐκ τῆς κοινῆς ὀνομασίας τῶν λέξεων αὐτὸ ἀπηνέγκατο τὴν ἁπάντων ὀνομασίαν, καὶ κατὰ τοῦτο ἂν πρωτεύοι, θέσιν τὴν πρώτην τῶν λέξεων ἐπιδεξάμενον, καθότι καὶ δείκνυμεν ὡς ἕνεκα τῆς εὑρέσεως τῶν στοιχείων πάντα τὰ στοιχεῖα παρὰ τὸ ἀλφεῖν ἠδύνατο μιᾷ ὀνομασίᾳ χρήσασθαι τῇ τοῦ α, ὅπερ ἀφείλετο τὴν πάντων ὀνομασίαν διὰ τὴν ἐν αὐτῷ γενομένην πρώτην θέσιν, συνδραμόντος καὶ τοῦ ἀπ᾽ αὐτοῦ φθόγγου· συνέτρεχε γὰρ ἡ τοῦ ἀλφεῖν ἀρχὴ τῇ ἐκ- φωνήσει τοῦ στοιχείου, τῶν ὑπολειπομένων ἰδίας ἐπεκτάσεις εἰληφότων. 2.2.20 19. Οὐκ ἀλόγως δὲ ἐκείνῳ οἶμαί τις ἐπιστήσει, τί δή ποτε οὐχὶ μετὰ τὴν τοῦ ὀνόματος θέσιν τὸ ἀντὶ τούτου μόριον παραλαμβανόμενον ὑπετάγη, λέγω δὴ τὴν ἀντωνυμίαν, εἴγε κατὰ ἀμοιβὴν τοῦ ὀνόματος πάλιν σὺν τῷ ῥήματι συνέχει τὸν λόγον. Περὶ οὗ ἂν προφανὴς ἀπό- δειξις γένοιτο ἥδε, ὡς ἕνεκα τῆς τῶν ῥημάτων συνόδου ἐπενοήθησαν αἱ ἀντωνυμίαι. ἐπεὶ γὰρ τὰ ὀνόματα τρίτων προσώπων ἐστὶν ἀποφατικά, καθὸ αἱ ἀπ᾽ αὐτῶν θέσεις γινόμεναι οὔτε ἐπὶ τοῦ ἀποφαινομένου προ- 2.2.21 σώπου εἰσὶν, ὅπερ ἐστὶν ἴδιον πρώτου προσώπου· οὐ γὰρ δή γε ἑαυτοῖς τίθενται οἱ παῖδες τὰ ὀνόματα, οὐδὲ πρὸς αὐτοὺς ἀποφαινόμενοι τὰς ὀνομασίας ποιούμεθα, ὅπερ ἐστὶ δευτέρου προσώπου· — ἦν δὲ τὰ ῥήματα ἐν τρισὶν προσώποις καταγινόμενα, καὶ διὰ τοῦτο προσεπενοεῖτο ἡ ἀν- τωνυμία ἐν προσώποις ὡρισμένοις καταγινομένη, ἀνταναπληροῦσα καὶ τὴν θέσιν τοῦ ὀνόματος καὶ τὴν τάξιν τοῦ ῥήματος, ὡς ἐν τοῖς τοιούτοις ἐγὼ γράφω, σὺ γράφεις· καὶ διὰ τοῦτο οὐκ ἐνεποδίζετο τὸ ἐν τρίτῳ λέγειν προσώπῳ Ἀρίσταρχος ἀναγινώσκει, ὡς ἂν δύο τρίτων συ- νόντων. (οὐ τοῦτο δὲ παρίστημι, ὡς αἱ κατὰ τὸ τρίτον πρόσωπον ἀν- τωνυμίαι περιτταί εἰσι, δυναμένων τῶν ὀνομάτων κατὰ τὸ τρίτον πρό- σωπον παραλαμβάνεσθαι· δι᾽ ὅ τι γὰρ καὶ ἐν τρίτοις προσώποις κατα- γίνονται αἱ ἀντωνυμίαι, ἐν τοῖς κατὰ μέρος εἰρήσεται.) καὶ εἰ τοῦτο ἀληθές, προφανὲς ὅτι προϋποστήσεται ἡ τῶν ῥημάτων τάξις τῶν δι᾽ αὐτὰ ἐπινοηθεισῶν ἀντωνυμιῶν. — 20. Τὸ δὲ μεῖζον, τὰ ῥήμα- τα προσώπων τῶν κατ᾽ εὐθεῖαν νοουμένων ἐστὶ παραστατικά, ἅπερ 2.2.22 ἀπολύτως νοεῖται· ὁ γὰρ ἀποφαινόμενος περιπατῶ ἢ γράφω οὐ πρὸς ἔνδειξιν ἑτέρου προσώπου ὁρίζεται· αἱ δὲ ἀντωνυμίαι εἰς διάκρισιν προσώ- που ἐπινοηθεῖσαι ἐν μὲν ταῖς πλαγίαις πτώσεσιν ἦσαν καὶ ἐγκλιτικαί, αἵπερ εἰσὶν ἀπολύτων προσώπων παραστατικαί, παραλαμβάνονται δὲ καὶ εἰς ὀρθὴν τάσιν εἰς παρέμπτωσιν ἀντιδιαστελλομένου προσώπου, ὡς ἔχει τὸ παῖδα δ᾽ ἐμοὶ λύσαιτε {Α 20 } πρὸς τὸ ὑμῖν μὲν θεοὶ δοῖεν {Α 18 } καὶ τὸ ἡ δ᾽ ἐμὲ χειρὸς ἑλοῦσα {μ 33 } πρὸς τὸ φίλων ἀπάνευθεν ἑταίρων {μ 33 }. πῶς οὖν αἱ τῆς εὐθείας πτώσεως ἀντωνυμίαι τὸ ἐγκλινόμενον πρόσωπον οὐ παρεδέχοντο; ἢ ὅτι προϋφεστώτων τῶν ῥημάτων καὶ ἀναπληρούντων τὸ τῆς εὐθείας ἀπόλυτον πρόσωπον εἰς οὐδὲν χρειῶδες ἐπενοοῦντο αἱ τῆς εὐθείας ἐγκλιτικαὶ ἀντωνυμίαι, τάχα παρελκόμεναι πλέον τῶν παρα- 2.2.23 πληρωματικῶν συνδέσμων, οὓς ἀποδείξομεν καὶ ἀναγκαίως παραλαμβα- νομένους. (ἡ γοῦν ἐγκλιθεῖσα τῆς ὀρθῆς πτώσεως παρὰ Δωριεῦσι τύ ἀναγκαίως παρέφθειρε καὶ τὴν εὐθεῖαν, μεταστᾶσα εἰς τὴν συγγενῆ αἰτιατικήν.) καὶ φαίνεται ὅτι ἐνέμειναν αἱ τῆς εὐθείας ἀντωνυμίαι οὐ δι᾽ ἄλλο τι ἢ καθὸ τὰ ῥήματα, οὐ δυνάμενα παραστῆσαι τὴν ἀντιδια- στολήν, συμπαρελάμβανε τὴν ἀντωνυμίαν ἕνεκα τοῦ ἐξαιρέτου αὐτῆς ἰδιώματος, λέγω τῆς ἀντιδιαστολῆς. 21. Καὶ ἡ μετοχὴ δὲ κατὰ τὴν δέουσαν ἀκολουθίαν κατελέχθη μετὰ τὸ ῥῆμα, τῆς τάξεως ἐκφαινούσης τὴν ἐκ τοῦ ῥήματος μετάπτωσιν εἰς αὐτήν (ὥς γε ἐν τῷ περὶ μετοχῆς διὰ πλειόνων παρεστήσαμεν ὡς ἀναγκαίως αἱ μεταλήψεις τῶν ῥημάτων ἐγίνοντο εἰς πτωτικὰ σχήματα σὺν τοῖς παρεπομένοις γένεσι, τῶν ῥημάτων οὐ δυναμένων τὴν καταλ- 2.2.24 ληλότητα παραστῆσαι). — 22. Προφανὲς δ᾽ ὅτι καὶ ἡ ἐγγενομένη θέσις τοῦ ὀνόματος οὐκ ἄλλως ἂν ἐφυλάχθη, εἰ μὴ μετὰ τὸ ὄνομα καὶ τὸ ῥῆμα τὸ ἐκ τούτων ἐκ καταφάσεως ἠρτημένον μόριον παρελαμβάνετο, ὡς καὶ μετὰ τὸ ἀρρενικὸν καὶ θηλυκὸν τὸ τούτων ἀποφατικὸν οὐδέτε- ρον. εἰ γὰρ μὴ παραδεξαίμεθα τὴν τῶν προκειμένων μορίων προτέραν θέσιν, καταλελείψεται τὸ μηδὲ μετοχὴν καλεῖν μηδὲ μὴν οὐδέτερον, ἐπεὶ τίνων δύο προϋφεστώτων γένοιτο ἂν ἀποφατικὸν τὸ οὐδέτερον, τίνων δὲ μεθέξει ἡ μετοχή; ἀλλ᾽ οὐδὲ ἄλλου μορίου δύναιτο ἄν τις παρέμ- πτωσιν ποιήσασθαι, λέγω ἀντωνυμίας, ἐπιρρήματος, συνδέσμου, ἄλλου του· οὐδὲ γὰρ τῆς τούτων ἰδιότητος μετέσχεν. 23. Οὐχ ὡς ἔτυχε δὲ καὶ ἡ τοῦ ἄρθρου τάξις προσερρίφη, ὑπαγο- ρεύουσα μὲν τὸ συνηρτημένον τοῖς εἰρημένοις πτωτικοῖς, ἐκκλίνασα δὲ 2.2.25 τὴν ἀπαράδεκτον τῶν ἄρθρων ἀντωνυμίαν, ὅπου γε καὶ μέχρι ῥήματος ἡ τούτου συνάρτησίς ἐστιν, τὸ φιλολογεῖν καλόν ἐστιν, τῷ γρά- φειν ἥδομαι. 24. Οὐ δεήσεται ἐπιστάσεως ἡ ὑποῦσα ἀντωνυμία, ὅπου γε καὶ παρεκινδύνευε μετὰ τὴν τοῦ ὀνόματος θέσιν παραλαμβάνεσθαι. πρόδη- λον δ᾽ ὅτι καὶ τὸ ἀντί τινος παραλαμβανόμενον μεταγενεστέραν θέσιν ὁμολογεῖ τοῦ μετά τινος. καὶ εἰ τὸ ἄρθρον μετὰ ὀνόματος καὶ ἡ ἀντωνυμία ἀντ᾽ ὀνόματος, δέδοται ὅτι τὸ συνυπάρχον ἄρθρον τῷ ὀνό- ματι πρεσβύτερόν ἐστι τῆς ἀντωνυμίας. — 25. Ἴσως γὰρ καὶ αἱ ἀνα- φορικαὶ ἀντωνυμίαι ἀντ᾽ ὀνομάτων εἰσὶ τῶν σὺν ἄρθροις λεγομένων· οὐ γὰρ δή γε τὰ ὀνόματα ἐξ αὑτῶν ἀναφορὰν παρίστησιν, εἰ μὴ συμ- παραλάβοιεν τὸ ἄρθρον, οὗ ἐξαίρετός ἐστιν ἡ ἀναφορά· δυνάμει ἄρα 2.2.26 ἀντὶ ἄρθρων παραλαμβάνεται. (αὐτὰ γοῦν τὰ ἄρθρα τῆς πρὸς τὰ ὀνό- ματα συναρτήσεως ἀποστάντα εἰς τὴν ὑποτεταγμένην ἀντωνυμίαν μετα- πίπτει, ὡς ἐν τοῖς τοιούτοις, ὁ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν {Α 12 }, ὃς γάρ ῥα μάλιστα ἥνδανε κηρύκων {ρ 172 }, τὸν δ᾽ ἀπαμειβόμενος { e. g. Α 84 }. ὑπὲρ τῆς τοιαύτης συντάξεως κατὰ τὸν προσήκοντα λόγον ἐντελῶς τὰ τῆς συντάξεως ἀποδείξομεν.) 26. Φαίνεται δ᾽ ὅτι καὶ ἡ πρόθεσις οὐ πρώτην ἔχουσα θέσιν καὶ ἀρχαιοτέραν τῶν ἄλλων λέξεων τῇδε κατελέχθη, ὅπου γε οὐκ ἀπ᾽ ἰδίας ἐννοίας τὴν ὀνομασίαν εἴληχεν, ἀλλ᾽ ἐκ τοῦ τῶν προϋπόντων μορίων προτίθεσθαι, ἅπερ εἰ μὴ προϋφεστήκοι, οὐδ᾽ αὐτὴ συστήσεται, καθὼς ἐπεδείκνυμεν κἀπὶ τῆς μετοχῆς. ἔνθα γοῦν καὶ τῆς τάξεως ἔτυχεν, εἴγε ὁτὲ μὲν κατὰ σύνθεσιν, ὁτὲ δὲ κατὰ παράθεσιν προτίθεται τῶν κατει- 2.2.27 λεγμένων μορίων, ὥστε μεταγενεστέρα μέν ἐστι τῇ φύσει, τῇ δὲ συν- τάξει ἀρκτική (καθότι ἔστι νοῆσαι κἀπὶ τοῦ καλουμένου προτακτικοῦ ἄρθρου· οὐ γὰρ δή γε, ὅτι καὶ προτάσσεται, καὶ πρεσβύτερον τῶν ὀνο- μάτων· ἰδοὺ γὰρ παρατιθέμενον τοῖς ὀνόμασι τὴν ἔκπαλαι τούτων γνῶσιν ἀναπολεῖ). 27. Κἀπειδὴ τὸ ἐπίρρημα δυνάμει ἐστὶ ῥήματος ἐπιθετικὴ σύνταξις, ὡς καὶ ἡ ἐγγενομένη θέσις τοῦ ὀνόματος μαρτυρεῖ, δεύτερον δὲ τὸ ῥῆμα τοῦ ὀνόματος, δεύτερον ἄρα καὶ τὸ ἐπίρρημα προθέσεως τῆς κατὰ σύνθεσιν καὶ παράθεσιν προτιθεμένης τῶν ὀνομάτων. 28. Ἐπὶ πᾶσι δὲ τοῖς κατειλεγμένοις ὁ τούτων συνδετικὸς σύν- δεσμος παρελαμβάνετο, οὐδὲν δυνάμενος ἰδίᾳ παραστῆσαι χωρὶς τῆς τῶν λέξεων ὕλης, καθάπερ οἱ τῶν σωμάτων δεσμοὶ οὐκ εἰσὶ χρειώδεις ἀνυ- ποστάτων ὄντων τῶν σωμάτων. 29. Ἔστι δὲ καὶ διὰ πλειόνων τὰ τῆς τάξεως ἀποδεῖξαι· ἀλλ᾽ ἐ- πεὶ οὐ περὶ ταύτης σκοπὸς ἡμῖν πρόκειται, αὐτοῦ που περιγραπτέον τὸν λόγον. 2.2.28 30. Κἀκεῖνό γε πρῶτον ἐπιστατέον πρὸ τῆς κατὰ μέρος τοῦ λόγου συντάξεως, τί δή ποτε τὰ πευστικὰ τῶν μορίων εἰς δύο μέρη λόγου ἐχώρησε, λέγω τὸ ὀνοματικὸν καὶ τὸ ἐπιρρηματικόν, καὶ διὰ τί οὐκ εἰς ἓν ὀνοματικὸν καὶ ἓν ἐπιρρηματικόν, ἀλλ᾽ εἰς πλείονα, οἷον τίς, ποῖος, πόσος, πόστος, πηλίκος, ποδαπός, — πῶς, πότε, πηνίκα, ποῦ, πῇ, πόθεν. ἢ καὶ αὕτη ἀπόδειξίς ἐστι τοῦ τὰ ἐμψυχότατα μέρη τοῦ λόγου δύο εἶναι, ὄνομα καὶ ῥῆμα, ἅπερ οὐκ ἐν γνώσει ὄντα τὴν κατ᾽ αὐ- τῶν πεῦσιν ἔχει συνεχῶς παραλαμβανομένην; ἦν δὲ καὶ ἐν πλείοσιν ὀνοματικοῖς καὶ ἐν πλείοσιν ἐπιρρηματικοῖς διὰ λόγον τοιοῦτον. 2.2.29 31. Ὕπαρξίν τινος ὑποκειμένου ἐπιζητοῦντές φαμεν τίς κινεῖ- ται; τίς περιπατεῖ; τίς λαλεῖ; προδήλου μὲν οὔσης τῆς κινήσεως, τῆς περιπατήσεως, τῆς λαλιᾶς, τοῦ δὲ ἐνεργοῦντος προσώπου ἀδήλου καθεστῶτος. ἔνθεν καὶ αἱ ἀνθυπαγωγαὶ ὀνοματικαὶ γίνονται, προσηγο- ρικαὶ ἢ κύριαι, τῶν κυρίων ἐμφανιζόντων καὶ τὴν γενικὴν οὐσίαν· φαμὲν γὰρ ἢ ἄνθρωπος περιπατεῖ ἢ ἵππος ἢ Τρύφων ἐγκειμένου πάλιν τοῦ ἀνθρώπου· ἢ μόριον τὸ ἀντ᾽ ὀνόματος παραλαμβανόμενον, λέγω τοῦ κυρίου, ὅτε φαμὲν ἐγώ. — 32. Κἀπεὶ οὐκ ἐμφανῆ ἦν τὰ ἐπισυμβαίνοντα τοῖς προκειμένοις ὀνόμασιν (αὐτὸ γὰρ μόνον τὸ τίς 2.2.30 ὄνομα τὰ τῆς οὐσίας ἐπεζήτει, ᾗ ἐπέτρεχε τὸ ποιὸν καὶ τὸ ποσὸν καὶ τὸ πηλίκον), προσεπενοεῖτο καὶ ἡ κατὰ τούτων πεῦσις, ὅτε κατὰ μὲν ποιότητα ζητοῦντες λέγομεν ποῖος, κατὰ δὲ ποσότητα πόσος, κατὰ δὲ πηλικότητα πηλίκος, καὶ ἐν παραγωγῇ ἐθνικῇ τῇ ἀπὸ τοῦ ποῖος τὸ ποδαπός. ᾧ λόγῳ καὶ τὸ ἡμεδαπός, ἔχον τὴν ἀντωνυμικὴν θέσιν, καὶ ἔτι τὸ ὑμεδαπός τό τε παρὰ τὸ ἄλλος ἀλλοδαπός, πάλιν τὴν ἀναίρεσιν τῶν προσώπων τῆν ἐθνικῆς παραγωγῆς ἐπαγγελλομένης. ὥστε ἀνθυπάγεσθαι μὲν τῷ ποῖος, προλελημματισμένον ἀπὸ τοῦ τίς, ὡς κατ᾽ ἐπιθετικὴν πεῦσιν, εἰ τύχοι, ὁ γραμματικός, ὁ μουσικός, ὁ δρο- μεύς, ἔχοντος τοῦ λόγου τῇδε, τίς ἀναγινώσκει; Τρύφων· πότερος 2.2.31 ἢ ποῖος; ὁ γραμματικός ἢ ὁ ῥήτωρ, ἅπαντα τὰ δυνάμενα ἐπισυμ- βαίνειν τοῖς ἐκ τοῦ τίς ἀνθυπαγομένοις ὀνόμασι κατ᾽ ἐπιθετικὴν ἔννοιαν. δι᾽ ὅ τι μέντοι τὰ ἀνθυπαγόμενα μετὰ τοῦ ἄρθρου τὴν ἀπόδοσιν ἔχει, ὕστερον εἰρήσεται. ἀλλ᾽ ἐπειδὴ καί τινα ἔστι δι᾽ ἑνικοῦ χαρακτῆρος πλῆθος ἐμφαίνοντα, καὶ τούτων τῇ ἀγνοίᾳ ἡ πεῦσις χαρακτῆρα ἀπένειμε, λέγω ἐν τῷ πόσος, ὅτε ἐπὶ πλήθους πυνθανόμεθα· καὶ ὅτε τάξιν τὴν καθ᾽ ἕκαστον ἀριθμὸν ἐπὶ πλήθους ἐπιζητοῦμεν, ὡς ἐν τῷ πόστος· καὶ ὡς προείπομεν, ἐπὶ μεγέθους πηλίκος, καὶ ἐπὶ ἐθνικῆς ἐννοίας ποδαπός. 33. ᾗ ἔσθ᾽ ὅτε ἀνθυπάγεται καὶ τὰ ἐν ποιότητι, εἰ τύχοι, ὅτε λέγομεν ποδαπός ἐστι Τρύφων; μέλας ἢ λευκός ἤ τι τοιοῦ- τον· ἅπερ οἶμαι οὐκ ἀληθῶς ἀνθυπάγεσθαι τῇ ἐθνικῇ παραγωγῇ, ἀλλὰ τῇ πρὸς τοῦ πρωτοτύπου πεύσει, λέγω τῇ ποῖος [ᾧ λόγῳ καὶ τὸ ἡμεδαπός ἔχον τὴν ἀντωνυμικὴν θέσιν, καὶ ἔτι τὸ ὑμεδαπός τό τε παρὰ τὸ ἄλλος ἀλλοδαπός, πάλιν τὴν ἀναίρεσιν τῶν προσώπων τῆς ἐθνικῆς παραγωγῆς ἐπαγγελλομένης], τούτῳ μέντοι διοίσοντα, ᾗ τὰ μὲν ἐκ τοῦ ποῖος ἀνθυπαγόμενα μετὰ τοῦ ἄρθρου ῥητά ἐστι, ποῖος Τρύφων; εἰ τύχοι ὁ μέλας ἢ ὁ λευκός· ὁπότερος Αἴας; ὁ Λοκρός ἢ ὁ Τελαμώνιος. ποδαπός ἐστι Τρύφων; τὸ μὲν ἀνενδοίαστον καὶ ὑγιὲς Ἀλεξανδρεύς, Ἀθηναῖος· τὸ δὲ παρεμπῖπτον διὰ τὴν 2.2.32 πρὸς τοῦ πρωτοτύπου, ὡς ἔφαμεν, πεῦσιν ὁ μέλας ἢ ὁ λευκός. — 34. ῎Ηδη μέντοι ὑπ᾽ ὄψιν πιπτούσης τῆς οὐσίας καὶ τῆς ποιότητος καὶ ἔτι τῶν συμπαρεπομένων, ἔτι προσγίνεται πεῦσις ἡ κατὰ τὴν ἰδιότητα τοῦ ὀνόματος. ἀφορᾷ γοῦν ὁ Πρίαμος {Γ 226 } πάντα τὰ προειρη- μένα, τὴν μὲν οὐσίαν ἐν τῷ ὅδε, καὶ τὸ ἔθνος ἐν τῷ Ἀχαιὸς ἀνήρ, καὶ τὴν ποιότητα ἐν τῷ ἠΰς, καὶ τὴν πηλικότητα ἐν τῷ μέγας, οὐ μὴν τὴν ἰδιότητα τοῦ ὀνόματος· ὅθεν ἀναπληροῦται ἐν τῷ οὗτος δ᾽ Αἴας ἐστὶ πελώριος {Γ 229 }. 35. Καὶ τὰ ἐπιρρήματα δὲ φέρεται ἐπὶ τὰς ἀγνοουμένας διαθέσεις· ἢ κατὰ ποιότητα τῆς πράξεως, ὥς φαμεν πῶς ἀνέγνω; ἀνθυπάγοντες δυνάμει ἐπιθετικὸν τὸ ἐπίρρημα, εἰ τύχοι, καλῶς, ῥητορικῶς, φιλο- σόφως· — ἢ οὐ τοῦτο ἐπιζητοῦντες, χρόνον δὲ καθ᾽ ὃν τὰ τῆς διαθέσεως ἐγένετο, πότε; πηνίκα; οἷς ἀνθυπάγεται πάλιν ἐχθές, πρώην, πά- λαι· — ἢ τόπον ἐν ᾧ τὰ τῆς πράξεως γίνεται, 2.2.33 ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα {Κ 406 }; καὶ διαφορᾷ τῇ ἐκ τόπου ἢ εἰς τόπον, πῇ ἔβη Ἀνδρομάχη {Ζ 377 }; πόθεν παρεγένου; γινώσκει γοῦν Ὀδυσσεὺς πόθεν ἦλθεν ὁ Ἐλπήνωρ, καὶ οὔ φησι πόθεν ἦλθες; οὐ μὴν τὴν ἔφοδον, δι᾽ ὅ φησι πῶς ἦλθες {λ 57 }; Ὡς μὲν οὖν τὰ προκείμενα μόρια ἀναγκαίως ἢ ἐπιρρηματικά ἐστιν ἢ ὀνοματικά, ἀπεδείχθη· περὶ ὧν τῆς συντάξεως κατὰ τὸ ἑξῆς εἰρήσεται. 36. Ἐπεὶ οὖν τὰ ὑπόλοιπα τῶν μερῶν τοῦ λόγου ἀνάγεται πρὸς τὴν τοῦ ῥήματος καὶ τοῦ ὀνόματος σύνταξιν, ἐξ ἧς καὶ τὴν τοῦ ὀνόμα- τος ἔσχε θέσιν, δέον διαλαβεῖν περὶ ἑκάστου τοῦ τε συμπαραλαμβανο- μένου καὶ τοῦ ἀνθυπαγομένου ἢ καὶ συμπαραλαμβανομένου, ὡς αἱ ἀντω- νυμίαι ἀντὶ τῶν ὀνομάτων καὶ μετὰ τῶν ὀνομάτων, καὶ ἔτι αἱ μετοχαὶ 2.2.34 ἀντὶ τῶν ῥημάτων καὶ μετὰ τῶν ῥημάτων, καὶ ἐπὶ τῶν ἑξῆς μερῶν τοῦ λόγου. 37. Τὰ μὲν οὖν ἄρθρα ἡ τῶν ὀνομάτων σύνταξις παραλαμβάνει καὶ ἔτι ἡ τῶν ῥημάτων, ὡς ἔνεστιν ἐπὶ τῶν ἀπαρεμφάτων φάναι τὸ φιλοσοφεῖν ὠφέλιμον, τῷ περιπατεῖν ἥδομαι, καὶ ἔτι ἐπὶ παντὶ μέρει λόγου οὐδὲν σημαίνοντι πλέον ἢ αὐτὸ μόνον τὸ ὄνομα τῆς φωνῆς, ὥστε πρὸς τὸ ὑπακουόμενον ἔξωθεν τὸ ἄρθρον ἀνατείνεσθαι, ὁ μέν προτακτικός ἐστι τοῦ δέ· ἀνάγεται γὰρ πρὸς τὸ σύνδεσμος· τὸ λέγε προστακτικόν ἐστι· δῆλον ὡς πρὸς τὸ ῥῆμα. καὶ ἐπί γε τῶν πτωτικῶν. ὅτε γάρ φαμεν ὁ Ἀρίσταρχος, πρὸς τὸ νοούμενον γένος τὸ ἄρθρον παρατίθεμεν· ὅτε δὲ οὕτως, τὸ Ἀρίσταρχοι προ- παροξύνεται, τὸ Ἀρίσταρχοι εἰς οι λήγει, πρὸς τὸ ὄνομα τῆς φωνῆς φαμεν, ὑπακουομένου τοῦ ὀνόματος, καθότι καὶ εἴ τις οὕτως εἴποι, ἡ σήμερον, ἡ χθές. δι᾽ ὃ καὶ ἑνικῶς πάντοτε τὰ τοιαῦτα ἄρθρα παραλαμβάνεται. πᾶν γὰρ μέρος λόγου ἕν ἐστιν, ἐξ αὐτῶν γε μὴν παρυφίσταταί τινα πληθυντικά. ἓν γὰρ τὸ ἄνθρωποι ὅσον ἐφ᾽ ἑαυτῷ κατὰ τὸν μερισμὸν τοῦ λόγου, παριστάνει ἐκ τοῦ δηλουμένου πληθυντι- κὴν ἔννοιαν. ἀλλὰ καὶ ὅτε τινὲς ἀποφαίνονται ἀσυνάρθρους τὰς ἀντωνυ- 2.2.35 μίας, οὐ πρὸς τὴν φωνὴν ἀποτείνονται, πρὸς δὲ τὸ ἐξ αὐτῆς δηλού- μενον, ὃ μετὰ δείξεώς ἐστι προσώπων παραστατικόν· ἐπειδὴ πάλιν ὅσον ἐφ᾽ ἑαυτῇ ἡ φωνὴ προσλαμβάνει ἄρθρον, ὅτε φαμέν ἡ ἐγώ μόνον ὀρθοτονεῖται, ἡ σοί ἐγκλίνεται. 38. Οὐ μετρίως δέ τινες ἐσφάλησαν ὑπολαβόντες τὴν παράθεσιν τῶν ἄρθρων εἰς γένους διάκρισιν παρατίθεσθαι τοῖς ὀνόμασι. πρὸς οὓς ἀντείρηται διὰ πλειόνων ἐν τῷ περὶ γενῶν· καὶ νῦν δὲ ἀπαιτούσης τῆς συντάξεως ὀλίγα πρὸς αὐτοὺς ἐκθησόμεθα, ἅπερ διελέγξειε τὴν διεψευσμένην αὐτῶν δόξαν. 39. Πρῶτον ὅτι οὐδὲν μέρος λόγου ἐπενοήθη εἰς διάκρισιν ἀμφι- βολίας ἑτέρου μέρους λόγου, ἕκαστον δὲ αὐτῶν ἐξ ἰδίας ἀνάγεται, ὡς δεδείξεται ἐν τοῖς ἑξῆς. ἐπιλύεται γοῦν ἡ τοῦ γένους σύνοδος ἐκ τῶν παρεπομένων μερῶν τοῦ λόγου, καθότι καὶ τὰ ἄλλα μόρια ἐν πλείοσι σημαινομένοις γινόμενα διὰ μιᾶς φωνῆς τῇ προειρημένῃ συντάξει ἀπολύεται τῆς ἀμφιβόλου προφορᾶς. οὐ συνόντος γοῦν τοῦ ἄρθρου ἐν τῷ σώφρων οὖσα Ἑλένη ἡρπάγη ὑπὸ Ἀλεξάνδρου τὸ ἀμφίβολον τοῦ σώφρων ἐκ τῶν συμπαρεπομένων ἀπέβαλε· τὸ μέντοι ἐκ τῶν θεῶν 2.2.36 ἐπεκλώσθη Ὀδυσσεῖ τὸ μὴ θανεῖν κατὰ θάλασσαν, κἂν μετὰ τοῦ ἄρθρου λέγηται, ἀλλ᾽ ὅμως ἐπικρατεῖται πρὸς τῆς ἀμφιβολίας τοῦ γένους, πότερον οἱ θεοὶ ἢ αἱ Μοῖραι. πῶς οὖν οὐ γέλοιον εἰς διάκρισιν γένους παραλαμβάνεσθαι τὰ ἄρθρα, ὅπου γε ἄρθρου μὲν ὄντος ἀμφιβάλλεται τὸ γένος, μὴ ὄντος δὲ ἀπολύεται τῆς ἀμφιβολίας; 40. Δεύτερον δὲ οὐκ ὤφειλε τὸ εἰς διάκρισιν γένους παραλαμβα- νόμενον εἰς τὸ αὐτὸ ἐμπίπτειν τῷ δι᾽ ὃ καὶ αὐτὸ ἐπενοήθη, λέγω δὲ τὴν σύγχυσιν τοῦ γένους, ὅπου γε τὸ τῶν ἢ τοῖν ἢ ἄλλο τι τοιοῦτον οὐχ ἑνὸς γένους κατηγορεῖται. καὶ εἰ παραδεξαίμεθα τὸ ὦ ἄρθρον ἁπάντων γενῶν μετὰ τῶν συνόντων ἀριθμῶν, ἐπινοηθήσεται ἄλλα ἄρθρα εἰς τὴν τῶν τοιούτων διάκρισιν. ἢ εἴπερ ἔσθ᾽ ὅτε διὰ τῶν συνόντων ὀνομάτων τῆς κατὰ τὸ γένος ἀμφιβολίας ἀπολύεται, ὅτε φαμὲν τῶν Μουσῶν, οὐδὲν κωλύει φάναι ὡς τὰ ὀνόματα ἐπενοήθη εἰς διάκρισιν τῶν ἐν τοῖς ἄρθροις γενῶν· ὅπερ εὔηθες. ἐκ παρεπομένου οὖν οἶμαι αὐτὰ ἀπολύειν τῆς ἀμφιβολίας τῶν γενῶν. 41. Κἀκ τρίτου δὲ ἔστιν ἐκεῖνο προσθεῖναι, ὡς ἐχρῆν μόνον τοῖς εἰς ἀμφιβολίαν τοῦ γένους προβαλλομένοις παρατίθεσθαι τὰ ἄρθρα, οὐ 2.2.37 μὴν τοῖς δυναμένοις δι᾽ ἑαυτῶν τὸ γένος ἐνδείξασθαι, ὡς ἐπὶ τοῦ θεός, ὅτε φαμὲν ὁ θεός καὶ ἡ θεός, ὁ ἵππος καὶ ἡ ἵππος· οὐ μὴν τῷ γυνή προσκείσεται, ὅπου γε καὶ σχεδὸν τὸ ὄνομα τοῦ θηλυκοῦ γένους ἔγκειται. νυνὶ δὲ τῷ μὲν γυνή προσκείσεται ἔν τισι λόγοις μετὰ τῆς δεούσης συντάξεως, τῷ δὲ θεός ἢ ἵππος ἤ τινι τῶν τοιούτων κατ᾽ οὐ- δένα τρόπον παρατεθήσεται. ἐκκείσθω δὲ ὑποδείγματα, τοῦ μὲν προ- τέρου πῶς ἡ γυνή σε ὕβρισε; τὸ γὰρ δίχα τοῦ ἄρθρου ἀσύνετον· τοῦ δὲ ἑτέρου θεός τίς σε ἠλέησεν· ἀδύνατον γὰρ ἐπὶ τούτου τὸ ἄρθρον προστεθῆναι, καθότι παρεστήσαμεν καὶ ἐν τῷ περὶ γενῶν ἐπὶ τοῦ μή τέ τις οὖν θήλεια θεὸς τό γε μή τέ τις ἄρσην {Θ 7 }, ὡς ἀκριβῶς προσέθηκε τὸ θήλεια. σχεδὸν γὰρ πρὸς Ἥραν καὶ Ἀθηνᾶν ἀποτείνεται, τὸ δὲ μή τέ τις ἄρσην σχεδὸν προσέρριπται ὑπὲρ τοῦ μὴ ἄντικρυς αὐτὸν πρὸς τὰς δαίμονας 2.2.38 ἀποφαίνεσθαι. καὶ σαφὲς ὅτι, ὅπερ ἔμελλε διακρίνειν τὸ ἄρθρον παρα- τεθὲν ἐκ παρεπομένου, τοῦτο τὸ θήλεια καὶ τὸ ἄρσην ἀφηγήσατο, ἐπεὶ τὸ ἴδιον τοῦ ἄρθρου οὐκ ἠδύνατο ἡ σύνταξις παραδέξασθαι ἀοριστουμέ- νου τοῦ λόγου. — 42. καὶ ἴσως τις φήσει· Οὐχὶ οὖν καὶ ἐν ἄλλοις ἐλλειπτικός ἐστι τῶν ἄρθρων; πρὸς ὃν φήσομεν ὡς δυνάμει τὰ ἐλλεί- ποντα παράκειται, ἐμφανιζόμενα διὰ τοῦ ἐπιζητοῦντος αὐτὰ λόγου· ἐπὶ μέντοι τῆς προκειμένης συντάξεως τοῦ καταλλήλου οὐκ ἐπιζητοῦντος τὰ τοῦ γένους συνεκέχυτο, καὶ διὰ τοῦτο οἶμαι πάνυ ἀκριβῶς διὰ τῆς ὀνομασίας τῶν γενῶν ἀνεπλήρωσε τὸν λόγον, λέγω τοῦ θήλεια καὶ τοῦ ἄρρην. 43. Ἔστιν οὖν, καθὸ καὶ ἐν ἄλλοις ἀπεφηνάμεθα, ἴδιον ἄρθρου ἡ ἀναφορά, ἥ ἐστι προκατειλημμένου προσώπου παραστατική. Ἀναφέρε- ται δὲ τὰ ὀνόματα ἤτοι κατ᾽ ἐξοχήν, ὅτε φαμὲν οὗτός ἐστιν ὁ γραμ- ματικός, τοιοῦτόν τι ἐμφαίνοντες ὁ πάντων προήκων, ὡς ἔστιν εἰπεῖν, 2.2.39 ὁ γραμματικώτατος. τῇδε γὰρ καὶ ὡς συλλαβὴν τὸ ἄρθρον ἀπηνέγκατο ὁ ποιητής, ἀπενεγκάμενος καὶ τὴν ἁπάντων ἐξοχὴν καὶ τὴν πρὸς ἁπάν- των προπεπερασμένην γνῶσιν. — ῍Η καὶ κατὰ μοναδικὴν κτῆσιν οὕτως ἀποφαινόμενος, δοῦλός σου ταῦτα ἐποίησε, πλῆθος ὑπαγο- ρεύει δούλων· ὁ δὲ μετὰ τοῦ ἄρθρου, ὁ δοῦλός σου ταῦτα ἐποίησε, μοναδικὴν κτῆσιν ὑπαγορεύει. — ῍Η καὶ κατ᾽ αὐτὸ μόνον ἁπλῆν ἀνα- φοράν, ὅτε φαμὲν ὁ ἄνθρωπος ἦλθέ σε ζητῶν, ὁ γραμματικός σε ἐζήτει, νῦν οὐχ οὕτως ἀκουομένου τοῦ ὁ γραμματικός, καθὼς πρόκειται. — 44. Ἔσθ᾽ ὅτε δὲ καὶ προληπτικώτερον πρόσωπον ἀναφέρει, ὅτε δὴ καὶ ἀοριστῶδες φαίνεται, ὅτε οὕτως φαμέν, ὁ τυραννοκτονή- σας τιμάσθω. τὸ γὰρ ὡς ἐσόμενον πρόσωπον ἀνεπόλησεν, ὅμοιον καθεστὼς ἐκείνῳ κεῖνος γὰρ πέρι κῆρι μακάρτατος ἔξοχος ἄλλων, ὅς κέ σε ἕδνοισιν βρίσας οἶκον δ᾽ ἀγάγηται {ζ 158 seq. }. (οὐ γὰρ ὅμοιόν ἐστι τῷ κεῖνος ἀνήρ, ὅτ᾽ ἐμεῖο κυνώπιδος {δ 145 }, ἐπεὶ τοῦτο μὲν τὸ προγεγονὸς πρόσωπον ἀναπολεῖ, τὸ δὲ προκείμενον 2.2.40 τὸ ὡς ἐσόμενον.) οὐ λέληθε δέ με ὡς δύναται καὶ προϋφεστὼς πρόσωπον ἀναφέρειν τὸ ὁ τυραννοκτονήσας τιμάσθω. φέρε γάρ, εἰ τύχοι, τυραννοκτονῆσαί τινα καὶ μήπω τετιμῆσθαι, ἐπιβάλλοντος δὲ τοῦ τοιούτου φάναι τινὰ ὁ τυραννοκτονήσας τιμάσθω· ὅπερ πάνυ ἐμφανέστατον γενήσεται μετὰ ὁριστικῆς προφορᾶς, καὶ μάλιστα ἐπὶ παρῳχημένου χρόνου, ὁ τυραννοκτονήσας τετίμηται. — Δεδείξεται δὲ ὡς καὶ πλήθους ἔσθ᾽ ὅτε ἔμφασιν ποιεῖ. 45. Κατὰ τὰς προκειμένας οὖν ἐννοίας τοῦ μορίου σκεπτέον, εἰ πᾶσι τοῖς πτωτικοῖς συμφέρεται, καὶ τίνα τούτων ἀδυνατεῖ τὴν ἐξ αὐτῶν συνάρτησιν ἀναδέξασθαι, καὶ τίνα ἅπαξ ἀναδεξάμενα αὐτὰ οὐ μεθίησι καθάπερ ἰδίας συλλαβάς. καὶ πρῶτόν γε ἀρκτέον τῆς τῶν στοιχείων συντάξεως ὡς πρὸς τὰ ἄρθρα. 46. Τὰ τοίνυν στοιχεῖα ἐν εὐθείᾳ καὶ αἰτιατικῇ ἤτοι χωρὶς ἄρθρου λέγεται ἢ σὺν ἄρθρῳ. καὶ χωρὶς μὲν ἄρθρου, ἡνίκα φαμὲν οὕτω, τοῦτο α ἐστί, τοῦτο β ἐστί, νῦν εὐθείας νοουμένης, ὡς εἰ καί τις φαίη τοῦτο ἄνθρωπός ἐστι, τοῦτο ἵππος ἐστί· διδάσκει καὶ ἡ τοῦ ῥήματος σύνοδος, συντείνουσα ἐπὶ τὴν εὐθεῖαν. κατὰ δὲ αἰτιατικήν, τοῦτο α προσαγορεύει ὁ διδάσκαλος, τοῦτο β, πάλιν ἐκ τῆς μεταβάσεως τοῦ ῥήματος συντεινούσης ἐπὶ τὸ τοῦτο β καὶ τοῦ στοιχείου νοουμένου κατ᾽ αἰτιατικήν, ὡς εἰ καὶ οὕτως ἀποφαινοίμεθα, 2.2.41 τοῦτον τὸν χαρακτῆρα σημαίνει ὁ διδάσκαλος. σὺν δὲ ἄρθρῳ, ὅτε οὕτω φαμέν, τὸ α δίχρονόν ἐστι, τὸ α τελικόν ἐστι θηλυκῶν, καὶ οὐδετέρων, καὶ ἔτι κατ᾽ αἰτιατικήν, τὸ α ἀπήλειψεν ὁ παῖς, ὡς εἰ καὶ τὸν χαρακτῆρα ἀπήλειψε. — 47. Κατὰ μέντοι γενικὴν καὶ δοτικὴν ἀδύνατον ἐκστῆναι τὸ ἄρθρον τῆς συντάξεως τῶν στοιχείων, ὅτε οὕτω φαμέν· τῷ α παρέπεται τὸ ἐκτείνεσθαι καὶ συστέλλε- σθαι, τοῦ α τὴν κεραίαν ἀπήλειψε, τοῦ α ἡ ἐκφώνησις μεγίστη ἐστίν. 48. Ἔστι δὲ αἰτία τῆς συντάξεως ἥδε. μονόπτωτά ἐστι τὰ στοιχεῖα, καὶ προῦπτον ὅτι ἡ αὐτῶν πρώτη ἐκφώνησις καὶ θέσις ἐν εὐθείᾳ ἐστίν. αὕτη οὖν ἄγνωστος οὖσα τοῖς ἀρτιμαθέσι τῶν παίδων ἀναγκαίως δίχα ἄρθρου λέγεται, εἴγε τὸ ἄρθρον προϋφεστῶσαν γνῶσιν δηλοῖ, ὁ δὲ παῖς ἀγνοεῖ τὸ στοιχεῖον· ὑγιῶς ἄρα φαμὲν κατὰ τὰς διδαχὰς τοῦτο α ἐστίν. ἤδη μέντοι ἀναλαβόντες τὴν γνῶσιν αὐτοῦ ὡς προδεδιδαγμένοι, ἀναγκαίως τὴν κατ᾽ αὐτοῦ ἀναπόλησιν παρεμφαίνοντες, πάντως καὶ σὺν ἄρθρῳ ἀποφαινόμεθα, τὸ α τελικόν ἐστι θηλυκῶν τε καὶ οὐδετέ- ρων, τουτέστιν ὃ προεμάθομεν α. ἤδη μέντοι λημματιζομένης τῆς εὐθείας σύνεστι καὶ ἡ ὁμόφωνος αἰτιατικὴ ταῖς αὐταῖς ἐφόδοις καὶ μετὰ 2.2.42 ἄρθρου λεγομένη καὶ χωρὶς ἄρθρου, πάλιν κατὰ τὴν πρώτην θέσιν, τοῦτο α προσαγορεύει ὁ διδάσκαλος, καὶ πάλιν κατὰ τὴν προϋ- ποκειμένην γνῶσιν, τὸ α ἀπήλειψεν ὁ παῖς. — 49. Ἡ μέντοι γενικὴ καὶ ἡ συμπαθοῦσα αὐτῇ δοτική, οὐκ ἔχουσα διὰ τῆς φωνῆς τὴν γενικὴν ἀποδεῖξαι, ἐπεὶ ἄκλιτα τὰ στοιχεῖα, βοηθεῖται τῇ τοῦ ἄρθρου κεκλιμένῃ γενικῇ, οἷον τοῦ α ἡ ἐκφώνησις μεγίστη ἐστί· καὶ ἔτι ἐπὶ τῆς δοτικῆς ὁ αὐτὸς λόγος. εἰ γὰρ τὸ ἄρθρον τις ἀφέλοι, ἡ λειπομένη φωνὴ ὡς εὐθεῖα λελείψεται, καθό, ὡς εἴπομεν, ἡ πρώτη θέσις εὐθεῖά ἐστι. καὶ οὕτω γίνεται ἀκατάλληλα τὰ τοῦ λόγου, α ἡ ἐκφώνησις μεγίστη ἐστίν. οὐ γὰρ μᾶλλον τῷ α τὸ ἐστί συντετάξεται ἤπερ τῷ μεγίστη ἡ ἐκφώνησις. ἐπεὶ δύο οὖν εὐθεῖαι οὐδέποτε συνίστανται, ὡς δύο εὐθειῶν νοουμένων ἀκατάλληλα τὰ τοῦ λόγου γίνεται. ὁ αὐτὸς λόγος κἀπὶ τῆς δοτικῆς, τῷ α πρόσκειται τὸ ι· ἐὰν γὰρ εἴπωμεν· α πρόσκειται τὸ ι, πάλιν ὡς δύο εὐθειῶν νοουμένων ἀκατάλληλα τὰ τοῦ λόγου γίνεται. Ὅτι δὲ διὰ τὸ ἄκλιτον τῆς φωνῆς ἡ τοῦ ἄρθρου πρόσθεσις γίνεται, σαφὲς κἀκ τῶν ἐγκλινομένων καὶ κατὰ τὴν φωνήν, 2.2.43 Δίωνος ἡ ἐκφώνησις μεγίστη ἐστίν· ἰδοὺ γάρ, μὴ συνόντος τοῦ ἄρθρου κατάλληλα τὰ τοῦ λόγου ἐστίν. ὁ αὐτὸς λόγος κἀπὶ τῆς δοτικῆς, Δίωνι πρόσκειται τὸ ι. Ἐδείχθη ἄρα ἥ τε γενικὴ καὶ ἡ δοτικὴ τῶν στοιχείων, ὡς ἀναγκαίως οὐ μεθίησι τὰ ἄρθρα. 50. Καὶ ἕνεκεν τοῦ τοιούτου οὐ συγκαταθείμην ἂν Τρύφωνι { p 24 Velsen } ἀποφαινομένῳ ἐν τῷ περὶ ἄρθρων ὡς τὰ ἀπαρέμφατα ῥήματα πῇ μὲν ὀνόματά ἐστι τῶν ῥημάτων, ὅτε καὶ ὡς ὀνόματα ἄρθρα προσλαμβάνει, τῷ περιπατεῖν ἥδομαι, τοῦ περιπατεῖν πρόνοιαν ἔχω, καὶ ἔτι ἐπ᾽ εὐθείας, τὸ περιπατεῖν ἀνιαρόν ἐστι· χωρὶς μέντοι ἄρθρου λεγόμενα ῥήματα ἂν εἴη, περιπατεῖν θέλω ἤπερ ἑστάναι. τοιαύταις γάρ τισι συντάξεσιν ἐδόκει μερίζειν τὸ μὲν ὡς ὀνοματικόν, τὸ δὲ ὡς ῥηματικόν. πρόκειται οὖν ὁ λόγος φυσικώτατος, ὃς οὐ παρὰ τὰς ἐλλείψεις τῶν ἄρθρων ἢ παραθέσεις ἐξελέγξει τὸ ἃ μὲν εἶναι ὀνό- ματα, ἃ δὲ μή. ἅπαξ γὰρ ἐκεῖνο ἔστι διαλαβεῖν, ὡς πᾶν ἀπαρέμφατον ὄνομά ἐστι ῥήματος, εἴγε καὶ οἱ ἀπὸ τῆς Στοᾶς αὐτὸ μὲν καλοῦσι ῥῆμα, τὸ δὲ περιπατεῖ ἢ γράφει κατηγόρημα ἢ σύμβαμα, καὶ ἔτι τὰς ἀπὸ 2.2.44 τούτων ἐγκλίσεις. — 51. Διὰ τοῦτο καὶ ὡς ἐπὶ γενικὸν ὄνομα τὸ ἀπαρέμ- φατον πᾶσα ἔγκλισις ὑποστρέφει. εἰ γάρ τις τῇδε ἀποφαίνοιτο, περιπα- τεῖ Τρύφων, μεταβάλοι δέ τις τοῦτο εἰς ἀφήγησιν τοῦ εἰρημένου προσθεὶς τὸ ἐγκείμενον τῇ ὁριστικῇ ἐγκλίσει, λέγω τὸ ὡρίσατο, οὕτως ἂν εἴποι, ὡρίσατο περιπατεῖν Τρύφωνα· καὶ ἐπὶ εὐκτικῆς προφορᾶς, περιπα- τοίη Τρύφων, πάλιν τὸ ἐγκείμενον τῆς εὐχῆς συμπαραλαβὼν φαίη ἂν ηὔξατο περιπατεῖν Τρύφωνα· καὶ ἔτι ἐπὶ προστακτικῆς ἐγκλίσεως, περιπατείτω Τρύφων, εἴποι ἂν προσέταξε περιπατεῖν Τρύφωνα. Ἔνθεν μοι δοκοῦσιν εὐήθως ἀναστρέφειν οἱ ἐπιζητοῦντες διὰ τί ἐλλείπει προσώποις καὶ ἀριθμοῖς καὶ ἔτι ψυχικῇ διαθέσει, εἴγε οὐ πληθύνεται, ὅτι πᾶν πρᾶγμα ἕν ἐστιν, — εἴγε οὐκ ἔχει ψυχικὴν διάθεσιν, ὅτι μηδὲ εἰς πρόσωπα ἀνεκυκλήθη, ἅπερ ἔμψυχα ὄντα τὴν ἐν αὑτοῖς διάθεσιν τῆς ψυχῆς ἐπαγγέλλεται· ὥστε δυνάμει αὐτὸ τὸ ῥῆμα οὔτε πρόσωπα 2.2.45 ἐπιδέχεται οὔτε ἀριθμούς, ἀλλ᾽ ἐγγενόμενον ἐν προσώποις τότε καὶ τὰ πρόσωπα διέστειλεν, ὄντα λοιπὸν ἢ ἑνικὰ ἢ δυϊκὰ ἢ πληθυντικά. προῦπτον δὲ ὅτι οὐδὲ ψυχικὴν διάθεσιν, καθὼς προείπομεν. πῶς οὖν οὐκ εὐηθέστεροι οἱ κἀκεῖνο ἀποφαινόμενοι, ὅτι καὶ ἑνικὰ καὶ δυϊκὰ καὶ πληθυντικὰ καὶ προσώπων διακρίσεις ἔχει, ἐν συνεμπτώσει ἐξαριθμουμένων τοῦ ἐμὲ γράφειν, σὲ γράφειν, ἐκεῖνον γράφειν, ἡμᾶς γράφειν, ὑμᾶς γράφειν, ἐκείνους γράφειν; ἀλλ᾽ ἐνέσται ἐξαιρέτως ἐν τοῖς ἑξῆς ἔτι καὶ περὶ τούτων διαλαβεῖν, ἐν οἷς καὶ ζητήσομεν διὰ τί ἐπ᾽ αἰτια- τικὴν φέρεται. 52. Ἄλλως τε καὶ γὰρ ἅ φησι χωρὶς ἄρθρων λέγεσθαι, δύναται καὶ μετὰ ἄρθρων παραλαμβάνεσθαι, τὸ φιλολογεῖν βούλομαι ἤπερ τὸ πλουτεῖν. Ὡς πρόκειται οὖν, ἡ τῶν ἄρθρων καὶ ἀπαρεμφάτων σύνταξις ἡ αὐτή ἐστι τῇ τῶν στοιχείων συντάξει. χρὴ μέντοι νοεῖν ὅτι διχῶς πρόσεισι τὸ ἄρθρον, ὁτὲ μὲν τῷ λόγῳ τῷ προκειμένῳ, καθάπερ ἐπεδείξαμεν ἐπὶ παντὸς μέρους λόγου, ὁτὲ δὲ ὡς πρὸς τὸ πρᾶγμα. καὶ τοῦ μὲν προτέρου τὸ γράφειν πρώτης ἐστὶ συζυγίας, τὸ γράφειν διὰ τῆς ει διφθόγγου γράφεται, καὶ ὅσα οὕτω δύναται κατὰ τῆς 2.2.46 φωνῆς λέγεσθαι· τοῦ δὲ δευτέρου τὸ γράφειν ἐπίπονόν ἐστι, τὸ γράφειν φιλοπόνου ἀνδρός ἐστιν. 53. Οὐκ ἔστι μέντοι παρέλκον ἐν ταῖς τοιαύταις συντάξεσιν ἀπο- δεῖξαι, ὅτι τὰ οὕτω παρατιθέμενα τοῖς ῥήμασιν ἄρθρα οὐκ ἐπιρρήματά ἐστιν. ἐπεὶ γοῦν οὐκ ἀπίθανος ὁ λόγος παρυφίσταται τοῦ μὴ τάχα τὰ ἄρθρα τὰ τοιαῦτα ἀρθρικῶς νοεῖσθαι, ἐπιρρηματικῶς δέ, φέρε διαλαβεῖν καὶ περὶ τοῦ τοιούτου. 54. Ἡ κατὰ τὸ οὐδέτερον θέσις συνεχέστερον, πρὸ τῶν ῥημάτων τιθεμένη, ἐπιρρηματικῶς ἀκούεται ἤπερ ὀνοματικῶς, εἰ οὕτως ἀποφαι- νοίμεθα, ταχὺ παρεγένου, ὅς τ᾽ εὐρὺ ῥέει Πυλίων διὰ γαίης {Ε 545 }, οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον {υ 294 }, 2.2.47 τάχιον διαλέγου. ὅπερ δύναται καὶ ἐπὶ τῆς τριγενείας τῶν ἄρθρων ἐγχωρεῖν· εἰ γὰρ τὸ δεῖ ταχὺ λέγειν ἢ ταχὺ τρέχειν ἐν ἴσῳ ἐστὶ τῷ δεῖ ταχέως λέγειν ἢ ταχέως τρέχειν, καὶ τὸ παρεμπῖπτον οὐδέτερον ἄρθρον πρὸ τοῦ ῥήματος τὸ αὐτὸ ἀναδέξεται τῇ προειρημένῃ συντάξει, ἐπιρρηματικῶς νοούμενον κατὰ ἀρθρικὴν ἐκφοράν. 55. Ἀλλ᾽ ἔστι γε πρὸς τὸ τοιοῦτο φάναι, ὅτι τὰ συντάξεως ἐπιρρη- ματικῆς τυχόντα πτωτικά, τὸν τόπον ἀπενεγκάμενα τοῦ ἐπιρρήματος, ἄκλιτα καθίσταται, μιμούμενα τὸ μοναδικὸν τῶν ἐπιρρημάτων. φέρε γὰρ οὕτω φάναι ἐπ᾽ ὀνοματικῆς συντάξεως, ταχὺ ἐλθὸν παιδίον ὤνησεν ἡμᾶς, ταχέος ἐλθόντος παιδίου ὠφελήθημεν, κἀπὶ τῶν ἑξῆς πτώσεων, συμπαραλαμβανομένης τῆς δεούσης συντάξεως, ἡνίκα ἐπιρρη- ματικῶς καθ᾽ ἕνα σχηματισμὸν λέγομεν ταχὺ ἐλθὸν παιδίον, ταχὺ ἐλθόντος παιδίου, ταχὺ ἐλθόντι παιδίῳ. εἰ δὲ τοῦτο ἀληθές, ἔδει τὸ ἄρθρον, εἴπερ ἐπιρρηματικῶς παρέκειτο, ἄκλιτον καθίστασθαι· νυνὶ δὲ κλίνεται, καὶ κλιθὲν ἀμετάστατόν ἐστι τῆς συντάξεως. καὶ φαί- 2.2.48 νεται ὅτι ὁ προκείμενος λόγος οὐ μᾶλλον παρέστησε τὰ ἄρθρα ἐπιρρή- ματα ἤπερ τὰ ἀπαρέμφατα ὀνόματα τῆς τῶν ἐγκλίσεων μεταλήψεως, καθὼς παρεδείξαμεν ὅτι τῶν ἐγκλίσεων τὰ ὀνόματα αὐτὰ τὰ ἀπαρέμ- φατά ἐστι· δι᾽ ὃ κατ᾽ ἐξαίρετον αὐτοῖς πρόσεισιν ἡ τῶν ἄρθρων παρά- θεσις, καθὰ τὰ ὀνόματα τῶν ἐγκλίσεων δι᾽ αὐτῶν δηλοῦται, καθὼς προαπεδείξαμεν. — 56. Κἀκεῖνο δὲ προσθετέον, ὡς τὰ ὀνοματικὰ ἐπιρρηματικῶς νοούμενα τῇ ἐξ αὐτῶν παραθέσει εἰς τὴν ὀνοματικὴν ὑποστρέφει σύνταξιν. τὸ γὰρ ταχὺ ἐλθὸν παιδίον δυνάμενον ἀκούεσθαι ταχέως ἐλθὸν παιδίον, προσλαβὸν τὸ ἄρθρον ἀποβάλλει τὴν ἐπιρρη- ματικὴν σύνταξιν, τὸ ταχὺ ἐλθὸν παιδίον ὠφέλησεν ἡμᾶς· καὶ εἰ τῷ εὐρὺ ῥέει προσθείη τις τὸ ἄρθρον, φήσας τὸ εὐρὺ ῥέει, ὄνομα ποιήσειεν ἂν τὸ εὐρύ. πῶς οὖν οὐ βίαιον τὸ ποιοῦν μόριον τὰς ἐπιρρη- ματικὰς ὀνοματικὰς συντάξεις εἰς ἐπιρρηματικὰς συντάξεις παραλαμβάνειν; 2.2.49 57. Πᾶσα γενικὴ παντὸς ὀνόματος ἐπιμεριζομένη πάντως συνέχει τὸ ἄρθρον. ἐκκείσθω δὲ ὑποδείγματα, τῶν ἀνθρώπων οἱ μέν εἰσιν Ἕλληνες, οἱ δὲ βάρβαροι· τῶν Αἰάντων ὁ μὲν ἐπικαλεῖται Τελα- μώνιος, ὁ δὲ Λοκρός· τῶν ἀδελφῶν μου ὁ μὲν ῥήτωρ ἐστίν, ὁ δὲ ἕτερος γραμματικός. καὶ ἐφ᾽ ἑνικῶν τῶν δυναμένων τμῆσιν ἀναδέξασθαι, ὡς ἐπὶ τοῦ χρυσοῦ, ἀργύρου, τῶν οὕτω παραλαμβανομένων. φημὶ δὲ ἐπιμεριζομένων, ἐπεὶ οἷόν τε γενικὴν οὐ τὸ τοιοῦτον ἐπιδεχο- μένην καὶ χωρὶς ἄρθρων λέγεσθαι, ἀνθρώπων ἀκούω, φίλων προ- νοοῦμαι, οὐ μὴν φίλων ὃς μὲν ἀγαθός ἐστιν, ὃς δὲ πονηρός· πάντως γὰρ σὺν τῷ ἄρθρῳ. οὐ μόνον οὖν ἐπ᾽ ἐκείνων ἡ πτῶσις ἐνηλλάγη, Νεστορίδαι δ᾽ ὁ μὲν οὔτασ᾽ Ἀτύμνιον {Π 317 }, ὁ δ᾽ ἀπέλαβεν τὸν ἀδελφόν, ἀλλὰ προφανὲς ὅτι καὶ τὸ ἄρθρον λείπει, καὶ σαφῶς, ὅτι τὸ σχῆμα ἐξηγήσατο τὸ ἀσύστατον τοῦ λόγου· γενικῆς γὰρ οὔσης οὐκ ἂν ἔλειψε τὸ ἄρθρον. τὸ μέντοι 2.2.50 οἱ δὲ δύο σκόπελοι {μ 73 } αὐτὸ μόνον τὴν πτῶσιν ἐνήλλαξεν. 58. Ἔχει δὲ τὰ τῆς συντάξεως ἀπολογίαν ταύτην. τὰ ἐπιμεριζό- μενα ἐκ προϋφεστῶτός ἐστι πλήθους, ἐν γνώσει παραλαμβανομένου, εἴ- γε τὸ μέρος τῶν πρός τι καθέστηκε καὶ ἔχει πρὸς τὸ ὅλον τὴν ἀπότασιν. ἀνάγκη οὖν ἐστι προσγίνεσθαι τὸ ἄρθρον τῷ ἐμπεριληπτικῷ τοῦ μέρους, ἵνα τὴν προϋφεστῶσαν γνῶσιν δηλώσῃ. — 59. Ἔστι δὲ καὶ ἐκ παρεπο- μένου παραστῆσαι ὡς τὰ καλούμενα πληθυντικά, ἀδιάκριτα ὄντα τοῦ ἀριθμοῦ, προσδιακρίνεται οὐ μόνον κατὰ τὴν πρόσθεσιν τῶν ἀριθμῶν (φέρε γὰρ οὕτω φάναι, φίλων πέντε ἐλθόντων, φίλων δέκα ἐλθόν- των), ἀλλὰ καὶ κατὰ τὴν τοιαύτην σύνταξιν, καὶ εἰ μὴ κυρίῳ ἀριθμῷ, ἀλλ᾽ οὖν γε τῷ ἐπ᾽ ἔλαττον ἐξαριθμουμένῳ· εἰ γὰρ τὰ ἐπιμεριζόμενα ἐλάττονά εἰσι τῶν ὅλων, προφανὲς ὅτι τὸ τῶν φίλων πλέον καθέστηκε τοῦ οἱ μέν εἰσιν ἀγαθοί, οἱ δὲ φαῦλοι. εἰ γοῦν πάλιν τὰ τῆς συντάξεώς τις ἀφέλοι, οὐ μᾶλλον τὸ φαῦλοι ἔλαττόν ἐστι τοῦ φίλων ἤπερ τὸ ἐναντίον. 2.2.51 60. Προφανῶν οὐσῶν τῶν τοιούτων συντάξεων οἰήσονταί τινες, κἂν μὴ παραλάβωσι τὸν λόγον, διασῴζειν τὰ τῆς συντάξεως. οὗτοι δὲ ὅμοιόν τι πείσονται τοῖς ἐκ τριβῆς τὰ σχήματα τῶν λέξεων παρειληφό- σιν, οὐ μὴν ἐκ δυνάμεως τῶν κατὰ παράδοσιν τῶν Ἑλλήνων καὶ τῆς συμπαρεπομένης ἐν αὐτοῖς ἀναλογίας· οἷς παρακολουθεῖ τὸ εἰ διαμάρ- τοιεν ἔν τινι σχήματι μὴ δύνασθαι διορθοῦν τὸ ἁμάρτημα διὰ τὴν πα- ρακολουθοῦσαν αὐτοῖς ἀπειρίαν. καθάπερ οὖν πάμπολλός ἐστιν ἡ εὐχρηστία τῆς κατὰ τὸν Ἑλληνισμὸν παραδόσεως, κατορθοῦσα μὲν τὴν τῶν ποιημάτων ἀνάγνωσιν τήν τε ἀνὰ χεῖρα ὁμιλίαν, καὶ ἔτι ἐπικρίνουσα τὴν παρὰ τοῖς ἀρχαίοις θέσιν τῶν ὀνομάτων, τὸν αὐτὸν δὴ τρόπον καὶ ἡ προκειμένη ζήτησις τῆς καταλληλότητος τὰ ὁπωσδήποτε διαπεσόντα ἐν λόγῳ κατορθώσει. — 61. ῎Ηδη μέντοι καί τινα τῶν κατὰ παράδοσιν οὐ διεσταλμένην ἔχει τὴν προφοράν, τῶν μὲν δισταζόντων εἰ τὸ εἴρηκας Ἑλληνικὸν ἤπερ τὸ εἴρηκες διὰ τοῦ ε, ἢ ὥς τινες ἀποφαίνονται, 2.2.52 Ἑρμεῖ διὰ διφθόγγου, τοῦ λόγου αἰτοῦντος τὴν διὰ τοῦ ῃ γραφήν. καὶ φαίνεται ὅτι ἡ τοῦ λόγου συνέχεια τὸ ἐν κακίᾳ εἰρημένον παρα- τρέψει. τοιοῦτον οὖν πάλιν τι παρακολουθήσει καὶ ἐπὶ τῆς προκειμένης τηρήσεως· ἀμφιβαλλομένων γάρ τινων τὰ τοῦ λόγου ἐγγενόμενα μετά τινος φυσικῆς παρακολουθήσεως ἀποστήσει τὸ οὐ δέον τῆς συντάξεως. ἄλλως τε ἐδείξαμεν ὡς οὐ πᾶσα γενικὴ τὸ ἄρθρον ἀπαιτεῖ, ἡ δὲ ἐν τῇ προκει- μένῃ συντάξει. 62. Εἴ ποτε ποιητικὴ ἄδεια ἐξαιτουμένη τὸ καὶ πλεονάζειν καὶ ἐλλείπειν παραλείποι τι τῶν τοιούτων, τὸ ἀντιπαραπεπηγμένον τοῦ λόγου παραστήσει καὶ τὸ λεῖπον καὶ τὸ πλεονάζον. φέρε γὰρ πάντα τὰ τῆς τοιαύτης συντάξεώς τινα παραλαμβάνειν, 2.2.53 ἄλλοισιν δὴ ταῦτ᾽ ἐπιτέλλεο {Α 295 }, ἄλλοι μέν ῥα θεοί τε {Β 1 }, ἄλλοι μὲν χαλκῷ {Η 473 }, ἄλλοι μὲν γὰρ πάντες, ὅσοι θεοί εἰσ᾽ ἐν Ὀλύμπῳ {Ε 877 }, ἡ δ᾽ ἄλλους μὲν ἔασεν {Ο 87 }, ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι, ἄλλος δ᾽ ἡνίοχος ἰνδάλλεται {Ψ 459. 460 }, καὶ ἐπ᾽ ἄλλων πλείστων· πότερον ἐλλείπει τῇ τῶν ἄρθρων παραθέσει ἢ ἐντελῆ ἐστι; καὶ πότερον ἅπαντα τὰ τοιαῦτα ἤ τινα αὐτῶν; οὐχὶ οὖν εὔχρηστος ὁ λόγος, ἀναπληρῶν μὲν τὸ λεῖπον, οὐ πλεονάζων δὲ ἐν τῷ μὴ δεομένῳ; ἢ ἐκεῖνο ἀπόδειξίς ἐστι, τὸ ἀναμεῖναι τὴν Ζηνο- δότου γραφὴν ἐν τῷ ὦλλοι μέν ῥα θεοί τε {Β 1 }; καὶ σαφὲς ὅτι ἐκεῖ πάλιν οὐ προσοίσομεν, ὅπου οὐδὲ ὁ Ζηνόδοτος, ἄλλοισιν δὴ ταῦτ᾽ ἐπιτέλλεο {Α 295 }. ἀλλὰ τὰ τοιαῦτα παρείσθω, παρολκὴν μᾶλλον παρέχοντα ἢ παράδοσιν πραγμάτων. 63. Πάντοτε οὖν τὸ ἄλλοι συνέξει τὸ ἄρθρον, ἡνίκα τοῦ κατη- γορουμένου πλήθους ὅλου ἐστὶν ἐμπεριληπτικὸν τήν τε διαίρεσιν πάλιν μερικὴν ποιεῖται· οὐ γὰρ τῇδε ἔχον οὐ πάντως ἕξει καὶ τὸ ἄρθρον 2.2.54 παραλαμβανόμενον. ἐκκείσθω δὲ ὑποδείγματα τῆς μὲν κατὰ τὸ ἔθος προφορᾶς τάδε, οἱ μὲν ἄλλοι Ἕλληνες δασύνουσι τὰ ἐν τῇ λέξει φωνήεντα, Αἰολεῖς δὲ μόνον ψιλοῦσι· τμῆμα γὰρ τῶν Ἑλλήνων οἱ Αἰολεῖς. καὶ εἰ τῇδέ τις μᾶλλον ἀποφαίνοιτο, οἱ μὲν ἄλλοι Δωριεῖς τηροῦσι τὸ Θ, Λάκωνες δὲ καὶ εἰς Σ μεταβάλλουσι· πάλιν γὰρ ἐμπεριληπτικὸν γέγονε πλήθους, τῶν ὑποτεμνομένων Δωριέων. ὁ αὐτὸς λόγος παρακολουθήσει κατὰ τὴν παροῦσαν ἔφοδον ἐπὶ πάντων τῶν τοιούτων. τοῦ δὲ ἑτέρου, ἄλλοις ἀνθρώποις ὁμίλει, μὴ τοῖς περὶ Τρύφωνα· οὐ γὰρ δή γε νῦν τὸ ἄλλοι πάντων ἀνθρώπων ἐμπερι- ληπτικόν ἐστιν. ἄλλοι μὲν γὰρ καὶ χαρίζονται ἡμῖν, σὺ δὲ καὶ προσαφαιρῇ· ἄλλους ὕβριζε, μὴ ἡμᾶς· οὐδεμία γὰρ ἀνάγκη ἐνθάδε προσνέμειν τὸ ἄρθρον, ὅπου γε καὶ ῥητή ἐστιν ἡ φράσις καὶ εὐπαράδε- κτος· ἡ μέντοι προκειμένη ἀσύνετος, εἰ δίχα τοῦ ἄρθρου λέγοιτο, ἄλλοι μὲν Ἕλληνες δασύνουσι τὰ φωνήεντα, Αἰολεῖς δὲ οὐδαμῶς. — 64. Ταύτῃ οὖν τῇ ἐφόδῳ διακρινοῦμεν καὶ τὰ παρὰ τοῖς ποιηταῖς. ἐμπεριληπτικὸν καθεστὼς θεῶν καὶ ἀνθρώπων τὸ ἄλλοι καὶ ἐπιμεριζό- μενον εἰς τὸν Δία ἀπαιτήσει τὸ ἄρθρον· οὐ μὴν τὸ 2.2.55 ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι {Ψ 459 } οὐ γὰρ τῇδε ἔχει. τό τε ἄλλοισιν δὴ ταῦτ᾽ ἐπιτέλλεο {Α 295 } οὐ πάντως ἐξ ἀνάγκης παραλήψεται τὸ ἄρθρον· τί γὰρ εἰ οὕτω λέγει, ἐνίοις ἐπίτασσε; καθάπερ ἐν τῷ βίῳ φαμὲν ἄλλοις προσέρχου, μὴ ἐμοί, καὶ ἔτι ἄλλους ὕβριζε, μὴ ἐμέ, οὐ τοῦτο προστάσσοντες, ἅπαντας τοὺς ἐν ὑποστάσει ὑβρίζειν, τοὺς δὲ ἐπιτηδείους. ἐκεῖνό γε μὴν πάλιν ἐλλείπει, ἡ δ᾽ ἄλλους μὲν ἔασε, Θέμιστι δὲ καλλιπαρῄῳ δέκτο δέπας {Ο 87 }· ἐμπεριεκτικὸν γάρ ἐστιν ἁπάντων τῶν συνευωχουμένων θεῶν· οὔ γε μὴν τὰ τοιαῦτα ἐλλείπει, ἄλλοι μὲν χαλκῷ, ἄλλοι δ᾽ αἴθωνι σιδήρῳ {Η 473 }· οὔτε γὰρ τῶν πάντων τὸ ἄλλοι νῦν περιληπτικόν ἐστιν, οὔτε ἐκ τῶν πρότερον ἐπιμερίζεται τὸ ἐπιφερόμενον ἄλλοι δ᾽ αἴθωνι σιδήρῳ· ἐν ἴσῳ γὰρ ἀριθμῷ σχεδὸν τὰ τῆς συντάξεως ἐγένετο. προσκείσεται γὰρ καὶ τῷ ἄλλοι μὲν γὰρ πάντες, ὅσοι θεοί εἰσ᾽ ἐν Ὀλύμπῳ {Ε 877 } καθισταμένῳ οὕτως· οἱ μὲν γὰρ ἄλλοι θεοὶ πάντες, ὅσοι εἰσὶν ἐν Ὀλύμπῳ, πάντες σοι ἐπιπείθονται, διὰ τὴν τοῦ ὅσοι σύνταξιν, 2.2.56 καθὸ προέλαβε τὴν ἀρχήν. [δεδείξεται γὰρ ὅτι τῷ ἀοριστώδει ἐμποδίζει τὰς τῶν ἄρθρων παρεμπτώσεις.] 65. Ἔτι πᾶσα δοτικὴ ἐπιθετικοῦ ὀνόματος κατ᾽ ἐπισταλτικὴν σύντα- ξιν συνέχει τὸ ἄρθρον, Διονύσιος Τρύφωνι τῷ ἀγαθωτάτῳ χαίρειν, τῷ τιμιωτάτῳ· ἀσύνετον γὰρ τὸ δίχα τοῦ ἄρθρου λεγόμενον. ἔχει δὲ λόγον ἡ συνέχεια τοῦ ἄρθρου τοιοῦτον. ἐν τοῖς κυρίοις ὀνόμασι παρεμπίπτει ἡ ὁμωνυμία, ἧς τὸ ἀμφίβολον οὐκ ἀπολύεται δίχα τῆς ἐπιτρεχούσης τὰ ὀνόματα ἐπιθετικῆς προσθέσεως, ὥς φαμεν Τρύφων ὁ γραμματικός, Δίων ὁ φιλόσοφος, ἢ κατ᾽ ἐθνικὴν σύνταξιν Ἀπολ- λόδωρος ὁ Ἀθηναῖος, Ἀπολλόδωρος ὁ Κυρηναῖος· καὶ οὕτω τὰ κύρια ὑπεκλύεται τῆς εἰς πλείονα πρόσωπα συντεινούσης ἐννοίας. διὸ καὶ τῇ προκειμένῃ συντάξει ταὐτὸν ἐνεχώρησεν. (ἔνθεν καὶ ὁ Μενέλαος μετα- 2.2.57 πεμπόμενος Αἴαντα οὐκ ἀπιθάνως διὰ δύο ἐπιθέτων τὸν Αἴαντα τῆς ὁμωνυμίας ἀπέλυσεν ἐν τῷ ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας {Μ 349 }; καὶ ἐν ἑτέροις Αἴας δ᾽ ὁ μέγας αἰὲν ἐφ᾽ Ἕκτορι {Π 358 }.) σαφὲς δ᾽ ὅτι καὶ ἡ προκειμένη σύνταξις καὶ εὐφημότερα τὰ ἐπιθετικὰ ἀπαιτεῖ ἕνεκα τοῦ διὰ φιλοφροσύνην συμπαραλαμβανομένου ῥήματος, λέγω τοῦ χαίρειν, περὶ οὗ τῆς συντάξεως καὶ ὅλως τὰ τῆς συνεπείας κατὰ τὸ δέον εἰρήσεται. Ἀλλ᾽ ὡς πάλιν τὰ ἐπιθετικὰ τῶν ὀνομάτων διὰ πλείονος ὕλης χωρεῖ, προῦπτον. ἵν᾽ οὖν καὶ τὸ τοιοῦτον ἀποστῇ τῆς συντάξεως, ἀναγκαίως προστίθεται τὸ ἄρθρον, σημαῖνον ἔσθ᾽ ὅτε καὶ μοναδικὴν ἀναφοράν, καθὼς καὶ ἐν τοῖς προκειμένοις ἐδείξαμεν. — 66. Ἔστι καὶ οὕτω φάναι. τὰ ἄρθρα ἔσθ᾽ ὅτε προστιθέμενα ἰδιότητα ὀνόματος παρίστησιν· οὕτω γὰρ τὸ ἐκ Δήλου τὸ πλοῖον εἰς Ἀθήνας παραγενόμενον κατέπλευσεν εἶχε τὴν συνέχειαν τοῦ ἄρθρου ἐν τῷ τὸ πλοῖον κατέπλευσε, καθὸ καὶ [ὡς] τὸ ὁ ποιητής ὑπαγορεύει 2.2.58 τὸν Ὅμηρον. δεόντως ἄρα καὶ κατὰ τὸ τοιοῦτον ἡ πρόσθεσίς ἐστι τοῦ ἄρθρου, συνιδιάζουσα τὸ ἐπιθετικὸν τῷ κυρίῳ ὀνόματι. 67. Ὑπὸ τὸν αὐτὸν λόγον πίπτει καὶ ἡ τοιαύτη σύνταξις· βασιλεὺς Μακεδόνων Φίλιππος Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν. ἔστι γὰρ τὸ συμφραζόμενον τοιοῦτον, Ἀθηναίοις χαίρειν. κἀπειδὴ οὐχ ἅπασι ταὐτὸ παρείπετο (ἦσαν γὰρ οἱ μὲν δημόται, οἱ δὲ βουλευταί), ἐδέετο δὲ τοῦ διαστέλλοντος ἐπιθέτου ἡ ἐπισταλτικὴ σύντα- ξις, ἀπεμέρισε τοὺς μὲν βουλευτὰς διὰ τοῦ βουλῇ, τοὺς δὲ δημότας διὰ τοῦ δήμῳ, ὥστε πᾶν τὸ συμφραζόμενον εἶναι τοῖς βουλευταῖς καὶ τοῖς δημόταις. (καὶ σαφὲς ὅτι τὴν τοιαύτην ἄθροισιν ἀπηνέγκατο τὰ ἀθροιστικὰ ὀνόματα, ἅπερ ἑνικῶς μὲν λέγεται, πληθυντικῶς δὲ νοεῖται. καὶ διὰ τοῦτο εὐμαρὲς τὸ 2.2.59 ἀγρόμενοι πᾶς δῆμος {Υ 166 }· πρὸς γὰρ τὸ ὑπακουόμενον τὸ σχῆμα ὑπήκουσεν.) Ἐδείχθη ἄρα ὡς κατηναγκασμένη ἐστὶν ἡ σύνταξις τοῦ ἄρθρου ἡ ἐν τῷ τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν. — 68. Κἀκεῖνο δ᾽ ἐπιστατέον, τί δή ποτε οὐκ ἐν ἄλλῃ πτώσει προσεχώρει τὰ τῆς συντάξεως, καὶ μάλιστά γε τῇ δοτικῇ, ἧς ἐστι σύνταξις, μόνῃ δὲ τῇ γενικῇ· ἢ ὅτι τὰ ἐπιμεριζόμενα, μέρη ὄντα ὅλου ἀθροίσματος, κτητικὴν σύνταξιν ἀπῄτει, δι᾽ ἄλλης δὲ πτώσεως οὐκ ἐμφανίζεται κτῆσις ἢ διὰ μόνης γενικῆς. 69. Καὶ τοσαῦτα περὶ τῶν ἀεὶ συνυπαρχόντων ἄρθρων τοῖς πτωτι- κοῖς. ἑξῆς χωρητέον καὶ ἐπὶ τὰ ἀδυνατοῦντα μόρια τὴν σύνταξιν τῶν ἄρθρων παραδέξασθαι. 70. Ἀνέφικτον τὸ ἀλλήλων εἰς ἄρθρου παράθεσιν. καὶ προφανές 2.2.60 ἐστιν ἐκ τῆς παρὰ πᾶσι χρήσεως καὶ τοῦ συμπαρεπομένου λόγου. μετὰ ῥήματος γὰρ διαβατικὴν προσώπων διάθεσιν σημαίνει, ἀλλήλους τρώσητε {π 293, τ 12 }, ἀλλήλους δ᾽ ἐλήϊσαν {}, ἀλλήλων ἀλεείνοντες βέλεα στονόεντα {Ρ 374 }. αἱ δὴ τοιαῦται συντάξεις ἐν ὀρθῇ καὶ πλαγίᾳ πτώσει νοοῦνται, ἔστι δὲ τὸ προκείμενον ὄνομα ἐν ὀρθῇ καὶ πλαγίᾳ· ἄλλοι γὰρ ἄλλων καὶ ἄλλοι ἄλλοις καὶ ἄλλοι ἄλλους. ὁποτέρᾳ οὖν πτώσει ἐπὰν προσέλθῃ τὸ ἄρθρον, ἀκαταλληλότητα παρέξει. εἰ γὰρ τῇ λεγομένῃ ὀρθῇ, τὸ ἐγκείμενον τῆς πλαγίας οὐ παραδέξεται· καὶ εἰ τῷ τῆς πλαγίας, τὸ ἐγκείμενον τῆς ὀρθῆς ἀντικείσεται· ἑνί τε ὀνόματι δύο προτακτικὰ ἄρθρα συντάττεσθαι ἀμήχανον. καὶ οὕτως ἀνέφικτος ἡ σύνταξις ἐγένετο. 71. Ὁμοίως ἀνέφικτον τὸ ἄρθρον πρὸς σύνταξιν τὴν τοῦ ἀμ- φότεροι, καὶ τῆς χρήσεως τὸ τοιοῦτον ἀπαγορευούσης καὶ τοῦ 2.2.61 συμπαρεπομένου λόγου. ἐξ οὗ δείκνυται ὡς οὐ ταὐτόν ἐστι τῷ δύο τὸ ἀμφότεροι, εἴγε κατὰ τὸν δέοντα λόγον τῷ δύο καὶ τὸ ἄρθρον προστί- θεται, καθὸ καὶ τοῖς ἑξῆς ἅπασιν ἀριθμοῖς, οὐ μὴν τῷ προκειμένῳ μορίῳ. ἔστι δὲ αἰτία ἥδε. Ἐπὶ δυάδος ἐγνωσμένης τὸ ἀμφότεροι παραλαμβά- νεται. ἔστιν οὖν φάναι δύο ἄνθρωποι τρέχουσιν καὶ ἀμφότεροι οἱ ἄνθρωποι τρέχουσιν ὡς ἂν τοῦ δύο πρώτην γνῶσιν τὴν κατὰ τῶν ἀνθρώπων ὑπαγορεύοντος, τοῦ δὲ ἀμφότεροι δηλοῦντος τὴν πάλαι γνῶσιν. ἔνθεν οὐδὲ ἔστι προσθεῖναι μετὰ τὴν τοῦ δύο σύνταξιν πρὸ τοῦ ἄνθρωποι τὸ ἄρθρον, δύο οἱ ἄνθρωποι τρέχουσι (πρώτη γὰρ ἦν ἀφή- γησις, ἡ δὲ πρόσθεσις τοῦ ἄρθρου ἐδείχθη ἀναπολοῦσα τὰ προδεδηλωμένα) μετὰ μέντοι τὸ ἀμφότεροι, [ἀμφότεροι οἱ ἄνθρωποι τρέχουσιν] ἀμφότεροι οἱ φίλοι τρέχουσι· προέγνωστο γὰρ ἡ τοῦ ἀμφότεροι δυάς, καὶ διὰ τοῦτο εὐέφικτος ἡ τοῦ ἄρθρου παράθεσις. ἀναποληθεῖσα γοῦν ἡ διὰ τοῦ δύο σύνταξις δεκτικὴ γίνεται τοῦ ἄρθρου, οἱ δύο ἄνθρωποι τρέχουσι. προῦπτον οὖν ὅτι ἡ τοῦ ἀμφότεροι σύνταξις, τὸ εὔχρηστον τοῦ ἄρθρου ὑπαγορεύουσα, ὡς περιττὴν τὴν τούτου σύνταξιν ἀπεώσατο. τὸ γὰρ ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι {Η 3 } κατηγορεῖ τῶν ἐγνωσμένων διὰ τῶν προκειμένων λόγων, λέγω δὲ Ἕκτορος καὶ Ἀλεξάνδρου, ἐξέσσυτο φαίδιμος Ἕκτωρ {Η 1 } καὶ τῷ δ᾽ ἅμ᾽ Ἀλέξανδρος κί᾽ ἀδελφεός {Η 2 }. 72. Οὐ λέληθε δέ με ἡ ὑπαρκτικὴ τῶν ῥημάτων σύνταξις παραδεχομένη 2.2.62 μετὰ τοῦ ἀμφότεροι τὰ συνόντα ὀνόματα χωρὶς ἄρθρου, ἀμφότεροι φίλοι εἰσίν, ἀμφότεροι ἄνθρωποί εἰσιν, ἀμφότεροι γραμματικοὶ ὀνο- μάζονται, καθὸ ὑπέκειτο μέν τις δυὰς ἡ διὰ τοῦ ἀμφότεροι, τὸ δ᾽ ἐπιγεγενημένον ταύτῃ ἡ ὑπαρκτικὴ σύνταξις ἀφηγεῖται, ὡς ἐν τοῖς ἑξῆς τὸ τοιοῦτον ἀκριβέστερον ἀποδοθήσεται. 73. Μετὰ δὲ τὰς εἰρημένας συντάξεις τῶν ἄρθρων ἀκολούθως σκοπητέον, εἰ καὶ αἱ κλητικαὶ τῶν ὀνομάτων κατὰ τὴν κοινὴν δόξαν δεκτικαί εἰσιν ἄρθρων. διαστολὴν γὰρ ἐξ αὐτῶν φασι γίνεσθαι τῶν συνεμπιπτουσῶν εὐθειῶν τε καὶ κλητικῶν, ὁ Θέων — ὦ Θέων, ὁ Ἑλικών — ὦ Ἑλικών. εἰ γοῦν καὶ αἱ φωναὶ ἐναλλαγείησαν τῶν ὀνομάτων κατά τι ἐθνικὸν ἔθος, πάλιν ἡ παράθεσις τοῦ ἄρθρου τὸ σχῆμα διελέγξει. κλητικῆς μὲν γάρ ἐστι τὸ Θυέστα· ἀλλ᾽ ὁπηνίκα προσλαμβάνει τὸ ὁ ἄρθρον, τὸ τηνικαῦτα συντάξεως τῆς κατ᾽ εὐθεῖαν τυγχάνει, αὐτὰρ ὁ αὖτε Θυέστ᾽ Ἀγαμέμνονι λεῖπε {Β 107 }· 2.2.63 καὶ εἰ εὐθείας εἴη, πάλιν ἡ παράθεσις τοῦ ἄρθρου κλητικὴν σύνταξιν ἀποτελεῖ, ὦ φίλτατ᾽ Αἴας { Soph. Ai. 977 et 996 }, καὶ ἔτι ὦ φίλος, οὐ σέ γ᾽ ἔολπα {γ 375 }. διστάζεται τὸ παρὰ Μενάνδρῳ ὦ Λάχης Λάχης { fragm. 921, III p 239 K. } πότερον ἐν σχήματί ἐστι τῷ προκειμένῳ, ἢ δεόντως μετὰ τοῦ ἄρθρου καὶ τὴν πτῶσιν ἔχει τῆς κλητικῆς. ἔστιν οὖν εἰς τὸ τοιοῦτον πάμπολλα παραθέσθαι. 74. Ὁ μὲν οὖν Τρύφων { p 25 Vels. } ἐκ τῶν παρεπομένων τῇ φωνῇ, ὡς ἔστι κατὰ πολὺ ἀφεστῶσα τῆς ἀκολουθίας τῶν ἄρθρων, περιγράφει τὸ μόριον τῆς τούτων ἰδέας. ἀλλὰ καὶ ἔτι διὰ τῆς ἐννοίας, ἐν οἷς τὰ μὲν ἄλλα ἄρθρα τὴν ἐν τρίτοις προσώποις σύνταξιν ἀνεδέχετο, τὸ δὲ ὦ τὴν ἐν δευτέροις. 75. ἅπερ πάλιν ἀνασκευάζει, εἰς τὸ κοινὸν τῆς δόξης προαγόμενος. καὶ πρὸς μὲν τὸν ἀπὸ τῆς φωνῆς λόγον φησὶ μὴ δεῖν τὰ ἄρθρα ἐν ἀκολουθίᾳ εἶναι, καθότι καὶ ἄλλα πολλὰ ἀνακόλουθα κατὰ πτώσεις καὶ τὰ συνόντα γένη· οὐκ εὔλογόν τε ἡγεῖται 2.2.64 μίαν φωνὴν κεκλίσθαι τῶν ἄρθρων, ἵνα μὴ ἐν μιᾷ λέξει μέρος λόγου κατα- χωρίζηται. πρὸς δὲ τὸν ἀπὸ τῆς ἐννοίας λόγον, ὡς οὐκ ἐν τῷ τρίτῳ προσώπῳ καταγίνεται τὸ ὦ, ἐκεῖνό φησιν, ὡς οὐδὲ ἡ κλητικὴ ὄνομα εἴη, ἐπειδὴ πρὸς δεύτερον πρόσωπον, τῶν ἄλλων πτώσεων τὴν ἐν τρίτοις προσώποις σύνταξιν ποιουμένων, καὶ εἰ ἀπεμφαῖνον τὸ τὴν κλητικὴν ὄνομα μὴ παραδέχεσθαι, ἀπεμφαῖνον ἄρα καὶ τὸ τῆς κλητικῆς ἄρθρον μὴ φάναι ἄρθρον, ὅτι σύνταξιν τὴν πρὸς τὸ δεύτερον πρόσωπον ποιεῖται. 76. Ἀλλ᾽ ἔστι καὶ πρὸς ταῦτα φάναι, ὡς τὸ πρῶτον οὐκ ἀληθεύει τὸ μὴ ἐν ἀκολουθίᾳ εἶναι τὰ ἄρθρα· ἐν γὰρ τῇ δεούσῃ ἀκολουθίᾳ κατα- γίνεται, αὐτὸ μόνον τῆς εὐθείας ἐμπαθοῦς γινομένης. ἀλλ᾽ ὅτι ὀφείλει καὶ ἐν ἀκολουθίᾳ εἶναι, δῆλον ἐκ τοῦ συνηρτῆσθαι αὐτὸ τοῖς κατὰ ἀκολουθίαν πτωτικοῖς, καὶ ἕνεκα τούτου συνελεύσεται τῇ τούτων ἀκο- 2.2.65 λούθῳ κλίσει· ἐπεὶ πῶς ἄρθρον ἂν γένοιτο; ἀλλ᾽ οὐδ᾽ ἐκεῖνό ἐστιν ἀναγκαστικὸν τοῦ πάντως ἐν θέμασιν αὐτὸ καταγίνεσθαι, ἵνα μὴ διὰ μιᾶς λέξεως ἀκολούθου μέρος λόγου καταλαμβάνηται, τῷ μὴ ἐν πλήθει λέξεων τὰ μέρη τοῦ λόγου διακεκρίσθαι, ἐν δ᾽ ἐννοίᾳ ἰδίᾳ. — 77. Ἀλλ᾽ εἰ καὶ τὸ τοιοῦτόν τις μὴ δῴη, καθὸ καὶ μέρη λόγου ὄντα ἀνακόλουθα, οὐ μὴν διαφεύγοντα τὸν μερισμὸν τῆς ἐννοίας ὑπὸ τὴν αὐτὴν ἰδέαν τοῦ μερισμοῦ παραλαμβάνεται (εἴγε τὸ ἐγώ τοῦ νῶϊ διέστηκε κατὰ πολύ, καὶ ἔτι τὸ ἡμεῖς, καὶ μενούσης τῆς ἐννοίας μένει ἡ ταυτότης τοῦ μερι- σμοῦ), ἐκεῖνό γε ἀληθεύσει, ὡς τὰ ἐκτὸς γινόμενα τῆς ἰδίας ἐννοίας, κἂν πάνυ τῆς δεούσης ἀκολουθίας ἔχηται κατὰ φωνήν, ὡς ἔχει τὰ τῆς ὁμοφωνίας, οὐκ εἰς τὸν αὐτὸν μερισμὸν καταλήψεται. πῶς οὖν οὐ 2.2.66 μᾶλλον περιγραφήσεται τοῦ εἶναι ἄρθρον τὸ ὦ, ἀπονεῦσαν καὶ τὴν ἀκολουθίαν τῶν φωνῶν κατὰ πάντα τρόπον καὶ ἔτι τὴν ἔννοιαν τοῦ ἄρθρου; ὑποτεμνέσθω δὲ ὁ λόγος εἰς τὸ τοιοῦτον, ὡς οὔτε παρὰ τὸ ἀκόλουθον τῶν φωνῶν οὔτε μὴν παρὰ τὸ ἀνακόλουθον τὰ τοῦ λόγου καταστήσεται μέρη, ὡς δὲ πρόκειται, ἐκ τῆς παρεπομένης ἰδιότητος. 78. Φησὶ γοῦν ὁ Τρύφων· Καθότι ἡ κλητικὴ ὄνομα, κἂν δεύτερον πρόσωπον ᾖ, καὶ τὸ ὦ ἄρθρον ἐστὶ συνοδεῦον τῇ συνηρτημένῃ κλητικῇ. Ἀλλὰ τὸ μὲν ὄνομα διασῴζει τὸ ἴδιον κατὰ πᾶσαν πτῶσιν, εἴ- γε οὐκ ἴδιον αὐτῷ παρέπεται τὸ κατὰ πρόσωπα ἐγγίνεσθαι, ὅπου γε καὶ ἐν πρώτῳ καὶ ἐν δευτέρῳ παραλαμβάνεται, εἰμὶ Ὀδυσσεύς, καὶ ἐπὶ δευτέρου προσώπου Ὀδυσσεὺς εἶ· συνοῦσαν γὰρ ἔχει τὴν ἰδίαν ποιότητα. ἥ γε μὴν τοῦ ἄρθρου παράθεσις ἓν ἰδίωμα ἔχει τὴν τῶν τρίτων προσώπων ἀναπόλησιν, ἐναντιώτατον τ᾽ ἔχει τὸ ὑπ᾽ ὄψιν παρα- λαμβανόμενον πρόσωπον, ὅπου γε καὶ τὸ ἐμός ἐστι, προσλαμβάνον τὸ ἄρθρον κατὰ τὸ τρίτον πρόσωπον, οὐκέτι προσλαμβάνει ἐν τῷ ἐμὸς εἶ διὰ τὴν πρὸς τὸ δεύτερον πρόσωπον σύνταξιν. εἴπερ οὖν ταὐτὸ 2.2.67 μόριον παρὰ τὸ διάφορον πρόσωπον καὶ ἄρθρον προσλαμβάνει καὶ οὐ προσλαμβάνει, πῶς οὐ μᾶλλον καὶ τὸ τῇ φωνῇ παραλλάξαν ἐκστήσεται τῆς τοῦ ἄρθρου παραθέσεως, μάλιστά γε τῆς φωνῆς ἐνδειξαμένης διὰ τῆς πάμπαν ἀνακολουθίας τὸ ἀκοινώνητον τῶν ἄρθρων; ζητούσης ἄρα τῆς κλητικῆς δεύτερον πρόσωπον, περισσὸν ζητεῖν εἰ τὸ ὦ ἄρθρον ἐστί. 79. Πῶς οὖν κατελέχθη πρὸς πάντων; φαίην ἂν συνεκδρομῇ τῶν ἄλλων πτώσεων, ἐπεὶ τὰ ταύταις συνιδιάσαντα ἄρθρα ἐκαλεῖτο, ᾧ λόγῳ συλλαβαὶ καὶ αἱ μονογράμματοι· ἦν δὲ ἴδιον κλητικῆς τὸ ὦ. 80. Οὐ παρέλκον δέ ἐστι καὶ διὰ τῆς φωνῆς παραστῆσαι τὸ ἀκόλουθον τῶν ἄλλων ὡς πρὸς τὴν ἀντιπαράθεσιν τοῦ ὦ. Τὸ μὲν τῆς εὐθείας, ἀποβαλὸν τὸ τ, ἀναγκαῖον καὶ ἕτερον πάθος ἀνεδέξατο, λέγω τὴν ἀποβολὴν τοῦ ς· ἔμελλε γὰρ ταὐτὸν γενέσθαι τῷ ὑποτακτικῷ, οὗ 2.2.68 τὰ τῆς συντάξεως οὐ ταὐτὰ ἀπαιτεῖ τῷ προτακτικῷ, ὡς δεδείξεται ἐν τῷ περὶ ὑποτακτικῶν, καὶ ἐντεῦθεν ἔμελλε τὰ τοῦ λόγου ὡς ἀκαταλλη- λότερα φαίνεσθαι. — ὅτι γὰρ καὶ τὸ ς λείπει, σαφὲς 1. ἐκ τοῦ τὴν αὐτὴν εἶναι κατάληξιν προτακτικῶν καὶ ὑποτακτικῶν, ἔστι δὲ τὸ ὑπο- τακτικὸν ὅς, καθότι καὶ ἐπὶ τοῦ οὗ καὶ τοῦ, καὶ ᾧ καὶ τῷ, καὶ ὅν καὶ τόν. — 2. σαφὲς κἀκ τοῦ πληθυντικοῦ· τῶν γὰρ εἰς οι πληθυντι- κῶν τὰ ἑνικὰ εἰς ος, κἂν ἐκ συνῃρημένων ᾖ, ὡς ἐπὶ τοῦ χρυσοῦς καὶ τῶν ὁμοίων. — 3. συμφανὲς δὲ κἀκ τῶν πλαγίων πτώσεων, εἴγε ἅπασαι αἱ τοιαῦται τῶν εἰς ος εὐθειῶν εἰσι (καὶ ἔτι ἡ Θεσσαλικὴ διαίρε- σις κατὰ γενικήν, λέγω ἐπὶ τῆς τοῖο, ὡς καλοῖο). — 4. ἐκ θηλυκοῦ τε τοῦ η· πάλιν γὰρ τοῖς εἰς ος λήγουσι τὸ τοιοῦτον γένος παράκει- ται. — 81. 1. Οὐ γὰρ εἰς η ἔληξεν, εἰ μὴ συντάξεως εἴχετο τῆς τοῦ τ, καθότι καὶ τῷ νοητός τὸ νοητή παράκειται. — 2. ἰδοὺ δὲ καὶ τὸ 2.2.69 λεῖπον τ ἀνεπλήρωσε τὸ Δώριον ἔθος, τοὶ ἄνθρωποι, ταὶ γυναῖκες, οὐκ ἀπιθάνως· ἡ γὰρ διάλεκτος κατάπυκνος ἐπὶ τὴν τοῦ τ χρῆσιν, προτί, λέγοντι, φαντί, πέρυτι, τύ, ἄλλα μυρία· εἰ γὰρ ἐκ μετα- πτώσεώς ἐστι τὰ τῆς χρήσεως, πολλῷ μᾶλλον ἐφελκύσεται τὸ λεῖπον. — 3. σαφὲς κἀκ τοῦ πνεύματος· οὐ γὰρ ἄλλως δασύνεται τὰ ἄρθρα, εἰ μὴ ἀποβάλοι τὸ τ. — 4. ἔστι δὲ πιστώσασθαι κἀκ τοῦ οὐδετέρου, ἀρξαμένου 2.2.70 μὲν ἀπὸ τοῦ τ, λήξαντος δὲ εἰς ο, οὐ καθὸ ἀπῄτει ὁ παρασχηματι- σμὸς τῶν εἰς ος ληγόντων ἀρσενικῶν. — 82. Καὶ φαίνεται ὅτι εἰς ἐμφανισμὸν τοῦ συγκεχυμένου γένους κατὰ τὰς τοιαύτας αἰτιατικὰς τὸ πάθος οὐκ ἀπίθανον ἐγένετο· αἱ γοῦν ἀντωνυμίαι, οὐ βοηθούμεναι τῇ τοῦ ἄρθρου παραθέσει, ἐμιμήσαντο κατὰ τὸ οὐδέτερον τὸ λῆγον τοῦ ἄρθρου, ἐκεῖνο, τοῦτο, καὶ κατὰ συνεκδρομὴν τούτων, ὅτε φαμὲν αὐτό. ἀναλογώτερον οὖν ὁ Ἀττικός, ἀποδοὺς τὸ ἄρθρον τῇ ἀντωνυμία, ἀνεπλήρου τὸ εἰς παρολκὴν πάθος παραλαμβανόμενον ἐν τῷ ταὐτόν. 83. Ἔστιν οὖν ἐκεῖνο φάναι· δι᾽ ὅσων συνάγεται λόγων ἡ ἀκολουθία τῶν ἄρθρων, διὰ τοσούτων ἀντιστατεῖ ἡ τοῦ ὦ φωνή. 1. εἰ αἱ κλίσεις 2.2.71 τῶν ἄρθρων μιμοῦνται τὴν ἐν τοῖς ὀνόμασι κλίσιν, κλητικὴ δ᾽ οὐδέποτε πλείονι χρόνῳ χρῆται εὐθείας, πῶς τὸ ὦ πλεῖόν ἐστι τοῦ ὁ; — 2. τί γὰρ μᾶλλον οὐκ εἰς ε ἔληξεν ὡς πρὸς ἀκολουθίαν γενικῆς τῆς τοῦ καὶ αἰτιατικῆς τῆς τόν; — 3. ἐν θηλυκοῖς τε διὰ τί οὐχ ὁμοφωνεῖ εὐθεῖα κλητικῇ, καὶ ἔτι ἐν οὐδετέροις; — 4. πῶς οὐχὶ καὶ κατὰ τὴν πληθυντικὴν προφορὰν αἱ εὐθεῖαι ταῖς κλητικαῖς ὁμοφωνοῦσιν, ὅπερ ἔστιν ἐπὶ παντὸς πτωτικοῦ παραδέξασθαι τοῦ συνέχοντος κλη- τικήν; — 5. πῶς δασυνομένων τῶν δίχα τοῦ τ ἐκφερομένων ἄρθρων αὐτὸ ψιλοῦται; — 6. πῶς δ᾽ οὐχ ὁμοτονεῖ ταῖς εὐθείαις; οὐ γὰρ ἀνέφικτον τὸ ω εἰς ὀξεῖαν τάσιν, καθότι ἔνιαι τῶν συλλαβῶν. — 7. τί δέ, εἰ περισπᾶται, οὐκ ἐνεκλίθη κατὰ τὰς Αἰολικὰς ἀναγνώσεις 2.2.72 ὑπ᾽ Ἀριστάρχου, καθὸ καὶ τὰ ἄλλα τῶν περισπωμένων ἄρθρων; ἢ ἐν ὑπονοίᾳ καὶ αὐτὸς οὐκ εἶχε τὸ μόριον. — 8. διὰ τί οὐκ ἀπὸ τοῦ τ ἤρξατο ὡς τὰ ἄλλα τῶν προτακτικῶν; οὐ γὰρ ἀφορμή τις ἀποβολῆς τῆς τοῦ τ. — 9. διὰ τί ὑποτακτικὸν οὐκ ἔχει; ἢ καθότι οὐδὲ προ- τακτικὸν ἄρθρον ἐστί. 84. Πρὸς τὴν συνέμπτωσιν τῶν γενῶν — φησὶ Τρύφων { fr. 27 Vels. } — μηδὲ τὸ τῶν ἄρθρον χρὴ παραδέχεσθαι, ὅτι τριγενές· εἰ δὲ τὸ τῶν ἄρθρον, καὶ τὸ ὦ ἄρθρον, τὴν αὐτὴν συνέμπτωσιν παραδεξάμενον. Ληρῶδες δὲ τὸ τοιοῦτον. πάνυ γὰρ ἄρθρον τὸ τῶν διὰ τὴν συνέμ- πτωσιν, εἴγε συναπήχθη τῷ πρὸς ὃ ἤρτηται· μεμίμηται γὰρ τὸ φίλων, μέσων, καλῶν. καὶ σχεδὸν πᾶσα συνέμπτωσις γένους μίμημά ἐστιν ὀνοματικῆς συνεμπτώσεως κατὰ γένη, κἂν ἐν σχήματι καταγίνηται, ὡς ἐν τῷ μὰ τὼ θεώ· ὅμοιον γάρ ἐστι τῷ καλυψαμένω { Hesiod. 2.2.73 opp. 198 }· καὶ τοσούτῳ μᾶλλον ἐπιτέταται τὸ ἄρθρα εἶναι. καὶ εἰ τὸ τοιοῦτον ἀληθές, κατὰ πολὺ διώκεται τὸ ὦ, κατὰ μηδένα τρόπον συνέμ- πτωσιν ὀνοματικὴν ἀναδεδεγμένον. 85. Τὰ μετὰ διαφόρου ἀριθμοῦ καὶ διαφόρου γένους συμφερόμενα ἄρθρα μὲν οὔποτ᾽ ἐστίν, ἄκλιτα δὲ μόρια, σύνδεσμοι, ἐπιρρήματα, προθέσεις· καὶ σαφὲς ὅτι ἐν ᾧ τὸ ὦ οὐ σύνδεσμος, οὐ πρόθεσις, ἐν τούτῳ ἐπίρρη- μα κλητικὸν ἄκλιτον. Ἀλλὰ διὰ τί συμφέρεται ὀνόματι; ὅτι κλητικὸν ἐπίφθεγμα, ὡς τὰ ὀμοτικά, λέγω τὸ νή ἢ μά, τῇ αἰτιατικῇ πτώσει, καὶ οὐ πάντως ἄρθρα. ὧν καὶ ἡ σύνταξις ἐπὶ τὰ συγκεχυμένα τοῦ ὦ συντείνει· παντὶ γὰρ ἀριθμῷ συμφέρεται, παντὶ γένει. (δείξομέν τε ὡς καὶ σύνδεσμοι οὐκ ἐπὶ πτώσεις φέρονται διαφόρους, ἕνεκεν Ἀπολ- λωνίου, ἕνεκεν Διονυσίου, εἵνεκ᾽ ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου {Γ 100 }. 2.2.74 καὶ οὐ τοῦτο τὸ ἐξαίρετον τῆς πτώσεως ἄλλο τι ἐπιδείξεται τὸν ἕνεκα σύνδεσμον. οὐκ ἄρα παρὰ τὰς ἐξαιρέτους συντάξεις ἀποστήσεται τὰ μόρια τῆς ἐννοίας.) 86. Ὁμοίως δὲ καὶ τὰ πευστικὰ ὀνόματα ἀπαράδεκτά ἐστι τῆς τῶν ἄρθρων παραθέσεως, ἐπεὶ ἃ μὲν ἐμφανίζει πρόσωπον προδεδηλω- μένον, ἃ δὲ ἐν ἀγνοίᾳ καθέστηκε προσώπου, καθάπερ καὶ ἐν τοῖς προκειμένοις ἐδείχθη. 87. Οὐχὶ οὖν οἰήσεταί τις ἐν τῷ ὁποῖος ἄρθρον εἶναι τὸ ο, ἔκ τε τῆς φωνῆς, καθὸ δασύνεται οὐ δυναμένου τοῦ ο δασύνεσθαι πρὸ τοῦ π, καὶ καθότι ἐπί τι ἀναφέρεται πρόσωπον ἡ σύνταξις αὐτοῦ ἐν τῷ ὁποῖός ἐστι Θέων, τοιοῦτός ἐστι καὶ Τρύφων; Ἀλλ᾽ ἔστι γε πρὸς τὸ τοιοῦτον φάναι, ὅτι οὐ τῷ ποῖος τὸ ὁ προσῆλθεν, ἀλλ᾽ ἔστιν ἁπλοῦν ἓν μέρος λόγου τὸ ὁποῖος, σημαῖνον οὐ τὴν ἐν τοῖς ἄρθροις 2.2.75 ἀναφοράν, ὥς φαμεν ὁ ἄνθρωπος παρεγένετο, ὁ ἵππος ἔδραμεν. ἐπί τινι γὰρ ἐγνωσμένῳ κατὰ τὴν ἰδίαν ποιότητα τὸ τοιοῦτον παρα- λαμβάνεται· ἥ γε μὴν διὰ τοῦ ὁποῖος ἀναπόλησις ὁμοιωματικὴν ἀντα- πόδοσιν ζητεῖ, καθάπερ κἀπὶ τοῦ οἷος. ταὐτὸ παρακολουθεῖ κἀπὶ τοῦ ὅσος καὶ ἡλίκος· οὐ γὰρ δή γε κἀπὶ τούτων ἄρθρων ἔννοιά τίς ἐστιν. ἀδιαφόρως οὖν πάλιν τὰ ἀνταποδιδόμενα τοιαῦτά ἐστιν οἷα τοῖς ἀπὸ τοῦ ο καὶ π ἀρχομένοις· καὶ γὰρ οὕτω φαμέν· οἷός ἐστι Τρύφων, τοιοῦτός ἐστι καὶ Θέων. τὸ αὐτὸ κἀπὶ τοῦ ὅσος καὶ ὁπόσος καὶ ἐπὶ τῶν ὁμοίων. — 88. Καὶ τὰ παρεπόμενα δὲ γένη καὶ ἔτι αἱ πτώσεις καὶ οἱ ἀριθμοὶ ἐμφανῶς ἐνδείκνυνται τὸ μὴ τὰ τοιαῦτα ἄρθρα εἶναι. συγκλίνεται γὰρ τοῖς πτωτικοῖς τὰ ἄρθρα· πῶς οὖν ὁποίου καὶ ὁποίῳ καὶ ὁποῖον; — κατὰ γένος ἀμείβεται ὁ ἵππος καὶ ἡ ἵππος· πῶς οὖν ὁποῖος καὶ ὁποία; τοῖς μὲν γὰρ ὀνόμασιν ἔσθ᾽ ὅτε καὶ τὸ γένος ἐπι- κοινωνεῖ, οὐ μὴν τοῖς ἄρθροις. — φαμὲν οἱ ἵπποι καὶ τοὺς ἵππους, συμπληθύνοντες τῷ ὀνόματι τὸ ἄρθρον· πῶς οὖν φαμεν ὁπόσοι, ὁπόσους; 2.2.76 89. Ἀλλ᾽ οὐδ᾽ ἐν συνθέσει τις ὑπολάβοι τὸ ἄρθρον, καθὸ τὰ ἄρθρα οὐ συντίθεται. ἀλλ᾽ εἰ καὶ συνετίθετο, ἐπὶ τῆς τοιαύτης συνθέσεως ἀδυνατεῖ, εἴγε ἐδείξαμεν τὰ πύσματα μαχόμενα τῇ τῶν ἄρθρων ἐννοίᾳ. — ἔστι κἀκ τῆς φωνῆς παραστήσασθαι. τά τε γὰρ παροξυνόμενα ἢ προ- περισπώμενα σύνθεσιν ἀναδεξάμενα προπαροξύνεται, κοῦρος ἄκουρος ἐπίκουρος, δόλος ἄδολος, πόνος ἄπονος, πλησίος παραπλήσιος· πῶς οὖν ὁποῖός φαμεν καὶ ὁπόσος; ἀλλὰ κἀκ τοῦ γένους, εἴγε τὰ σύνθετα πρόδηλον ἔχει τὴν κοινότητα τῶν ὀνομάτων, ὅπερ οὐ παρέπεται τῷ ὁποῖος καὶ ὁπόσος. — 90. Ἔτι δὲ καὶ ἐπιρρήμασιν ἑνικὰ ἄρθρα προ- τίθεται ἐμφανίζοντα γένος ἀρσενικόν, ποῦ ὅπου, πῇ ὅπῃ. ἀλλ᾽ ὡς γέλοιον τὰ τοιαῦτα ἄρθρα φάναι, εὔηθες κἀκεῖνα παραδέξασθαι ἄρθρα. — 91. Καθὼς πρόκειται οὖν, ἁπλαῖ λέξεις αἱ τοιαῦταί εἰσιν, κατὰ τὰς ἀνταποδόσεις διάφορον πνεῦμα ἀπαιτοῦσαι. τὸ οἷος ἀπὸ δασείας ἤρξατο, καὶ πάλιν τὸ τούτου σύζυγον καὶ τὸ φωνῆεν παρῃτήσατο καὶ τὸ πνεῦμα τὸ ἐν τῷ φωνήεντι, καὶ ἐντεῦθεν παρεδέξατο ψιλὸν ἀντί- στοιχον τὸ τ, τοῖος· καὶ ἔτι τὸ ποῖος, ἀρξάμενον πάλιν ἀπὸ ψιλοῦ 2.2.77 ἀντιστοίχου, ἔσχε τὸ σύζυγον ἀναγκαίως ἀπὸ φωνήεντος ἀρχόμενον ἐν πνεύματι τῷ τοῦ οἷος. — (92. Διὰ τοῦτο καὶ ἡ Ἰωνικὴ μετάθεσις ἐξηλλάγη ἐπὶ τούτων τῶν μορίων, ἐπεὶ τὰ ψιλὰ εἰς δασέα μετατιθέασιν οἱ Ἴωνες καὶ τὰ δασέα εἰς τὰ ψιλά, ὡς ἐπὶ τοῦ τάφος τεθηπότες, ἐνταῦθα, καὶ ἐπὶ τῶν συναλοιφῶν, ἐσκατορᾷς πόλιν { Anacr 1, 6 Bergk4 }, οὐ μὴν ἐπὶ τοῦ ποῖος καὶ τῶν ὁμοίων, εἴγε κοῖός φασι καὶ κόσος. οὐ γὰρ διὰ τοῦ φ ἠδύνατο τὰ τοιαῦτα μόρια ἐκφέρεσθαι διὰ τὸ ἀνταποδιδόμενον δασὺ φωνῆεν. ἀλλ᾽ οὐδ᾽ ἄλλο τι σύμφωνον ἐδύνατο παραδέξασθαι ἢ μόνον τὸ κ· δέδεικται γὰρ ὅτι ἡ ἀνταπόδοσις 2.2.78 ψιλὸν ἀπαιτεῖ σύμφωνον, ἀλλ᾽ οὐδὲν ἐλείπετο ψιλὸν ἢ τὸ τ, ὅπερ κατετέτακτο εἰς τὸ τοῖος καὶ τόσος.) 93. Ἀλλ᾽ οὐδὲ αἱ τῶν Ἑλλήνων συντάξεις ἀναδέξονται τὴν τῶν ἄρθρων παράθεσιν, εἴγε ἐκ κοινῆς ἐννοίας, λέγω τῆς τῶν συνταγμάτων ἢ ποιημάτων, διάκρισιν πρώτην δηλοῦσι, πρῶτον Ἀλκαίου, Φοίνισσαι Εὐριπίδου· ἐν γνώσει γὰρ τὰ τοιαῦτα γενόμενα ἀκολούθως τὸ ἄρθρον προσλαμβάνει, αἱ Φοίνισσαι Εὐριπίδου περιέχουσι τὸν Θηβαϊκὸν πόλεμον, τὸ πρῶτον Ἀλκαίου ἀνέγνωμεν. Καὶ τοσαῦτα μὲν περὶ τῶν ὀνομάτων τῶν χωρὶς ἄρθρου οὐ δυναμένων ἐκφέρεσθαι καὶ ἔτι τῶν μὴ δυναμένων ἄρθρον προσλαβεῖν. 94. Ἑξῆς ῥητέον περὶ τῆς τῶν ἄρθρων συντάξεως πρὸς τὰς ἀντωνυμίας, ἅς τινες ἐξαιρέτως συνάρθρους καὶ ἀσυνάρθρους ἐκάλεσαν. 2.2.79 ὡς οὐ δυναμένων τῶν προκατειλεγμένων ὀνομάτων ἀσυνάρθρων καλεῖ- σθαι. καὶ ἴσως ἂν εἴη μᾶλλον ἡ τοιαύτη θέσις, καθὸ τὰ μὴ προσλαβόντα οὐδ᾽ ὅλως εὐπαράδεκτά ἐστιν εἰς τὴν πρόσθεσιν τῶν ἄρθρων [τὰ δὲ προσλαβόντα οὐδέποτε χωρὶς τούτων]. καὶ γὰρ τὰ ἐν στερήσει λεγό- μενα ἐν ἐπιβάλλοντος ἀτευξίᾳ νοεῖται. ἡνίκα γὰρ λέγομεν ἄτεχνον αὐλητήν, ἐπιβαλλούσης τῆς τέχνης ἀτευξίαν παρίσταμεν. καὶ οὕτω φαμὲν οὗτος ἄφιλος· δέον γὰρ φιλικὸν εἶναι. εἰ οὖν ἐν τοῖς ὀνόμασι συμπαρεπόμενα τὰ ἄρθρα, καὶ τοῖς ἀτευκτήσασι παρείπετο ἂν τὸ κα- 2.2.80 λεῖσθαι ἀσυνάρθροις ὀνόμασιν. εἴπερ οὖν ἀναφορᾶς μὴ οὔσης παρέ- πεται ἡ· τοιαύτη θέσις, ἐξ ἰδίας ἐννοίας ἀναγομένου τοῦ ὀνόματος, πῶς οὐ μᾶλλον τοῖς μηδ᾽ ὅλως δυναμένοις μορίοις ἐν παραδοχῇ τοῦ ἄρθρου γενέσθαι ἡ τοιαύτη θέσις παρακολουθήσει; ὥς γε ἐκ τῶν εἰρημένων δε- δείξεται. 95. Οὐχὶ οὖν ἄπορον ἔσται πῶς τὰ μὲν ὀνόματα μετὰ ἄρθρων ἐκφέρεται, αἱ δὲ ἀντὶ τούτων παραλαμβανόμεναι ἀντωνυμίαι ἀπεώσαντο τὴν τῶν ἄρθρων παράθεσιν, τάχα καὶ τῆς φωνῆς ἐπιζητούσης τὴν τῶν ἄρθρων σύνταξιν ἕνεκα τοῦ συγκεχυμένου κατὰ τὴν φωνὴν γένους; Ἔστιν οὖν πρὸς τὸ τοιοῦτον φάναι· ὥσπερ καὶ αὐτὰ τὰ ὀνόματα διά τινα παρεπόμενα οὐδ᾽ ὅλως δύναται ἄρθρον παραδέξασθαι, ὡς ἐδείχθη, τὸν αὐτὸν ἄρα τρόπον καὶ τὰ μόρια τὰ ἀντὶ τούτων παραλαμβανόμενα ὑφέξει αἰτίαν τῆς ὑποστολῆς τῶν ἄρθρων. — 96. προσώπων ἀοριστου- μένων διακριτικά ἐστι τὰ μόρια, διὸ καὶ τὰ ἐξ αὐτῶν πρόσωπα νοού- μενα ὁρισμῷ καταλαμβάνεται. καὶ σαφὲς ὅτι αἱ ἐξ αὐτῶν δείξεις πρῶ- 2.2.81 ται ἔφοδοί εἰσι τῶν ὑποκειμένων προσώπων, οὐ δεόμεναι τῆς τῶν ἄρ- θρων συντάξεως· οὐ γὰρ ἀναφέρεται τὰ πρόσωπα, ὑπ᾽ ὄψιν δὲ δείκνυ- ται. ἀναγκαίῳ ἄρα λόγῳ κεκώλυται τὰ τῆς συντάξεως, τρόπον ἔχοντα τῶν ἀντεστραμμένων. ὃν γὰρ τρόπον κἀπὶ τῶν στοιχείων ἔστιν ἐπι- νοῆσαι τὰ ὑποτακτικὰ οὔποτε προτακτικὰ γινόμενα τῶν οἷς ὑπετάγη, τὸν αὐτὸν τρόπον στοιχείου λόγον ἐπέχοντα τὰ μέρη τοῦ λόγου τὸ τοιοῦτον ἐπιδείκνυται. προτακτικὴ γάρ ἐστιν ἡ ἀντωνυμία πρώτην θέσιν ἐπαγγελλομένη τῶν προσώπων, ἡ δὲ τῶν ἄρθρων παράθεσις ἐν δευτέρᾳ τάξει παραλαμβάνεται ὑποταγέντων ταῖς ἀντωνυμίαις, ἐγὼ ὁ λαλήσας· τὴν γὰρ πρώτην θέσιν τοῦ ἐγώ ἀνεπόλησε τὸ ἄρθρον. 97. Εἰκός τινα φήσειν, εἰ πρὸ τῶν δεικτικῶν μορίων τὰ ἄρθρα οὐ τίθεται, ἐχρῆν αὐτὰ μόνον ταῖς δεικτικαῖς ἀντωνυμίαις μὴ συνεῖναι, ταῖς γε μὴν κατὰ τὸ τρίτον πρόσωπον, πάλιν ὑποστελλομένων τῶν 2.2.82 δεικτικῶν, ἀκωλύτως προσαρτᾶσθαι. Ἀλλ᾽ οὐδ᾽ αὗται δέονται τοῦ ἄρ- θρου· δι᾽ αὑτῶν γάρ εἰσιν ἀναφορικαί, ὥς γε καὶ ἐπιδείξομεν ἀμοιβὴν γινομένην αὐτῶν τε καὶ τῶν ἄρθρων. 98. Ἀλλὰ πῶς πάλιν ἡ αὐτός ἄρθρον προσέλαβεν, εἴπερ αἱ ἀνα- φορικαὶ οὐ προσλαμβάνουσι; Καὶ πρὸς τοῦτο δὲ ἔστι φάναι ὡς καὶ ἐν ἄλλοις μορίοις τὸ τοιοῦτον ἔστιν εὑρέσθαι, εἴγε ἔγκειται ἐν τῷ Πρια- μίδης ὁ υἱός, καὶ οὐκ ἀναγκαίως πρόσκειται ἐν τῷ Πριαμίδην νόθον υἱόν {Λ 490 }. ἀλλὰ καὶ ἐν τοῖς συγκριτικοῖς ἔγκειται τὸ μᾶλλον, καὶ πολλάκις συμ- παραλαμβάνεται ἡ τοῦ μᾶλλον σύνταξις, ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖσι δὴ ἔσεσθε {Ω 243 }. τὸν αὐτὸν δὴ τρόπον ἔγκειται μὲν ἐν τῇ αὐτός ἡ ἀναφορά· ὁπηνίκα δ᾽ ἑτέρα προσγίνεται, τὸ ἐγκείμενον τῆς ἀναφορᾶς ἐν τῇ αὐτός συμ- παραλαμβάνεται διὰ τοῦ ὁ ἄρθρου, δηλοῦντος καὶ αὐτοῦ ἀναφοράν, καὶ οὕτως δὶς ἀναφέρεται, ὡς δὶς ἐπιτέταται τὸ ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖσι δὴ ἔσεσθε. Προφανὲς δὲ ὅτι τῇ συνηθεστέρᾳ ἀντωνυμίᾳ προσεχώρησε τὸ τῆς συντά- 2.2.83 ξεως. ἥ τε γὰρ οἷ καὶ ἡ ἕ καὶ ἡ μίν καὶ αἱ σύζυγοι οὐδὲ ῥηταὶ ὅ τι μὴ παρὰ ποιηταῖς, ἀλλὰ καὶ [αἱ] σύζυγοι ταῖς κατὰ τὸ πρῶτον καὶ δεύτερον, ὧν ἡ σύνταξις ἀπαράδεκτος. 99. Μηδὲ ἐκεῖνό γε παραλελείφθω, ὡς ἐξαιρέτως ἡ Ἀττικὴ χρῆσις οὐ δεόντως ἐπὶ μόνης αἰτιατικῆς τὸ ἄρθρον παρελάμβανεν, ὡς ἐν τῷ τὸν ἐμέ, τὸν σέ. αὐτίκα γοῦν καὶ παρὰ Καλλιμάχῳ τὸν σὲ Κροτωπιάδην { fr. 315a Schn. }, ναὶ μὰ τὸν αὐτὸν ἐμέ { fr. 315b Schn. }. χωρὶς εἰ μὴ τὸ ἄρθρον ἐξοχὴν παρίστησιν ἐν τῷ τὸν σὲ Κροτωπιάδην, εἴγε πάλιν ἡ τοιαύτη σύνταξις ἐπίφορος πρὸς τὴν τοῦ ἄρθρου παρά- θεσιν. προείρηται δὲ ἡμῖν ὡς καὶ ἐξοχῆς ἕνεκα τὰ ἄρθρα παραλαμβά- νεται. 100. Ἀλλὰ καὶ τὰς καλουμένας συνάρθρους ἀντωνυμίας, ἐν πρώτῳ καὶ δευτέρῳ προσώπῳ δεικτικῶς παραλαμβανομένας, οἰήσεταί τις παρα- δέχεσθαι τὰ ἄρθρα ἐν τῷ ὁ ἐμός, ὁ σός ἢ ὁ ἡμέτερος. ἦν δὲ ἡ σύν- ταξις οὐ τοῦ ἀντωνυμικοῦ προσώπου, λέγω τοῦ κατὰ τὸν κτήτορα, τοῦ 2.2.84 δὲ ὑπακουομένου κατὰ τὸ κτῆμα, λέγω τοῦ δοῦλος ἢ οἶκος ἤ τινος τῶν τοιούτων. 101. Ἅβρων μέντοι ἐν τῷ περὶ ἀντωνυμίας οὐκ εἶναί φησι τὰ ἄρθρα τῶν ὑπακουομένων, λόγῳ τοιούτῳ. Εἴπερ τὰ ἄρθρα ἐπὶ τὰ ὑπακουόμενα φέρεται, πάντως ἂν τὴν αὐτὴν καταλληλότητα ἐφύλασσον ὑπερβιβασθέντα πρὸ τῶν ὀνομάτων· οὐ ταὐτὸν δέ ἐστι τὸ ὁ ἐμὸς πατήρ τῷ ἐμὸς ὁ πατήρ. — καὶ εἰ ἐν τοῖς τοιούτοις ἀνεπληρώθη τὸ ἄρθρον τοῦ ὀνόματος [ἐν τῷ ὁ πατήρ], πῶς ἔτι τὸ [ὁ] ἐμός ἄρθρον προσλαμβάνει, ὁ πατὴρ ὁ ἐμὸς φιλοσοφεῖ, εἰ μὴ ἡ ἀντωνυμία ἄρ- θρου εἴχετο; καὶ ἕνεκα τῆς τοιαύτης συντάξεως ἔδοξε καὶ τῇ τοιαύτῃ ἀντωνυμίᾳ ἴδιον ἄρθρον προσνέμειν καὶ τῷ ὑπακουομένῳ κτήματι. — 102. Ἔστι δὲ παραπέμπεσθαι τὴν τοιαύτην πιθανότητα. πρῶτον εἰ ἑκατέρῳ μορίῳ πρόσεστιν ἄρθρον, τί οὐκ ἤρξατο ἀπὸ τοῦ ὁ ἐμός καὶ ἐπήνεγκε τὸ ὁ πατήρ μετὰ τοῦ ἄρθρου; καὶ φαίνεται ὅτι οὐκ ἐν 2.2.85 ἴσῳ τὰ τοῦ λόγου ἐγένετο· ἐπὶ μὲν γὰρ τῆς προτέρας δύο ἦν τὰ ἄρ- θρα, ἐπὶ δὲ τῆς δευτέρας ἀδύνατον ἦν δύο ἄρθρα παραθέσθαι. — δεύ- τερον οὐ παρὰ τὰς μεταθέσεις τῶν ἄρθρων καὶ τὰς ἐξ αὐτῶν γινο- μένας διαφορὰς τῆς φράσεως ἀποστήσεται τοῦ μὴ συμφέρεσθαι τοῖς ὀνόμασι τὰ ἄρθρα, εἴγε διαφέρει τὸ οἱ νῦν ἄνθρωποι ἀγαθοί εἰσι τοῦ νῦν οἱ ἄνθρωποι ἀγαθοί εἰσι, καὶ οὐκ ἔστιν ὅστις τολμήσει φάναι ὅτι οὐ τὸ οἱ τοῦ ἄνθρωποι ἐστὶν ἄρθρον. οὐκ ἄρα παρὰ τὴν ἐξαλλαγὴν τῆς φράσεως κατὰ τὴν μετάθεσιν οὐχὶ τοῦ κτήματός ἐστι τὸ ἄρθρον ἐν τῷ ὁ ἐμὸς πατήρ καὶ ἐν τῷ ἐμὸς ὁ πατήρ. τὴν γὰρ τούτων διαφορὰν κατὰ τὸ δέον ἀκριβώσομεν. — τὸ μέντοι δύο ἄρθρα κατὰ μιᾶς πτώσεως φέρεσθαι οὐκ ἔστιν ἀσύστατον. ἔστι γοῦν φάναι ὁ πατὴρ ὁ ἐκείνου, καὶ προφανὲς ὅτι τῷ πατήρ τὰ δύο ἄρθρα συντεί- νει, ἐπεὶ πῶς ἡ ἀπαράδεκτος ἀντωνυμία τῶν ἄρθρων ἐν γενικῇ πτώσει εὐθείας ἄρθρον παραδέχεται; ἀλλὰ καὶ ἔτι ἐπ᾽ ὀνομάτων, ὁ δοῦλος ὁ τοῦ Ἀριστάρχου πρὸς ἐμὲ ἦλθεν· ἰδοὺ γὰρ καὶ ἡ γενικὴ τὸ ἴδιον ἀπέχει ἄρθρον, καὶ τὰ λειπόμενα δύο ἄρθρα εἰς μίαν τὴν εὐθεῖαν ἀνα- φέρεται. οὐκ ἄρα ἐν τῷ ὁ πατὴρ ὁ ἐμός κατηνάγκασται τὸ ἕτερον τῶν ἄρθρων ἐπὶ τὴν ἀντωνυμίαν φέρεσθαι. 103. Ἡ οὖν ἐμοῦ δὶς οὖσα γενικὴ τὸ μὲν τοῦ κτήτορος ἔσχε πρόσωπον ἀντωνυμικόν (ἐξ οὗ καὶ τὴν ὀνομασίαν εἶχε, τὸ ἀντωνυμία 2.2.86 καλεῖσθαι), ὅπερ ὁμολογεῖ τὴν δεῖξίν του ὡρισμένου προσώπου καὶ ἔχει τὴν μετάβασιν τὴν ἐπὶ τὸ δεύτερον καὶ τρίτον· τὸ δὲ ἕτερον τοῦ ὑπα- κουομένου κτήματος, ὃ κλίσιν ποιεῖται τὴν εἰς τὰς πτώσεις μετάθεσίν τε τὴν εἰς τὰ γένη ἀριθμούς τε τοὺς κατ᾽ ἀκολουθίαν τοῖς ὀνόμασιν. τὸ γὰρ ἀντωνυμικὸν πρόσωπον ἐν γενικῆ μόνον νοούμενον ἄκλιτόν ἐστιν εἰς τὰς πτώσεις· ἡ γὰρ πτῶσις ἡ γενικὴ κρατεῖ τὴν κτητικὴν ἔν- νοιαν. διὰ τοῦτο καὶ πᾶσα κτητικὴ ἀντωνυμία μετὰ τοῦ κτήματος εἰς γενικὴν ἀναλύεται. καὶ φαίνεται ὅτι αἱ μὲν πρωτότυποι οὐ κλίνονται εἰς τὰς πτώσεις, αἱ δὲ κτητικαὶ οὐκ εἰς ἄλλο τι ἢ εἰς πτώσεις, εἰς γένη καὶ εἰς ἀριθμούς. — 104. Καὶ ἕνεκα τούτων τοῖς δύο προσώποις ἴδια μόρια παρίσταται, τῷ μὲν ὀνοματικῷ τὸ ἄρθρον, τῷ δὲ ἀντωνυμικῷ ἡ συνή- 2.2.87 θως ἐπιτασσομένη ἐπιταγματικὴ ἀντωνυμία κατὰ μίαν πτῶσιν τὴν γενικήν, ἣν καί φαμεν μόνην ἐγκεῖσθαι ἐν τῇ κτητικῇ ἀντωνυμίᾳ, ἀλλ᾽ ἐμὸν αὐτοῦ χρεῖος, ὅ μοι κακὸν ἔμπεσεν οἴκῳ {β 45 }, αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν {α 7 }, ἦ ἑὸν αὐτοῦ χρεῖος {α 409 }. ἐν δὲ ἁπάσαις πτώσεσι τὸ ἄρθρον, καθὸ ἡ τοῦ κτήματος πτῶσις, κλίνε- ται, ὁ ἐμός, τοῦ ἐμοῦ, τῷ ἐμῷ. συμμεταπίπτει τε καὶ ἐπὶ τοῦ γένους, ἡ ἐμή, τὸ ἐμόν· προφανὲς γὰρ ὅτι ἓν καὶ τὸ αὐτὸ πρόσωπον τοῦ κτήτορος, διάφορα δὲ τὰ κτήματα ἐν γένει. ὁ αὐτὸς λόγος κἀπὶ τοῦ ἀριθμοῦ· ἔστω γὰρ πάλιν εἷς μὲν ὁ κτήτωρ, πλείονα δὲ τὰ κτήματα κατὰ πᾶν γένος, οἱ ἐμοί, αἱ ἐμαί, τὰ ἐμά. κἂν ἀμειφθῇ δὲ τὰ τοῦ ἀριθμοῦ, καὶ τὰ τοῦ ἄρθρου συναμείβεται. φέρε δὲ πλείονας ἑνὸς ἀγροῦ ἐπικρατεῖν· φαίης ἂν ὁ ἡμέτερος ἀγρὸς σκάπτεται, τοῦ ἄρθρου ἑνουμένου πρὸς τὸ ὑποκείμενον κτῆμα. καθὼς οὖν πρόκειται, ἐν ταῖς τοιαύταις συντάξεσιν οὐδ᾽ ὅλως ἐπὶ τὴν δεῖξιν φέρεται τῶν ἀντωνυμιῶν τὰ συναρτώμενα ἄρθρα. (Καὶ αὕτη δέ ἐστιν ἀπόδειξις τοῦ τὸ ὦ μὴ εἶναι ἄρθρον, καθὸ προτίθεται ἔσθ᾽ ὅτε δεικτικῆς τῆς οὗτος.) 105. Καὶ τοσαῦτα περί τε τῶν μοναδικῶς προσλαμβανόντων τὰ ἄρθρα καὶ ἔτι τῶν ἀπροσλήπτων. Ἥ γε μὴν ὑπόλοιπος σύνταξις κατὰ μίαν προφορὰν πτωτικοῦ πρὸς τὸ δέον τοῦ λόγου τὰ ἄρθρα προσλή- 2.2.88 ψεται ἢ οὐ προσλήψεται, ἵππος τρέχει, ἢ ἐπὶ προεγνωσμένῳ τῷ ἵππῳ ὁ ἵππος τρέχει· πλοῖον κατέπλευσεν, τὸ πλοῖον κατέ- πλευσεν. ἔνθεν φαμὲν λείπειν τὸ ἄρθρον ἐν τῷ ἀρνειὸν δ᾽ ἐμοὶ οἴῳ ἐϋκνήμιδες ἑταῖροι {ι 550 }, καθὸ περὶ ἐκείνου διαλέγεται τοῦ προκατειλεγμένου ἐν τῷ ὕστατος ἀρνειὸς μήλων ἔστειχε θύραζε {ι 444 }· τοῦ κατὰ νῶτα λαβών {ι 433 }. εἰ γὰρ μὴ οὕτως εἴη, οὐ λείπει τὸ ἄρθρον. πληρέστερον γὰρ ἐκεῖ προσκεί- σεται, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησα {λ 35 }· προκατείλεκτο γὰρ καθ᾽ ὃν καιρὸν ἐνεβιβάζετο ὑπὸ τῆς Κίρκης. 106. Διήκει ὁ λόγος ἐπὶ πάσης τῆς τῶν ῥημάτων συντάξεως, ὑποστελλομένων τῶν ἐσομένην ὕπαρξιν δηλούντων. ἔστω δὲ ὑποδείγ- ματα, Διονύσιος ὁ γνώριμός μου θέλει φιλολογεῖν, οὗτος ὁ ἄνθρωπος θέλει ἀναγινώσκειν· καὶ ἐπὶ τῶν ὁμοίων ὁ αὐτὸς λόγος. εἰ μέντοι ἐπιφέροιτο τὸ γενέσθαι, τὸ καλεῖσθαι, τὰ τούτοις σύζυγα, 2.2.89 ἀποστήσεται τὸ ἄρθρον, Διονύσιος θέλει μοι γνώριμος γενέσθαι, Θέων γραμματικὸς θέλει καλεῖσθαι, πάνυ εὐλόγως· ἐσομένην γὰρ ποιότητα τὸ ῥῆμα ὑπαγορεύει, τὸ δὲ ἄρθρον τὴν γενομένην οἶδεν. — εἰ γοῦν προσθείη τις καὶ τὸ ἄρθρον, ἕτερον προσθήσει ἐπιθετικόν, ἐφ᾽ ὃ ἐπενεχθήσεται τὸ ῥῆμα, ἐπεὶ τὸ ἄρθρον ἀπηνέγκατο τὸ ἕτερον, ὡς ἂν ἐν γνώσει προϋφεστώσῃ, Διονύσιος ὁ γνώριμός μου θέλει γενέ- σθαι φιλόσοφος. (προφανὲς γὰρ πάλιν ὅτι, εἰ τὸ ἄρθρον τις ἀφέλοι, ἀκατάλληλον τὸ τοῦ λόγου γένοιτ᾽ ἄν, τοῦ ῥήματος οὐ δυναμένου εἰς τὰ δύο ἐπίθετα ἐγχωρῆσαι. καὶ κατ᾽ ἄλλας δὲ συντάξεις δύο ὀνομάτων εἰς ἓν πρόσωπον συντεινόντων διαφορά τίς ἐστι τῶν προκατειλεγμένων ῥημάτων. ἐξ ὧν καὶ ὁ Τρύφων { p 24 Vels. } ἤρξατο τὴν ἐν τοῖς ἄρθροις σύνταξιν παραδιδόναι, τῶν προκατειλεγμένων τρόπων οὐδὲ ἔν- νοιαν παραθέμενος.) 107 Τὰ δὲ ἐπιθετικὰ ἐπὰν συντάσσηται κυρίοις ὀνόμασι, πάντως σὺν ἄρθροις λέγεται, εἰ μὴ τὰ ὑπαρκτικὰ τῶν ῥημάτων ἐπιφέροιτο, ὁ γραμματικὸς Τρύφων ἀναγινώσκει, ὁ φιλόσοφος Δίων περι- 2.2.90 πατεῖ. καὶ οὐκ ἄλλως ἀποστήσεται τὸ ἄρθρον, εἰ μὴ ὑπαρκτικὴ μετοχὴ ἐπενεχθείη, γραμματικὸς ὢν Τρύφων ἀναγινώσκει, φιλόσοφος ὢν Δίων διαλέγεται, πάνυ εὐλόγως διὰ τὴν νῦν ἐμφανιζομένην ποιότητα διὰ τῆς ὤν. οὐ γὰρ ἐν ῥήματι τὸ τοιοῦτον ἐδύνατο παρα- ληφθῆναι ἕνεκα τοῦ ἐπιφερομένου ῥήματος, ἐπεὶ δύο ῥήματα οὐ δύνα- ται μίαν σύνταξιν ἐπιδέξασθαι δίχα συμπλοκῆς. καὶ σαφὲς ἐκ τοῦ ὑπο- δείγματος, τοῦ μὲν προειρημένου ὁ φιλόσοφος Δίων διαλέγεται, τοῦ δὲ δευτέρου φιλόσοφος ὢν Δίων διαλέγεται, τοῦ δὲ τρίτου φιλόσοφός ἐστι Δίων καὶ διαλέγεται· οὐ γὰρ συστήσεται δίχα τοῦ καί συνδέσμου, φιλόσοφός ἐστι Δίων διαλέγεται. (εἴρηται δὲ ἀκρι- βέστερον ἡ τοιαύτη σύνταξις ἐν τῷ περὶ μετοχῶν, ἐν ᾧ καὶ ἐπεδείξαμεν ὡς τὸ αὐτὰρ ὁ βηρισον τε καὶ Ἄντιφον ἐξεναρίξων {Λ 101 }, εἰ μέν ἐστιν ὄνομα τὸ βηρισον, ἐπὶ ῥῆμα πάντως τὸ συγκλεῖον τὴν διάνοιαν ἀναχθήσεται τὸ τέλος, λέγω τὸ ἐξενάριξεν· εἰ δὲ ἔγκειται τὸ βῆ ῥῆμα, ἀνέφικτον μὲν τὸ τοῦ ῥήματος, κατάλληλον δὲ τὸ τῆς μετο- χῆς, λέγω τὸ ἐξεναρίξων.) 2.2.91 108. Τῇ προκειμένῃ συντάξει ἄρα διαφόρως τὰ ἄρθρα προστε- θήσεται, εἰ, ὡς εἴπομεν, τὰ ἐπιφερόμενα ῥήματα πρώτης κατηγοροίη ποιότητος. πάλιν δὲ ἔστω ὑποδείγματα τοῦ μὲν προτέρου ὁ γραμμα- τικὸς Τρύφων ἀείδει (ἦν γὰρ ἀσύνετον φάναι ὁ Τρύφων γραμ- ματικὸς ἀείδει)· τοῦ δὲ δευτέρου ὁ Τρύφων γραμματικὸς καλεῖ- ται· ὁ γραμματικὸς Τρύφων παρεγένετο, ὁ Τρύφων γραμμα- τικὸς [παρ]εγένετο. καὶ σαφὲς ὅτι τὰ ῥήματα κατηγοροῦντα τοῦ 2.2.92 ἐπιθετικοῦ εὐλόγως τὴν τοῦ ἄρθρου σύνταξιν παρείλετο. (ἔνθεν δὲ τὰ τῆς ἀναστροφῆς δῆλα, οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα {Α 11 }. εἰ γὰρ ἀφέλοι τις τὸ ἠτίμασεν, ἀντιθείη δὲ τὸ ὠνόμασε, διάφορον πάλιν ἕξει τὴν σύνταξιν, οὕνεκα τὸν Χρύσην ὠνόμασεν ἀρητῆρα.) 109 Ἡ αὐτὴ σύνταξις καὶ ἐν προσηγορικοῖς καὶ [ἐν] ἐπιθετικοῖς, ὁ λευκὸς ἵππος τρέχει, ὁ ἵππος λευκός ἐστιν. εἰ μέντοι εἴη δύο ἐπιθετικά, δύο καὶ τὰ ἄρθρα προσγίνεται, πάλιν τῶν προειρημένων ῥη- μάτων ὑποστελλομένων, ὁ σεμνός, ὁ καλὸς ὑβρίζεται· ὁ φρόνιμος, ὁ ἀγαθὸς ἐξέστη τοῦ καθήκοντος. προῦπτον τὸ ἀκατάλληλον, εἰ ὑφέλοι τις τὸ ἕτερον τῶν ἄρθρων. καὶ δῆλόν ἐστιν ὡς οὐ τὸ ἕτερον 2.2.93 θατέρῳ ἐκχωρεῖ τοῦ ἄρθρου, καθὸ ἀπὸ μιᾶς ὕλης τῶν ὀνομάτων ἄγεται. τοῦ δὲ ἑτέρου ὁ σεμνὸς σοφός ἐστιν, ὁ σεμνὸς φρόνιμός ἐστιν, ὁ σώφρων ἀγαθός ἐστιν, ὁ ἀγαθὸς σώφρων ἐστίν· καὶ ἐπὶ τῶν ἄλλων ῥημάτων ὁ αὐτὸς λόγος. 110. Συμφέρεται τοῖς ὀνόμασι καὶ ἡ τῶν μετοχῶν σύνταξις, καθ᾽ ὃν ἐπεδείξαμεν λόγον ἐν τῷ περὶ μετοχῶν. μετὰ μὲν οὖν κυρίων, ἡνίκα οὕτω φαμέν, ὁ Πτολεμαῖος γυμνασιαρχήσας ἐτιμήθη, ὁ Διονύσιος τυραννήσας ἐμέμφθη, ὅπερ καὶ χωρὶς ἄρθρου τὸν αὐτὸν λόγον συγκλείει. καὶ ἡ μὲν τοιαύτη σύνταξις χρονικῶς νοεῖται, μετὰ τὸ γυμνασιαρχῆσαι ἐτιμήθη, μετὰ τὸ τυραννῆσαι ἐμέμφθη. εἰ δὲ αἱ μετοχαὶ προσλάβοιεν τὰ ἄρθρα, πλειόνων Πτολεμαίων ἐμφάνισις 2.2.94 νοεῖται, ὥστε οὐκ ἀπιθάνως ἔστιν φάναι ὡς τὰ ἑνικὰ ἄρθρα παρεμ- φαίνειν καὶ πλῆθος. εἰ γὰρ τῇδέ τις ἀποφαίνοιτο, ὁ γυμνασιαρχήσας Πτολεμαῖος ἐτιμήθη, οὐχ ἕνα δηλώσει Πτολεμαῖον, πλείονας δέ, ἐξ ὧν ὁ εἷς τιμῆς μετέλαβεν. ὅτι γὰρ τὸ ἄρθρον αἴτιόν ἐστιν τῆς παρεμ- φάσεως τοῦ πλήθους, συμφανὲς ἐκ τοῦ ἀποβαλλομένου ἄρθρου· ὁ γυ- μνασιαρχήσας Πτολεμαῖος ἐτιμήθη, καὶ πάλιν τοῦ ἑνὸς νοουμένου Πτολεμαίου, γυμνασιαρχήσας Πτολεμαῖος ἐτιμήθη. — 111. Ἔστι καὶ ἐν προσηγορικοῖς ἡ τοιαύτη σύνταξις. ἐφ᾽ οὗ καὶ τρίτος λόγος ἀνα- κύπτει. καὶ ἔστω ὁ μὲν πρῶτος τοιοῦτος, χρονικὴν διαφορὰν παρεμ- φαίνων, ὁ παῖς δειπνήσας κοιμάσθω· ὁ δὲ δεύτερος, ἡνίκα πλῆθος παρεμφαίνεται, ὁ δειπνήσας παῖς κοιμάσθω, ἐφ᾽ οὗ καὶ ἀοριστώδης ἡ σύνταξις γίνεται τοῦ ἄρθρου, ἔνθεν καὶ οἱ ἀπὸ τῆς Στοᾶς τὰ τοιαῦτα μόρια ἀοριστώδη ἐκάλεσαν· τρίτος δὲ ὃς τὴν αὐτὴν μὲν ἔχει σύνταξιν, οὐ μὴν ἀοριστωδῶς πάντως νοεῖται, ἀναφορικῶς δέ. φέρε γάρ τινα δειπνῆσαι τῶν παίδων καὶ κατὰ τούτου γίνεσθαι τὰ τῆς προστάξεως· καὶ πάλιν τὰ τοῦ λόγου τῇδε καταστήσεται, ὁ δειπνήσας παῖς κοι- μάσθω, καθὼς εἰ ἐν παισὶν ἀτακτήσειεν παῖς, ἐφ᾽ οὗ ἂν φαίη ὁ δι- 2.2.95 δάσκαλος ὁ ἀτακτήσας παῖς τυπτέσθω. — 112. Οὐκ ἔστιν ἡ πρώτη σύνταξις ἐντριβεστέρα χωρὶς ἄρθρων λεγομένη, καθάπερ ἡ ἐπὶ τῶν κυρίων, εἴγε τὰ κύρια διὰ τὴν ἐν αὐτοῖς ἰδιότητα οὐχ οὕτως προσδέ- εται τοῦ ἄρθρου, καθάπερ τὰ κοινὴν ἔννοιαν ἔχοντα. δυνάμει γὰρ συστέλλεται ἐκ τῆς πολλῆς ποιότητος τῇ παραθέσει τοῦ ἄρθρου, εἴγε ἀοριστῶδες μὲν τὸ παῖς δειπνήσας ἐκοιμήθη, οὐ μὴν τὸ ὁ παῖς δειπνήσας ἐκοιμήθη. εὐπαράδεκτον δὲ τὸ [ὁ] Πτολεμαῖος δει- πνήσας ἐκοιμήθη, οὐχ οὕτως ἀπαιτοῦν τὸ ἄρθρον. — 113. Οἷόν τέ ἐστιν τοῖς προσηγορικοῖς ὀνόμασι προσνέμειν ἄρθρον καὶ ταῖς συντασ- σομέναις μετοχαῖς, ὁ παῖς ὁ δειπνήσας κοιμᾶται, καθότι καὶ ἐπὶ τῶν προσηγορικῶν καὶ ἐπιθετικῶν, ὁ ἵππος ὁ λευκὸς τρέχει· ὅπερ ταὐτὸν συνάγει τοῖς ἀπὸ τοῦ ἐπιθετικοῦ ἀρχομένοις σὺν τῷ ἄρθρῳ καὶ τοῖς ἀπὸ μετοχῆς, ὁ λευκὸς ἵππος τρέχει, ὁ δειπνήσας παῖς κοι- μᾶται. ἃ δὴ καὶ μᾶλλον καταλληλότερά ἐστιν τῶν ὑπερκειμένων. 2.2.96 114. Ἔτι κἀκεῖνο τηρητέον, ὡς ἡ προστακτικὴ ἐκφορὰ τῶν ῥη- μάτων αἰτία γίνεται τοῦ ἀοριστωδῶς νοεῖσθαι τὴν σύνταξιν τοῦ ἄρθρου καὶ τῆς μετοχῆς, ὁ τυραννοκτονήσας τιμάσθω. ἡ γὰρ ὁριστικὴ ἔγ- κλισις ἐπὶ ἐνεστῶσι καὶ παρῳχημένοις ἀναφορικωτέραν τὴν σύνταξιν ποι- εῖται, ὁ τυραννοκτονήσας τιμᾶται, ὁ τυραννοκτονήσας ἐτιμήθη. πάλιν γὰρ ἡ τοῦ μέλλοντος ἀοριστωδῶς νοεῖται καθ᾽ ἣν προεκτεθείμεθα τήρησιν, ὁ τυραννοκτονήσας τιμηθήσεται, πάνυ εὐλόγως, εἴγε τὰ γινόμενα καὶ γεγονότα εὔδηλα, τὰ δὲ ἐσόμενα ἀδηλότερα καὶ ἐντεῦθεν ἀοριστοῦται τὰ τῆς συντάξεως. Καὶ προφανῶς ἐκ τοῦ τοιούτου δεί- κνυται ὡς ἅπαντα τὰ προστακτικὰ ἐγκειμένην ἔχει τὴν τοῦ μέλλοντος διάθεσιν, προστασσόμενα ἢ εἰς παρατατικὴν διάθεσιν ἢ εἰς [ὑπερ]- 2.2.97 συντελικήν. σχεδὸν γὰρ ἐν ἴσῳ ἐστὶν τὸ ὁ τυραννοκτονήσας τιμά- σθω τῷ τιμηθήσεται κατὰ τὴν τοῦ χρόνου ἔννοιαν, τῇ ἐγκλίσει διηλ- λαχός, καθὸ τὸ μὲν προστακτικόν, τὸ δὲ ὁριστικόν. — (115. Πῶς οὖν οὐ γελοῖοί εἰσιν οἱ [μὴ] ὑπολαβόντες ῥήματα προστακτικὰ μέλλοντος χρόνου, ὅπου γε πάντα συνωθεῖται εἰς τὴν τοῦ μέλλοντος ἔννοιαν; ἐπὶ γὰρ μὴ γινομένοις ἢ μὴ γεγονόσιν ἡ πρόσταξις· τὰ δὲ μὴ γινόμενα ἢ μὴ γεγονότα, ἐπιτηδειότητα δὲ ἔχοντα εἰς τὸ ἔσεσθαι, μέλλοντός ἐστιν, εἴγε καὶ τῶν προσταχθέντων τὰ μὴ γινόμενα τὸν λόγον ἔχει μετὰ ἀποφάσεως καὶ τῆς τοῦ μέλλοντος ἐννοίας, οὐ δυνήσομαι, οὐ ποι- ήσω. κἂν γὰρ οὕτω φαμέν, οὐ δύναμαι βαστάσαι, ἐν ἴσῳ ἐστὶ τῷ οὐ δυνήσομαι. εἰς τὸ γίνεσθαι οὖν ἢ γενέσθαι ἡ πρόσταξις γίνεται, ἀποφασκομένη μετὰ τῆς τοῦ μέλλοντος ἐννοίας, εἰς μὲν παράτασιν, σκαπτέτω τὰς ἀμπέλους, εἰς δὲ συντελείωσιν, σκαψάτω τὰς ἀμ- πέλους. 116. Τί δὲ τὸ ταράξαν τοὺς παραδεξαμένους μέλλοντος προστακτικά; Μόνον τὸ γραψέτω καὶ γραψάτω καὶ τὸ 2.2.98 οἶσε θέειον, γρηΰ {χ 481 }, ἅπερ ἀπολύεται ἐντελέστερον ἐν τῷ περὶ προστακτικῶν· ἀπαιτοῦντος δὲ καὶ νῦν τοῦ λόγου ὀλίγα παραθησόμεθα, ὅτι ποιητικώτερον μὲν τὸ οἶσε κατ᾽ ἐναλλαγὴν εἴρηται φωνῆς τῆς φέρε, τῆς δὲ γραψάτω τὸ γραψέτω καὶ τὰ ὅμοια, οὐ κατὰ διάφορον μὲν χρόνον, κατὰ δὲ ἐκλο- γὴν ὀνόματος, ὁπότερον εἴη κατωρθωμένον, καθάπερ ἤδη προεμελετήθη ἡ τοιαύτη ζήτησις ἐν τῇ ὁριστικῇ ἐγκλίσει, ἔγραψας ἢ ἔγραψες, οὐ δια- φορᾶς οὔσης χρονικῆς, αὐτὸ δὲ μόνον γραφῆς, δυναμένης οὐκ ἀπιθάνως παραλαμβάνεσθαι, ὡς ἐπιδείκνυμεν ἐν τῷ περὶ ῥημάτων.) 2.2.99 117. Αἱ προκείμεναι συντάξεις, ὑποστελλομένων τῶν κυρίων ὀνο- μάτων, ἀδιαφόρως ἔχουσι τὰς ἀναστροφὰς χωρὶς ἄρθρου λεγομένας, ἄνθρωπος δραμὼν ἐνίκησεν, δραμὼν ἄνθρωπος ἐνίκησεν· ἄν- θρωπον ἀγαθὸν ὕβρισας, ἀγαθὸν ἄνθρωπον ὕβρισας. οὐκ ἐπι- ζητήσει οὖν τὸ ἄνδρα πολύτροπον {α 1 } πάντως ἄρθρον, χωρὶς εἰ μὴ τὸν κατ᾽ ἐξοχὴν ἄνδρα θέλοιμεν διαστεῖλαι, (καθὼς ἐδιδάξαμεν κἀν ταῖς ἀρχαῖς ὡς καὶ ἐξοχῆς παραστατικὰ τὰ ἄρθρα, ὅτε οὕτω φαμέν, οὗτός ἐστιν ὁ ἀνήρ, οὗτός ἐστιν ὁ γραμματικός), καθότι ἔστιν ἐπινοῆσαι κἀν ταῖς κατὰ γενικὴν κτητικαῖς συντάξεσιν. — 118. μοναδι- καὶ γὰρ οὖσαι αἱ κτήσεις τὸ ἄρθρον ἀπαιτοῦσιν, οὐ τῇδε δὲ ἔχουσαι καὶ χωρὶς ἄρθρων λέγονται. τοῦ μὲν προτέρου ἡ ψυχή σου ἀγαθή ἐστιν, ἡ μοῖρα ἡ Νέστορος πολυχρόνιος ἦν· τοῦ δὲ ἑτέρου θε- ράπαινά σου πρὸς ἐμὲ ἦλθεν, γνώριμος Ἀριστάρχου διελέξατό μοι. ταῦτα γὰρ εἰ ἐθέλοι τις μοναδικῶς ἐκθέσθαι, προσθήσει ἄρθρον, 2.2.100 ἡ θεράπαινά σου, ὁ γνώριμος Ἀριστάρχου. καὶ πολλῶν ὑπουσῶν νεῶν φαίη τις ἂν ναῦς σου κατέπλευσεν, ναῦς σου ἕστηκεν ἐν τῷ λιμένι· μοναδικῆς δὲ πάλιν τῆς κτήσεως νοουμένης προσθείη τις ἂν τὸ ἄρθρον, καθὼς κἀκεῖνο νοητέον λείπειν νηῦς δέ μοι ἧδ᾽ ἕστηκεν {α 185 }, καθὼς ἐν ἑτέροις ἐδιδάξαμεν. νῦν δ᾽ ὧδε ξὺν νηὶ κατήλυθον {α 182 }· ὑπαγορεύει γὰρ ξὺν μιᾷ νηΐ· ξυμφανὲς κἀκ τοῦ ὧδε, σημαίνοντος τὸ οὕτως ὡς ὁρᾷς, οὐχ ὡς ἐπέβαλλεν βασιλεῖ. Προδήλως οὖν κἀκεῖνο λείπει ἄρθρῳ μῆνιν ἄειδε θεά {Α 1 }, τὴν Ἀχιλλέως οὐλομένην μῆνιν· ἓν γὰρ τὸ πάθος, ὡς μοῖρα, ὡς ψυχή. 119. Ἀκολούθως χωρητέον καὶ ἐπὶ τὰς πυσματικὰς συντάξεις. Τὸ δὴ τίς συντάσσεται κυρίοις ὀνόμασιν μετὰ ῥήματος τοῦ ὀνομάζεται ἢ ἔστιν ἤ τινος τῶν συνωνυμούντων, ἀνθυποφορὰν δὲ ἔχει τὴν ἐκ τοῦ πύσματος ἀντωνυμικήν, τίς Τρύφων ὀνομάζεται; τίς Τρύφων 2.2.101 λέγεται; πρὸς ὅν φαμεν ἐγώ ἢ οὗτος ἤ τι τῶν συζύγων. ἢ ἀντεστραμ- μένως μετὰ ἀντωνυμίας, ἀνθυποφορᾶς οὔσης ὀνοματικῆς. διὰ μὲν γὰρ ἄγνοιαν καταστήματός φησιν ὁ Νέστωρ τίς δ᾽ οὗτος κατὰ νῆας ἀνὰ στρατὸν ἔρχεαι οἶος {Κ 82 }· ᾧ ἀνθυπηνέχθη τὸ γνώσεαι Ἀτρείδην Ἀγαμέμνονα {Κ 88 }· ὁ μέντοι Πρίαμος ὁρῶν τὸν Ἀγαμέμνονα πεῦσιν ποιεῖται τὴν κατὰ τοῦ κυρίου ὀνόματος, πρὸς ὃν πάλιν ὑπάγεται τὸ οὗτος δ᾽ Ἀτρείδης {Γ 178 }, ἀναγκαίως συνενεχθείσης τῷ ὀνόματι τῆς δεικτικῆς ἀντωνυμίας, ἵνα ἀφορίσῃ τὸ τοῦ Ἀγαμέμνονος πρόσωπον πολλῶν συνόντων. — 120. καὶ σαφὲς ἐντεῦθεν ὡς διὰ μὲν τῆς ὀνοματικῆς συντάξεως τὴν οὐσίαν ἐπι- ζητοῦμεν τοῦ ὑποκειμένου (ταύτην γὰρ μόνον αἱ ἀντωνυμίαι ἐμφαίνου- σι, τῆς ὑπ᾽ αὐτῶν δείξεως συνεξηγουμένης τὰ παρεπόμενα, ἔνθεν ἐπὶ 2.2.102 πᾶν ὑποκείμενον συντείνουσιν), διὰ μέντοι τῆς ἀντωνυμικῆς συντάξεως τῆς μὲν οὐσίας ἐπιλαμβανόμεθα, τῆς δὲ ἐπιτρεχούσης ἰδιότητος κατὰ τὴν τοῦ ὀνόματος θέσιν οὐκέτι. καὶ δῆλον ὡς ἀντὶ τῶν κυρίων ὀνο- μάτων εἰσὶν αἱ ἀντωνυμίαι, εἴγε διὰ τῆς ἐξ αὐτῶν πεύσεως τὰ κύρια νοεῖται, κἀκ τῆς τῶν κυρίων πάλιν τὰ ἀντωνυμικὰ ἀνθυπάγεται. — 121. Εἰ μέντοι γε μόνον παραλαμβάνοιτο τὸ τίς, οἷόν τέ ἐστιν καὶ τὰ ὑπόλοιπα ῥήματα συντάσσεσθαι, τίς περιπατεῖ; τίς ἀναγινώσκει; ἐφ᾽ ὧν ἀνθυπαγωγὴ γινομένη διὰ μὲν ἀντωνυμίας οὐκέτι δέεται ἑτέρας πεύσεως, εἰ φαίημεν ἐγώ ἢ οὗτος (ὡρισμένα γὰρ πρόσωπα ἐμφαίνει), ἐπὶ δὲ ὀνομάτων διὰ τὴν παρεπομένην ὁμωνυμίαν οὐκ ἐν τῷ αὐτῷ ὁρισμῷ ἀνθυπάγεται ἡ σύνταξις. φαμένου γάρ τινος Αἴας, ἀνθυπαχθή- σεται ὁπότερος; διὰ τὴν προειρημένην ὁμωνυμίαν· ᾧ πάλιν ἀνθυπαχθή- σεται τὸ ἰδίᾳ παρακολουθῆσαν τῷ ἑτέρῳ, καθὼς προείπομεν, μετὰ συν- τάξεως ἀρθρικῆς, τὸ ὁ μέγας ἢ ὁ Τελαμώνιος, Αἴας δ᾽ ὁ μέγας αἰὲν ἐφ᾽ Ἕκτορι {Π 358 }, πάνυ εὐλόγως, ἐπεὶ τὰ ἐπιθετικὰ μετὰ κυρίων ἐκφερόμενα σὺν ἄρθρῳ παραλαμβάνεται· τοιοῦτον γάρ ἐστιν τὸ ὅλον, Αἴας δ᾽ ὁ Τελαμώνιος, Αἴας δ᾽ ὁ μέγας, Αἴας δ᾽ ὁ Σαλαμίνιος. πάλιν γὰρ ἐκεῖ ἐδείξαμεν λείπειν τὸ ἄρθρον, ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας {Μ 349 }. 2.2.103 122. Μετὰ μέντοι προσηγορικῶν καὶ τῶν προειρημένων ῥημάτων σύν- ταξις ἀρθρικὴ γίνεται, τίς ὁ ἄνθρωπος καλεῖται; πάνυ εὐλόγως· πάλιν γὰρ τὸ τίς τὸ ἴδιον ἐπιζητεῖ τοῦ ὀνόματος, τοῦ κοινοῦ προεγνω- σμένου. Μετὰ δὲ τῶν μετοχῶν κατὰ τὴν τῶν ῥημάτων ἐπιφορὰν αἱ προσθέσεις τῶν ἄρθρων γίνονται, ἢ οὐ πάλιν. συμφερέσθω τὸ λέγεται, ὀνομάζεται, καλεῖται, καὶ συνοισθήσεται τὸ ἄρθρον, τίς ὁ δραμὼν καλεῖται; τίς ὁ νικήσας ὀνομάζεται; εἰ μὴ γὰρ τῇδε ἔχοι, οὐδὲ τὸ ἄρθρον προστίθεται, τίς δραμὼν ἐστεφανώθη; τίς παλαίσας ἐδοξάσθη; τίς ἀναγνοὺς ἐτιμήθη; καὶ πρόδηλος πάλιν ἡ αἰτία, εἴ- γε τὰ μὲν μετὰ ἄρθρων εἰρημένα γνῶσιν τούτου διὰ τῆς μετοχῆς ἐπαγ- γέλλεται, καθὸ μόνον ἐνήργησεν, οὐ μὴν τὴν ἰδίαν παρακολουθοῦσαν θέσιν τοῦ ὀνόματος· ἡ γὰρ δίχα τοῦ ἄρθρου σύνταξις λεγομένη ζητεῖ τὸ πρόσωπον διὰ τοῦ τίς τὸ τῆς μετοχῆς. — (123. Ἐντεῦθεν οὖν συνά- 2.2.104 γεται ὡς τὸ ἐρωμένη ὀνοματικὴν ἔχει σύνταξιν. ἰδοὺ γὰρ χωρὶς ἄρθρου φαμέν, ἐπιφερομένου ῥήματος τοῦ ὀνομάζεται ἢ ἔστιν ἤ τινος τῶν τοιούτων, τίς ἐρωμένη ἐστὶ Θέωνος; ὡς εἰ καὶ φαίη τις τίς δούλη ἐστὶ Θέωνος; ὅπερ οὐ παρακολουθήσει, ὡς προείρηται, ἐν μετοχῇ, τίς νικωμένη ἐστὶν Θέωνος; μετὰ μέντοι ἄρθρου καὶ τῆς ὑπό προθέσεως κατὰ γενικὴν τὴν συνοῦσαν διὰ τὸ πάθος. ἐφ᾽ ἧς πά- λιν συντάξεως οὐ παρείπετο, λέγω ἐπὶ τοῦ ἐρωμένη ἐστὶν Θέωνος· ἅπαξ γὰρ ἡ σύνταξις οὐ παραδεξαμένη τὸ ἄρθρον οὐδὲ τὴν ὑπόλοιπον σύνταξιν τῆς μετοχῆς ἀπεδίδου.) 124. Τὸ ποῖος μετὰ προσηγορικῶν συντασσόμενον, ἡνίκα τὸ ἔστιν ἐπιφέρεται, ἐπιδέχεται σύνταξιν τὴν τοῦ ἄρθρου, ποῖος ὁ ἄνθρω- πός ἐστιν; ἄλλου δὲ ῥήματος ἐπιφερομένου ἀνέφικτος ἡ πρόσθεσις τοῦ ἄρθρου, ποῖος ἄνθρωπος ἐνίκησεν; Καὶ τὰ ὑπόλοιπα δὲ πευστικὰ περὶ τὰς αὐτὰς συντάξεις καταγίνεται, πόσος ὄχλος ἐν τῇ ἀγορᾷ διατρίβει; πόσος ὄχλος ἐστὶν ἐν Ἀλεξανδρείᾳ; καὶ μετὰ 2.2.105 ἄρθρου γὰρ ἡ τοιαύτη σύνταξις. πηλίκος ἄνθρωπος ἐνίκησεν τὰ Ὀλύμπια; πηλίκος ὁ παῖς, πηλίκος ὁ ἀνήρ ἐστι; πρόδηλον ὡς διὰ τὴν τοῦ ἔστιν σύνταξιν. 125. Τὸ τίς καὶ τὸ πότερος καὶ ἐπὶ [τὰς] πλαγίους πληθυντικὰς φέρεται πάντως σὺν ἄρθροις λεγομένας, χωρὶς εἰ μὴ ἀντωνυμικαὶ εἴη- σαν, τίς τῶν ἑταίρων παραγίνεται; τίς τῶν Τρώων ὑπερμαχεῖ; καὶ ἐπὶ κυρίων, πότερος τῶν Αἰάντων ἰσχυρότερος; ἐφ᾽ ὧν πά- λιν ἡ προαποδεδομένη ἀνθυπαγωγὴ παραλαμβάνεται. καὶ ἔτι ἐπ᾽ ἀν- τωνυμιῶν, τίς ἡμῶν; πότερος ὑμῶν; πότερος αὐτῶν; (πῶς οὖν οὐ γελοῖοι οἱ καὶ τὸ ἄλλος ἀντωνυμίαν παραδεξάμενοι; ἰδοὺ γὰρ σὺν ἄρθροις φαμὲν τίς τῶν ἄλλων ἀνθρώπων;) 126. Τῶν προειρημένων συντάξεων αἱ μὴ δυνάμεναι τὰ ἄρθρα προσλαβεῖν, ἀμείψασαι τὸ πτωτικὸν πύσμα εἰς ἐπιρρηματικόν, δεκτικαὶ γίνονται ἄρθρου, ποῖος ἄνθρωπος ἐνίκησεν; πῶς ὁ ἄνθρωπος ἐνίκησεν; τίς δραμὼν ἐνίκησεν; πῶς ὁ δραμὼν ἐνίκησεν; πό- σος ὄχλος παραγίνεται; πότε ὁ ὄχλος παραγίνεται; Ἔστω οὖν καὶ τοιαύτη ἡ σύνταξις, ποῖαι τῶν Τρώων φυλακαὶ φυλάσσονται; καὶ κατὰ τὴν προκειμένην αἰτίαν μεταλαμβανέσθω τὸ ἐπίρρημα, καὶ 2.2.106 πάντως ἄρθρον ἀπαιτήσει, πῶς αἱ τῶν Τρώων φυλακαί; — 127. Τί οὖν οὐχὶ προσεπηνέχθη ἐκεῖ πρὸς τοῦ Ἀριστάρχου, πῶς δαὶ τῶν ἄλλων Τρώων {Κ 408 }, καὶ τοῦ λόγου ἀπαιτοῦντος τὸ ἄρθρον καὶ τῆς φωνῆς ἐγκειμένης τοῦ ἄρθρου; πρὸς οἷς οὐ μόνον διὰ τὸ προειρημένον πύσμα τὸ ἄρθρον 2.2.107 ὀφείλει παραλαμβάνεσθαι, ἀλλὰ καὶ καθὸ αἱ γενικαὶ μετὰ ἄρθρου λεγό- μεναι κατὰ σύνταξιν τὴν τῶν κτημάτων ἔχουσιν καὶ τὰ κτήματα σὺν ἄρθροις λεγόμενα, αἱ τῶν Ἑλλήνων πόλεις ἐπανέστησαν τοῖς βαρβάροις. ἀσύνετον γὰρ τὸ δίχα τοῦ ἄρθρου· χρὴ γὰρ ἀμφότερα συναναφέρεσθαι, ἐπεί τοι, εἰ λείψει τὸ ἄρθρον τοῦ πόλεις, ἔσται ὁ λόγος παραλαμβάνων τὸ τινές, μερικωτέρας τῆς ἐπαναστάσεως γινομένης, τῶν Ἑλλήνων τινὲς πόλεις ἐπανέστησαν. καὶ κατὰ τὸ τοιοῦτον ἄρα τὸ πῶς δαὶ τῶν ἄλλων Τρώων ἄρθρον συνέξει. — 128. Ἀλλὰ φαίνεται ὅτι τὸν Ἀρίσταρχον ἐκίνει τὸ ἔθιμον τοῦ ποιητοῦ, ὡς συνήθως μὲν ἐλλείπει τοῖς ἄρθροις, συνάπτει δὲ μετὰ τὰ πύσματα τὸν δαί σύν- δεσμον, τίς δαί ἐστιν ὅδε ὅμιλος; { ex α 225 factum } ποῦ δαὶ νηῦς ἕστηκεν {ω 299 }; κατὰ γὰρ τὴν προειρημένην σύνταξιν ἐπὶ τούτου πάλιν λείπει τὸ ἄρθρον· καὶ ἦν ἐγκείμενος ὁ δαί σύνδεσμος, λείποντος ἑνικοῦ ἄρθρου, λέγω τοῦ ἡ. καὶ σαφὲς ὅτι κατὰ τὴν τοιαύτην σύνταξιν πρόδηλα τὰ τοῦ λόγου καθειστήκει, λέγω ἡ λεῖψις μὲν τοῦ ἄρθρου, παράθεσις δὲ ἡ τοῦ δαί συνδέσμου. καὶ οὕτως ἀκριβέστερον τὸ Ὁμηρικὸν ἔθος ἀπεδείκνυτο. — (129. καὶ γὰρ ἐπ᾽ ἄλλων τὸ δέον ἦν παραδέξασθαι, καὶ τὸ σύνηθες προὐκρίνετο· 2.2.108 σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπίτειλαι {Δ 64 }, λέγω κατὰ προστακτικὴν προφορὰν προπαροξύνειν. ἀλλ᾽ ἦν ἄλλα τινὰ τὰ διδάσκοντα ἀπαρεμφάτως ἀναγνῶναι, εὐθέως ἐκ παρακειμένου τοῦ πειρᾶν δ᾽ ὥς κεν Τρῶες {Δ 66 } καὶ ἐκ τοῦ τὰ δ᾽ ἄποινα δέχεσθαι {Α 20 } καὶ πλείστων ἄλλων.) — 130. Αἰτία δ᾽ ἐστὶν τοῦ τὰ πευστικὰ ἐπιρρή- ματα εὐπαράδεκτον ποιεῖσθαι τὴν τῶν ἄρθρων ἐπένθεσιν, καθὸ οὐκέτι τὰ συνόντα πτωτικὰ πάντως ἐν ἀγνοίᾳ ἐστίν. ἡ γὰρ ἐκ τῶν πυσμάτων ἄγνοια ἐπιρρηματικὴ οὖσα ἐπὶ τὰ ῥήματα φέρεται, εἴγε ὁ οὕτω λέγων ποῖος ἄνθρωπος ἐνίκησεν; τὸν μὲν ἄνθρωπον ἀγνοεῖ, τὸ δὲ πρᾶγμα κατέλαβεν, τὸ ὅτι ἐνίκησεν· ὁ δὲ οὕτω λέγων, ὅτι πῶς ὁ ἄνθρωπος ἐνίκησεν; ὁμολογεῖ μὲν εἰδέναι τὸν ἄνθρωπον, τὴν δὲ γενομένην πρᾶξιν εἰς τὸ νικῆσαι ἀγνοεῖ. 131. Ἑξῆς ῥητέον καὶ περὶ τῆς τῶν κτητικῶν ἀντωνυμιῶν συν- τάξεως. Αὗται δὴ προτασσόμεναι τῶν κτητικῶς νοουμένων ὀνομάτων 2.2.109 χωρὶς μὲν ἄρθρων πλῆθος παρεμφαίνουσιν, ἐμὸς οἰκέτης προσῆλθεν, καθὼς δὲ εἴπομεν, προσλαβοῦσαι ἄρθρον ὡς μοναδικὴν κτῆσιν παρεμφαί- νουσιν, ὁ ἐμὸς οἰκέτης παρεγένετο. διὸ καὶ λείπει τὰ τοιαῦτα ἄρθροις, σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεός {δ 512 }· περὶ ἑνὸς γὰρ τοῦ Ἀγαμέμνονος ἀποφαίνεται· πατὴρ δ᾽ ἐμὸς αὐτίκ᾽ ὀϊσθείς {Ι 453 }· μία γὰρ κτῆσις ἡ τῶν πατέρων. — 132. καὶ μᾶλλον τὸ ἑξῆς ἐστιν ὁ δὲ ἐμὸς πατὴρ ὀϊσθείς. εἰ γὰρ προτεθείη μὲν τὸ ὄνομα, ἐπενεχθείη δὲ ἡ ἀντωνυμία, πάντως καὶ τὸ τῆς ὑπάρξεως ῥῆμα ἐπενεχθήσεται, βεβαίωσιν τῷ κτήτορι δηλοῦν, ὁ πατὴρ ἐμός ἐστιν, ὁ ἀγρὸς ἐμός ἐστιν. εἰ μέντοι ἀναστραφείη ἡ ἀντωνυμία, ἡ ὑπόλοιπος χρῆσις τῶν ῥημάτων εὐπαράδεκτος, ὁ ἐμὸς πατὴρ τρέχει, νικᾷ, ὑβρίζει, ὑβρί- ζεται· εἰ δὲ καὶ τῷ ὁ πατὴρ ἐμός [ἐστι] προσθείημεν ἕτερον ἄρθρον, ἔχοι ἂν τὴν αὐτὴν σύνταξιν τῇ προειρημένῃ. τοῦ μὲν πρώτου ὁ πατὴρ ἐμός ἐστιν, τοῦ δὲ δευτέρου ὁ ἐμὸς πατὴρ φιλοσοφεῖ, τοῦ δὲ τρίτου ὁ πατὴρ ὁ ἐμὸς φιλοσοφεῖ. ἢ δώσει τις οὖν, ὡς ἔφαμεν, τὸ ἑξῆς εἶναι ὁ δὲ ἐμὸς πατὴρ ὀϊσθείς, ἢ ἑτέρου πρόσθεσιν ἄρθρου πρὸ τοῦ ἐμός, πάλιν τοῦ δέ ὑπερβιβαζομένου, ὁ δὲ πατὴρ ὁ ἐμὸς ὀϊσθείς. 133. Χρὴ δὲ γινώσκειν ὡς ἡ ἀντωνυμικὴ σύνταξις ἀρξαμένη ἀπα- ράδεκτός ἐστιν δύο ἄρθρων, ὁ ἐμὸς ἀγρός, ὁ ἐμὸς δοῦλος· καθὼς 2.2.110 πρόκειται δέ, ἡ τοῦ ὀνόματος πρόταξις καὶ δύο ἄρθρων ἐστὶν δεκτική, ὁ δοῦλος ὁ ἐμός, ὁ πατὴρ ὁ σός, τῶν δύο ἄρθρων δύο ἀναφορὰς διαφόρους δηλούντων. ἐν μὲν γὰρ τῷ ὁ δοῦλος τοιοῦτόν τί ἐστιν, οὐκ ἄλλος ἢ ἐκεῖνος ὁ πάλαι νοούμενος· ἐν δὲ τῷ ὁ σός ὁ οὐκ ἄλλου ἢ τοῦ ἔκπαλαι νοουμένου δεσπότου, καθὼς ἐπεδείξαμεν ἐν τῷ ὁ πατὴρ ὁ ἐκείνου. ὁμοίως δὲ κἀν τῷ ὁ πατὴρ ὁ ἐμός τὰ τῆς συντάξεως τὸν αὐτὸν ἐπέχει λόγον· τὸ γὰρ πρόσωπον τὸ τῆς ἀντωνυμίας, ὡς εἴπομεν, γενικῆς ἐστιν, εἰς ἣν καὶ μεταλαμβάνεται, ὁ πατήρ μου. (134. Καὶ ἔνθεν τρία ἄρθρα παραλαμβάνεται κατὰ δύο ὀνομάτων κατὰ τὴν προειρημένην τήρησιν, ὁ φίλος ὁ τοῦ ἀνθρώπου· διὰ μὲν τοῦ πρώτου οὐκ ἄλλος ἢ ὁ προεγνωσμένος, διὰ δὲ τοῦ δευτέρου οὐκ ἄλλου ἢ τοῦ προγινωσκομένου ἀνθρώπου, οὗ καὶ τὸ τρίτον ἐστὶν ἄρθρον. ἐν γοῦν τῷ ὁ πατὴρ ὁ τούτου οὐ προστίθεται τὸ τοῦ ἄρθρον, οὐδὲ ἐν τῷ ὁ πατὴρ ὁ ἐκείνου, ἐπεί γε οὐ δύνανται αἱ τοιαῦται γενικαὶ ἀντωνυμιῶν δεικτικαὶ οὖσαι ἄρθρον ἀναδέξασθαι, καθὼς ἐπεδείξαμεν.) 2.2.111 [ὁμοίως δὲ κἀν τῷ ὁ πατὴρ ὁ ἐμός τὰ τῆς συντάξεως τὸν αὐτὸν ἐπέχει λόγον· τὸ γὰρ πρόσωπον τὸ τῆς ἀντωνυμίας, ὡς εἴπομεν, γενι- κῆς ἐστιν, εἰς ἣν καὶ μεταλαμβάνεται, ὁ πατήρ μου.]. — 135. Μὴ παραλελείφθω δὲ κἀκεῖνο, ὡς τὰ ἐπιτρέχοντα πτωτικὰ τὴν τῶν προσηγορικῶν θέσιν, προσλαμβάνοντα κατ᾽ ἀρχὴν τοῦ λόγου ἄρθρον, ἐμποδίζει τὴν τοῦ ἑτέρου ἄρθρου παρείσδυσιν. οἷόν τε γάρ ἐστιν φάναι ὁ ἄνθρωπος ὁ ἀγαθός, οὐ μὴν ὁ ἀγαθὸς ὁ ἄνθρωπος· ὁ δοῦλος ὁ ἐμός, οὐ μὴν ὁ ἐμὸς ὁ δοῦλος· ὁ παῖς ὁ γράψας, οὐ μὴν ὁ γράψας ὁ παῖς. καὶ σαφὲς ὅτι αἰτία ἐστὶν τοιαύτη. ἐπεὶ γὰρ τὰ ἐπιθετικώτερον ἀκουόμενα φέρεται ἐπὶ τὰ ὑποκείμενα. οὐ μὴν τὰ ὑπο- κείμενα πάντως ἐπὶ τὰ ἐπιθετικά, εἴγε τὸ ἄνθρωπος οὐκ ἐπιζητεῖ τὸ λόγιος, τό γε μὴν λόγιος τὸ ἄνθρωπος, συμβαίνει καὶ τὴν συνοῦσαν ἀναφορὰν ἐν τῷ ὁ λόγιος συμφέρεσθαι ἐπὶ τὸ ἄνθρωπος, καὶ ὡς οὐκ ἔστι προσθεῖναι μετὰ τὸ λόγιος τὸ αὐτὸ ἐπιθετικὸν λόγιος, οὕτως οὐδὲ μετὰ τὸ ὁ ἐν τῷ ὁ λόγιος ἄνθρωπος ἕτερον ἄρθρον· προανενήνεκται γὰρ διὰ τοῦ συνόντος ἐπιθέτου. 2.2.112 136. Τρύφων { p 25 Vels. } φησὶν προτάττεσθαι καὶ τῶν ἄλλων πλαγίων τὸ ἄρθρον τὸ ὁ μετοχῆς ἐπιφερομένης καὶ τῆς οὗτος ἀντωνυ- μίας μετὰ ῥήματος τοῦ ἔστιν, ὁ τὸν ἄνθρωπον ὑβρίσας οὗτός ἐστιν. οὐδὲν δὲ κωλύει καθολικώτερον φάναι· καὶ εὐθείας οἱασδήποτε ῥημάτων τε τῶν ὕπαρξιν σημαινόντων ἢ ὀνομαστικὴν ἢ οὐσιώδη, ὁ τὸν ἄνθρωπον ὑβρίσας Θέων ὀνομάζεται, ὁ τὸν ἄνθρωπον λακτίσας ἵππος ἐστίν, ὁ τὸν ἄνθρωπον ὑβρίσας ἐγώ εἰμι· ἐπεξεργάσασθαί τε τὴν αἰτίαν οὕτως ἔχουσαν. — 137. Αἱ πλάγιαι συν- τάσσονται ταῖς εὐθείαις μεταξὺ πίπτοντος ῥήματος, οὗ τὰ τῆς δια- θέσεως ἐπὶ τὴν πλαγίαν μέτεισιν ἐκ τῆς συνούσης εὐθείας, τὸν ἄνθρω- πον ὕβρισεν Θέων, τὸν ἄνθρωπον ἐλάκτισεν ἵππος. ἐφ᾽ ἧς δὴ συντάξεως εἰ προσθείημεν τὸ ἄρθρον πρὸ τῆς ἐγκειμένης εὐθείας, μένει τὰ τοῦ λόγου, τὸν ἄνθρωπον ὕβρισεν ὁ Θέων, τὸν ἄνθρω- πον ἐλάκτισεν ὁ ἵππος· εἰ μέντοι πρὸ τῆς αἰτιατικῆς, οὐ γενήσεται τὰ τοῦ λόγου κατάλληλα, ὁ τὸν ἄνθρωπον ὕβρισε Θέων· τὸ γὰρ ἄρθρον ἀποστὰν τῆς εὐθείας τὸν λόγον παραφθείρει. καὶ ἔνθεν τὸ ῥῆμα μετοχὴ γίνεται, ἵνα ἀποδῷ τῷ ἄρθρῳ καὶ τὴν ὀρθὴν πτῶσιν καὶ 2.2.113 τὸ ἀρσενικὸν γένος. καὶ ἐπεὶ ἀδύνατόν ἐστιν δίχα ῥήματος λόγον συγ- κλείεσθαι, παραλαμβάνεται ῥῆμά τι τῶν ὕπαρξιν δηλούντων, ἵνα τὴν τοῦ δράσαντος προσώπου διάθεσιν δηλώσῃ, ἐπεὶ καὶ προσώπων ἡ μετοχὴ ἀμοιρεῖ, ὁ τὸν ἄνθρωπον ὑβρίσας Τρύφων ἐστίν ἢ Τρύφων ὀνομάζεται. — 138. Καὶ ἐπὶ τῶν ἀντωνυμιῶν αὐτὸ μόνον τὸ ἔστιν ἢ ἔγκλιμα τούτου παραλαμβάνεται, οὗτός ἐστιν ἢ οὗτος ἦν, ἐγώ εἰμι, σὺ εἶ· οὐσίας γὰρ μόνης εἰσὶ σημαντικαὶ αἱ ἀντωνυμίαι, ἥνπερ σημαίνει τὸ εἰμί· τοῖς δὲ ὀνόμασι τὸ ὀνομάζεται καὶ τὰ σύζυγα, ἐπεὶ ὀνομάτων ἴδιον τὸ ὀνομάζεσθαι ἢ καλεῖσθαι, ὁ τὸν ἄνθρωπον ὑβρίσας Τρύφων λέγεται ἢ καλεῖται. Οὐχὶ οὖν καὶ τὸ ἔστι συντάσσεται; Πάνυ εὐλόγως, ἐπεὶ ἐνυπάρχει τοῖς μὲν ὀνομαζομένοις τὸ οὐσιῶδες, οὐ μὴν τοῖς οὐσιώδεσιν ἡ ἰδία θέσις τῶν ὀνομάτων. οὐ γὰρ εἰ οὗτος, πάντως καὶ Ὀδυσσεύς· εἰ δέ τις Ὀδυσσεύς, πάντως καὶ οὗτος, οὗτος δ᾽ αὖ Λαερτιάδης πολύμητις Ὀδυσσεύς {Γ 200 }. 139. Αἱ τοιαῦται συντάξεις ἐγχωροῦσιν καὶ ἐπὶ γενικῶν καὶ ἐπὶ δοτικῶν, τῶν γενικῶν ἐξαίρετον ἐχουσῶν τὸ καὶ μετοχῆς μὴ ἐπιφερομένης 2.2.114 προσλαμβάνειν ἄρθρον, ὃ πάντως φέρεται ἐπὶ τὸ κτῆμα, ὃ ἐξ αὐτῆς μόνης νοεῖται, διὸ καὶ ἐξαίρετον ἔσχεν τὴν σύνταξιν, ὁ τοῦ ἀνθρώπου οἰκέτης ἔδραμεν. εἰ γὰρ μὴ τῇδε ἔχοι, ἐπὶ ῥῆμα δὲ φέροιτο, οὐδὲ προσλαμβάνει τὸ ἄρθρον, ἀνθρώπου ἀκούω, ἀγροῦ δεσπόζω. 140. Σὺν δυσὶν ἄρθροις λέγεται ἐν προσηγορικοῖς, καθ᾽ ἣν προ- εκτεθείμεθα σύνταξιν, τὸ τῆς ἐλάφου ἔκγονον, ὁ τοῦ ἀνθρώπου υἱός. μετὰ δὲ κυρίων οὐ λυπεῖ κἂν χωρὶς τοῦ ἰδίου ἄρθρου, ὁ Ἀρι- στάρχου γνώριμος, ὁ Ἀπολλωνίου φίλος. καὶ κατὰ τὸ τοιοῦτο κυρίου σύνταξιν ἀποφέρεται τὸ βασιλεύς· φαμὲν γὰρ ὁ βασιλέως οἰκέ- της παρεγένετο, τῶν ἄλλων προσηγορικῶν ἀπαραδέκτων ὄντων. Καὶ μήποτε εὐλόγως τὰ προσηγορικὰ δύο ἄρθρα αἰτεῖ. οὐ γὰρ ἔνδεκτον ἀναφέρεσθαι κτῆμά τινος, τοῦ κτήτορος μὴ οὐχὶ προαναφερομένου· ἢ γὰρ ἀμφότερα χωρὶς ἄρθρου, λέοντος σκυμνίον ἔδραμεν, ἢ ἀμφό- τερα συνανενεχθήσεται, τὸ τοῦ λέοντος σκυμνίον ἔδραμε. τὰ μέντοι κύρια διὰ τῆς ἰδίας θέσεως ἀναπολούμενα οὐχ οὕτως προσδέεται 2.2.115 τοῦ ἄρθρου. ταύτῃ μοι δοκεῖ εὐπαράδεκτον γίνεσθαι καὶ τὸ ὁ βασι- λέως οἰκέτης, καθὸ δυνάμει κύριόν ἐστιν ὄνομα τὸ ὁ βασιλεύς. νοεῖται γὰρ ἐκ τοῦ ἐπικρατοῦντος ὁ Πτολεμαῖος, καὶ μᾶλλόν γε ἰδιάζεται τοῦ Πτολεμαίου, εἴγε ὁμώνυμοι μὲν Πτολεμαῖοι, εἷς δὲ εἰς ὃν τὰ τῆς βα- σιλείας ἀνηνέχθη. 141. Ἔστιν δὲ καὶ ἑτέρα σύνταξις μετοχικὴ μετὰ ἀπαρεμφάτου ῥήματος καὶ τῆς ὑπολοίπου συντάξεως, ἣν προεκτεθείμεθα, ὁ τὸν ἄν- θρωπον θέλων ὑβρίσαι οὗτός ἐστιν. καὶ καθόλου ἡ τῶν προαιρε- τικῶν ῥημάτων σύνταξις εἰς μετοχὴν μεταλαμβανομένη οὕτω καθίστησιν τὸν λόγον. διότι μέντοι τὰ προαιρετικὰ ῥήματα ἐξαιρέτως ἀπαιτεῖ ἀπαρεμφάτων σύνταξιν, κατὰ τὸν δέοντα καιρὸν παραστήσομεν. (Κατὰ δὴ τὰς προειρημένας συντάξεις ἡ ἑκών μετοχὴ ἀποστήσεται τῆς τῶν μετοχῶν ἐννοίας· οὔτε γὰρ μετὰ ἀπαρεμφάτου συγκλείει λόγον οὔτε χωρὶς ἀπαρεμφάτου, ὁ τὸν ἄνθρωπον ἑκὼν ὑβρίσαι οὗτός ἐστι. 2.2.116 καὶ γὰρ χωρὶς τοῦ ἀπαρεμφάτου ἀκατάλληλος ὁ λόγος. εἴρηται ἡμῖν ἀκριβέστερον ἐν τῷ περὶ μετοχῶν ἡ αἰτία τῆς ἀκαταλληλότητος.) 142. Ἑξῆς ῥητέον καὶ περὶ τῶν ὑποτακτικῶν ἄρθρων, ἅπερ οὐ μόνον τάξει καὶ φωνῇ διαφέρει τῶν προτακτικῶν, ἀλλὰ καὶ ἐν συντά- ξει πάνυ διαφόρῳ. καὶ πρόδηλα μὲν τὰ διάφορα τῆς φωνῆς καὶ τῆς τάξεως, οὐ μὴν καὶ τὰ τῆς συντάξεως, περὶ ἧς καὶ προειλάμεθα ἐκθέσθαι. 143. Τὰ προτακτικὰ τῶν ἄρθρων συνοδεύει τοῖς ὀνόμασιν εἰς τὸ αὐτὸ ῥῆμα καὶ εἰς τὴν αὐτὴν μετοχήν, ἄνθρωπος περιπατεῖ, ἀνθρώπου ᾄδοντος ἤκουσα· καὶ ἔτι σὺν ἄρθρῳ. ὅπερ ἀδύνατον ἐγχωρῆσαι ἐν ὑποτακτικῷ, λέγω κατὰ ἑνικὴν σύνταξιν· ἑτέρου γὰρ πάντως ῥήματος 2.2.117 παρέμπτωσιν αἰτεῖ, ἦλθεν γραμματικὸς ὃς διελέξατο, ὃς ἀνέγνω, κἂν ἐν μεταβάσει γένηται τὰ τοῦ ῥήματος, λέγω ἐν ἑτέρῳ προσώπῳ, ἀνθρώπῳ ὡμίλησα ᾧ παρέσχον ξενίαν. εἰ μέντοι τις τῇ προ- κειμένῃ συντάξει προσδῷ τὰ προτακτικὰ ἄρθρα, ἀσύστατος ὁ λόγος γενήσεται, ὁ γραμματικὸς ἦλθεν διελέξατο, τῷ ἀνθρώπῳ ὡμίλησα παρέσχον ξενίαν, χωρὶς εἰ μὴ συμπλεκτικὸν σύνδεσμον λάβοιεν, δυνά- μενον εἰς κοινότητα τοῦ ἀνθρώπου παραλαμβάνεσθαι· καὶ προῦπτον ὅτι τὸν καί ἤ τινα τῶν τούτῳ ἰσοδυναμούντων, ὡς ἀκριβέστερον ἐντε- λῶς ἐπεδείξαμεν ἐν τῇ τῶν συνδέσμων συντάξει. καθίσταται γοῦν οὕτως, ὁ γραμματικὸς παρεγένετο καὶ διελέξατο, τῷ ἀνθρώπῳ ὡμί- λησα καὶ παρέσχον ξενίαν. — 144. Καὶ φυσικώτερόν πως ἔστιν τὸ τοιοῦτον ἐπινοῆσαι. ὡς ἔφαμεν, τὸ ὑποτακτικὸν ἄρθρον ἐπὶ ῥῆμα ἴδιον φέρεται, συνδεδεμένον διὰ τῆς ἀναφορᾶς τῷ προκειμένῳ ὀνόματι, καὶ ἐντεῦθεν ἁπλοῦν λόγον οὐ παριστάνει κατὰ τὴν τῶν δύο ῥημάτων σύνταξιν, λέγω τὴν ἐν τῷ ὀνόματι καὶ τὴν ἐν αὐτῷ τῷ ἄρθρῳ. ὅπερ 2.2.118 πάλιν παρείπετο τῷ καί συνδέσμῳ· κοινὸν μὲν παρελάμβανεν τὸ ὄνομα τὸ προκείμενον, συμπλέκων δὲ ἕτερον λόγον πάντως καὶ ἕτερον ῥῆμα παρελάμβανεν. καὶ οὕτω τὸ παρεγένετο ὁ γραμματικὸς ὃς διελέ- ξατο δυνάμει τὸ αὐτὸ ἀποτελεῖ τῷ ὁ γραμματικὸς παρεγένετο καὶ διελέξατο, ἐγγιζούσης καὶ τῆς ὀνομασίας τῶν μορίων· τὸ γὰρ συνηρτῆσθαι καὶ συνδεδέσθαι οὐ μακρὰν τῆς συνωνυμίας πέπτωκεν. 145. Ἔστιν δὲ καὶ ἄλλη σύνταξις ἰσοδυναμοῦσα τῇ ὑποτακτικῇ συντάξει τῶν ἄρθρων, ἡ διὰ τῶν ἀναφορικῶν ἀντωνυμιῶν, ἀνθρώπῳ ὡμίλησα καὶ αὐτῷ παρέσχον ξενίαν, [ὁ] γραμματικὸς παρεγέ- νετο καὶ οὗτος διελέξατο. πάλιν γὰρ ἡ ἐγκειμένη ἀναφορὰ ἐν τῷ ἄρθρῳ συνυπῆρχε ταῖς τοιαύταις ἀντωνυμίαις, καὶ ἔνθεν τὰ τοῦ λόγου καθίστατο ἐγγίζοντα ἑαυτῶν. — 146. Οὐχὶ οὖν ὑπολάβοι τις ὑφ᾽ ἓν μέρος λόγου πίπτειν τὰ μόρια; Οὐ πάντως· οὐ γὰρ ὅτι τὸ παρεπόμενον τοῖς ἄρθροις ἀπηνέγκαντο, καὶ ἄρθρα ἐστίν, εἴγε καὶ ἄλλοις διαφόροις διέστηκε τὰ μόρια. καὶ γὰρ καὶ τὰ ῥήματα τὸ εὔχρηστον τῶν κα- τ᾽ εὐθεῖαν ἀντωνυμιῶν ἀπηνέγκαντο, καὶ οὐ πάντως ἓν μέρος λόγου· πά- λιν γὰρ καὶ αὐτὰ πολλοῖς διέστηκεν ἰδιώμασιν. ἀλλὰ καὶ προεκτεθεί- μεθα ὅτι ἀντὶ τῶν ὑποτακτικῶν ἄρθρων ἀθροιστικὸς σύνδεσμος παρα- 2.2.119 λαμβάνεται, καὶ οὐχὶ ἓν μέρος λόγου οἱ ἀθροιστικοὶ σύνδεσμοι καὶ τὰ ἄρθρα. 147. ἀλλ᾽ οὐδὲ κατὰ τὴν αὐτὴν σύνταξιν συμφέρονται αἱ ἀντω- νυμίαι· αἰτοῦσιν γὰρ πάλιν τὸν σύνδεσμον, γραμματικὸς παρεγένετο καὶ οὗτος διελέξατο· προῦπτον ὅτι, εἰ ὑφέλοι τις τὸν σύνδεσμον, ἀσύνετα τὰ τοῦ λόγου γίνεται. (πρὸς οἷς καὶ δύναται καὶ δεικτικώτερον αὐτὸ τὸ πρόσωπον νοεῖσθαι, γραμματικὸς παρεγένετο καὶ οὗτος διελέξατο, λέγω δεικτικῶς· καὶ ἔτι ἐπὶ τῆς αὐτός ἀναφορικῆς τὸ κατ᾽ ἐξοχὴν πρόσωπον νοούμενον, γραμματικὸς παρεγένετο καὶ αὐτὸς διελέξατο, ὡς εἴ τις οὕτω λέγοι, ὁ δεσπότης, ὁ κύριος.) εἰ μέντοι τῇ ἀρθρικῇ συντάξει ἐπενθείη τις τὸν σύνδεσμον, σαφὲς ὅτι ἀφι- στάμενον τὸ ἄρθρον τοῦ συνηρτῆσθαι οὐκ ἀνοίσει τὸ προκείμενον ὄνομα, ἄλλο δέ τι ἀοριστωδῶς νοούμενον, ἀνθρώπῳ ὡμίλησα καὶ ᾧ ξενίαν παρέσχον. Πῶς οὖν τοσαύτης διαφορᾶς οὔσης παραδέξεταί τις τὸ ὑφ᾽ ἓν μέρος λόγου ὑπάγειν τὰ ἄρθρα καὶ τὰς ἀντωνυμίας; 148. Ἔτι τὰ ὑποτακτικὰ ἄρθρα ἀδιαφορεῖ πρὸς τὸ κατάλληλον τῆς πτώσεως τῶν προτασσομένων αὐτῶν ὀνομάτων, πρὸς ἃ καὶ ἀνα- πέμπει τὴν ἀναφοράν, ἄνθρωπος ἦλθεν ὃν ἐξένισα, φίλου ἤκουσα ᾧ καὶ πρώην συνέβαλον. καὶ ἐξ εὐθείας μὲν ὀνόματος παράθεσις 2.2.120 γίνεται καὶ πλαγίας πτώσεως, ἐπὰν ἑτέρῳ προσώπῳ ἡ διάθεσις τοῦ ῥήματος προσγίνηται· ἐκ δὲ πλαγίας ὀνόματος εὐθείας ἐπιφέρεται ἄρθρα, ἐπὰν ἡ τοῦ ἄρθρου ἀναφορὰ τὸ ῥῆμα προσνείμῃ τῷ προκειμένῳ ὀνόματι τῷ κατὰ τὴν πλαγίαν. τότε γὰρ δύο εὐθεῖαι νοοῦνται, λέγω τοῦ ὀνό- ματος καὶ τοῦ ὑποτακτικοῦ ἄρθρου, ὅταν τὸ αὐτὸ πρόσωπον τὰς δύο διαθέσεις συνέχῃ. 149. τοῦ μὲν οὖν πρώτου γραμματικὸς ἦλθεν ᾧ ὁ Τρύφων ὡμίλησεν· ἐν γὰρ τῇ εὐθείᾳ τοῦ Τρύφων τὰ τοῦ ῥήμα- τος ἐνεγένετο· τοῦ δὲ δευτέρου ἄνδρα μοι ἔννεπε, Μοῦσα, πολύτροπον, ὃς μάλα πολλά πλάγχθη {α 1 }· οὐλομένην, ἣ μυρί᾽ Ἀχαιοῖς {Α 2 }· ἦσαν μὲν γὰρ πλάγιαι, τῆς [δὲ] διαθέσεως ἠρτημένης ἐκ τῶν Μουσῶν, αἱ δ᾽ εὐθεῖαι ἐπηνέχθησαν διὰ τὸ τὸν ἄνδρα τὴν διάθεσιν ἀναδεδέ- χθαι καὶ ἔτι τὴν μῆνιν· ἔστι γὰρ ὃς ἐπλάγχθη, ἣ ἔθηκε μυρία κακὰ τοῖς Ἕλλησι. καὶ ἔτι τοῦ τρίτου ἦ κε μέγ᾽ οἰμώξειε γέρων ἱππηλάτα Πηλεύς, ὅς ποτέ μ᾽ εἰρόμενος μέγ᾽ ἐγήθεεν {Η 125 et 127 }· καὶ γὰρ τὸ οἰμώξειεν ἐπὶ τοῦ Πηλέως τέθεικε καὶ τὸ γηθῆσαι. 150. Ταύτῃ μοι δοκεῖ καὶ ἀκαταλλήλως κείμενα τὰ ἄρθρα πρὸς τὰ προκείμενα πτωτικὰ λόγον κατάλληλον συγκλείειν, καθό, τοῖς ῥή- 2.2.121 μασι κατακλείοντα λόγον, τὴν τούτοις συνοδεύουσαν πτῶσιν μεταλαμβά- νει, ὥστε τὴν ἀναφορὰν μὲν χαρίζεσθαι τῷ ὀνόματι, τὴν δὲ πτῶσιν τῷ ῥήματι, διεπεμψάμην φίλῳ ὃν καὶ Τρύφων γινώσκει, εἴγε τὸ γινώσκει αἰτιατικὴν ἀπαιτεῖ. Ἔτι τὸ Ἀρίσταρχός ἐστιν ὁ ἐξηγη- σάμενος τὰ ποιήματα προφανῶς ἀνελλειπές ἐστιν· εἰ μέντοι ἀντὶ τοῦ ὁ τὸ ὅς τις θείη, οὐκέτι, Ἀρίσταρχός ἐστιν ὃς ἐξηγησάμενος τὰ ποιήματα. καὶ φαίνεται ὅτι, καθὼς προείπομεν, διὰ τὴν ἰδιότητα τοῦ ὑποτακτικοῦ ἄρθρου· προσλαβὸν γοῦν τὸ ῥῆμα ἀπαρτίζει τὸν λόγον, Ἀρίσταρχός ἐστιν ὃς ἐξηγησάμενος τὰ ποιήματα ἐθαυμάσθη. 151. Προφανὲς οὖν ὅτι τὰ τῇ φωνῇ προτακτικὰ ἄρθρα οὐκ ἄλλως ἐπινοηθήσεται ὅτι ἀνθ᾽ ὑποτακτικῶν ἐστιν, εἰ μὴ ἐπὶ ῥῆμα φέροιτο, ὅ- περ ἴδιον ὑποτακτικῶν, ἤδη καὶ τῆς τάξεως [καὶ τῆς φωνῆς] τὸ τοιοῦτον ἐνδεικνυμένης, ὡς ἔχει τὸ τῷ οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει {Φ 194 }. 2.2.122 καὶ γὰρ ἕνεκα τῆς τάξεως· μετὰ γὰρ τὸ ὄνομα τέθειται· [καὶ ἕνεκα τῆς φωνῆς· ἀπὸ γὰρ τοῦ τ ἤρξατο, τῶν ὑποτακτικῶν δίχα τοῦ τ λεγομένων·] καὶ ἔτι τῆς συντάξεως· φέρεται γὰρ ἐπὶ τὸ ἰσοφαρίζει. — Πότε μέντοι τὰ τοιαῦτα τῶν ἄρθρων οὔτε ὑποτακτικὰ εἶναι δύναται ἄρθρα οὔτε προτακτικά, ἀλλ᾽ ἢ ἀντωνυμικὰ ἢ ἀοριστούμενα μόρια, ἐπὰν τὰς συν- τάξεις ἐπίωμεν τῶν ἀντωνυμιῶν, παραστήσομεν. 152. Τούτων τῇδε ἐχόντων ἐπιστατέον τὸ καὶ θώρηχ᾽· ὃ γὰρ ἦν οἱ, ἀπώλεσε πιστὸς ἑταῖρος {Σ 460 }, πότερον τὸ ὁ προτακτικόν ἐστιν πρὸς τὸ πιστὸς ἑταῖρος, ἢ ἀνθ᾽ ὑπο- τακτικοῦ ἐστιν τοῦ ὅς, ἀναφερόμενον πρὸς τὸ θώρηκα, ἢ πρὸς τὸ ἑταῖ- 2.2.123 ρος καθ᾽ ὑποτακτικὴν σύνταξιν εἴρηται. ἀνέφικτον οὖν προτακτικὸν αὐτὸ παραδέξασθαι· οὐ γὰρ μετὰ προτακτικὸν ἄρθρον ῥῆμά ποτε ἐπι- φέρεται, ἐπιφέρεται δὲ τὸ ἦν. ὃ οὐκ ἄλλο τι ἀπαιτήσει ἢ ὑποτακτικὸν ἄρθρον, ὅπερ οὐ πιθανὸν ἐπὶ τὸν θώρακα ἀναφέρεσθαι· οὐ γὰρ τοῦτον μόνον ἀπώλεσεν ὁ Πάτροκλος· ἅμα γὰρ ἀσπίδα καὶ τρυφάλειαν καὶ καλὰς κνημῖδας ἐπὶ σφυρίοις ἀραρυίας καὶ θώρηκα {Σ 458--460 }. καὶ ἐάν τις τὸ τοιοῦτο παρῇ, ἔτι μάχεται τὸ ἀκατάλληλον τοῦ λόγου. δοθήσεται γὰρ ὅτι ἡ ὕπαρξις τοῦ θώρακος διὰ τῆς τοῦ ἄρθρου συν- τάξεως νοεῖται, καθὼς προὐπεδείξαμεν· καὶ εἰ τοῦτο, πῶς τὸ πιστὸς ἑταῖρος συναρτηθήσεται μετὰ ῥήματος ἑτέρας εὐθείας νοουμένης σὺν ἑτέρῳ ῥήματι τῷ ἦν; πότε δύο εὐθεῖαι κατάλληλον λόγον ἐποίησαν; 2.2.124 ἄμεινον οὖν ἐκεῖνο φάναι, ὡς πλαγία καὶ εὐθεῖα κατάλληλον λόγον ποιεῖ. — 153. ἡ οὖν εὐθεῖα ἡ διὰ τοῦ ὅ εἰς τὴν αὐτὴν εὐθεῖαν παρα- λαμβανέσθω τοῦ ἑταῖρος, ὃς ἦν αὐτῷ πιστὸς ἑταῖρος, ἀπώλεσε τὰ προκατειλεγμένα, λέγω ἀσπίδα καὶ τρυφάλειαν καὶ καλὰς κνημῖδας καὶ θώρηκα· ἕτερα γὰρ ἀντὶ τούτων ἁπάντων ἐξαιτεῖται. χωρὶς εἰ μὴ θέλοι τις αἰτιατικὴν ἔξωθεν προσνεῖμαι, ἐφ᾽ ἣν πάντως ἐνεχθήσεται τὸ ἀπώλεσεν καὶ ἡ πρόθεσις τοῦ ἄρθρου γένοιτο τοῦ ὅς, καὶ θώρηχ᾽· ὃς γὰρ ὑπῆρχεν αὐτῷ, τοῦτον ἀπώλεσεν ὁ πιστὸς ἑταῖρος. 154. Καὶ παρὰ Ἀλκαίῳ οἱ περὶ Ἀπίωνα τὸν Μόχθον τὸ Κυλλάνας ο μέδεις { fr. 5 Bergk4 } 2.2.125 ἐν ῥήματος συντάξει ἤκουον, οὐ παραδεχόμενοι μετοχὴν τοιαύτην ἐκ βαρυτόνου ῥήματος, εἴγε τῆς τοιαύτης λήξεως οὐκ ἔχονται κατὰ τὸ κοινὸν ἐκ βαρυτόνων οὖσαι ῥημάτων. ἀλλὰ καὶ πρὸς τὸ τοιοῦτον ἐδείκνυτο ὡς καὶ περισπώμενον εἴη ῥῆμα τὸ μεδῶ, ἔνθεν καὶ τὸ Δωδώνης μεδέων {Π 234 }, ἀφ᾽ οὗ τὸ μέδημι, ὡς οἴκημι, καὶ ἔτι ἡ μέδεις συνοῦσα μετοχὴ κατὰ τὸ ἀκόλουθον. κἀκ τῆς γραφῆς δὲ συνηλέγχοντο, οὐκ οὔσης ποτὲ διὰ τοῦ ει κατὰ πᾶν δεύτερον πρόσωπον παρ᾽ Αἰολεῦσιν. 155. Τὰ ὑποτακτικὰ ἄρθρα τότε μὲν ἐν κοινότητι ἔχει τὸ ῥῆμα, ὅταν καὶ ἐπιμερίζῃ τὰ πρόσωπα τὰ προϋποκείμενα. φέρε γὰρ οὕτω φάναι, διέπτησαν ἀετοὶ ὃς μὲν ἀπὸ ἀνατολῆς, ὃς δὲ ἀπὸ δύ- σεως, ἢ καὶ ἔτι ἐπὶ τῆς τοιαύτης συντάξεως, 2.2.126 Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν, οἳ μὲν δυσομένου Ὑπερίονος, οἳ δ᾽ ἀνιόντος {α 23. 24 }. μετὰ τὸ Αἰθίοπας ἐπιφέρει ὑποτακτικὸν ἄρθρον τὸ οἵ, ὅπερ συνηθέστερον διὰ τοῦ τ Ὅμηρός φησιν, τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν. καὶ σαφές ἐστιν ὅτι ἡ τοῦ δεδαίαται σύνταξις φέρεται πρὸς τὴν πλη- θυντικὴν εὐθεῖαν, ἥτις κατὰ τὸ ἑξῆς ἐπιμεριζομένη πρὸς τὴν τῶν Αἰ- θιόπων διάστασιν κοινὸν παραλαμβάνει τὸ ῥῆμα μετὰ τῶν ὑποτακτικῶν ἄρθρων. [Αἰθίοπες, τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν, οἳ μὲν δυσομένου Ὑπερίονος, οἳ δ᾽ ἀνιόντος.] 156. ὡς εἰ καὶ ἐπ᾽ ἐκείνου τοῦ σχήματος προστεθείη ῥῆμα, πάλιν τὸ ἐξ αὐτοῦ ἐπιμεριζόμενον ἀνενδοίαστον ἔσται, οἱ δὲ δύο σκόπελοι ἱκάνουσιν ὃς μὲν ἄχρι τοῦ οὐρανοῦ, ὃς δὲ ἄχρι τοῦ Ὀλύμπου { ex μ 73 }. οὐ προϋπόντος γὰρ τοῦ τοιούτου ἀνάγκη πᾶσα τῷ ὑποτακτικῷ ἄρθρῳ 2.2.127 προσγίνεσθαι τὸ ῥῆμα τήν τε προϋποῦσαν εὐθεῖαν, καθὼς ἐπεδείξαμεν, εἰς γενικὴν μετελθεῖν. αὕτη γὰρ μόνη μὴ προσλαβοῦσα ῥῆμα ἐπιμερί- ζεται εἰς τὰ ἐξ αὐτῆς πρόσωπα νοούμενα, αἵ γε μὴν ἄλλαι πτώσεις οὐκέτι, εἰ μὴ προσλάβοιεν ῥῆμα· Νεστορίδαι δ᾽ ὁ μὲν οὔτασ᾽ Ἀτύμνιον {Π 317 }. προφανῶς γὰρ πάλιν τὸ ὁ ἀντὶ τοῦ ὅς ἐστιν, χωρὶς εἰ μὴ πτωτικὸν λείπει, οὗ προηγήσεται πάντως τὸ ὁ προτακτικὸν ἄρθρον, ἔχοντος τοῦ λόγου τῇδε, τῶν Νεστοριδῶν ὁ μὲν ἕτερος οὔτασ᾽ Ἀτύμνιον, τῶν δύο σκοπέλων ὁ μὲν ἕτερος οὐρανὸν ἵκει. 157. καθὸ ἄν τις κἀκεῖνο ἐπιστήσειε, καί μιν πειραίνουσι δύω πόλοι ἀμφοτέρωθεν, ἀλλ᾽ ὁ μὲν οὐκ ἐπίοπτος { Arat. Phaen. 24--25 }, πάλιν τοῦ ἐντελοῦς ὄντος ἀλλ᾽ ὃς μὲν οὐκ ἐπίοπτος· ἀπὸ γὰρ κοινοῦ τοῦ πειραίνουσι δυνάμει ἔχει ἐγκείμενον ῥῆμα τὸ πειραίνει, ἐφ᾽ ὃ καὶ φέρεται. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ἐπιφερομένου λόγου, ὁ δ᾽ ἀντίος· 2.2.128 πάλιν πειραίνει τὸν ἄξονα. τοῦτο γὰρ συμφράζεται· ὃς δ᾽ ἐπίοπτος ὤν· ἐκ γὰρ τοῦ βορεινοῦ ὕψους ἀντίος ἐστὶ τῷ τοῦ Ὠκεανοῦ. 2.2.129 1. Τῇ προεκδοθείσῃ συντάξει τῶν ἄρθρων ἀκόλουθον ὑπολαμβάνω καὶ περὶ τῆς τῶν ἀντωνυμιῶν συντάξεως διαλαβεῖν· ἐκεῖνα μὲν γὰρ μετ᾽ ὀνομάτων ἐν τοῖς λόγοις παρελαμβάνετο, αὗται δὲ ἀντ᾽ ὀνομάτων, οὐ παραδεχόμεναι τὴν τούτων προτακτικὴν σύνταξιν καθ᾽ ἃς προ- εκτεθείμεθα αἰτίας. 2. Καὶ σαφές ἐστιν ὅτι ἕνεκα τοῦ τοιούτου καὶ πτώσεων ἐγένοντο δεκτικαί, ἵνα κατὰ παντὸς τοῦ ὀνόματος ἀνθυπέλθωσιν, καὶ προσώπων ἁπάντων διακριτικαί, ἵνα τὸ ἐλλειπὲς τοῦ ὀνόματος, λέγω τὴν τῶν προσώπων διάκρισιν, αὗται ἀνθυπενεχθεῖσαι ἀναπληρώσωσιν, καὶ τοῦ μὲν ὀνόματος ἔχωσι τὴν πτῶσιν, τοῦ δὲ ῥήματος τὸ πρόσωπον. 2.2.130 3. Ἔνθεν δι᾽ ὅλου κλίνονται, δύο τὰς γενικωτάτας κλίσεις ἀποσπά- σασαι, καὶ οὐ κατὰ σύγχυσιν, ἀλλὰ κατὰ μερισμὸν τὸν δέοντα· τῷ μὲν γὰρ τέλει ἐνῆκε τὴν πτωτικὴν κλίσιν, τῷ δὲ ἄρχοντι τὸν τῶν προσώ- πων ἐπιμερισμόν· σαφὲς γὰρ ὅτι, εἰ κατὰ τὸ αὐτὸ μέρος αἱ δύο κλίσεις ἐνεγένοντο, συνέβη ἂν τῆς μὲν πτώσεως τὸ ἑτεροιούμενον ἀποτρίβεσθαι τὸ τοῦ προσώπου διακριτικόν, καὶ ἔμπαλιν τοῦ προσώπου μεταβαίνον- τος παραφθείρεσθαι τὸ τῆς πτώσεως ἰδίωμα. δι᾽ ὃ πτῶσιν μὲν διακρί- νουσα ἀποτελεῖ τὸ ἐμοῦ καὶ ἐμοί καὶ ἐμέ, πρόσωπον δὲ τὸ ἐμοῦ — σοῦ 2.2.131 πρόσωπον δὲ καὶ πτῶσιν τὸ ἐμοῦ — σοί· καὶ ἐν ἅπασιν ὥρισται τοῖς προκατειλεγμένοις διὰ τὸ ἐν ἑκατέρῳ μέρει ἐγχωρῆσαν ἰδίωμα. (ἑκάτεραι γοῦν αἱ κλίσεις ἀποστᾶσαι ἐπὶ τὰ ἴδια μόρια, λέγω τὸ ὄνομα καὶ τὸ ῥῆμα, τῷ τέλει συνεχρῶντο κατὰ τὴν κλίσιν, καλός καλοῦ, γράφω γράφεις γράφει, οὐκ ἀπιθάνως καὶ τῆς ἀντωνυμίας χρησαμένης τῇ ὑποστολῇ τοῦ ς, οὔσῃ διακριτικῇ τρίτου προσώπου, σοί — οἷ, ὡς εἰ καὶ λέγεις λέγει). — 4. Εὔηθες μέντοι ὑπολαμβάνω, εἰ ἐξεργάσεταί τις διὰ τί μὴ μᾶλλον τὸ τέλος [οὐ] προσεχώρει τῷ προσώπῳ, καθάπερ ἐπὶ τῶν ῥημάτων, ἤπερ τὸ ἄρχον. ἔδει γὰρ ἅπαξ ἐν ἑνὶ μέρει προσχωρῆσαι 2.2.132 τὸ τέλος, καὶ εἰ ἔστιν εἰπεῖν, εὐλόγως τῷ πτωτικῷ, εἴγε καὶ πρότερον τοῦ ῥήματος τὸ ὄνομα, καθὼς ἐπεδείξαμεν, καὶ δῆλον ὅτι τὸ τούτου ἰδίωμα ἐπικρατήσει τοῦ τέλους, λέγω τὴν πτῶσιν. πρὸς οἷς καὶ ἀντωνυ- μία ἐστὶν τὸ ἀντ᾽ ὀνόματος παραλαμβανόμενον καὶ ὄνομα μιμούμενον, καὶ σαφὲς ὅτι ἐπακολούθημά ἐστιν τὸ ἐγγινόμενον πρόσωπον. καὶ εἰ τὰ τέλη ἐπικρατεῖ τῶν μερῶν τοῦ λόγου, τὸ δὲ τέλος τῆς ἀντωνυμίας πτῶσίς ἐστιν, ἐπικρατήσει ἄρα διὰ τοῦ τέλους τὸ καλεῖσθαι ἀντωνυμία, κἂν ῥήματος ἰδίωμα παρεισδύηται, λέγω τὸ πρόσωπον. 5. Εὔλογον ἡγοῦμαι πρὸ τῆς κατὰ μέρος συντάξεως προδιασαφῆσαι τᾲ ἐπακολουθοῦντα ἰδιώματα τοῖς μορίοις ὑπὲρ τοῦ τὴν εἰρησομένην διδασκαλίαν τῆς συντάξεως εὐσυνοπτοτέραν γενέσθαι. 6. Πρόκειται μὲν οὖν ἡ ἐξαίρετος κλίσις κατ᾽ ἀμφότερα μέρη, 2.2.133 σύνεστιν δὲ δεῖξις διττή, ἡ κατὰ ἀπόλυτον ἐκφοράν, ἔπαισέ με (φανερὸν γὰρ ὅτι δεῖξις, ἀλλ᾽ οὐκ ἐπιτεταμένη οὐδὲ πρός τι ἀνατεινομένη), καὶ ἀντιδιασταλτική, ἐμὲ αὐτὸν ἔπαισε· πρόδηλον γὰρ ὅτι ἐπιτέταται τὰ τῆς δείξεως, καθάπερ τὰ ἐν τῇ ποιότητι ἐπινοεῖται. λευκός ἀπολελυ- μένην ἔχει τὴν ποιότητα, ἐπιτεταμένην δὲ ἐν τῷ λευκότερος πρὸς ἕτερον πρόσωπον ὃ πάντως ἐπιζητοῦμεν. ᾧ λόγῳ καὶ τὸ ἐμέ ἐπιτεῖναν τὴν δεῖξιν ἀπῄτησε πρὸς ὃ ἐπετάθη. δι᾽ ὅ τι μέντοι ἐν ἁπάσαις τὸ τοιοῦτον οὐκ ἐγχωρεῖ, ἐν τοῖς κατὰ μέρος εἰρήσεται. 7. Καλοῦνται αἱ ἐντελεῖς κατὰ τὴν φωνὴν καὶ τὸν διεγηγερμένον τόνον ὀρθοτονούμεναι, τάχα συνωνυμοῦντος τοῦ ὀρθοῦ καὶ τοῦ ὑγιοῦς· αἱ δὲ τὸν τόνον μετατιθεῖσαι ὡσπερεὶ βάρος ἀπὸ τῶν ἐγκλινόντων τὰ βάρη ἐφ᾽ ἕτερον σῶμα ἐγκλιτικαί· εἴγε τὸ σοὶ μὲν ἐγώ, σὺ δ᾽ ἐμοί {Δ 63 } μετὰ τῆς ἐντελοῦς γραφῆς καὶ τὸν ἴδιον τόνον ἔχει, τὸ δὲ καί μοι ταῦτ᾽ ἀγόρευσον {ν 232 } παρῆκεν μὲν τὴν γραφήν, μετέθηκεν δὲ καὶ τὸν τόνον. 2.2.134 8. Παρέπεται καὶ ἀναφορὰ κατὰ τὸ τρίτον πρόσωπον, δι᾽ ἧς τὰ προκατειλεγμένα ὀνόματα ἀναπολούμενα ἀντονομάζεται, Ζεὺς δ᾽ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσεν, .... αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινώ {Ν 1. 3 }. — 9. Ἐπεδείξαμεν ἐν τοῖς προεκδοθεῖσιν ὡς αἱ τοιαῦται τῶν ἀντωνυ- μιῶν οὐχ ὡς ἔτυχον ἀνθ᾽ ἁπλῶν ὀνομάτων παρειλημμέναι εἰσίν, ἀλλὰ δυνάμει ἀντὶ τῶν μετὰ ἄρθρων παραλαμβανομένων. οὐ γὰρ μόνον ἀντωνόμασται, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων ἔστιν ἀντωνυμιῶν ἐπινοῆσαι, ἀλλὰ καὶ ἀναφέρεται, ὅπερ οὐκ ὀνομάτων ἴδιον, εἰ μὴ προσλάβοιεν τὰ ἄρθρα. 10. ἔστιν καὶ οὕτως φάναι· δι᾽ οὗ ἀντονομάζεται προ- κατειλεγμένου, διὰ τούτου ἐπιδέξεται τὴν ἀναφοράν, εἴγε ἰδίωμα ἀναφο- ρᾶς προκατειλεγμένου προσώπου δευτέρα γνῶσις, ἣν ἐπαγγέλλεται ἡ αὐτός ἀντωνυμία. 2.2.135 11. Δεδείξεται γὰρ ἐν τοῖς ἑξῆς ὡς αἱ δεικτικαὶ οὐκ εἰρημένων τῶν ὀνομάτων ἀνθυπηνέχθησαν, ἀλλ᾽ οὐ δυναμένων παραληφθῆναι. Καὶ οὕτως μερίζονται εἰς δεικτικὰς καὶ ἀναφορικὰς εἰς μίαν ὀνομασίαν συνελθοῦσαι· κατὰ γὰρ ἑκατέρας τὰς διαφορὰς ἓν συνάγεται τὸ ἀντονο- μάζεσθαι. ἢ γὰρ μὴ δυναμένων τῶν ὀνομάτων αὗται παραλαμβάνονται, ἢ εἰρημένων μέν, πάλιν δὲ μὴ δυναμένων παραλαμβάνεσθαι. εἰ γάρ τις ἀντὶ τοῦ αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινώ {Ν 3 } ἀντιθῇ τὸ Ζεύς, οὐ συνάξει τοὺς δύο λόγους κατὰ τοῦ Διός, ὡς ἀρχὴν δὲ λόγου ποιήσεται. ὁ αὐτὸς δὲ λόγος ἐπὶ ἁπασῶν τῶν οὕτως παρα- λαμβανομένων· παρὸν γὰρ ἀντὶ τῶν ἀναφορικῶν τὰ ὀνόματα θέσθαι καὶ τὰ τοῦ λόγου ἀλλοιῶσαι. 12. ὁπηνίκα μέντοι τὸ ἐκεῖνος καὶ τὸ 2.2.136 οὗτος οὐ δεικνῦσιν τὰ ὑπ᾽ ὄψιν, ἀναφέρουσι δέ, δεῖ νοεῖν ὅτι ἡ ἐκ τούτων δεῖξις ἐπὶ τὸν νοῦν φέρεται, ὥστε τὰς μὲν τῆς ὄψεως εἶναι δείξεις, τὰς δὲ τοῦ νοῦ. φύσει γοῦν οὖσαι δεικτικαὶ καὶ τὸ ἀντικείμενον ἄρθρον τῇ συντάξει οὐ παραλαμβάνουσιν. 13. Καὶ ἔτι ἐξαιρέτως καὶ τὰ τρίτα πρόσωπα ἐν διαφόροις φωναῖς διάφορα τρίτα ἀποτελοῦσιν, τῶν ῥημάτων διὰ μιᾶς φωνῆς ἐπὶ πλείονα πρόσωπα συντεινόντων, γράφει Διονύσιος ἢ Τρύφων ἤ τις ἄλλος τῶν δυναμένων τὸ πρᾶγμα παραδέξασθαι. οὐ μὴν ἐπὶ τῶν ἀντωνυμιῶν, εἴγε ἀναφορικὴ μὲν ἡ αὐτός, δεικτικὴ δὲ ἡ ἐκεῖνος καὶ ἔτι ἡ οὗτος, διαφέρουσα τῷ διαστήματι τῆς δείξεως. ὁ αὐτὸς λόγος κἀπὶ τῆς ὅδε. 14. Καὶ ἐπεὶ ἔφαμεν τὰς δεικτικὰς ἐπιτείνεσθαι εἰς πλείονα δεῖξιν, αἱ δὲ προκείμεναι φωναὶ οὐκ ἠδύναντο τὸ δισσὸν τοῦ τόνου ἀναδέξα- 2.2.137 σθαι, καθάπερ ἡ ἐμοῦ καὶ ἐμοί καὶ αἱ σύζυγοι, διὰ τὴν ἐπὶ τέλους βαρεῖαν, εἰς παραγωγὴν τὴν διὰ τοῦ ι μετῆλθον, ἐπισπώμεναι κατὰ τοῦ τέλους τὴν ὀξεῖαν εἰς ἐμφανισμὸν τῆς πλείονος ἐπιτάσεως, καθάπερ καὶ αἱ προκατειλεγμέναι κατὰ πρῶτον καὶ δεύτερον πρόσωπον, ἐκεινοσί οὑτοσί ὁδί. (προῦπτον γὰρ ὅτι στερομένη ἡ αὐτός τῆς δείξεως συνεστέρετο καὶ παραγωγῆς τῆς ἐπαγομένης ἐπὶ πλείονα δεῖξιν.) δοκεῖ δέ μοι μηδὲ ἀλλοτρίως ἡ παραγωγὴ τοῦ ι παραδεδέχθαι· ἦν γὰρ τοῦτο θεματικὸν ἐν τρίτῳ προσώπῳ τῆς εὐθείας. 15. Πῶς οὖν οὐκ εὐήθεις οἱ περὶ Ἅβρωνα καταδραμόντες Ἀρι- στάρχου ὡς οὐ δεόντως φαμένου κατὰ πρόσωπα συζύγους τὰς ἀντωνυ- 2.2.138 μίας, καθὸ κοινὸς ὁ ὅρος καὶ ῥημάτων, καὶ μᾶλλόν γε αὐτῶν. συζυγοῦσιν γὰρ αἱ φωναὶ κατά τε ποιότητα τῶν στοιχείων καὶ κατὰ ποσότητα τῶν συλλαβῶν, καὶ φαίνεται ὅτι καὶ κατὰ χρόνον καὶ τάσιν· ταῖς γε μὴν ἀντωνυμίαις οὐ συνῆν τὸ τοιοῦτον, εἴγε αἱ πλείους ἀσύζυγοι, ὡς σαφές ἐστιν τοῖς κλίνασιν τὰς ἀντωνυμίας. Φαίνεται γὰρ ὅτι ὁ μὲν Ἀρί- σταρχος οὐ τὴν φωνὴν ὡρίσατο τῆς ἀντωνυμίας, ἀλλὰ τὸ ἐξ αὐτῆς παρυφιστάμενον, καθὼς καὶ ἅπαντες οἱ ὅροι ἔχουσιν. φασὶν γοῦν ἀσυνάρθρους ἀντωνυμίας, καὶ ὅσον ἐπὶ τῇ φωνῇ, οὐκ εἰσὶν ἀσύναρθροι, ἐπεί φαμεν ἡ ἐγώ μόνως ὀρθοτονεῖται, ἡ ἔγωγε Ἀττική ἐστιν. — 16. Ἐκεῖνο οὖν ἀντωνυμία, τὸ μετὰ δείξεως ἢ ἀναφορᾶς ἀντονομαζό- μενον, ᾧ οὐ σύνεστιν τὸ ἄρθρον. ἰδοὺ οὖν [ἡ δεῖξις καὶ] ὁ ὁρισμὸς τῶν προσώπων ἄχρι τοῦ τρίτου διῆλθεν· καὶ γὰρ ἀναφερόμεναι ὁρίζονται, καθὸ τὰ πρόσωπα ἐγνώσθη, καὶ δεικνύμεναι, καθὸ τὰ πρόσωπα ὑπ᾽ ὄ- ψιν ἐστί. καὶ τοῦτό ἐστιν ἡ συζυγία τῶν ἀντωνυμιῶν. τὰ γὰρ ῥήματα ἀσύζυγα· ὁριζόμενα γὰρ κατὰ πρῶτον καὶ δεύτερον ἀοριστοῦται κατὰ τὸ τρίτον, τοῦ ἀστράπτει καὶ τῶν τοιούτων ὑποστελλομένων, καθὸ ἡ τοιαύτη ἐνέργεια ἐξαιρέτως τῷ Διὶ ἀναπέμπεται, ὥστε οὐ τὸ ῥῆμα 2.2.139 ὥρισται, ὁ δὲ τούτου τὴν διάθεσιν ἐνεργῶν. — 17. Πρόδηλος οὖν ἡ πολυμερὴς τῶν φωνῶν θέσις ὑπὲρ τοῦ μὴ διὰ μιᾶς φωνῆς διάφορα πρόσωπα λέγεσθαι. παρηκολούθησεν γὰρ τὸ καὶ αὐτὰς ἐν τρίτοις ἀορι- στοῦσθαι, εἴγε μία λέξις πλείονα σημαίνουσα ἀορίστου παρεμπτώσεως αἰτία γίνεται. 18. Ἔτι τὰ μὲν ἄλλα τῶν πτωτικῶν ἀπ᾽ εὐθείας λημματιζομένης γενικὴν καὶ τὰς ὑπολοίπους πτώσεις πρὸς ἀκολουθίαν τῆς εὐθείας ἀποτελεῖ, οὐχ ὑποστελλομένου τοῦ ἄρθρου, εἴγε καὶ αὐτὸ ἐδείχθη ἐν τῇ δεούσῃ ἀκολουθίᾳ κεκλιμένον· αἱ δὲ προκείμεναι πρωτότυποι ἀντωνυ- μίαι θεματικώτερον ἐκλίθησαν, οὐ δυναμένης τῆς ἐγώ κατὰ λόγον τῶν πτωτικῶν τὴν ἐμοῦ γενικὴν παραδέξασθαι, οὐδὲ μὴν τῆς ἐμοῦ τὴν 2.2.140 ἐμοί ἢ ἐμέ, δεόντως καὶ τῶν παρεπομένων ἀριθμῶν ἐξαλλαγέντων πάλιν θεματικῶς. ἀδύνατον γὰρ τὴν μὴ κλιθεῖσαν γενικὴν ἐξ εὐθείας ἀριθμὸν ἀκόλουθον παραστῆσαι· κλιθεῖσα γὰρ συγκλίνει τοὺς ἀριθμοὺς καὶ τὰς ἑξῆς πτώσεις. — 19. διὰ τοῦτο καὶ τοῖς ἑτεροκλίτοις παρηκο- λούθει τις εὐθεῖα τῆς γενικῆς τὰ λοιπὰ σχήματα ἀποδιδούσης, οἷον ἡ μεγάλου ἐποίησε τὸ μεγάλοι, καὶ ἐκ λήμματος τοῦ τοιούτου ἡ μεγά- λος εὐθεῖα διασῴζεται. καὶ ὁμοίως ἡ ὕδατος καὶ ἔτι ἡ γυναικός ἥ τε πολλοῦ· πολλοί γὰρ καὶ ὕδατα καὶ γυναῖκες, καὶ διὰ τοῦτο συνυπῆρχεν τὸ πολλός, τὸ γύναιξ, τὸ ὕδας. — 20. διὰ τοῦτο οὖν ἡ ἐμοῦ οὐ κλιθεῖσα, γενομένη δὲ ἐν θέματι, καὶ τὸ ἀκόλουθον τῶν πτώσεων παρῃτήσατο καὶ τοὺς ἀκολούθους ἀριθμούς. ἡ γοῦν ἐκεῖνος καὶ αἱ σύζυγοι κλιθεῖσαι ἔσχον καὶ τὰ συμπαρεπόμενα ἀκόλουθα. 21. Σαφὲς οὖν ὅτι ληροῦσιν οἱ ἐγχρονίσαντες εἰς τὸ ἐπισκώπτειν 2.2.141 τὰς φωνὰς ὡς ἀνακολούθους καὶ παραλόγους, παρατιθέμενοι τὴν ἀπὸ τῶν ὀνομάτων ἀναλογίαν, ὅπου οὐδὲ ἐκεῖνο αὐτοῖς δέδοται, τὸ παντὶ ὀνόματι πᾶν ἀντιπαραβάλλειν. ἀλλ᾽ ὑποτομὴ εἰς τὸ τοιοῦτον ἄπειρός ἐστίν τις· τοῦ ὁμοίου ἀκολουθίᾳ ἀντιπαραβάλλονται αἱ λέξεις, καὶ εἰ τοῦτο, πῶς οὐ μάταιον τὸ διάφορα μέρη λόγου ἀντιπαραβάλλειν; οὐδὲν δὲ ἐκώλυεν, ἐπειδὴ καὶ προσώπων διακριτικόν ἐστιν τὸ μόριον, ἀντι- παραθέσθαι τὰς φωνὰς τῶν ῥημάτων, καὶ οὕτω πάλιν τὰς ἀντωνυμίας τοῦ δέοντος περιγράφειν. 22. Ἴσως οὖν ἐκείνῳ τις ἐπιστήσειεν, ἕνεκα τίνος τὸ ἀκόλουθον ἀπένευσαν αἱ ἀντωνυμίαι, καὶ διὰ τί οὐ πᾶσαι. 2.2.142 Ἡ τῶν ὀνομάτων θέσις ἐπενοήθη εἰς ποιότητας κοινὰς ἢ ἰδίας, ὡς ἄνθρωπος, Πλάτων, καὶ ἐπεὶ οὔτε σὺν δείξει τὰ τοιαῦτα οὔτε ἀνα- φορᾷ, πάμπολλος ἡ ἐπὶ τούτων θέσις ἐγίνετο, ἵν᾽ ἑκάστου τὸ χαρακτη- ριστικὸν ἀπονείμῃ τὴν ἑκάστου τῶν ὑποκειμένων ποιότητα. (οὐ μετρίως γ᾽ οὖν τὰς ποιότητας ἐπιταράττουσιν αἱ συνεμπεσοῦσαι θέσεις ἔν τε προσηγορικοῖς καὶ κυρίοις ὀνόμασιν, δι᾽ ὃ καὶ ἐστέρετο τὸ διὰ τῶν ὀνομάτων νοούμενον πρόσωπον τοῦ ὁρισμοῦ.) καὶ ἕνεκα τοῦ τοι- ούτου ἰδιάσασα ἡ εὐθεῖα καθ᾽ ἕκαστον χαρακτῆρα, ἀπῄτει τὰς πλαγίας 2.2.143 ἀνηκούσας πρὸς τὸ ἴδιον τῆς εὐθείας. — 23. ἐντεῦθεν οὖν ἀναγκαίως καὶ τὰ γένη παρεισάγεται, ἵνα μετὰ τῆς ποιότητος τοῦ χαρακτῆρος συνδιαστείλῃ τὸ γένος. — ἐντεῦθεν συνεπενοήθησαν καὶ ἐπιθετικαὶ θέσεις, ἵνα καὶ τὰ παρακολουθήσαντα τοῖς κοινῶς ἢ ἰδίως νοουμένοις ἀνα- πληρωθῇ, τῷ μὲν ἵππος, εἰ τύχοι, τὸ λευκός ἢ τὸ ταχύς, τῷ δὲ Πλάτωνι τὸ σοφός, τὸ ἀγαθός, ἄλλα τε πάμπολλα τὰ δυνάμενα παρέπεσθαι. — ἐντεῦθεν καὶ αἱ συνθέσεις ἐπενοήθησαν, μισάνθρωπος, φερέπονος, φιλόλογος, αἵπερ ἐξ ἐπισυμβεβηκότων ἐνεγίνοντο. 24. Αἱ μέντοι ἀντωνυμίαι εἰς οὐδὲν ἄλλο ἀποβλέπουσαι διὰ τῆς ἐν αὐταῖς ἐγκειμένης δείξεως ἢ εἰς τὴν ὑποκειμένην οὐσίαν, ἔχουσιν εὔληπτα καὶ τὰ ἐπισυμβεβηκότα τῇ ποιότητι, λέγω τὰ δυνάμενα δι᾽ ὄ- 2.2.144 ψεως ἐπινοηθῆναι, λευκὸν ἢ μέλαν, μακρὸν ἢ βραχύ. (οὐχ ὑπὸ δεῖξιν γὰρ πιπτούσης τῆς ψυχῆς οὐδὲ τὰ ταύτῃ ὑποτρέχοντα εὐσύνοπτα ἂν γένοιντο πρὸς τῶν ἀντωνυμιῶν.) ἔνθεν τοὺς πολλοὺς χαρακτῆρας παρῃτημέναι εἰσὶν αἱ ἀντωνυμίαι. ἑκάστη γὰρ αὐτῶν καθ᾽ ἑκάστην πτῶσιν ἀντὶ πάντων ὀνομάτων παραλαμβάνεται· καὶ εἰ τοῦτο ἀληθές, φυσικώτερον ἄρα ἀφέστηκεν ἡ ἐν τοῖς ὀνόμασιν ἀκόλουθος κλίσις, ἵνα μὴ ἀντὶ ἅπαντος ὀνόματος παραλαμβανόμεναι μιᾷ καταλήξει τῇ ἐκ τούτων ὑποπέσωσιν. (διὸ καὶ τὰ γένη οὐκ ἐκκοπτόμενα ἰδίοις τέλεσιν κατάλληλον ἔσχεν τὴν ἐν τοῖς τρισὶ γένεσιν θέσιν διὰ μιᾶς συλ- λαβῆς, εἴγε καὶ ἡ ἐξ αὐτῶν δεῖξις αὐτὸ μόνον οὐσίαν παρεμφαίνει.) — 25. καὶ γὰρ εἰ συνεμπέσοι λῆξις ὀνοματικὴ αὐτῇ ἰδία τοῦ συνόντος 2.2.145 ἀριθμοῦ, ὑπεκλύεται τοῦ ἀκολούθου ἐκ τῆς ἐγγινομένης κλίσεως, ὡς ἔχει ἡ ἐγώ καὶ ἡ ἐμοῦ. ἐφ᾽ ἧς καὶ αἱ διάλεκτοι οὐ τὴν αὐτὴν λῆξιν ἐπεμέτρησαν, ἄλλως τὰς φωνὰς προενεγκάμεναι ἤπερ τὰς γενικὰς τῶν ὀνομάτων· ἐμεῖο γὰρ καὶ ἐμεῦ, οὐχ ὡς ἡ Ἀτρείδεω καὶ ἡ Ἀτρεί- δαο ἢ καλοῖο. (ἡ γοῦν ὁμόφωνος κτητική, ὀνόματος ἤδη τὸ τέλος ἀναδεδεγμένη, ἐφ᾽ ὃ καὶ φέρεται, πάλιν τὸ δέον ἀνεδέξατο κατὰ τὰς διαλέκτους, ἐμοῖο ὡς καλοῖο.) 26. Καθὼς πρόκειται οὖν, ἀναφερόμεναι ἢ δεικνύμεναι ἀπροσδεεῖς εἰσι τῶν παρεπομένων τῷ ὀνόματι, ἀλλὰ ἀντίκειται ἥ τε ἐκεῖνος καὶ ἡ αὐτός. (ἡ γὰρ οὗτος παραγωγῆς κατάληξιν ἔχει, οὐκ ἀντωνυμίας, καθὸ καὶ τὸ τημοῦτος ἐπίρρημα ὂν παραγωγῆς τῆς αὐτῆς ἔτυχεν.) καὶ οὐκ ἀπεμφαῖνον δύο ἀντικεῖσθαι ἁπασῶν τὸ δέον σχῆμα ἀναδεδεγ- μένων. μήποτε δὲ εὐλόγως καὶ διὰ τῆς φωνῆς συνεπίσχυσαν ὁρίσαι τὸ ὑποκείμενον. ἡ γὰρ ἐξ αὐτῶν νοουμένη ἀπόστασις ἀμαυροτέραν τὴν δεῖξιν καθιστάνει, καὶ ἔνθεν παρεισεδύετο τὸ γένος, οὐχ ἵνα τὴν οὐσίαν 2.2.146 παραστήσῃ, ἀλλ᾽ ἵνα τὸ γένος διαστείλῃ. (τὰ γοῦν κοινὰ λεγόμενα ἐν γένει, λέγω ἐπὶ τῶν προσηγορικῶν, ἐξ ἀποστήματος ἐπινοηθέντα οὐκ ἐξίσχυσεν τὸ γένος διαστεῖλαι, λέγω ἐπὶ τοῦ ἵππος ἢ ἄνθρωπος· πλησιάσασι δὲ αὐτοῖς καὶ δήλοις γενομένοις κατὰ τὸ γένος συνεγένετο καὶ τὸ ἄρθρον.) πολλῷ δὲ μᾶλλον καὶ ἡ αὐτός· τὰ γὰρ ἀπόντα τῶν τρίτων προσώπων ἀναφέρουσα ὑπόμνησιν καὶ τοῦ γένους ἐποιεῖτο διὰ τοῦ χαρακτῆρος. — 27. Ἀλλ᾽ ἐκεῖνο λείπεται, τίνος ἕνεκα εἰς ος κατέ- ληξαν, πλείστης οὔσης καταλήξεως ὀνομάτων· ἢ ὅτι γενικωτέρα ἐστὶν ἡ εἰς ος κατάληξις. διὰ τοῦτο καὶ τὰ ἄρθρα, πᾶσιν ὀνόμασι παρα- τιθέμενα, ἐν ταύτῃ τῇ καταλήξει ἐγένετο, καὶ αὐταὶ αἱ παραχθεῖσαι ἀντωνυμίαι εἰς ὀνόματος κτῆσιν, ὡς ἐπὶ τῆς ὁ ἐμός καὶ τῶν συζύγων, καὶ σχεδὸν ἅπασαι αἱ πτωτικαὶ πεύσεις, ἐπιζητοῦσαι πᾶν ὄνομα, ποῖος, πόσος, πηλίκος, ποδαπός. πρόσκειται τὸ σχεδόν διὰ τὸ τίς, ὅπερ οὐδὲ αὐτὸ ἐκτός ἐστιν τῆς εἰς ος καταλήξεως, εἴγε τὸ τίος παρ᾽ Αἰ- 2.2.147 ολεῦσιν τῆς εἰς ος εὐθείας ἔτυχεν, συνεπισχύοντος καὶ τοῦ ἰσοδυνα- μοῦντος αὐτῷ, λέγω τοῦ ὅς, ᾧ καὶ συμφέρεται ἐν τῷ ὅστις ἐμὸν παρὰ σῆμα { Callimachi epigr. 21. AP VII 525 } καὶ ἐν τῷ ὅστις ἐπὶ δεῖπνον ὀψὲ κληθεὶς ἔρχεται { Corp. Paroemiogr. II p 577 }. 28. Ῥητέον δὲ καὶ περὶ τῶν τῇ φωνῇ ἄρθρων καθεστώτων, τῇ δὲ ἐξ αὐτῶν μεταλήψει ἀντωνυμιῶν, ὁ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν {Α 12 } ἀντὶ τοῦ οὗτος· τὸν δ᾽ ἀπαμειβόμενος { e. g. Α 84 }· ὣς ἡ ῥίμφα θέουσα {ν 88 }· εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν {β 206 }, ὃ μεταλαμβάνεται μὲν εἰς τὸ ταύτης, προσλαμβάνει δὲ ἔξωθεν δεόντως τὸ ἄρθρον, καὶ καθόλου περὶ ἁπάντων τῶν τοιούτων. — 29. Αἱ ὀνο- ματικαὶ πτώσεις καὶ αἱ ἀντὶ τούτων παραλαμβανόμεναι ἀντωνυμίαι 2.2.148 σύνταξιν τὴν αὐτὴν ποιοῦνται τοῖς ῥήμασιν, ὡς ἔχει τὸ Τρύφων διδάσκει καὶ οὗτος διδάσκει· αἵ γε μὴν πλάγιαι τὴν ἐκ τῶν εὐθειῶν σύνταξιν ἀναδέχονται, τῶν μεταξὺ πιπτόντων ῥημάτων ἐνδεικνυμένων τὴν ἑκάστης διάθεσιν, ὡς ἔχει τὸ Θέωνα διδάσκει Τρύφων, τοῦτον φιλῶ ἐγώ, φιλεῖ Θέων. — 30. ἔστιν γε μὴν κἀκεῖνος ὁ λόγος ἀληθής, ὡς σύνεστι τὰ ἄρθρα μετὰ τῶν ὀνομάτων ἀνθ᾽ ὧν παραλαμβά- νεται ἡ ἀντωνυμία, οὐ σημαίνοντα τὰς πηλικότητας ἢ ποιότητας ἤ τι τῶν παρεπομένων τοῖς ὀνόμασιν, καθὸ ὑπεδείξαμεν καὶ ἐπὶ τῶν ἀντω- νυμιῶν τὸ αὐτό· ὡς γὰρ τὸ οὗτος κατὰ παντὸς ὑποκειμένου παραλαμβά- νεται, καὶ τὰ ἄρθρα σὺν παντὶ ὑποκειμένῳ παραλαμβάνεται, ὁ μέγας, ὁ βραχύς, ὁ λευκός, ὁ χρυσοῦς. — 31. καὶ τούτων τῇδε ἐχόντων, ὅταν τὸ ἄρθρον μὴ μετ᾽ ὀνόματος παραλαμβάνηται, ποιήσηται δὲ σύν- ταξιν ὀνόματος ἣν προεκτεθείμεθα, ἐκ πάσης ἀνάγκης εἰς ἀντωνυμίαν μεταληφθήσεται, εἴγε οὐκ ἐγγινόμενον μετ᾽ ὀνόματος δυνάμει ἀντὶ ὀνό- ματος παρελήφθη· καὶ ἐντεῦθεν ἡ σύνταξις αὐτοῦ προσεχώρει εἰς ἀντω- νυμικὴν μετάληψιν. ἔστω γάρ τι τοιοῦτον, Χρύσης γὰρ ἦλθε θοὰς 2.2.149 ἐπὶ νῆας Ἀχαιῶν { cfr Α 12 }, καὶ ἔτι μετὰ ἄρθρου ὁ γὰρ Χρύσης ἦλθεν θοὰς ἐπὶ νῆας Ἀχαιῶν· καὶ σαφὲς ὅτι ἡ ἔλλειψις τοῦ ὀνό- ματος τῷ ἄρθρῳ παραδώσει τὰ τῆς συντάξεως, καὶ οὐκ ἄλλο τι γενή- σεται τὸ ἄρθρον ἢ ἀντωνυμία, ἥ ἐστιν ἀντὶ παντὸς ὀνόματος, ἐπεὶ καὶ αὐτὸ μετὰ παντὸς ὀνόματος, οὐκ ἐμποδιζόμενον ἐν ποιότητι ἢ ἄλλῳ τινὶ τῶν παρεπομένων, καθὼς εἴπομεν. ἐν μέντοι τοῖς ἑξῆς δεδείξεται, πότε οἱ λόγοι τὰ ὀνόματα παραιτοῦνται ἀντιπαραδεχόμενοι τὰς ἀντω- νυμίας. (32. Καὶ ἡ μὲν τοιαύτη σύνταξις προϋφεστώτων ὀνομάτων, καθ᾽ ὧν ἀναφέρεται τὰ ἄρθρα, ποιεῖται ἀντωνυμικὴν μετάληψιν· ἡ μέντοι μὴ οὕτως ἔχουσα, αὐτόθεν δὲ ἐν προλήψει του ἐσομένου προσώ- που, ἀόριστον μετάληψιν τῶν ἄρθρων ποιεῖται, ὡς τὰ τοιαῦτα ἔχει, ὁ περιπατῶν κινεῖται, καὶ ἔτι ἐν ὑποτακτικοῖς ὃς ἂν παραγένηται ἀναγινωσκέτω, πάνυ εὐλόγως· συμφερόμενον γὰρ παντὶ ὀνόματι καὶ ἐπὶ πᾶν ὄνομα ἀναδραμεῖται ἓν καθεστηκός, ὅπερ ἴδιον ἀορίστου. — 2.2.150 ὑγιῶς ἄρα τὰ ἄρθρα ἢ εἰς ὡρισμένα πρόσωπα παραλαμβάνεται, τὰς ἀντωνυμίας, ἢ εἰς τὸ ἀοριστότατον, λέγω τὸ τίς· οὐ γὰρ πόρρω πέπτωκε τὸ ὁ περιπατῶν κινεῖται τοῦ εἴ τις περιπατεῖ κινεῖται, οὐδὲ τὸ ὃς ἂν ἔλθῃ τοῦ εἴ τις ἂν ἔλθῃ. — εἰ γοῦν συνενεχθείη τι τῶν ὀνομάτων ταῖς προκειμέναις συντάξεσι, καὶ αὐτὰ καταστήσεται εἰς τὸν ἴδιον μερισμόν, ὁ Διονύσιος περιπατῶν κινεῖται· Τρύφων κοι- μᾶται, ὃς μενεῖ με διαναστάς). 33. Δεόντως δ᾽ ἂν καὶ ἀντωνυμίαι ῥηθεῖεν κατὰ τοὺς μερισμούς, καθότι καὶ ἄλλα μέρη λόγου, πάλιν μετατεθέντα τῆς ἰδίας συντάξεως καὶ ἄλλων ἀναπληρώσαντα τὰς ἰδιότητας, πάλιν τῆς τούτων ὀνομασίας ἔτυχεν, ὡς ἔχει ἅπαντα τὰ ὀνοματικὰ ἐπιρρήματα, πυκνά, κάλλιστα, ἥδιστα, ἰδίᾳ, δημοσίᾳ, τόνῳ, κύκλῳ, καὶ ὅτε αἱ μετοχαὶ εἰς ὀνο- μάτων σύνταξιν παραλαμβάνονται, ὡς τὸ ἐρωμένη, εἱμαρμένη· ἐφ᾽ ὧν χρὴ αὐτὸ μόνον τὴν μετάπτωσιν διδάσκειν. οὐ γὰρ μᾶλλον αἱ φωναὶ ἐπικρατοῦσι κατὰ τοὺς μερισμοὺς ὡς τὰ ἐξ αὐτῶν σημαινόμενα. 2.2.151 34. Ὁμολόγως γ᾽ οὖν καὶ ἡ οὗτος, παραχθεῖσα ἐξ ἄρθρου τοῦ ὁ καὶ ὅς σημαίνοντος οὐκ ἀρθρικὴν σύνταξιν ἀλλὰ ἀντωνυμικήν, εἰς τὰς ἀντωνυμίας ἐχώρησεν (οὐ γὰρ θεματική ἐστιν, ὥς τινες ᾠήθησαν). σαφὲς ἐκ τῶν συμπαρεπομένων. — 35. Ἀπὸ παντὸς ἀρσενικοῦ πρω- τοτύπου ἢ παραγωγοῦ τοῦ εἰς ος λήγοντος θηλυκὸν γίνεται τοῦ τέλους εἰς η ἢ εἰς α μακρὸν μεταπίπτοντος, ὅ τι μὴ μόνον ἐκ τῆς προκειμένης παραγωγῆς· ἡ γὰρ τοιαύτη παραγωγὴ ὑποστρέφει εἰς τὸ πρωτότυπον κατὰ γένος, τηλίκος τηλικοῦτος — τηλίκη τηλικαύτη, καὶ ἔτι ἐπὶ οὐδετέρων· ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ τοσοῦτος, τοιοῦτος. ὅπερ παρηκολούθει καὶ τῇ οὗτος· ὡς οὗτος οὐκ ἔχει τὸ θηλυκὸν οὕτη, ἀλλὰ πάλιν παρὰ τὸ ἡ αὕτη. καὶ ἐπεὶ τὸ οὐδέτερον, λέγω τὸ τό, ἀπὸ τοῦ τ ἤρχετο, καὶ τὸ τοῦτο ἀπὸ τοῦ τ ἤρχετο. — 36. καὶ κατὰ πτῶσιν δὲ παράγεται. οὐ γὰρ ἀπὸ τοῦ τηλικαῦται γενικήν φαμεν τὴν τηλικαύτων ἢ ἀπὸ τοῦ τοιαῦται τοιαύτων, καθὸ ἔστιν ἐπι- 2.2.152 νοῆσαι ἐπὶ ἁπάντων θηλυκῶν· αὐταί γοῦν αὐτῶν φαμεν, καὶ ἔτι ἀπὸ τοῦ ἀνεπεκτάτου τοῖαι τοίων, τηλίκαι τηλίκων. καὶ σαφὲς ὅτι παρὰ μὲν τὸ τηλίκαι τὸ τηλικαῦται, παρὰ δὲ τὸ τηλίκων τὸ τηλικούτων. ταὐτὸν οὖν παρηκολούθει καὶ ἐπὶ τοῦ αἱ — αὗται, καὶ ἐπεὶ εἴχετο πα- ραγωγῆς τῆς προκειμένης, οὐκέτι αὕτων, καθὼς καὶ ἐπὶ τοῦ ὀξυτόνου πρόκειται αὐταί αὐτῶν. πάλιν οὖν τὸ τούτων ἔπιπτεν ἀπὸ γενικῆς πρωτοτύπου τῆς τῶν, τοῦ τ συμπαραλαμβανομένου, ὅπερ ἐπὶ τῆς εὐ- θείας οὐ συμπαρελαμβάνετο, ἐπὶ δὲ τῆς γενικῆς· αἱ γὰρ καὶ τῶν. — (37. Τῇ προκειμένῃ παραγωγῇ συνυπάρχει ἑτέρα παραγωγὴ ἡ διὰ τοῦ δε, οὖσα συνηθεστέρα ποιηταῖς, τοῖος τοιόσδε, τόσος τοσόσδε, ἧς 2.2.153 τὸ μεταλαμβανόμενον εἰς παραγωγὴν τὴν διὰ τοῦ ουτος ἐγχωρεῖ, τοιόνδε τοιοῦτον, τοσόνδε τοσοῦτον. ἔστιν οὖν καὶ τὸ ὅδε, μεταλαμβανόμενον εἰς τὸ οὗτος, ἐκ συντάξεως τῆς διὰ τοῦ ὁ παραχθέν.) 38. Οὐ χρὴ ἄρα συγκατατίθεσθαι Ἅβρωνι ὅτι ἡ οὗτος παρῆκται ἐξ ἄρθρου, καθότι καὶ ἐξ ἐπιρρήματος τοῦ ὀψέ ἄλλο μέρος λόγου γέγονεν τὸ ὀψινός. ἐν μὲν γὰρ ταῖς ἄλλαις παραγωγαῖς ἀδιαφορεῖ τὸ τοιοῦτον, ἔν γε μὴν τῇ προκειμένῃ ἀδύνατόν ἐστιν εἰς ἄλλο μέρος λόγου ἐγχωρῆσαι τὸ πρωτότυπον, ὅπου γε ἐδείχθη οὐ μόνον τὸ αὐτὸ μέρος λόγου αἰτοῦν, ἀλλὰ καὶ ταὐτὸ γένος καὶ τὴν αὐτὴν πτῶσιν καὶ τὸν αὐτὸν ἀριθμόν. δεόντως οὖν φαμεν ὡς ἐκ τῆς ἀντωνυμικῆς συν- τάξεως τοῦ ἄρθρου ἡ παραγωγὴ ἐγίνετο, καὶ ὡς ποιητικὸν μὲν τὸ φάναι τηλίκος τοῖος, σύνηθες δὲ τὸ τηλικοῦτος τοιοῦτος, τὸν αὐτὸν τρόπον ποιητικὸν τὸ ὅς, ὃς γάρ ῥα μάλιστα ἥνδανε κηρύκων {ρ 172 }, σύνηθες δὲ τὸ ἐξ αὐτοῦ μεταλαμβανόμενον, οὗτος γάρ. — 39. Κἀκεῖνο δὲ προσθετέον, ὡς ἐνέλειψεν ἡ εὐθεῖα τῷ τ, καθὼς ἐπεδείξαμεν κἀν τῷ περὶ ἄρθρων. πάλιν οἱ Δωριεῖς οὐκ ἐπλεόνασαν ἐν τῷ ταῦται καὶ τοῦτοι, ἀλλ᾽ ἀπέδωκαν τὸ προοφειλόμενον, ὡς δέδεικται καὶ ἐπὶ τῶν ἄρθρων. ὁμολογοῦσι καὶ αἱ πλάγιοι ἀπὸ τοῦ τ ἀρξάμεναι καὶ τοῦ οὐδετέρου ἡ εὐθεῖα καὶ τὸ κατὰ τὴν εὐθεῖαν πνεῦμα. πότε γὰρ ἡ οὐ 2.2.154 δίφθογγος δασύνεται, ὅπου γε καὶ τὰ δασυνόμενα ἐγγινομένης αὐτῆς ψιλὰ γίνεται, ὅλος οὖλος, ὅρος οὖρος; δασύνεται δὲ τὸ οὕνεκα διὰ τὸ τούνεκα. οὐκ ἂν οὖν ἄλλως δασυνθείη τὸ οὗτοι, εἰ μὴ λάβοι ἀπολογίαν τὴν ἔλλειψιν τοῦ τ. 40. Τὴν τῶν ὀνομάτων σύνταξιν ἀνθυπῆλθον αἱ ἀντωνυμίαι οὐχ, ὥς τινες ᾠήθησαν, δι᾽ ἄγνοιαν τῶν ὀνομάτων· ποία γὰρ ἄγνοια τῶν ὀνομάτων ἐν τῷ σοὶ μὲν ἐγώ, σὺ δ᾽ ἐμοί {Δ 63 }; ἀλλὰ σαφὲς ὅτι οὐ δυναμένων τῶν ὀνομάτων ἐν τοῖς πρώτοις καὶ δευτέροις προσώποις καταγίνεσθαι, καθὼς δεδείξεται. — 41. Φήσει τις· Οὐχὶ οὖν καὶ ἀγνοίας οὔσης ὀνομάτων φαμὲν σύ ἢ σέ; Πρὸς ὃ ῥητέον 2.2.155 ὅτι ἐκ παρεπομένου τὸ τοιοῦτον ἐγένετο, εἴγε καὶ ἐν γνώσει ὄντα τὰ ὀνόματα πάλιν ἀπαιτεῖ τὴν ἀντωνυμικὴν σύνταξιν, οὐκ ἔλαττον δὲ καὶ οὕτως ἀνθυπέστη τοῦ ὀνόματος. καὶ γὰρ δυνάμει κύριον ὄνομα νοεῖται διὰ τῆς ἀντωνυμίας, οὔ φημι τὸ τῆς φωνῆς ὄνομα, τὸ δὲ ἐξ αὐτῆς δεικνύμενον, τουτέστιν ἡ ἰδία ποιότης τοῦ ὑποκειμένου. — (42. Ἕνεκεν τούτου πρὸς οὐδὲν χρειώδεις εἰσὶν αἱ ἀντωνυμίαι στερόμεναι τοῦ τε δεικνύντος προσώπου καὶ τοῦ δεικνυμένου, εἴγε αἱ ἐγγραφόμεναι πάνυ ἀοριστόταταί εἰσιν, ὅτι καὶ τῆς ἰδίας ὕλης ἀπεώσθησαν. ἔνθεν δοκεῖ μοι πάνυ εὐλόγως κατὰ τὰς ἐπισταλτικὰς γραφὰς χωρὶς τῶν προτεθει- μένων ὀνομάτων τὰ τοῦ λόγου μὴ καθίστασθαι. ἐγγραφομένων γὰρ 2.2.156 τῶν ἀντωνυμιῶν διὰ τὰς ἐπισυμβεβηκυίας πράξεις τῷ τε ἀποφαινομένῳ προσώπῳ ὑπὲρ αὑτοῦ καὶ τῷ πρὸς ὃν ἡ ἀπότασις τοῦ λόγου, ἀναγκαίως συμβαίνει τὸ γράφεσθαι τὴν τῶν ὀνομάτων θέσιν, ἵνα δυνάμει κατὰ τούτων τὰς δείξεις ποιήσωνται αἱ ἀντωνυμίαι. τὸ γὰρ ἐγώ σοι καὶ πάλαι ἔγραψα δείκνυσι διὰ μὲν τῆς ἐγώ τὴν προκειμένην εὐθεῖαν, διὰ δὲ τῆς σοί τὴν ἀνθυπαγομένην δοτικήν. πρόδηλον γὰρ ὅτι τῶν ὀνομάτων περιγραφέντων καὶ τὰ τῶν ἀντωνυμιῶν ἀόριστα γίνεται.) 43. Ἔστιν οὖν αἴτιον τοῦ μὴ δύνασθαι τὰ ὀνόματα παραλαμβά- νεσθαι κατὰ πρῶτον καὶ δεύτερον τὸ τὰς θέσεις τῶν ὀνομάτων μήτε ἐν πρώτῳ μήτε ἐν δευτέρῳ προσώπῳ δύνασθαι καταγίνεσθαι. οὐ γὰρ πρὸς τοὺς γενομένους ἡ ἀπότασις γίνεται τοῦ ὀνόματος ὑπὲρ τῆς αὐτῶν θέσεως, ὅπερ ἴδιον δευτέρου προσώπου· οὔτε μὴν ἑαυτοῖς τιθέμεθα, ὅπερ ἴδιον πάλιν τοῦ πρώτου προσώπου. ἀνάγκη οὖν πᾶσα εἰς τὰ 2.2.157 τρίτα πρόσωπα χωρεῖν τὰ ὀνόματα κατὰ πᾶσαν πτῶσιν χωρὶς κλητικῆς· αὕτη γὰρ πρώτη ἐπιστρέφει τὴν ἐκ τῶν τρίτων προσώπων θέσιν εἰς τὸ δεύτερον διὰ τὴν ἐξ αὐτῆς γινομένην ἀντίληψιν τοῦ ἀναδεξαμένου προσώπου τὸ ὄνομα. — 44. Προφανὲς δὲ κἀκεῖνό ἐστιν, ὡς ἐξ αὑτῶν ποιούμενοι τοὺς λόγους πρός τινας, ὀφείλομεν ἀναμερίσαι τὰ πρόσωπα. καὶ φαίνεται ὡς οὐκ ἐνὸν τοῖς ὀνόμασι συγχρῆσθαι, καθότι τρίτα ἦν ταῦτα, ὁ δὲ λόγος ἀπῄτει τὸ ἐκ πρώτου προσώπου δεύτερον. καὶ 2.2.158 ἔνθεν παρεισέδυον αἱ ἀντωνυμίαι τὸ ἀδύνατον τοῦ ὀνόματος ἀντανα- πληροῦσαι, ἡνίκα φαμὲν ἐγώ σοι ἔγραψα. προείρηταί γε μὴν ἡ αἰτία τοῦ μίαν οὖσαν τὴν ἀντωνυμίαν ἀντὶ πάντων ὀνομάτων παραλαμβά- νεσθαι. 45. Οὐκ ἂν οὖν τις ὑπολάβοι ὡς πρὸς οὐδὲν χρειώδεις αἱ κατὰ τὸ τρίτον πρόσωπον ἀντωνυμίαι, δυναμένων τῶν ὀνομάτων παραλαμβά- νεσθαι; καὶ γὰρ εἰ ἐνεχώρει κατὰ πρῶτον καὶ δεύτερον πρόσωπον παραλαμβάνεσθαι τὰ ὀνόματα, ἴσως ἂν ἐγένετο μηδὲ τὴν ἀντωνυμίαν προσηυρῆσθαι. ἀλλ᾽ ἔστι γε πρὸς τὸ τοιοῦτον φάναι· αἱ ἀντωνυμίαι ἅπαξ ἀντὶ ὀνομάτων γενόμεναι ἐκ παρεπομένου ἔσχον καὶ τὴν δεῖξιν· ὑπ᾽ ὄψιν γὰρ πίπτοντα τὰ ἐξ αὐτῶν πρόσωπα ἑωρᾶτο, καὶ οὕτως τὸ μόριον ἐξαιρέτως ἀπηνέγκατο τὴν δεῖξιν, ἥτις συνώδευσεν κατὰ συζυγίαν 2.2.159 τοῦ πρώτου καὶ δευτέρου προσώπου ἄχρι τοῦ τρίτου. οὐ καθὸ οὖν τὰ ὀνόματα ἀνέφικτα ἐν τρισὶ προσώποις, ἐγένοντο αἱ ἀντωνυμίαι, ἀλλὰ καθὸ ἀμοιρεῖ δείξεως, ἥτις ἐστὶν ἐν ἀντωνυμίαις. σύνεστι γοῦν ἀμφό- τερα ἐν τῷ οὗτος δ᾽ Αἴας ἐστὶ πελώριος {Γ 229 }, πάνυ ἀναγκαίως· ἕνεκα γὰρ τοῦ ὁρᾶσθαι τὸν Αἴαντα ἡ δεῖξις παρεί- ληπται, ἕνεκα δὲ τῆς ἰδίας ποιότητος, ὑπὲρ ἧς καὶ ἠρώτησεν, τὸ Αἴας. 46. Τούτων οὖν τῇδε ἐχόντων σαφὲς ὅτι τὸ Ἀπολλώνιος γράφω καὶ τὰ τούτοις ὅμοια προφανῶς ἀκατάλληλα, καὶ οὐ δι᾽ ἄλλο τι ἢ διὰ τὴν τῶν προσώπων ἀκαταλληλότητα, εἴγε τρίτου μὲν προσώπου τὸ ὄνομα, πρώτου δὲ τὸ ῥῆμα· κατάλληλον δὲ τὸ ἐν δυσὶν τρίτοις Ἀπολλώνιος γράφει. 47. Ἀλλ᾽ οὐκ ἐν τῷ καθόλου πάλιν τὸ τοιοῦτο. τὰ γὰρ ὕπαρξιν ἢ ἰδίας ποιότητος θέσιν σημαίνοντα τῶν ῥημάτων προ- σίενται τὸ δοκοῦν ἀκατάλληλον, εἰμὶ Ὀδυσσεύς, Τρύφων 2.2.160 ὀνομάζομαι καὶ τὰ τούτοις σύζυγα. πάλιν γὰρ οὐκ ἐγχωρεῖ τὴν ἰδίαν θέσιν κοινῇ φωνῇ προσχαρίσασθαι ἐπὶ πᾶν συντεινούσῃ, εἰ φαίημεν ἐγὼ ὀνομάζομαι, ἐγὼ κληΐζομαι. (καὶ σαφές ἐστιν ὅτι τὸ ἐγώ εἰμι ἐνεχώρει ἐγγίνεσθαι· ὕπαρξιν γάρ, οὐκ ἰδίας ποιότητος θέσιν ἐσή- μαινεν, κοινῆς δέ, ἐφ᾽ ἣν συντείνει τὸ ἐγώ.) ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἑξῆς προσώπων. — σαφὲς οὖν ὅτι οὐ δυνάμενα διαψεύσασθαι τὴν ἰδίαν θέσιν τῶν ὀνομάτων τὰ ῥήματα ἐπισπᾶται αὐτὰ ἐκ τρίτου κατὰ τὸ πρῶτον, ὅτε φαμὲν Τρύφων ὀνομάζομαι, οὐ μὴν ἐν τῷ Τρύφων βιάζομαι. τὸ γὰρ βιάζεσθαι οὐκ ἴδιον ἦν Τρύφωνος, καθάπερ ἡ ἐπ᾽ αὐ- τοῦ ὀνομασία· δι᾽ ὃ καὶ τὴν κοινὴν κατὰ παντὸς ὀνόματος ἀντωνυμίαν παραλαμβάνει. 2.2.161 48. Ἑξῆς ῥητέον καὶ περὶ συντάξεως τῆς τῶν ἀντωνυμιῶν πρὸς τὰ ῥήματα. Αἱ πλάγιοι πτώσεις τῶν ἀντωνυμιῶν πάντως ἐπὶ ῥῆμα φέρονται, ἐξ ἧς συντάξεως νοεῖται ἡ ἐγγινομένη διάθεσις τοῦ προσώπου. — οὐ μὴν ἀναστρέφει τὰ τοῦ λόγου· οὐ γὰρ ἅπαντα τὰ ῥήματα πλαγίους ἀπαιτεῖ ὀνομάτων ἢ ἀντωνυμιῶν, ἐπεὶ ἃ μὲν αὐτῶν αὐτοτελῆ ἐστίν, ἃ δὲ ἐλλειπῆ· τό [τε] γὰρ περιπατεῖ ἢ πλουτεῖ ἢ ζῇ ἤ τι τῶν τοιού- των οὐκ ἐπιζητεῖ πλαγίαν πτῶσιν, περὶ ὧν καὶ ἐντελῆ τὸν λόγον παρα- στήσομεν ἐν τῇ κατ᾽ ἰδίαν αὐτῶν συντάξει. 49. Οὐ λέληθε δέ με ὡς οἱ πλεῖστοι ὑπέλαβον τὴν τῶν ῥημάτων σύνταξιν ἐντελεστέραν εἶναι, εἰ προσλάβοι καὶ τὰς ἀντωνυμίας, ἐγὼ 2.2.162 ἔγραψα, ἐγὼ λαλῶ, καὶ ἐπὶ τῶν ὁμοίων τὸ αὐτό, καὶ τούτου ἀπό- δειξίν φασιν τὸ μὴ δεόντως ἔχειν τὴν τοιαύτην φράσιν, εἰ μὴ συμπαρα- λάβοι τις καὶ τὰς ἀντωνυμίας, ἐγὼ μὲν [γὰρ] παρεγενόμην, σὺ δ᾽ οὔ· ἀκατάστατα γὰρ τὰ τοῦ λόγου γενήσεται. ἐγὼ μέντοι οὐχ ὑπολαμβάνω ἐν τῷ καθόλου τὸ τοιοῦτον ἀληθὲς εἶναι, πιστούμενος οὐκ ἐκ ποιητικῶν παραθέσεων, εἴγε τῇ ποιητικῇ συντάξει ἐφεῖται καὶ λείπειν καὶ πλεονάζειν, ἐκ μέντοι τῆς κοινῆς φράσεως ἁπάσης καὶ τῆς τῶν συγγραφέων ἀκριβοῦς συνθέσεως καὶ τὸ μεῖζον ἐκ δυνάμεως τῆς τοῦ λόγου, ἣν καὶ δέον ἐστὶ παραθέσθαι τῶν ἄλλων συντάξεων προδή- λων οὐσῶν. 2.2.163 50. Παρυφίσταται ἔν τισι μέρεσι λόγου δηλούμενα ἑτέρων μερῶν λόγου, ἐν τῷ Αἴας τὸ εἷς, ἐν τῷ Κρονίδης γενικὴ ἑνικὴ τοῦ πρωτο- τύπου καὶ τὸ υἱός μετ᾽ εὐθείας ἑνικῆς, ἐν τῷ Λεσβόθεν μετὰ τῆς ὀνοματικῆς ἐννοίας καὶ ἡ ἔξ πρόθεσις, ἐν τῷ Αἴαντε τὸ δύω, ἐν τῷ ταχύτερος τὸ μᾶλλον· πάμπολλος ἡ εἰς τὸ τοιοῦτο παράθεσις. καὶ οὐκ ἔστιν ὅστις φησὶ τὸ Κρονίδης λείπειν τῷ υἱός, ὃ μᾶλλον προστε- θὲν περισσὴν θέσιν ἐπαγγέλλεται. ἐφιστάνομεν τοὺς ἀποφαινομένους 2.2.164 ἐξ οἴκοθεν, ποιηταῖς χαριζόμενοι τὸ τοιοῦτο, παρ᾽ οἷς λείπουσιν αἱ προθέσεις καὶ πλεονάζουσιν· ἀλλ᾽ ὑμεῖς ἔρχεσθε καὶ ἀγγελίην ἀπόφασθε {Ι 649 } κατ᾽ ἔλλειψιν τῆς ἀπό· ἐξ οὐρανόθεν προΐαλλε {Θ 365 } κατὰ πλεονασμὸν τῆς ἔξ. ἀλλ᾽ οὐδὲ τὸ Αἴας ἑνικὸν καλούμενον λείπει τῷ εἷς. — 51. καὶ δὴ ἐν τοῖς ῥήμασιν πάμπολλά ἐστι παρυφιστάμενα, ἐν μὲν τοῖς ὁριστικοῖς αὐτὸς ὁ ὁρισμὸς καὶ ἡ ἐξ αὐτοῦ νοουμένη κα- τάφασις, ὅπου γε καὶ πρὸς τὰς ἐρωτήσεις ἀνθυπάγομεν τὸ ναί ἢ οὔ ἢ ῥῆμα ὁριστικόν, ὡς ἂν πάλιν ἐγκειμένης τῆς καταφάσεως κατὰ τὰ ὁριστικά. γράφεις; λέγω κατ᾽ ἐρώτησιν, καὶ τὸ ἀνθυπαγόμενόν ἐστιν ἢ ναί ἢ γράφω. ἐνθένδε καὶ ἡ οὔ ἀπόφασις τὸ ἐναντίον ἀναιροῦσα αὐτὸ μόνον τὰ ὁριστικὰ ἀποφάσκει, οὐ γράφω. ἀλλ᾽ ἐνέσται καὶ ὑπὲρ 2.2.165 τούτων παραθέσθαι. — ἔγκειται καὶ ὁ ἑνικὸς ἀριθμός, καὶ πάλιν τὸ εἷς οὐκ ἐπιζητεῖ τὸ γράφω. — σαφὲς δ᾽ ὅτι καὶ ἡ εὐθεῖα ἔγκειται τῆς ἀντωνυμίας· καὶ εἰ τὰ κατειλεγμένα οὐ λείπει διὰ τὰ παρυφιστάμενα, οὐδὲ τὸ γράφω ἐλλειπές ἐστιν τῆς ἐγώ ἀντωνυμίας. 52. Οὐχὶ οὖν λέγεται ἐγὼ γράφω, καὶ οὐ κακία τὸ τοιοῦτον; Καὶ αὐτὸς προείρηκα ὅτι οὐκ ἐν τῷ καθόλου. ἰδοὺ γὰρ καὶ τὰ προ- κατειλεγμένα ἀνάγκης ποτὲ οὔσης τῆς κατὰ τὸν λόγον συμπαραλαμβάνει τὰ μόρια τὰ παρυφιστάμενα, ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖσιν {Ω 243 }, . . . . . . . . . . . . . . . δὶς γὰρ γενομένης ἐπιτάσεως, μιᾶς μὲν ὑπούσης ἐν τῷ γοργότερος, 2.2.166 ἀνάγκη πᾶσα τὸ καὶ τὴν ἑτέραν συμπαραληφθῆναι. — φαμὲν δὲ καὶ ναὶ γράφω, βεβαιοτέραν ποιούμενοι τὴν ὑπόσχεσιν διὰ τῆς δὶς παρει- λημμένης συγκαταθέσεως. ἀλλὰ καὶ ἕνα ἄνθρωπόν φαμεν περιπατεῖν, πρός τε τὸ ἀντιπαρακείμενον πλῆθος καὶ πρὸς τὴν τῶν πάντων ἀναί- ρεσιν, λέγω οὐδεὶς περιπατεῖ, οὐδένα εὗρον. — τὸν αὐτὸν δὴ τρόπον ὑπούσης ἐκφορᾶς ἀπολελυμένης φήσομεν φιλολογῶ, φιλο- λογεῖς· εἰ μέντοι γε τὴν πρός τινα σύγκρισιν ἐθέλοιμεν διασαφῆσαι, ἐπισπώμεθα τὴν ἀντωνυμίαν, ἴδιον ἔχουσαν τὴν ἐν τοῖς προσώποις ἀντιδιαστολήν. σαφὲς γὰρ ὅτι οὐχ ἵνα τὸ πρόσωπον διαστείλωμεν· τοῦτο γὰρ κοινὸν εἶχεν καὶ τὸ ῥῆμα. διὸ καὶ πάντως τὰ ἀπαρέμφατα δέεται τῆς τούτων συντάξεως, ἐλλειπῆ καθεστῶτα προσώπων. 53. Φησὶ μέντοι Ἅβρων ὡς τὸ ἐγὼ μὲν παρεγενόμην οὐ συνετόν, εἰ παραλείποι τὴν ἀντωνυμίαν, οὐκ ἐπιστήσας ὡς ὁ σύνδεσμος αἴτιος γενόμενος ἐπιπλοκῆς ἑτέρου λόγου πάντως διήγειρεν τὴν ἀντω- 2.2.167 νυμίαν, ἵνα δεόντως ἀντιδιαστείλῃ τὸ ἐπιφερόμενον ἕτερον πρόσωπον, ὅπερ ἐνέκειτο ἐν τῷ ἐπιφερομένῳ λόγῳ. ὀρθοτονοῦμεν γοῦν τὸ ἡ δ᾽ ἐμὲ χειρὸς ἑλοῦσα {μ 33 } διὰ τὸ ἀντιδιαστελλόμενον πρόσωπον τῶν ἑταίρων. 54. Τὸ δὲ πάντων συνεκτικώτατον, αὐταὶ αἱ ἀντωνυμίαι ὑπαγο- ρεύουσιν τὸ ἕνεκα μόνον τῆς ἀντιδιαστολῆς συμπαραλαμβάνεσθαι. οὔποτε γὰρ μόνον περιττεύουσαι παρῆκαν μὲν τὴν ἐγκλιτικὴν τάσιν, ἐπεὶ αὕτη ἀνεπληροῦτο πρὸς τῶν ῥημάτων, ἐνέμειναν δὲ διὰ τὸ ἐπακολουθοῦν αὐταῖς ἰδίωμα. — 55. καὶ καθόλου πᾶσα ἀντωνυμία ὀρθῆς πτώσεως ἐγκλιτικῆς συντάξεως ἀπαράδεκτός ἐστιν, οὐ μόνον τῆς χρήσεως τὸ τοιοῦτον ἐπιδειξαμένης, ἀλλὰ καὶ τῆς φωνῆς συνεπισχυούσης τῇ χρήσει, εἴγε ἀπὸ τοῦ ε ἀρχόμεναι αἱ ἀντωνυμίαι ἅμα τῇ ἐγκλίσει καὶ τὸ κατ᾽ ἀρ- χὴν ε παρέφθειραν, ὅπερ οὐ παρηκολούθει τῇ ἐγώ, ἐπειδὴ ἀπαρά- 2.2.168 δεκτος τῆς ἐγκλιτικῆς συντάξεως. — καὶ διὰ τοῦτο τῇ μονῇ τοῦ ε αἱ παρ᾽ Αἰολεῦσιν ἀντωνυμίαι ὀρθοτονοῦνται, κἂν βαρύνωνται κατὰ τὸ τέλος. — πῶς οὖν οὐ γελοῖοι οἱ ὑπολαμβάνοντες τὴν ἐγώ ἐγκλιτικὴν εἶναι, ἔτι τοῦ ἰδιώματος συντηρουμένου τῆς ὀρθῆς τάσεως, ὅπου γε καὶ πλεονάσαν τὸ ε τὰς ἐγκλινομένας τῶν ἀντωνυμιῶν εἰς τὸν ὀρθὸν τόνον μετέθηκεν, ἃς οὐκ ἄλλως τις ἐγκλίνειεν, εἰ μὴ περιγράψειεν τὸ ε, ὅπερ ἴδιον ἦν μόνον τῆς ὀρθοτονουμένης ἀντωνυμίας. — ἔνθεν μοι δοκεῖ μόνως ἐγκλίνεσθαι τὴν τύ ἀντωνυμίαν παρὰ Δωριεῦσιν, ἵνα τὸ ἀλλό- τριον τῆς εὐθείας ἐγγινόμενον, λέγω τὴν ἐγκλιτικὴν σύνταξιν, ἀποβάλῃ μὲν τὴν εὐθεῖαν πτῶσιν, μετίῃ δὲ ἐπὶ τὴν συγγενῆ αἰτιατικήν, ᾗ καὶ συνυπάρχει καὶ συνεμπίπτει ἐν δυϊκοῖς καί τισι τῶν πληθυντικῶν καὶ ἐν ἅπασιν οὐδετέροις. 2.2.169 56. Ἀνάγκη μέντοι πᾶσα τοῖς τρίτοις προσώποις προσεῖναι ἢ αὐτὰς τὰς ἀντωνυμίας ἢ τὰ ἀνθ᾽ ὧν παραλαμβάνεται, λέγω τὰ ὀνόματα, οὐχ ἕνεκεν πτώσεως, ἐπεὶ πάλιν παρυφίσταται ἡ εὐθεῖα, ἀλλ᾽ οὐδὲ ἕνεκα προσώπου (νοεῖται γὰρ ὅτι τρίτον), ἀλλ᾽ ἕνεκά γε τοῦ μὴ ἀορι- στοῦσθαι. ἄπειρά γε ὄντα τὰ τρίτα πρόσωπα μιᾷ ἐπαρκεῖται συντάξει τοῦ ῥήματος· καὶ σαφὲς ὅτι μία λέξις κατ᾽ ἀπείρων κειμένη ἀόριστον πρόσωπον ὑπαγορεύει, εἰς πολλὰ τῆς διανοίας τρεπομένης. οὖσαι δὴ ὡρισμένων προσώπων παραστατικαὶ ἀναγκαίως παρατίθενται τοῖς ῥήμα- σιν, ἵνα ἐκ τῆς αὐτῶν παραθέσεως περιγράφηται ἡ ἀόριστος ἔννοια τῶν ῥημάτων· γράφει γὰρ ὅδε ἢ οὗτος, ἐκεῖνος, αὐτός. 57. Καὶ ὡς μὲν ἀναγκαίως αἱ τῆς εὐθείας μόνως ὀρθοτονοῦνται, ἐδείχθη. ἀκολούθως δὲ χωρητέον καὶ ἐπὶ τὰς ἑξῆς πτώσεις, αἷς τὸ δισσὸν τοῦ τόνου παρεπόμενόν ἐστιν παρὰ τὰς ὑπούσας συντάξεις τοῦ λόγου, εἴγε μὴ τὸ τῆς φωνῆς ἰδίωμα ὑπεξέληται τὸ διτονῆσαι. 58. Ἔστιν οὖν ὁ γενικώτατος τρόπος τῆς ἐν αὐταῖς ὀρθῆς τάσεως, ἐπὰν ἔμφασις ἑτέρου προσώπου παραλαμβάνηται· τὸ γὰρ 2.2.170 παῖδα δ᾽ ἐμοὶ λύσαιτε {Α 20 } εἴρηται πρὸς τὸ ὑμῖν μὲν θεοὶ δοῖεν {Α 18 }. καὶ σαφὲς ὅτι τὸ ὑμῖν μὲν θεοὶ δοῖεν διὰ τῆς συνούσης τάσεως προ- συνίστησι τὸ ἀνθυπαχθησόμενον πρόσωπον. τὸν δὴ προειρημένον τρό- πον εἰς πλείονας τρόπους πάλιν τέμνουσιν, ἐξ ὧν πάλιν περιίσταται ταὐτὸν τῷ προειρημένῳ. 59. Πᾶσα, φασίν, ἀντωνυμία συμπλεκομένη ἐν τάσει ὀρθῇ ἐστι, Διονυσίῳ ἐλάλησεν καὶ ἐμοί, Διονύσιον τιμᾷ καὶ ἐμέ. εἰ γοῦν ἐκτὸς τοῦ συνδέσμου γένοιτο ἡ ἀντωνυμία, οὐ πάντως ὀρθοτονηθήσεται, ἐχαρίσατό σοι καὶ Διονυσίῳ, ἐτίμησέ σε καὶ Διονύσιον. καί φασι τὰ τοιαῦτα μὴ συμπεπλέχθαι ἐν τῇ ἀντωνυμίᾳ, καί μ᾽ ἐφίλησε {Ι 481 }, καί μοι ὑποστήτω {Ι 160 }. καὶ δῆλον ὅτι, εἰ μὴ τὰ τοιαῦτά τις ἐπεξεργάζοιτο, δόξει αὐτὸ μόνον τοῖς ἀναγνώσμασιν ἠκολουθηκέναι, ἀφορμήν τε δώσει τοῖς θέλουσιν δια- ταράσσειν τὰ ἀναγνώσματα, καθὸ οὐκ ἐπέχονται ὑπὸ λόγου δυναμένου ἐπιδεῖξαι τό τε δέον τοῦ καταλλήλου καὶ τὸ ὑπερβατόν. 60. Οἱ δὴ καλούμενοι ἀθροιστικοὶ σύνδεσμοι ἐκ τῶν προκειμένων λόγων ἀπὸ κοινοῦ λαμβάνουσιν ἢ ὄνομα ἢ ῥῆμα. ἐντεῦθεν καὶ στιγμῆς 2.2.171 ἀπροσδεεῖς εἰσιν, ὡς ἂν ἔτι ἐχομένου τοῦ προσιόντος λόγου ὡς πρὸς τὸν ὑποκείμενον. ἐκκείσθω δὲ ὑποδείγματα, ἐκ μὲν τοῦ συνήθους λόγου καὶ Διονύσιος περιπατεῖ καὶ Ἀπολλώνιος, κοινοῦ παραλαμβα- νομένου τοῦ περιπατεῖ· ἐκ δὲ τοῦ ποιητικοῦ Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε {Β 494 seq. }, κοινοῦ πάλιν παραλαμβανομένου τοῦ ἦρχον. οὔ φημι δὲ τοῦτο, ὡς πάντως ἐν κοινότητι τὰ τοιαῦτα παραλαμβάνεται, ἀλλ᾽ ὡς τὰ ἐκ κοινοῦ παραλαμβανόμενα ἐν τοιαύτῃ συμπλοκῇ καθέστηκεν, λέγω τῇ ἐκ τοῦ καί τῶν τε τούτῳ ἰσοδυναμούντων. (61. δείξομεν γὰρ ὅτι ὁ δέ καὶ πάλιν οἱ τούτῳ ἰσοδυναμοῦντες παραιτοῦνται τὰς κοινότητας, μετάβασιν ποιούμενοι καὶ τῶν πτωτικῶν καὶ ἔτι τῶν ῥημάτων. καὶ ἔνθεν ἀπροσ- δεεῖς ὄντες τοῦ παρακειμένου λόγου στιγμῆς αἴτιοι καθεστᾶσιν, ὡς ἔχει τὰ τοιαῦτα, Διονύσιος μὲν ἔγραψεν, Τρύφων δὲ ἀνέγνω· χωρὶς εἰ μὴ ἐπιμεριζόμενα εἴη ἐκ πλήθους, ὡς ἔχει τὸ φιλολογήσω- μεν σήμερον σὺ μὲν κατὰ σχολὴν ἐγὼ δὲ ἐν οἴκῳ· ἀλλ᾽ ἤτοι μὲν ταῦτ᾽ ἐπιείξομεν ἀλλήλοισιν σοὶ μὲν ἐγὼ σὺ δ᾽ ἐμοί {Δ 62 seq. }. τὴν δὴ τοιαύτην τήρησιν πάνυ ἀκριβεστάτην οὖσαν ἐν τῇ ἐπιβαλλούσῃ 2.2.172 τάξει πάλιν ἐκθησόμεθα. ἀνιτέον οὖν ἐπὶ τὸ προκείμενον.) — 62. Ἐὰν πτωτικὸν συμπλακῇ, οὔποτε κατὰ τὸν ἑξῆς λόγον δύναται κοινὸν παρα- ληφθῆναι, τό γε μὴν ῥῆμα· καὶ ἀνάπαλιν ἐὰν ῥῆμα συμπλακῇ, οὔποτε κατὰ τὸν ἑξῆς λόγον κοινὸν παραλαμβάνεται, τό γε μὴν συνὸν πτωτι- κόν. ἐκκείσθω δὲ ὑποδείγματα· καὶ Τρύφων διελέξατο καὶ Ἀπολ- λώνιος, οὐ κοινοῦ μὲν τοῦ Τρύφων παραλαμβανομένου, τοῦ γε μὴν διελέξατο· καὶ ἀνάπαλιν καὶ διελέξατο Τρύφων καὶ ἀνέγνω, νῦν πάλιν τοῦ Τρύφων κοινοῦ παραλαμβανομένου. τὴν αὐτὴν σύνταξιν ποιήσει ὁ καί ἐπὶ τῶν ἀντωνυμιῶν. — 63. Εἰ μέντοι γε ὁ προκεί- μενος λόγος μὴ ἀναδέξαιτο τὸν σύνδεσμον, τὸ τηνικαῦτα ἀδιαφόρως ἔχει τὸ ἐπιφερόμενον τοῦ κοινοῦ, Τρύφων περιπατεῖ καὶ Ἀπολ- λώνιος, Τρύφων περιπατεῖ καὶ διαλέγεται, ἀμφοτέρων ἀπὸ κοινοῦ δυναμένων λαμβάνεσθαι. ᾧ λόγῳ εἰ προσδῴημεν τὸν σύνδε- 2.2.173 σμον, παρὰ τὴν σύνταξιν τοῦ συνδεδεμένου τὰ τοῦ λόγου καταστήσεται, καὶ Τρύφων περιπατεῖ καὶ Ἀπολλώνιος, καὶ περιπατεῖ Τρύ- φων καὶ διαλέγεται· οὐ γὰρ ἐν ὑγιεῖ λόγῳ τὰ τοιαῦτα, καὶ περι- πατεῖ Τρύφων καὶ Ἀπολλώνιος. — 64. Ὁμολογουμένως οὖν τὸ συνδεδεμένον πτωτικὸν ἀπαιτεῖ ἕτερον πτωτικὸν πάντως, καὶ τῆς αὐτῆς πτώσεως, ὥς γε προῦπτόν ἐστιν καὶ ἐξ ἐκείνου, εἰπὲ καὶ ἡμῖν {α 10 }, καὶ γὰρ ἄλλοις· [ὃν πέρι μοῦσα φίλησε, δίδου δ᾽ ἀγαθόν τε κακόν τε· ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δ᾽ ἡδεῖαν ἀοιδήν {θ 63 sq. }] ἢ ὡς Ἀρίσταρχος ὡς οὐ κείμενον τὸν σύνδεσμον παραιτεῖται, ἵνα μὴ ἐξ αὐτοῦ τὸ ὁμοιόπτωτον πρόσωπον νοῆται. 65. Ἔνθεν οὖν ὀρθοτονοῦνται αἱ συμπλεκόμεναι ἀντωνυμίαι, διὰ τὸ ἐπισυμπλεκόμενον πτωτικόν. ἔνθεν τὸ καί μοι ὑποστήτω {Ι 160 }, καί μ᾽ ἐφίλησεν {Ι 481 } 2.2.174 οὐ συμπλέκεται κατὰ τὸ ἀντωνυμικόν, κατὰ δὲ τὸ ῥῆμα, καὶ ἔστι τὰ τοῦ λόγου ἐν ὑπερβατῷ· ἰδοὺ γὰρ ἡ συμπλοκὴ οὐκ ἐπήγαγεν ὁμοιόπτωτον πρόσωπον πρὸς τὸ συμπεπλεγμένον ὑπὸ τῶν ἀντωνυμιῶν. ἔνθεν δὲ ἀνεθεῖσαι τῆς διαστολῆς αἱ ἀντωνυμίαι παρῆκαν τὸν ἴδιον τόνον, ὡς ἂν οὐκ ἐνεχόμεναι ὑπὸ τοῦ συνδέσμου. 66. Τὸν αὐτὸν δὴ λόγον ποιήσει καὶ ἐπὶ τῶν κατὰ διάζευξιν παραλαμβανομένων καὶ καθόλου τῶν δυναμένων εἰς σύνταξιν πτωτικὴν παραλαμβάνεσθαι. φημὶ δὲ τὸ τοιοῦτον, καθότι ὁ ὅτι σύνδεσμος ἐπὶ ῥήματα φέρεται μόνον, ὅθεν οὐδὲ ἀναγκαίως διεγείρει τὰς ἀντωνυ- μίας, εἰ μὴ τὰ τοῦ λόγου ἀπαιτήσει· οἷόν τε γὰρ φάναι ὅτι σε ἐτί- μησα ὑβρίσθην. καθόλου γὰρ οὐκ οἶδε τὴν ἀντωνυμίαν. εἰ δὲ κατ᾽ ὀρ- θὴν τάσιν φαίημεν ὅτι σὲ ἐτίμησα, δῆλον ὅτι ὡς οὐ διὰ τὸν σύν- δεσμον, διὰ δὲ τὴν ἐπακολουθήσασαν ἀντιδιαστολήν. 67. Ἀνάπαλιν οὖν ὁ ἕνεκα σύνδεσμος, φερόμενος πάντοτε ἐπὶ 2.2.175 γενικήν, μόνως ὀρθοτονεῖ τὴν ἀντωνυμίαν, ἡνίκα τὰς τούτων γενικὰς συνδεῖ, εἵνεκ᾽ ἐμεῖο κυνός {Ζ 356 }. τίς γὰρ ἂν θαρρήσειεν Ἑλλήνων ἐγκλίνειν τὸ ἕνεκ᾽ ἐμοῦ; καὶ δῆλον ὡς μόνως πάλιν ὀρθοτονοῦνται, καθὸ συνδεθεῖσαι πρός τι πτωτικὸν τὸν λόγον ἀνέχουσι. 68. Φησὶ δέ που καὶ ὁ Ἅβρων οὐ δεόντως ἐγκεκλίσθαι τὸ ἤ μ᾽ ἀνάειρ᾽ ἢ ἐγὼ σέ {Ψ 724 }, καθὸ διέξευκται ἡ ἀντωνυμία· ὡς οὐκ ἐνὸν πρὸς αὐτὸν φάναι ὅτι τὸ ἑξῆς ἐστιν ἢ ἀνάειρόν με, ὡς [αὐτὸς παρῃτήσατο] ἐν τῷ καί μ᾽ ἐφίλησεν {Ι 481 } ἀντὶ τοῦ καὶ ἐφίλησέν με. αὐτὸς παρῃτήσατο εἰ μὴ κατέλειψεν, ὃν προσεθήκαμεν λόγον, ὡς ὄντως διέζευκται ἡ ἀντωνυμία, ἐκ τοῦ ἀντι- διαζευχθέντος λόγου, εἴγε ἐπιφέρεται ἢ ἐγὼ σέ. σαφὲς γὰρ ὅτι εἰ τὸ 2.2.176 ῥῆμα διέζευκτο, οὐκ ἂν αἰτιατικὴ πτῶσις ἐπηνέχθη ἀλλὰ ῥῆμα, καθάπερ ἐπεδείξαμεν καὶ ἐπὶ τῆς συμπλοκῆς. τοὺς μέντοι ἀπαναγνόντας παρε- κρούσατο ἡ ὡς μονοσύλλαβος ἀντωνυμία, ἣν δεόντως δισύλλαβον παρεδεξάμεθα, πείσαντες ὡς ὑποσυνηλείφθη κατὰ τὸν τρόπον τῆς κρά- σεως, ὁμοίως τῷ τὠμῷ κεχαρισμένε θυμῷ {δ 71 }, τἠμῇ κλισίῃ {Ι 654 }. καὶ δῆλον ὅτι οὐ μεταθήσει τὸν ἴδιον τόνον ἐπὶ τὸν ἤ σύνδεσμον, συνέξει δὲ ἐν αὑτῇ ἐν τῷ ἢ ἔμ᾽ ἀνάειρ᾽ ἢ ἐγὼ σέ, καθάπερ καὶ ἐπὶ τοῦ διασαφητικοῦ, ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι {Θ 190 } πρὸς τὸ ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν {Θ 188 }. — πάλιν μέντοι τὸ ἑξῆς ἐν τῷ 2.2.177 καί τοι ἐγὼ συνέριθος {ζ 32 } ἐστὶ κἀγώ σοι συνέριθος ἔσομαι, δῆλον ὅτι ταῖς συμπαρούσαις ἐπὶ τοὺς πλυνούς. προφανὲς ὡς ἐπὶ πάντων τῶν τοιούτων ὁ λόγος κα- ταστήσει τὸ δέον τῆς συντάξεως. 69. Καὶ αἱ προθέσεις δὲ παρατιθέμεναι ταῖς ἀντωνυμίαις ταὐτὸν ἀποτελοῦσι, παρ᾽ ἐμοί, διὰ σοῦ, ἀφικνεῖται παρὰ σέ. καὶ ἕνεκα τούτου τὸ παρὰ Θεοκρίτῳ σὺν καὶ τρίτος ἁμὶν Ἀμύντας { VII 2 } δεόντως ἠξίωσάν τινες ὀρθοτονεῖν. Περισσὸν ἡγοῦμαι, τῆς συντάξεως προδήλου οὔσης, πλείοσιν ὑποδείγμασιν χρῆσθαι. ἐκεῖνο γάρ ἐστιν ἐπεξεργάσασθαι ἀναγκαῖον, εἰ κατά τινα φυσικὴν ἀκολουθίαν τὸ τοιοῦτο παρεπόμενόν ἐστιν. οὐ γὰρ οὕτω κατεπείγει τὸ τῆς συντάξεως, καθὸ πρόδηλόν ἐστι· τὸ δὲ τοῦ λόγου ἐπὶ πᾶσιν οὐκ εὐσύνοπτον. 70. Αἱ πλάγιαι τῶν ἀντωνυμιῶν συντασσόμεναι τοῖς ῥήμασι καὶ προσώπων δύο παρεμφατικαὶ γενόμεναι, τοῦ τε διατιθέντος καὶ τοῦ διατιθεμένου, διὰ τῆς ὀρθῆς τάσεως παρεμφατικαὶ γίνονται καὶ τρίτου προσώπου, εἴγε διαφέρει τὸ τύπτω σε τοῦ σὲ τύπτω. καὶ ἕνεκα τούτου τὰ τῆς συντάξεως ἀνεμερίσθη, καθὸ ἡ ἀπολελυμένη σύνταξις αἰτοῦσα ὑποτακτικὴν ἀντωνυμίαν μετατίθησιν καὶ τὴν τάσιν, τουτέστιν 2.2.178 ἐγκλιτικὰς αὐτὰς καθίστησιν, ἡ δὲ πρός τι ἐν ἀρχῇ παρεδέξατο τὴν ἀντωνυμίαν, ᾗ σύνεστι καὶ ἡ ὁλόκληρος φωνὴ καὶ ἡ παρεπομένη γραφή· πρόδηλον ἐκ τοῦ δός μοι καὶ ἐμοὶ δός. — 71. Ἀλλὰ κἀκεῖνος ὁ λόγος ἀληθής ἐστιν, ὡς αἱ προθέσεις συντίθενται κατ᾽ εὐθεῖαν καὶ κατὰ τὰ ῥήματα, κατὰ δὲ τὰς πλαγίας παρατίθενται, ἐπὶ μὲν ἀντωνυμιῶν προφανῶς, ἐπὶ δὲ ὀνομάτων δόξει τὰ τοῦ λόγου διαψεύδεσθαι· λέγομεν γὰρ Ὑπέρβολον, Ἐπίκουρον. ὅπερ εἴ τις τἀκριβὲς ἐξετάσειεν, οὐχ εὕροι ἂν τὴν πλαγίαν συντιθεμένην, συνθέτου δὲ εὐθείας κλίσιν γενο- μένην. ἰδιάζουσαι γοῦν αἱ πλάγιοι ἐν ταῖς προθέσεσιν πρόδηλον ποι- οῦνται τὴν παράθεσιν, κατὰ Κτησιφῶντος, πρὸ Ἀριστάρχου. καὶ δι᾽ ὅ τι τὸ τοιοῦτο παρεπόμενόν ἐστιν, ἐν τῇ περὶ αὐτῶν συντάξει εἰ- ρήσεται. — 72. Αἱ γὰρ παρατιθέμεναι ἐν ταῖς πλαγίαις τῶν ἀντωνυμιῶν ἀναγκαίως ἀρκτικὰς αὐτὰς ποιοῦσιν· προθετικαὶ γὰρ οὖσαι συμπροτιθεῖσι 2.2.179 καὶ τὰς πλαγίους, αἷς καὶ συντάσσονται· καὶ οὕτω τῶν ῥημάτων δευτέ- ρων γινομένων μετὰ τὰς ἀντωνυμίας ἀνάγκη πᾶσα ἐγγίνεσθαι ὀρθὴν τάσιν ταῖς ἀντωνυμίαις, καθὼς ἐπεδείξαμεν ὅτι ἀδύνατόν ἐστιν ἐπινοῆ- σαι ἐγκλιτικὴν πρὸ ῥήματος τοῦ πρὸς ὃ ποιεῖται τὴν σύνταξιν. φαμὲν γὰρ ἔγραψά σοι λαλῆσαι Ἀπολλωνίῳ, οὐ τῆς ἀντωνυμίας συντασ- σομένης τῷ λαλῆσαι, τῷ δὲ ἔγραψα, πρὸς ὃ καὶ τὴν τάσιν ἀπηρείσατο. 73. Ἔνθεν μοι δοκεῖ ἡ μετὰ τὰ ῥήματα τῶν ὀρθοτονουμένων ἀντωνυμιῶν σύνταξις ἀνεστράφθαι, εἰ οὕτως τις φαίη, ἐλάλησας ἐμοί τὸ γὰρ δέον ἐστὶν ἐμοὶ ἐλάλησας, καὶ τὸ οὕτως ἔχον σοὶ μὲν δὴ Μενέλαε κατηφείη καὶ ὄνειδος ἔσσεται ἤματα πάντα {Ρ 556 seq., admixtus versus Π 499 }. εἰ γὰρ τὸ ἀπολελυμένον πρόσωπον τῆς θέσεως τοῦ ὀρθοτονουμένου οὐκ ἔτυχεν, τουτέστιν ἡ ἐγκεκλιμένη ἀντωνυμία οὐδέποτε προτακτική, οὐδὲ ἐκείνη ὑποτακτικὴ δεόντως παραληφθήσεται, ὅπου γε καὶ αἱ ὑπο- τακτικαὶ ἐν ἀρχῇ γενόμεναι παρῆκαν μὲν τὴν ἰδίαν φωνήν, μετέλαβον δὲ τὴν τῆς ὀρθῆς τάσεως· ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο {λ 471 }, καὶ ἐν ἑτέροις ἐμὲ δ᾽ ἔγνω καὶ προσέειπε {λ 91 }. νῦν γὰρ οὐ δηλουμένῳ ἡ ὀρθὴ τάσις, τάξεώς γε μὴν ἐναλλαγῇ. — 2.2.180 74. Συνεπισχύει καὶ ὁ ἀπὸ τῆς φωνῆς λόγος. ὑπὲρ γὰρ τοῦ εὔληπτα τὰ τῆς συντάξεως γίνεσθαι τὸ ἀπόλυτον πρόσωπον καὶ ὑποτακτικὸν παρῆκε τὸ ε, καὶ ἐπεὶ μὴ τοῖς μονοσυλλάβοις ἠδύνατο τὸ τοιοῦτο παρέ- πεσθαι, λέγω τὸ συλλαβὴν ἀποβάλλειν, τόνου γε ἀποβολὴν ἐποιήσατο· ἔνθεν γὰρ καὶ ἐγκλιτικαὶ ἐγένοντο. — (75. Οἰήσεταί τις ἀντικεῖσθαι τὰς πληθυντικάς, καθὸ εἰς ἔγκλισιν παραλαμβανόμεναι οὐ παραφθείρουσιν τὸν ἐν ἀρχῇ χρόνον, ἤκουσεν ἥμων Διονύσιος. ἀλλ᾽ εἴπομεν κατ᾽ ἀρχὴν ὡς ἔσθ᾽ ὅτε ἰδίωμα φωνῶν ἐλλειπεστέρας καθίστησιν διηνεκεῖς τηρήσεις, ὥσπερ καὶ ἐν τοῖς τριγενέσι τῶν ὀνομάτων πάλιν ἰδίωμα φωνῆς ἐκκόπτει τριγένειαν. — πρῶτον μὲν γὰρ ἡ δασεῖα οὐ θέλει 2.2.181 ἀφαιρεῖσθαι· δείκνυμεν δὲ ὅτι ἀναγκαίως αἱ πληθυντικαὶ ἀπὸ δασείας ἤρξαντο. εἰ γὰρ καὶ χρόνος ἀφῃρεῖτο τοῦ η, πάντως ἂν καὶ ἡ ἄρχουσα ψιλὴ ἐγένετο· αἱ γὰρ ἀπὸ βραχείας ἀρχόμεναι ἀντωνυμίαι ψιλοῦνται. ἔνθεν ὁ Αἰολεὺς συνέστειλεν εἰς βραχὺ α τὸ ἄμμων. — καὶ συνεχὲς τὸ 2.2.182 ε ἐν ταῖς κατὰ πρόσωπον κλίσεσιν καὶ προστίθεται καὶ ἀφαιρεῖται, ἑώρων, ἕηκα, ἔειπα, ἀλλὰ καὶ τὸ ἔβη βῆ, ἔφη φῆ, καὶ ἐν ἀντωνυ- μίαις τὸ ἑοῖ, ἑοῦ. καὶ διὰ τοῦτο αἱ ἀπὸ τοῦ ε ἀρξάμεναι ἀντωνυμίαι ἀναγκαίως τὸ ε διαφθείρουσιν. — ἠρκέσθη οὖν ἡ ἔγκλισις αὐτὸ μόνον διὰ τῆς μεταθέσεως τοῦ τόνου, ἤκουσ᾽ ἥμων, λέγω ἀπολύτως, τῆς τά- σεως μετατιθεμένης κατὰ τὴν ἄρχουσαν· ἠδυνάτει γὰρ ἐπὶ τὸ προκεί- μενον μόριον προελθεῖν, εἴγε μέχρι τριῶν χρόνων τὰ τῆς ἀμοιβῆς τοῦ τόνου ἐγγίνεται. καὶ ἕνεκα τούτου τὸ καί σφεας {Δ 284. 337 alibi } ἐξ ὅλης τῆς ἀντωνυμίας μετέθηκεν τὸν τόνον, οὐ μὴν πάλιν τὸ ἡμᾶς. ἐν τῷ περὶ τόνων ἀκριβέστερον τὰ τοιαῦτα ἐπιδείκνυμεν.) 76. Κἀκεῖνο δ᾽ ἔτι ἔστι παραστῆσαι, ὡς ταῖς μὲν ὀρθοτονουμέναις ἀρκτικαῖς οὔσαις παρείπετο καὶ μετατίθεσθαι τοῦ ἰδίου τόπου, καθὸ καὶ ἐν τάσει καὶ ἐν τῇ παρεπομένῃ γραφῇ ἀνελλειπεῖς οὖσαι οὐκ ἐκω- 2.2.183 λύοντο τῆς μεταθέσεως· ἔκ γε μὴν τῶν ἐναντίων αἱ ἐγκλιτικαὶ προσα- πηρεισμέναι προκειμένῳ τινὶ μορίῳ, ἐφ᾽ ὃ καὶ τὴν τάσιν μετέθηκαν, οὐκ εἶχον ἐν δέοντι τὰ τῆς μεταθέσεως. ἐστέροντο γὰρ τοῦ παρεπομένου αὐταῖς ἰδιώματος· πρὸς οὐδὲν γὰρ εἶχον τὰ τῆς ἐγκλίσεως μεταθέσθαι. — ἐντεῦθεν καὶ μόνως ἐγκλιτικαὶ ἐπενοήθησαν ἡ σφίν καὶ ἡ σφέ καὶ ἡ μίν καὶ ἡ τοί διὰ τοῦ τ γραφομένη, καὶ ἡ παρὰ Δωριεῦσιν τύ κα- τ᾽ αἰτιατικὴν πτῶσιν, καὶ αἱ δυϊκαὶ τοῦ τρίτου προσώπου· οὐ γὰρ ῥημάτων ποτὲ προηγήσαντο. 77. Πάνυ μέντοι εὔηθές ἐστι δόξαι τοὺς λόγους διακρούεσθαι ὑπο- θεμένου τινὸς τὰ ἐναντία, ὡς καὶ ἐγκλιτικαὶ πρὸ ῥημάτων καὶ ὀρθοτο- νούμεναι ἐν ταῖς προθέσεσιν μετὰ τὰ ῥήματα τίθενται, εἰ οὕτω τις φαίη, σήμερον ἐλάλησα κατὰ σοῦ, σήμερόν σε ἐθεασάμην, καί τυ φίλιππον ἔθηκεν { adesp. 43A. Lyr. gr. Bergk4 }. εἰς γὰρ τὸ τοιοῦτο τὰ τῆς συντάξεως ἀπεδείχθη, ἵνα καὶ τὰ λεληθότα τῶν ὑπερβατῶν, ὄντα καὶ κατὰ τὸ σύνηθες, ἔχηται τοῦ ἀκολούθου λόγου, 2.2.184 καὶ μὴ μόνον τὰ παρὰ ποιηταῖς ὡς ἐξαίρετά τις ὑπολαμβάνοι. ἡ γὰρ δέουσα κατάστασις τοῦθ᾽ ὑπαγορεύει, σήμερον ἐθεασάμην σε, τοῦ ἐπιρρήματος ἐπὶ τὸ ῥῆμα φερομένου καὶ τῆς ἀντωνυμίας ἐπὶ τὴν δέου- σαν θέσιν τῆς ἐγκλίσεως, καὶ ἔτι ἐπὶ τῆς ὀρθοτονουμένης κατὰ σοῦ ἐλάλησα, καὶ ἔτι ἐπὶ τοῦ καί τυ φίλιππον ἔθηκε, καὶ ἔθηκέν σε. ὡς εἰ καὶ ἐπὶ τῶν συναπτικῶν τις ὑπολάβοι ἢ καὶ ἐπὶ παρασυναπτικῶν μὴ ἵστασθαι τὸ καὶ ἀρκτικοὺς αὐτοὺς εἶναι, εἰ φαίημεν φῶς ἐστιν, εἰ ἡμέρα ἐστίν. αὐτὸ γὰρ μόνον τῇ συνθέσει τὸ εἰ ἡμέρα ἐστίν δευτερεύει, οὐ μὴν τῇ διεξοδικῇ ἐπαγγελίᾳ· πρῶ- τον μὲν γὰρ ἐπιδέχεται ἡ διάνοια τὸ εἰ ἡμέρα ἐστίν, καὶ τότε ἐπι- δέχεται τὸ φῶς ἐστιν, καὶ οὐ πάντως οὐχὶ προτακτικὸς ὁ εἴ συνα- πτικός, καίτοι γενόμενος καὶ ὑποτακτικὸς ἐνίοτε, οἵ τε παρὰ τοῦτον ἐσχηματισμένοι. 78. Ὀρθοτονοῦνται καὶ ὅσαι ἐκ προϋπηργμένης χάριτος τὴν ἐναν- τίαν διάθεσιν ὁμολογοῦσιν, ἐμοὶ ἐτόλμησεν ταῦτα ποιῆσαι, ἐμὲ 2.2.185 ὑπέμεινεν ὑβρίσαι. καὶ σαφὲς ὅτι συντείνει πάλιν ἐπὶ τὸν προειρη- μένον λόγον. τοιοῦτον γάρ ἐστιν· ἄλλον ὤφειλεν ὑβρίσαι, οὐκ ἐμὲ τὸν παρ᾽ αὐτῷ τίμιον. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῶν παραλαμβανομένων ἐκ προϋπηργμένης ἀδικίας, δεῖ ἐμοῦ ὁρῶντος ἐκεῖνον αἰκίζεσθαι· οὐκ ἄλλου γὰρ ἢ ἐμοῦ τοῦ προαδικηθέντος. 79. Ὀρθοτονεῖσθαί φασι καὶ τὰς πεπλεονακυίας, λέγω τὴν ἐμεῖο καὶ τὰς ὁμοίας, πάνυ εὐλόγως, πρῶτον καθὸ σύνεστι πάλιν ἡ ἐν αὐταῖς διαστολή, εἵνεκ᾽ ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου ἕνεκ᾽ ἀρχῆς {Ζ 356 }. οὐ τοῦτο δέ φημι, ὅτι ἐὰν μὴ μετὰ τοῦ ι λέγηται, οὐ πάντως ὀρθοτο- νηθήσεται, ἐπεὶ ἰδοὺ καὶ τὸ δίχα τοῦ ι, σέο δ᾽ εἵνεκ᾽ ἀϋτή τε πόλεμός τε {Ζ 328 }· πρόδηλον γὰρ καὶ ἐκ τοῦ σημαινομένου καὶ τοῦ ἕνεκα συνδέσμου, καθὼς ἐπεδείξαμεν. — δεύτερον οὐκ ἄλλως οὔτε πλεόνασμά τις ἐπινοήσειεν οὔτε ἔνδειαν, εἰ μὴ πρότερον ἡ φωνὴ ὁλόκληρος ἐπιδειχθείη, ἵνα μὴ τὸ ἐγγενόμενον πάθος τὸ ἕτερον ἀποτρίψηται, λέγω τὴν ἔνδειαν ἢ τὸν πλεονασμόν. καὶ περισσὸν εἰς τὸ τοιοῦτο παρατίθεσθαι· ὁ γὰρ λόγος προφανής. οὐχὶ οὖν πλεονασμὸς ἐγγενήσεται ἐν ἀντωνυμίαις οὐχὶ αὐ- 2.2.186 τῆς πρότερον ἐντελοῦς οὔσης· ἐντελὴς δὲ καθεστῶσα μόνως ὀρθοτονου- μένη ἐστίν. ὑγιῶς ἄρα τὸ ἐγγινόμενον πάθος ὁμολογεῖ ὁλόκληρον τὸ ἀφ᾽ οὗ ἐγίνετο· ἦσαν δὲ ἐντελεῖς αἱ σὺν τῷ ε λεγόμεναι, καὶ οὕτως αἱ πλεονάσασαι μόνως ὀρθοτονοῦνται. — τρίτον τὸ μέγιστον μέγεθος τῶν ἐγκλιτικῶν τρίχρονόν ἐστι· πῶς οὖν ἡ ἐμεῖο ἐγκλιθήσεται; — ἀλλ᾽ οὐδὲ ἡ σεῖο, κἂν τρίχρονος ᾖ. εἰ γὰρ τὰ ἐγκλιτικὰ μόρια κατάφορα περὶ τοὺς ἐλάττονας χρόνους, πῶς οὐχὶ αἱ πλεονάσασαι χρόνῳ ἀντωνυμίαι εἰς τὸ ἐναντίον τῆς ἐγκλίσεως μεταστήσονται; — 80. Καὶ ὁ τοῦ ε δὲ πλεονασμός, ἐν τῇ ἑέ — ἑοῖ καὶ ἔτι ἐν ταῖς συζύγοις ἐγγινόμενος, πολλῷ μᾶλλον ἐπισπᾶται τὴν ὀρθὴν τάσιν. εἰ γὰρ αἱ ἀπὸ τοῦ ε ἀρχόμεναι ἀντωνυμίαι, ἡνίκα ἐγκλίνονται, παραφθείρουσι τὸ ε, ὡς ἐν τῷ δός μοι, ἄκουσόν μου, πῶς αἱ τοῦτο πλεονάσασαι οὐ τὰ ἐναντία τῆς ἐγ- κλίσεως ἀπαιτήσουσιν; καθάπερ καὶ ἐν τοῖς προκειμένοις ἐδείξαμεν. 81. Ἀλλὰ καὶ αἱ δυϊκαὶ τοῦ πρώτου καὶ δευτέρου προσώπου μό- νως ὀρθοτονοῦνται διὰ τὸν τόνον τῆς βαρείας. προευθέτισται γὰρ τὰ ἐγκλιτικὰ μόρια ἐπὶ τέλους ἔχειν τὴν ὀξεῖαν, ἢ φύσει ἢ δυνάμει (λέγω δὲ δυνάμει διὰ τὰ περισπώμενα), ἵνα ἡ τοῦ τόνου ὑποστροφὴ τὸ μὲν 2.2.187 προκείμενον ὀξύνῃ, αὐτὸ δὲ μεταστήσῃ εἰς βαρεῖαν τάσιν· ὅπερ ἐπὶ τῆς νῶϊν καὶ σφῶϊν οὐκ ἠδύνατο ἐγγενέσθαι. — 82. Αἱ γοῦν κατὰ τὸ τρίτον πρόσωπον μόνως ἐγκλιτικαὶ μόνως καὶ ὀξύνονται, ἥ τε σφωέ καὶ ἡ σφωΐν· ἐπεὶ τίς ἡ αἰτία τοῦ μὴ βαρύνεσθαι αὐτάς; ἔνθεν τὸ εἰμί καὶ φημί ὠξύνθη, διὰ τὴν ἐποῦσαν αὐτοῖς ἔγκλισιν, καίτοι τῶν ῥημάτων καταφερομένων εἰς τὴν ἐπὶ τέλους βαρεῖαν. τὰ πύσματα οὐκ ἔστιν ἐγκλιτικὰ διὰ τὸ βαρύνεσθαι, τά γε μὴν παρακείμενα αὐτοῖς ἀόριστα, ἐπεὶ μᾶλλον ἐν τῷ τέλει ἔσχεν τὴν ὀξεῖαν. (οὐ τοῦτο δέ φημι, ὅτι τὰ ἀόριστα μόνως ἐγκλιτικά ἐστιν· ἀλλ᾽ εἴ τι τῶν τοιούτων μορίων ἐγ- κλιτικόν ἐστι, τοῦτο καὶ ἀόριστόν ἐστιν, ὡς τὸ ἦλθέν τις, ἦλθέν ποτε.) καὶ ἔνθεν δείκνυται ὅτι τὸ τίς ἀοριστούμενον μᾶλλον ὀξύτονόν ἐστιν, πευστικὸν δὲ καθεστὼς τῷ λόγῳ ἐπὶ τῆς ἀρχούσης ὀξύνεται. ἔστιν καὶ ἄλλα παραθέσθαι. 83. Προῦπτον οὖν ὅτι καὶ ἡ ἐκεῖνος καὶ ἡ οὗτος ἀνέγκλιτοι διὰ τὸν αὐτὸν λόγον, προστιθεμένου τοῦ ὅτι καὶ δεικτικαί εἰσιν· ἦν δὲ πα- 2.2.188 ρεπόμενον ταῖς ἐπιτεταμέναις κατὰ δεῖξιν τὸ μὴ παραφθείρειν τοὺς τόνους, καθὼς ἔστι τηρῆσαι ἐπὶ τῶν προκειμένων. 84. Ὁ προκείμενος λόγος ἀναγκαίως διδάσκει ὡς ἀναλόγως ἡ αὐτόν αἰτιατικὴ τὴν ἔγκλισιν παρεδέξατο· ἡ γὰρ αὐτός ὠξύνθη· ἀπέωστο γὰρ τῆς δείξεως καὶ ἡ μετάληψις τῶν κατὰ τὸ τρίτον πρόσω- πον, οἷς παρηκολούθει καὶ τὸ ἐγκλίνεσθαι. — ἀλλὰ διὰ τί ἐπὶ τῆς ὀνο- μαστικῆς οὐκ ἐγκλίνεται; σαφὲς ὅτι δι᾽ αὐτὴν τὴν πτῶσιν, καθότι καὶ ἡ ἐγώ καὶ ἡ σύ καὶ αἱ σύζυγοι. τί οὖν οὐχὶ καὶ ἐπὶ γενικῆς καὶ δο- τικῆς; φαίημεν ἂν διὰ τὸ τετραχρονεῖν. ἀλλὰ καὶ ἐπὶ τῆς ἡμῶν καὶ ἐπὶ τῶν τετραχρόνων τὰ τοῦ λόγου μάχεται. εἰ γὰρ καὶ τὴν τάσιν οὐκ ἀποβάλλουσιν, ἀλλ᾽ αὐτήν γε μετατιθέασι κατὰ τὸ ἄρχον μέρος, ὡς ἐν τῷ ἄκουσον ἥμων· ὅπερ οὐ παρηκολούθει καὶ ἐπὶ τῆς αὐτῷ ἢ αὐτοῦ. καὶ τὸ τοιοῦτον ἔχει ἀπολογίαν· εἰς γὰρ ὑποστολὴν τὴν τοῦ Αἰολικοῦ τὰ τοῦ τόνου παρεπέμφθη. — διὰ τοῦτο καὶ ἡ αἰτιατικὴ 2.2.189 πτῶσις ἀπολυθεῖσα τῶν ἐμποδιζόντων, λέγω τῆς τε πτώσεως καὶ τῶν χρόνων, ἀναγκαίως τὴν ἔγκλισιν παρεδέξατο. παραπεμπτέον γὰρ ἐκεῖ- νον τὸν λόγον, καθ᾽ ὃν αἱ γένους παρεμφατικαὶ ἀνέγκλιτοί εἰσιν καὶ διὰ τοῦτο οὐκ ἐγκλίνεται ἡ αὐτός· γένος γὰρ οὐκ ἐπίσταται ἡ ἔγκλισις οὐδὲ ἄλλο τι τῶν παρεπομένων, ὅπου γε καὶ ἐν συνδέσμοις καὶ ῥήμασιν καὶ ἔτι ἐν ἐπιρρήμασιν ἐγκλιτικὰ γίνεται καὶ ἐν τριγενεῖ τῷ τίς. 85. Εἴρηται οὖν διὰ τί ἡ ἐκεῖνος καὶ ἡ οὗτος οὐκ ἐνεκλίθησαν. Ἀλλ᾽ οὐδ᾽ ὅτε ἄρθρα εἰς σύνταξιν ἀντωνυμίας παραλαμβάνεται, ἔγκλι- σιν ἀναδέχεται, οὐ καθὸ γένους ἐστὶ παρεμφατικά, ἀλλὰ καθὸ ἄρθρα ὄντα τῇ φύσει ἀδυνατεῖ εἰς ἔγκλισιν παραλαμβάνεσθαι· τόπον γὰρ ἐπέχει ἐναντίον τῇ ἐγκλίσει, λέγω τῶν προτακτικῶν, οὐ μαχομένων τῶν ὑπο- τακτικῶν, ἐπεὶ δόξειεν μὴ ἐμποδίζεσθαι τὰ τῆς ἐγκλίσεως. ἦν γὰρ καὶ αὐτὰ προτακτικά, τὴν μὲν ἀναφορὰν ἐπιστρέφοντα εἰς τὰ προκείμενα, ἐν ἀρχῇ δὲ λόγου παραλαμβανόμενα εἰς σύνταξιν ῥηματικήν, ὃς μάλα πολλά πλάγχθη {α 1 seq. }, ἣ μυρί᾽ Ἀχαιοῖς ἄλγε᾽ ἔθηκε {Α 2 }, τῆς ἐγγινομένης στιγμῆς ἐπιμαρτυρούσης τῇ ἀρκτικῇ συντάξει τῶν ἄρθρων. 2.2.190 86. Ὀρθοτονοῦνται καὶ ὅσαι συντάσσονται τῇ αὐτός ἐπιταγματικῇ, ἠέ τι Μυρμιδόνεσσι πιφάσκεαι ἦ ἐμοὶ αὐτῷ {Π 12 }, σοὶ δ᾽ αὐτῷ μελέτω {Ο 231 }, οὐδὲ σεῦ αὐτῆς {Ξ 327 }, οὐδ᾽ ἐμοὶ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι σιδήρεος {ε 190 seq. }. τά γε μὴν τοῦ τρίτου οὐκ ἐξωμάλισται ............. ............ καθότι οὐδ᾽ ἀληθὴς λόγος παρεδείχθη τὸ τὰς κατὰ τὸ τρίτον πρόσωπον ὀρθοτονηθείσας πάντως μεταλαμβάνεσθαι εἰς συνθέτους. ὡς γάρ ἐστι ψευδὴς ὑπόληψις καὶ οὐχ ὡς ἐξωμαλίσθη 2.2.191 καὶ ὡς οὐ τόνου ἐναλλαγὴ αἰτία γίνεται συνθέτου μεταλήψεως, εἰρήσεται κατὰ τὸ ἑξῆς. ἐντεῦθεν οὖν ἐνεκλίθη τὸ ἀλλά οἱ αὐτῷ Ζεὺς ὀλέσειε βίην πρὶν ἡμῖν πῆμα γενέσθαι {δ 667 seq. } καὶ τὸ Εὐρύαλος δέ ἑ αὐτὸν ἀρεσσάσθω ἐπέεσσι {θ 396 }, ὠρθοτονήθη δὲ τὸ ἀμφὶ ἓ παπτήνας {Δ 497 }. ἄλογόν τ᾽ ἐδόκει τὸ οἷ τ᾽ αὐτῷ {Ε 64 }, διήκοντος τοῦ λόγου ἐπὶ ἁπάντων ὁμοίως. — ἔσται μέντοι ἡ σύνταξις εἰς ἔμφασιν πλείονα διαστολῆς παραλαμβανομένη, ἐμὲ αὐτὸν ἐτίμησεν, σὲ αὐτὸν ἐμέμψατο. — 87. Ἐν προτάξει γοῦν ἁπάντοτέ εἰσιν αἱ ἀντωνυμίαι, καθὸ ἔχονται τοῦ ὀρθοῦ τόνου, ὥς γε ἐδείχθη κἀν τοῖς 2.2.192 προκειμένοις. εἰ μέντοι τὰ τῆς συντάξεως ἀναστραφείη, οἷόν τέ ἐστιν καὶ ἐγκλίνεσθαι τὴν ἀντωνυμίαν, αὐτῷ τοι μετόπισθ᾽ ἄχος ἔσσεται {Ι 249 }, αὐτόν σε φράζεσθαι ἐν Ἀργείοισιν ἄνωγεν {Ι 680 }. οὐ τοῦτο δέ φημι, ὡς οὐχ οἷόν τε καὶ ἐπὶ τῆς τοιαύτης συντάξεως ὀρθοτονεῖν, ἀλλ᾽ ὡς ἀφορμὴν ἔχει ἐγκλίσεως ἡ τοιαύτη σύνταξις, αὐτόν με πρώτιστα συνοικιστῆρα γαίας ἔσδεξαι τεμενοῦχον { Pindari frgm. 167 Bergk4 186 Schr. }. — 88. Πρὸς δὲ τοὺς οἰομένους τὴν αὐτός συμπαραλαμβάνεσθαι εἰς διαστολὴν γένους συγκεχυμένου κατὰ τὴν φωνὴν βραχὺς ἀρκέσει λόγος, ὥς γε καὶ πρόκειται, ὡς οὐ δέονται αἱ ἀντωνυμίαι τοῦ διαστέλλοντος τὸ γένος ἢ ὑπὸ δεῖξιν πίπτουσαι ἢ ὑπὸ ἀναφοράν. τί δ᾽ ἂν εἴποι τις ἐπὶ τῆς τοιαύτης συντάξεως, οὗτος αὐτός, ἐκεῖνος αὐτός, ὅδ᾽ αὐτὸς ἐγώ {φ 207 vel ω 321 }; φαίνεται δ᾽ ὅτι καὶ μὴ ἐπιτεταγμέναι διήρθρωσαν τὸ γένος καὶ οὐκ ἄδηλον ἔσται κατὰ τὸ γένος τὸ ἐμεῦ δ᾽ ἕλετο μέγαν ὅρκον {δ 746 }. περισσὸν ἡγητέον πρὸς εὐήθεις ὑπολήψεις ἐπὶ πλέον ἀντιλέγειν. 89. Ὀρθοτονοῦνται μόνως καὶ ὅσαι ἐν τῷ αὐτῷ προσώπῳ τὸ ῥῆμα ἔχουσιν· εἴγε ἐν τῷ 2.2.193 σὲ γὰρ ἅζομαι { Alcmanis fr. 54 Bergk4 } τὸ μὲν ἅζομαι ἐν πρώτῳ ἐστὶ προσώπῳ, τὸ δὲ σέ ἐν δευτέρῳ, οὐ μὴν ἐν τῷ σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις {ν 313 }, τό τε γὰρ ἐΐσκεις καὶ τὸ σέ τοῦ αὐτοῦ προσώπου. ἔστι γε δὴ τὴν προτέραν σύνταξιν καὶ ἐγκλίναντα φάναι ἅζομαί σε, οὐ μὴν τὴν δευ- τέραν· ἐδείχθη γὰρ ἐντελέστερον ὡς ἀδύνατόν ἐστιν τὰς ἀντωνυμίας ἐγκλιθῆναι συνερχομένας τοῖς ῥήμασιν κατὰ τὸ αὐτὸ πρόσωπον. καὶ ἕνεκά γε τούτου μόνως αἱ τῆς εὐθείας ὠρθοτονοῦντο, ἐπεὶ πάντοτε συμφέρονται τοῖς ῥήμασιν κατὰ τὸ αὐτὸ πρόσωπον· τῶν γε μὴν καὶ ἐν μεταβάσει γινομένων ἐφικτὰ καὶ τὰ τῆς ἐγκλίσεως ἐγίνετο. (οὐ τοῦτο δέ φημι, ὡς πάντως ἐγκλιθήσονται ἀποστᾶσαι τῶν ῥημάτων, ἀλλ᾽ ὡς καὶ ἔνεστί ποτε αὐτὰς ἐγκλίνεσθαι.) ὑγιῶς ἄρα πάλιν προσελθοῦσαι καὶ αἱ πλάγιαι τοῖς ῥήμασι κατὰ τὸ αὐτὸ πρόσωπον τὴν ὀρθὴν ἀναδέξονται, οὐδὲ γὰρ οὐδ᾽ ἐμέ φημι λελασμένον {Ν 269 }, ζωγρεῖτ᾽, αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι {Κ 378 }. 90. Τὰ τῆς τοιαύτης χρήσεως ἀρχαϊκώτερα ὄντα παρεφθάρη μετα- γενέστερον ἐπινοηθείσης τῆς ἀντ᾽ αὐτῶν συνθέτου μεταλήψεως, εἰς ἣν καὶ μεταλαμβάνομεν τὰς προκειμένας συντάξεις. ἐντεῦθεν γοῦν ἡ Ὁμη- ρικὴ ποίησις ἀπροσδεής ἐστι τῆς συνθέτου χρήσεως, καθὸ γινώσκει ἡ ποίησις τὸ ἐμέ φημι. σαφὲς γὰρ ὅτι, εἰ ἀντὶ τοῦ τοιούτου ἐπενοήθησαν 2.2.194 αἱ σύνθετοι, περισσόν ἐστιν συγχρῆσθαι τῇ ἁπλῇ συντάξει· κακία γὰρ τὸ τοιοῦτον, ὥς γε εὐκαιρότερον ὑπὲρ τῶν τοιούτων κατὰ τὰ ἑξῆς εἰρήσεται. 91. Ἔνθεν δύο μέρη λόγου ἐστὶν τὸ πυκάσασα ἓ αὐτήν {Ρ 551 }, καὶ κατὰ τὸν προκείμενον λόγον, πάνυ ἀκριβέστατον ὄντα, καὶ καθὸ ἐν ταῖς ἄλλαις πλαγίαις τὰ τοῦ μερισμοῦ ἀναμφίλεκτά ἐστιν (ἕο γὰρ αὐτοῦ ἐστιν καὶ ἑοῖ αὐτῷ), ὁπότε καὶ κατὰ δεύτερον πρόσωπον ὡς παρα- θέσεως οὔσης ἐνέθηκεν τὸν γάρ σύνδεσμον, σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις {ν 313 }. προφανῶς οὖν λύεται τὸ ἀμφίβολον τῶν προκειμένων ἀντωνυμιῶν διὰ τῆς ἀναμφιλέκτου παραθέσεως τῶν ἄλλων πλαγίων. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ καὶ μαχόμην κατ᾽ ἔμ᾽ αὐτὸν ἐγώ {Α 271 }· κατὰ γὰρ παράθεσιν τὰ τῆς συναλιφῆς ἐγένετο, τοῦ πλήρους ὄντος ἐμὲ αὐτόν, ὡς ἔχει τὸ 2.2.195 εἰ μή τις σ᾽ αὐτὸν κτείνῃ δόλῳ {ι 406 } καὶ εἰ μὲν δὴ ἕταρόν γε κελεύετ᾽ ἔμ᾽ αὐτὸν ἑλέσθαι {Κ 242 }. ἐφ᾽ ὧν καὶ ἐγκλιτικώτερον παρελήφθησαν αἱ ἀντωνυμίαι, καίπερ ἐπι- τεταγμέναι· ὀρθοτονηθεῖσαι γὰρ ὡς ἀκαταλλήλου λόγου ἔμφασιν ἐποι- οῦντο. 92. Διὸ καὶ μάτην τὰ τοιαῦτα ὑπ᾽ ἐνίων προσεπνεύσθη, τὴν αὐτοῦ φιλέει {Ι 342 }, αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας {δ 244 }. μέγα μὲν κλέος αὐτῆς ποιεῖται {β 125 seq. }, 2.2.196 καὶ ἄλλα πλεῖστα. ὡς γὰρ ἐν ταῖς προκειμέναις συντάξεσιν ἀπεδείξαμεν ὅτι ἐκ παρεπομένων τῷ λόγῳ ἐλλείπουσαι λέξεις νοοῦνται, τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τούτων ἔστιν παραστῆσαι. συνηθέστερόν πως ἐλ- λειπτικός ἐστιν τῶν προκειμένων μορίων, ἀρκούμενος διὰ τῆς συντάξεως τοῦ λόγου τὸ λεῖπον ἐμφανίσαι, αὐτὸς νῦν ἴδε πῶμα {θ 443 }· ἡ γὰρ αὐτός συμφέρεται ταῖς ὀρθοτονουμέναις ἀντωνυμίαις, καὶ τὸ μὲν ἴδε δύναται μὴ ἐλλείπειν, τό γε μὴν αὐτὸς ἴδε πάντως ἐλλείπει τῷ σύ· εἰς γὰρ τοῦτο ἡ αὐτός συμπαραλαμβάνεται καὶ κατὰ τὸ πρῶτον καὶ δεύτερον, ἵνα τὰς συνούσας ἀντωνυμίας ὀρθοτονήσῃ. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ αὐτὸς ἑκών οἱ δῶκα {δ 649 }· πάλιν γὰρ μόνον τὸ ῥῆμα οὐ λείπει, τὸ μέντοι ὅλον, ὡς πάλιν ἐγκει- μένης τῆς αὐτός, αὐτὸς ἐγώ οἱ δῶκα. οὕτως ἔχει καὶ τὸ αὐτῶν γὰρ ἀπωλόμεθ᾽ ἀφραδίῃσιν {κ 27 }, αἰτούσης τῆς συντάξεως τὸ ἡμῶν αὐτῶν. ἔστιν οὖν ὁμοίως καὶ ἐπὶ τῶν προκειμένων {Ι 342 } τὸ πλῆρες τὴν ἕο αὐτοῦ, ὥς γε καὶ κατὰ πληθυντι- κὴν σύνταξιν σφῶν αὐτῶν καὶ σφέας αὐτούς. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ αὐτόν μιν πληγῇσιν {δ 244 }, τάχα τῆς μίν δυναμένης ἀναπληροῦν τὸ λεῖπον τῆς ἀντωνυμίας. προστί- θημι τὸ τάχα, ἐπεὶ ἐν ἑτέροις παρέλκουσα εὑρίσκεται, 2.2.197 κὰδ δέ μιν αὐτόν εἰλύσω ψαμάθοισι {Φ 318 seq. }, ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι {δ 118 }. οὐ μέντοι ἀνάγκη ἐπὶ τοῦ μέγα μὲν κλέος αὐτῆς ποιεῖται {β 125 seq. } λείπειν τὴν ἀντωνυμίαν, τοῦ ποιεῖται νῦν ἐν ἴσῳ παραλαμβανομένου τῷ γίνεται, καθότι καί φαμεν ποιεῖται ἀγορά ἐν ἴσῳ τῷ γίνεται. — 93. Τὸ δὲ μεῖζον, αἱ σύνθετοι δοκοῦσιν ἐντελέστεραι εἶναι ἀπὸ τοῦ ε ἀρχόμεναι, ἑαυτοῦ ἤκουσεν ὁ δεῖνα, ἑαυτοὺς ὕβρισαν, ἑαυτὸν ἐτίμησεν· καὶ προφανὲς ὅτι, εἰ τὰ ἐντελέστερα τῶν σχημάτων οὔποτε παρ᾽ αὐτῷ εὑρέθη, οὐδὲ τὰ ὑποσυνηλιμμένα· εἴγε παντὸς πεπονθότος προϋφέστηκε τὸ ὁλόκληρον. — 94. Εἴπερ οὖν καὶ αὐταὶ αἱ λέξεις διὰ τῆς τῶν συλλαβῶν συμμετρίας καὶ τὸ πλεονάζον ἐπιδείκνυνται καὶ τὸ ἐνδέον, οὐ βίαιον κατὰ τὸ ἐξ αὐτῶν ἐπηυξημένον τῇ συμμεμετρημένῃ τῶν λέξεων συνόδῳ καὶ τὸ πλεονάζον καὶ τὸ λεῖπον δείκνυσθαι. ἐδεί- ξαμεν ὡς καὶ ἐπὶ τῶν ἄρθρων τοῦ λόγου τὸ τήρημα ἀνεπλήρου τὰ λείποντα ἄρθρα· οὐ παρηλλαγμένον οὖν καὶ τὸ λείπειν ταῖς τοιαύταις ἀντωνυμίαις τοὺς προκειμένους λόγους. 2.2.198 95. Εἴπερ οὖν αἱ κατὰ τὸ πρῶτον καὶ δεύτερον πρόσωπον ὀρθο- τονούμεναι ἀντωνυμίαι εἰς σύνθετον μεταλαμβάνονται συνόντος τοῦ ῥήματος ἰσαρίθμως κατὰ τὸ αὐτὸ πρόσωπον, καὶ μένουσι κατὰ τὴν αὐτὴν ἁπλότητα τοῦ ῥήματος ἐν ἑτέρῳ προσώπῳ νοουμένου, ὡς τὸ ἐμεῦ δ᾽ ἀπὸ μούνου Ἀχαιῶν εἵλετο {Ι 335 seq. }, σεῦ δ᾽ ἐπεὶ ἐξέλετο ψυχήν {Ω 754 }, πᾶσα ἀνάγκη καὶ ἐπὶ τοῦ τρίτου προσώπου ταὐτὸν ἐγχωρεῖν, συνεπισχυού- σης καὶ τῆς ἐγγενομένης χρήσεως. [ἔτι κατ᾽ ὀρθὸν τόνον ἀνέγνωστο τὸ μνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δὲ οἷ αὐτῷ {χ 214 } 2.2.199 (τὸ γὰρ ἀμύνειν ἐν προσώπῳ τῷ τῆς Ἀθηνᾶς ἀπεικασθείσης τῷ Μέντορι νοεῖται, οὐ τῷ τοῦ Ὀδυσσέως· μὴ πεισάτω σε Ὀδυσσεὺς ἡμῖν μάχεσθαι, αὐτῷ γε μὴν ἀμύνειν) εὐλόγως τῆς ἀντωνυμίας ὀρθοτονηθείσης πρὸς τὴν ἀντιδιαστολὴν τοῦ ἡμῖν.] 96. τὸ γὰρ ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς {Ε 800 } εἰς σύνθετον μεταλαμβάνεται, ἐπεὶ τὸ γείνατο ταὐτὸν ἦν πρόσωπον τῷ ἀντωνυμικῷ· ἐγέννησεν γὰρ παῖδα οὐδὲ κατ᾽ ὀλίγον ὅμοιον ἑαυτῷ· πρόδηλον γὰρ ὅτι ἡ ἁπλῆ μετάληψις ἕτερον πρόσωπον ὑπαγορεύει τοῦ Τυδέως. καὶ τὸ πτωχὸν δ᾽ οὐκ ἄν τις καλέοι τρύξαντα ἓ αὐτόν {ρ 387 } μόνως ἀντωνυμίαν ἁπλῆν ὑπαγορεύει· οὐ γὰρ κλητέος ὁ πτωχός, ἵνα μὴ αὐτόν, τὸν καλέσαντα, καταπονήσῃ, εἴγε χρειώδης ἡ ἀναδοχὴ τῶν ἄλλων μετακλήτων, τέκτονος ἢ ἰατροῦ ἢ μάντεως. — 97. οὕτως ἔχει καὶ τὸ 2.2.200 ἀλλὰ τόδ᾽ ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδὲ οἷ αὐτῷ ἔπλετο {Ο 226 seq. }, πάνυ ὑγιῶς τῶν ἀντωνυμιῶν τὸ δέον τοῦ τόνου ἀναδεξαμένων ἕνεκα τῆς παρακολουθούσης πρὸς ἄλληλα διαστολῆς, συνούσης ἔτι καὶ τῆς συμπλοκῆς. καὶ ἐπεὶ πάλιν τὸ ἔπλετο κοινὸν κατὰ ἀμφοτέρων τῶν ἀντωνυμιῶν παρελαμβάνετο, οὐ δυνάμενον ἑτέρᾳ προσχωρῆσαι κατὰ τὸ αὐτὸ πρόσωπον, ἵνα τὸ σύνθετον μεταληφθῇ, ἀναγκαίως συνετήρει τὰς ἀντωνυμίας εἰς ἁπλοῦν σχῆμα· εἴγε τὸ ἐν τῇ συνθέτῳ ἀντωνυμίᾳ ῥῆμα οὐ δύναται ἕτερον πρόσωπον γινώσκειν, ὡς δὲ προείρηται, τὸ ἔπλετο κοινὸν κατὰ ἀμφοτέρων εἴληπται, ἔχον τὴν διάθεσιν ἔξωθεν τῶν δύο προσώπων, ὡς εἴ τις λέγοι ἐγένετο Τρύφωνι καλῶς, δηλονότι ὑπό τινος περιστάσεως. προείρηται δὲ ὅτι, εἰ μὴ αἱ διαθέσεις ἐξ αὐτῶν τῶν προσώπων ἐγγίνονται, ἀδύνατον ἐπινοηθῆναι τὴν σύνθετον ἀντωνυμίαν. — οὕτως ἔχει καὶ τὸ ὅστις οἷ τ᾽ ἐπέοικεν {Ι 392 }, ὅστις Ἀγαμέμνονι ἔοικεν· οὐ γὰρ νῦν ὁ λόγος ἀπαιτεῖ τὸ τὸν Ἀγα- μέμνονα ἑαυτῷ ἐοικέναι, τοῦ ὅστις ἐπὶ τὸ ἀόριστον συντείνοντος τοῦ τε οἷ ἐπὶ τὸ ὡρισμένον πρόσωπον τοῦ Ἀγαμέμνονος. — τοὺς δ᾽ ἄγαγον ζωοὺς σφίσιν ἐργάζεσθαι ἀνάγκῃ {ξ 272. ρ 441 }· οὐ γὰρ ἄγονται οἱ αἰχμάλωτοι ἵνα ἑαυτοῖς ὑπηρετῶσιν, τοῖς γε μὴν ἐπικρατήσασιν. — οὕτως ἔχει καὶ τὸ 2.2.201 σφίσι δ᾽ αὐτοῖς δαῖτα πένεσθαι {δ 683 }· οὐ γὰρ οἱ μνηστῆρες ἑαυτοῖς τὰ πρὸς τὴν δαῖτα εὐτρεπίζουσιν. 98. Πῶς οὖν οὐκ ἄλογον παραδιώκειν ὡς ἄλογον τὸ οἷ τ᾽ αὐτῷ, ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη {Ε 64 }, κατὰ τρόπους πλείονας δυνάμενον μᾶλλον κατορθοῦσθαι τῶν προκει- μένων; εἰ γὰρ δὴ καὶ ἦν ἀληθὲς τὸ πάντως τὰς ὀρθοτονουμένας εἰς σύνθετον μεταλαμβάνεσθαι, εἶχεν ὑποπαραίτησιν τὸ σχῆμα, καθότι αἱ ὀφείλουσαι [ἅπαξ] ἐγκλίνεσθαι ἅπαξ εἰς ἀρχὴν τοῦ λόγου γινόμεναι εἰς ὀρθὴν τάσιν μεταλαμβάνονται, ὡς ἔχει τὸ ἡμέας ὑβρίζοντες {Λ 695 }, ἐμὲ δ᾽ ἔγνω καὶ προσέειπεν {λ 91 }. ἀλλὰ καὶ συμπέπλεκται. — 99. Τό τε συνερχόμενον ῥῆμα πληθυντι- κόν ἐστιν, ἔχον τὴν σύνταξιν τοιαύτην, ἐμοὶ ἐγένοντο, σοὶ ἐγένοντο, 2.2.202 οἷ ἐγένοντο. δι᾽ ὃ καὶ ἕνεκα τοῦ τοιούτου μετατίθεται εἰς τὸ ἔτευξεν, ἵνα ἑνικὸν γενόμενον συμφωνήσῃ κατὰ ἑνικὸν τῷ οἷ τ᾽ αὐτῷ, ἃς πᾶσι κακὸν Τρώεσσιν ἔτευξεν καὶ ἑαυτῷ, ἢ ὡς ὁ Κομανὸς ἐν ὑπερ- βατῷ ἤκουεν, Ἀλεξάνδρῳ ἐτεκτήνατο νῆας καὶ ἑαυτῷ, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο {Ε 63 }, ὡς φυσικῆς τινος ἀκολουθίας νόμον θεμένης τοῦ πάντως τὴν ὀρθὴν τάσιν ἐν τρίτοις προσώποις συνθέτου ἀντωνυμίας μετάληψιν ὁμολογεῖν. τί γὰρ ἂν ποιήσειαν ἐπὶ τῶν καλουμένων κτητικῶν ἀντωνυμιῶν, ὧν ἡ θέσις ἀπαράδεκτος ἐγκλιτικῆς τάσεως; ἐφ᾽ ὧν γε δεδείξεται ὡς κατὰ πᾶσαν πτῶσιν μενούσης τῆς αὐτῆς τάσεως τό τε ἁπλοῦν σχῆμα τῶν ἀντωνυμιῶν εὐπαράδεκτον καὶ ἔτι τὸ σύνθετον, τῆς τοῦ ῥήματος συν- τάξεως πᾶν τὸ τοιοῦτο διαστελλούσης. — πῶς οὖν οὐκ ἀπανάγνωσμα τὸ ἀλλά οἱ αὐτῷ {δ 667 }, κατ᾽ ἔγκλισιν ἀναγνωσθέν, ἀντιδιασταλτικῆς ἐπιφερομένης τῆς πρὶν ἡμῖν, — Ἀπόχρη εἰς ἐντελῆ διάγνωσιν τὰ προκείμενα ὑποδείγματα. 2.2.203 100. Οὐ μὴν περισσὸν ἡγητέον παραθέσθαι τὸ εὔχρηστον τῆς γενο- μένης ἀφορμῆς κατὰ τὸ τρίτον, ὡς τὸ μὲν ὀρθοτονούμενον εἰς τὸ σύν- θετον ἐχώρει, τὸ δὲ μὴ οὕτως ἔχον εἰς ἁπλῆν μετάληψιν. — Ἡ ἐν τοῖς πρώτοις καὶ δευτέροις προσώποις σύνταξις προφανεστάτη ἐστὶν ἔν τε τῷ διαβιβαζομένῳ προσώπῳ ἐφ᾽ ἕτερον καὶ τῷ μὴ οὕτως ἔχοντι, ὡς ἔχει τὸ σὲ γὰρ ἅζομαι { Alcmanis fr. 54 Bergk4 } πρὸς τὸ σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις {ν 313 }, καὶ τὸ ἀλλ᾽ ἐμὲ μὲν σὺ σάωσον {Λ 828 } πρὸς τὸ ἐμὲ λύσομαι {Κ 378 }· τὸ αὐτὸ καὶ ἐπὶ τῶν ὁμοίων. ἡ μέντοι κατὰ τὰ τρίτα πρόσωπα σύν- ταξις πάνυ πώς ἐστιν δυσπαρακολούθητος· παμπόλλων γὰρ ὄντων τῶν τρίτων καὶ διὰ μιᾶς λέξεως νοουμένων, λέγω τῆς ῥηματικῆς ἢ καὶ ἔτι τῆς ἀντωνυμικῆς, παρείπετο διὰ τὴν ἐποῦσαν συνέμπτωσιν τά τε ἐν μεταβάσει πρόσωπα νοούμενα καὶ ἔτι τὰ ἐν τῇ αὐτοπαθείᾳ τῆς αὐτῆς συντάξεως ἔχεσθαι. — 101. ἡ ἕο ἀντωνυμία καὶ αἱ σύζυγοι κατὰ τὰς 2.2.204 πλαγίας πρόδηλον ὅτι τρίτου εἰσίν· ἀλλὰ καὶ τὸ κήδεται καὶ ἅπαντα τὰ τοιαῦτα ῥήματα ὁμοίως τρίτου ἐστὶν προσώπου, ἃ δὴ κατὰ τὴν σύν- ταξιν τῶν ἀντωνυμιῶν δύο τρίτα ποιήσει, λέγω ἓν μὲν τὸ ἐκ τοῦ ἀντωνυμικοῦ πρόσωπον, ἕτερον δὲ τὸ ἐκ τοῦ ῥήματος. γενήσεται γὰρ ἕο κήδεται, ἐν δυσὶ προσώποις, αὐτοῦ κήδεται, δι᾽ οὗ ἐμφανίζομεν, ὅτι τίς τινος κήδεται. ἀλλὰ κἀκεῖνο ἔνδεκτόν ἐστιν τό τινα ἑαυτοῦ κήδεσθαι, καὶ δῆλον ὅτι οὐ δι᾽ ἄλλων πάλιν συντάξεων τὸ τοιοῦτον εἰρήσεται ἢ τῶν αὐτῶν· πάλιν γὰρ ἐγγενήσεται τὸ ἕο κήδεται. ἔνθεν οὖν δυσέφικτον ἐγίνετο διαγνῶναι, πότερόν τίς τινος κήδεται ἢ οὔ τινος μέν, ἑαυτοῦ δέ. φέρε γὰρ τὸν Εὔμαιον ἑαυτοῦ κήδεσθαι· τί ἂν γένοιτο ἄλλο ἢ τὸ ἐπεὶ ἕο κήδετο λίην {ξ 461 }; ἢ τοῦ Τηλεμάχου, καὶ πάλιν προσεχώρει τὸ ἐπεὶ ἕο κήδετο λίην· πρὸς τὸ τοιοῦτο οὖν εὐτρεπίζοιντο αἵ τε ὀρθοτονούμεναι εἰς τὸ ἀμε- τάβατον τοῦ προσώπου, λέγω εἰς τὸ σύνθετον, αἵ τε ἐγκλινόμεναι εἰς τὸ ἁπλοῦν, τουτέστιν τὸ διαβιβαζόμενον εἰς ἕτερον πρόσωπον. 102. Καὶ τὸ μὲν πιθανὸν τοῦ λόγου τοιοῦτον ἦν, χρὴ μέντοι τὸν νοῦν ἐπερείσαντας μὴ διὰ τοῦ τόνου διδάσκεσθαι, διὰ δὲ τοῦ παρε- πομένου λόγου, καθάπερ καὶ ἐπ᾽ ἄλλων ἀπείρων ἀμφιβόλων διακρίσεις παρέπονται ἐκ τῶν ἐπακολουθούντων τοῖς λόγοις, οὐκ ἐξ ἐγκλίσεων οὐδὲ ἐξ ὀρθῶν τάσεων. καθάπερ οὖν εἴπομεν ὅτι, εἰ καὶ δῴη τις ἐν 2.2.205 τῇ συνούσῃ τάσει διάκρισιν τῶν ἁπλῶν καὶ συνθέτων, ἀνάγκη πᾶσα ὑποστρέψαι εἰς ὃν προεκτεθείμεθα λόγον. αἱ γὰρ κτητικαὶ τῶν ἀντω- νυμιῶν τόνῳ οὐ διοριζόμεναι τὸ δισσὸν τῆς μεταλήψεως ἔχουσιν, οὕνεκ᾽ ἄρ᾽ οὐχ ᾧ πατρὶ χαριζόμενος {ν 265 }, πάρ τε κασιγνήτῳ Θρασυμήδεϊ καὶ πατέρι ᾧ {γ 39 }· δῆλον γὰρ ὡς τῷ ἑαυτοῦ κατὰ σύνθετον προφοράν, καὶ οὐδαμόσε ἐναλ- λαγὴ τοῦ τόνου διέστειλεν τὸ σημαινόμενον διάφορον ὄν, τὸ μέντοι ἀκόλουθον τοῦ λόγου, ᾧ χρὴ ὁμοίως προσανέχοντας καὶ ἐπὶ τῶν προ- κειμένων ἀντωνυμιῶν ταὐτὸν ἀποτελεῖν, καὶ μὴ παρὰ τὰς τῶν τόνων ἐναλλαγὰς ἐπιταράσσειν καὶ τὰς διανοίας ἢ καὶ καταμέμφεσθαι τὰς ποιητικὰς συντάξεις, ὅ τι μὴ τῇ προκειμένῃ τηρήσει ὑπαντήσεται τὰ τοῦ λόγου. 103. Ἀκολούθως ἰτέον καὶ ἐπὶ τὴν κτητικὴν σύνταξιν τῶν ἀντω- νυμιῶν. Αἱ κτητικαὶ ἀντωνυμίαι δύο πρόσωπα παριστᾶσαι, λέγω τό τε τοῦ κτήματος καὶ τὸ τοῦ κτήτορος, δεόντως καὶ ἐν συντάξεσι τρισὶν κατα- γενήσονται, εἴγε αἱ τούτων πρωτότυποι μονοπρόσωποι οὖσαι δύο συν- τάξεις ἀνεδέξαντο, καθὼς ἀπεδείχθη. ἔχει δὲ τὰ τοῦ λόγου τῇδε. Τὰ 2.2.206 ῥήματα συνόντα ταῖς κτητικαῖς ἀντωνυμίαις ἤτοι ἐκ τοῦ προσώπου ἐστὶν τοῦ ὑπὸ τὴν κτῆσιν πεπτωκότος ἢ ἐκ τοῦ κτησαμένου ἢ ἐξ οὐδετέρου μὲν τούτων, ὑπ᾽ ἄλλου δέ τινος ἔξωθεν παραλαμβανομένου. — καὶ ἔστι μὲν τοῦ πρώτου ὁ ἐμὸς ἵππος τρέχει, ὁ ἐμὸς ἀγρὸς εὐφορεῖ· ὁ αὐτὸς λόγος καὶ ἐπὶ δευτέρου καὶ τρίτου. ἡ τοιαύτη σύνταξις πάν- τως ἐν ὀρθῇ πτώσει ἐστίν, καθὸ τὰ ῥήματα πλαγίαις μὲν οὐ συντάσσονται κατὰ τὸ αὐτὸ πρόσωπον, ὀρθαῖς δὲ ἁπάντοτε. — τοῦ δὲ δευτέρου τὸν ἐμὸν ἀγρὸν ἔσκαψα, τὸν ἐμὸν φίλον ἔπεισα, τὸν σὸν υἱὸν ἐπαίδευσας. — τοῦ δὲ τρίτου τὸν ἐμὸν υἱὸν ἐδίδαξεν, τὸν σὸν υἱὸν ἐδίδαξεν, τὸν σὸν φίλον ἔπεισεν· πρόδηλον γὰρ ὅτι ἡ τοιαύτη σύνταξις ἐκτός ἐστιν τῶν δύο προσώπων τῶν ἐν ταῖς κτητικαῖς ἀντω- νυμίαις νοουμένων. καὶ εἰσὶ πάντοτε ἐν πλαγίαις πτώσεσιν αἱ τοιαῦται συντάξεις, καθὸ τὸ ῥῆμα ἐν ἑτέραις εὐθείαις νοεῖται, ἐχθρὸν ἐμὸν ἐλύπησας, τουτέστιν σύ· ἐχθρὸν ἐμὸν ἐλύπησε Τρύφων ἤ τις ἄλλος τῶν δυναμένων κατὰ τρίτα πρόσωπα παραλαμβάνεσθαι. 104. Ἡ δὲ πρὸς τὸ κτῆμα συντρέχουσα διάθεσις, ἐάν τε κατ᾽ ἐνερ- γητικὴν ᾖ ἐκφορὰν ἐάν τε κατὰ παθητικήν, μόνως ἀναλύεται εἰς ἁπλῆν ἀντωνυμίαν, ὡς ἔχει τὰ τοιαῦτα, ἐμὸς διαλέγεται φίλος, σὸς ὑβρί- ζεται δοῦλος, ὅθ᾽ ἑὸς δόμος ἀμφεκάλυψεν {δ 618 et ο 118 } 2.2.207 ἔστιν γὰρ ὅτε ὁ αὐτοῦ με δόμος ἐκάλυψεν, κεῖσέ με νοστήσαντα {δ 619 et ο 119 } σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεός {δ 512 }, ὁ ἀδελφός σου ἐξέφυγεν, ἐμὸς δέ κε καὶ πάις εἴης {Ι 57 }, πατὴρ δ᾽ ἐμὸς ἄλλοθι γαίης {β 131 }· ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ὁμοίων. — 105. Οὐκ ἀπεμφαῖνον μέντοι ἐστὶν καὶ τὸ συντασσόμενον ῥῆμα ἐπὶ τὸν κτήτορα συντείνειν, εἰ σημαίνοι ὕπαρξιν· εἰ γὰρ ἄλλο τι, τὰ τοῦ λόγου ἀκατάλληλα ἂν γένοιτο. οἷόν τε γάρ ἐστιν φάναι ἐμός εἰμι οἰκέτης, ὃ πάντως μεταληφθήσεται εἰς σύνθετον, ὅτε φαμὲν οὕτως, ἐμαυτοῦ εἰμι οἰκέτης· ἀσύστατον δὲ τὸ τοιοῦτον, ἐμὸς θεράπων γράφω. δέον γὰρ γράφει, εἴγε πρὸς τὴν ὑπακουομένην τρίτου προσώπου εὐθεῖαν συντρέχει τὸ ῥῆμα. ἢ εἴπερ ἐν δευτέρῳ γένοιτο, πάντως καὶ μετὰ τῆς ὑπαρκτικῆς μετοχῆς, ἐμὸς ὢν θεράπων τρέχεις. 106. Ἐντεῦθεν οὖν δεῖ νοεῖν ὡς πᾶν ῥῆμα ἐκ τοῦ κτήτορος γε- νόμενον, λέγω κατὰ διάθεσιν τὴν πρὸς τὸ κτῆμα, πάντως καὶ σύνθετον μετάληψιν ποιεῖται, εἰ ἐγγένοιτό τις διαστολή, τὸν ἐμὸν υἱὸν δι- δάσκω, τὸν σὸν υἱὸν ἐπαίδευσας, τὸν ἐμαυτοῦ υἱὸν διδάσκω, τὸν σαυτοῦ υἱὸν ἐπαίδευσας, πάνυ ἀναγκαίως. οὐ γὰρ ἔτι τὸ 2.2.208 ῥῆμα ἐκ τῆς κατὰ τὸ τέλος εὐθείας συνείχετο, μετῄει δὲ ἐπὶ τὸ ἀντω- νυμικὸν πρόσωπον· πρόκειται δὲ ὅτι, ἐὰν ῥῆμα κατὰ τὸ αὐτὸ πρόσωπον συντάσσηται πλαγίᾳ ἀντωνυμίᾳ, πάντως σύνθετον μετάληψιν ἀπαιτεῖ, ὡς τὸ ἐμέ φημι {Ν 269 } καὶ τὰ ὅμοια. ἀλλὰ μὴν καὶ δέδεικται ὡς αἱ κτητικαὶ ἀντωνυμίαι μόνης γενικῆς εἰσιν πτώσεως, εἰς ἣν καὶ μεταλαμβάνονται, καὶ ὡς αἱ ἐγκλινόμεναι πτώσεις τῶν ὑπακουομένων κτημάτων εἰσίν. δυνάμει γὰρ ὁ λέγων οὕτως, τὸν ἐμὸν δοῦλον ἔπαισα, φησὶν τὸν ἐμοῦ δοῦλον ἔπαισα, ὅπερ οὐκ ἄλλο τι γενήσεται ἢ τὸν ἐμαυτοῦ. — 107. ἔνθεν τὰ τῆς ἀναλύσεως, εἰ μὲν ἐν ἀπολύτῳ εἴη προσώπῳ, εἰς ἐγκλινομένην μεταλαμβάνεται ἁπλῆν ἀντωνυμίαν· εἰ δὲ δέοιτο ἀντιδιαστολῆς, πάντως 2.2.209 εἰς σύνθετον. δι᾽ ὃ καὶ μόνως αἱ σύνθετοι ὀρθοτονούμεναί εἰσιν· χρειώδης γὰρ ἦν ἡ ἐξ αὐτῶν διαστολή. παρὸν οὖν φάναι πρὸς ταῖς ἐμαῖς θύραις ἕστηκα καὶ μεταλαβεῖν εἰς τὸ πρὸς ταῖς θύραις μου ἕστηκα, ...........ἔφη πρὸς ταῖς ἐμαυτοῦ νῦν θύραις ἕστηκ᾽ ἐγώ { Menandri fr. CCXCIII M. 830 K. }, καὶ πάνυ ἀναγκαίως τοῦ Μενάνδρου τὴν σύνθετον παραλαβόντος, συμ- φερομένην ὀρθοτονουμένῃ τῇ ἕστηκα ἐγώ· ἔμφασιν γὰρ ἔχει ὡς οὐ πρὸς ταῖς ἄλλου. 108. Προφανῶς καὶ ἐπὶ τοῦ τρίτου προσώπου τὰ τῆς συντάξεως συντείνει, αὐτὸ μόνον ἐπιστάσεως τῆς αὐτῆς παρακολουθούσης ἧς κἀν τοῖς προκειμένοις ἔφαμεν δεῖν μεμνῆσθαι. ἢ ἐν τῷ αὐτῷ προσώπῳ 2.2.210 ἐστὶ τὰ τῆς διαθέσεως καὶ τὰ τοῦ ἀντωνυμικοῦ προσώπου, ἢ ἐν ἑτέρῳ προσώπῳ καταγίνεται ἡ ἐκ τῶν ῥημάτων διάθεσις, ἐπεὶ ὁμοίως πάλιν διὰ μιᾶς φωνῆς πλείονα ὄντα τὰ πρόσωπα νοεῖται, ὡς ἔχει τὰ τοιαῦτα, ὃν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν κάλλεος εἵνεκα οἷο {Υ 234 seq. }· ἔστι γὰρ ἕνεκα τοῦ αὐτοῦ κάλλους, καθὸ τὸ ἀνηρείψαντο συντείνει ἐπὶ τὴν εὐθεῖαν τοῦ θεοί, ἀνήρπασαν οἱ θεοὶ Γανυμήδη τοῦ αὐτοῦ ἕνεκα κάλλους. εἰ γοῦν μεταληφθείη ἡ αἰτιατικὴ τοῦ Γανυμήδης εἰς εὐθεῖαν, εἰς ἣν καὶ προσχωρήσει τὸ ῥῆμα, πάντως καὶ ἡ μετάληψις σύνθετος γενήσεται, ἡρπάγη ὁ Γανυμήδης ἕνεκα τοῦ ἑαυτοῦ κάλ- λους, καθό ἐστιν καὶ ἐπὶ τοῦ δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν οἷο κασιγνήτοιο Λυκάονος {Γ 332 seq. }, δῆλα δὴ ὡς ὁ Ἀλέξανδρος· καὶ ἐπεί τοι ἐξ αὐτοῦ τὰ τῆς διαθέσεως, κτῆμα δὲ ἔχει τὸν ἀδελφόν, τὸ οἷο κασιγνήτοιο εἰς τὸ ἑαυτοῦ μετα- ληφθήσεται. — 109. Ἔτι τὸ ἑή τέ μιν ὤλεσεν ἀλκή {Π 753 } τὴν τοῦ ῥήματος διάθεσιν ἔχει ἐκ τοῦ κτήματος, ἐφ᾽ ἧς πάλιν συντάξεως ἁπλῆ μετάληψις γενήσεται, ἡ αὐτοῦ ἀλκὴ αὐτὸν ἀπώλεσεν. εἰ γοῦν ὁ λέων τὰ τῆς διαθέσεως μεταλάβοι ὡς ἐπὶ τὸ κτῆμα, τὴν ἀλκήν, 2.2.211 γένοιτο ἂν ἑὴν ὤλεσεν ἀλκήν, τουτέστιν τὴν ἑαυτοῦ· εἰ δὲ γένοιτο ἄλλο τι πρόσωπον τὸ ῥῆμα ἀναδέξασθαι, ὡς εἴ τις ἐφ᾽ Ἡρακλέους φαίη καταγωνισαμένου τὸν λέοντα ἑὴν ἀλκὴν ὤλεσεν, ἔσται ἁπλῆ πάλιν ἡ ἀντωνυμία, τὴν ἀλκὴν ὤλεσεν αὐτοῦ, τοῦ λέοντος. — 110. Ἔτι τὸ Νέστωρ φάσχ᾽ ὁ γέρων ὅτ᾽ ἐπιμνησαίμεθα σεῖο οἷσιν ἐνὶ μεγάροισιν {δ 191 seq. } ἔχει δύο ῥήματα δυνάμενα συντάσσεσθαι τῷ οἷσιν ἐνὶ μεγάροισιν, ἐξ ὧν εἰ τὸ ἑνικὸν πρὸς ἕνα ὄντα τὸν Νέστορα καὶ κτήτορα τῶν οἰκη- μάτων συντρέχον συνταγείη, καὶ τὰ τοῦ λόγου σύνθετον ἀπαιτήσειεν τὴν ἀντωνυμίαν, ἔφασκεν ἐν τοῖς ἑαυτοῦ· εἰ δὲ τὸ ἐπιμνησαίμεθα, ὃ ἐν πρώτῳ καταγενόμενον ἐν ἑτέρᾳ εὐθείᾳ γένοιτο, τοῦ λέγοντος κατὰ σύλληψιν τὴν τοῦ Νέστορος, ἀδύνατον τὰ τῆς μεταλήψεως μὴ οὐκ εἰς ἁπλῆν χωρῆσαι· ὅτ᾽ ἐπιμνησαίμεθα σεῖο οἷσιν ἐνὶ μεγάροισιν, τουτέστιν ἐν τοῖς αὐτοῦ. — 111. Οὕτως ἔχει καὶ ἐπὶ τοῦ τότε δὲ Ζεὺς Ἕκτορι δῶκεν ᾗ κεφαλῇ φορέειν {Π 799 seq. }· τρία γὰρ ὑποκείμενα νοεῖται, ὁ Ζεύς, ὃς μετέδωκεν Ἕκτορι ὥστε τῇ 2.2.212 αὐτοῦ κεφαλῇ φορεῖν. εἰ γοῦν ἡ δοτικὴ ὑποσταλείη τοῦ Ἕκτορος, γίνεται κτήτωρ ὁ Ζεὺς ὡς πρὸς τὴν κεφαλήν, ὁ Ζεὺς ἔδωκεν ᾗ κεφαλῇ φορεῖν, ὃ γενήσεται τῇ ἑαυτοῦ. — 112. Ἀμφιβάλλεταί γε μὴν καὶ τὸ ἀλλ᾽ ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν θάρσεϊ ᾧ {Η 152 seq. }. δύναται γὰρ θάρσος ἔχειν ὁ θυμός, ὥστε εἶναι ἔπεισέ με ὁ θυμὸς τῷ ἰδίῳ κτήματι πολεμεῖν, τουτέστιν τῷ αὐτοῦ θάρσει· ἢ οὕτως, ἔπεισέ με ὁ θυμὸς τῇ ἰδίᾳ δυνάμει, τουτέστιν τῷ ἑαυτοῦ θάρσει, πολεμεῖν τῷ προκαλεσαμένῳ, ὃ καὶ μᾶλλον ἐπιδέχεται ἡ διάνοια, ὡσεὶ καὶ εἰ οὕτως τις λέγοι, τῷ ἰδίῳ λόγῳ ἔπεισέ με Τρύφων διαλέγεσθαι Ἀπολλωνίῳ· ἢ κἀκ τρίτου ἔπεισέ με ὁ θυμὸς τῷ θάρσει τῷ ἐκείνου πολεμεῖν, κατὰ τρόπον τὸν τῆς περιφράσεως, ἀνῆκέ με αὐτῷ πολεμεῖν. καὶ πάλιν χρὴ νοεῖν ὡς τὸ ῥῆμα οὐκέτι ἐγγινόμενον ἐν τῷ ἀντωνυμικῷ προσώπῳ ἀναγκαίαν μετάληψιν ἐποίει τὴν εἰς τὸ αὐτοῦ· αὐτὸς γὰρ ὁ θυμὸς ἀνῆκε, καὶ οὐκέτι αὐτοῦ κτῆμα ἐγένετο τὸ θάρσος, ἀλλὰ τοῦ προκαλεσαμένου. 2.2.213 113. Πάμπολλος ἡ εἰς τὸ τοιοῦτο παράθεσις, ἥν τινες ἐπὶ πλέον παρέτειναν αὐτὸ μόνον τὴν χρῆσιν παραθέμενοι τῆς μεταλήψεως, οὐ τὸν ἐμμεθόδως ἀποδειχθέντα λόγον, ὅνπερ ἡμεῖς παρεθέμεθα, πείσαντες ὡς διὰ τῆς συνόδου τοῦ ῥήματος τὸ ἀμφιβαλλόμενον τῆς μεταλήψεως ἀδιστάκτως καταστήσεται. παραπεμπτέον οὖν τὰς τοιαύτας ἀποδόσεις· αἴτει δ᾽ οἰωνὸν ἑὸν ἄγγελον {Ω 292 }· νῦν γάρ φασιν οὐκ ἀντωνυμικῶς κεῖσθαι τὸ ἑόν ἀλλ᾽ ἐπιθετικῶς, σημαῖνον τὸ ἀγαθόν, ἢ καὶ ἐν μεταγραφῇ τοῦ ταχὺν ἄγγελον, ὡς πάντως τῆς ἀντωνυμίας σύνθετον μετάληψιν ἀπαιτούσης· ἐπ᾽ ἐκείνου δ᾽ εὐπαρά- δεκτα τὰ τῆς ἀντωνυμίας φασίν, εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον {Ω 296 }, ἀντὶ τοῦ τὸν ἑαυτοῦ. ἦν δὲ κἀκεῖνο ἀντωνυμικῶς παραδέξασθαι ὁμοίως τοῖς προκειμένοις, μετιὸν εἰς ἁπλῆν μετάπτωσιν ἕνεκα τοῦ τὸ ῥῆμα ἐπὶ τὸν Πρίαμον συντείνειν, αἴτει τὸν αὐτοῦ ἄγγελον. — 114. Ἀλλὰ καὶ τὸ ἐν Ἰσθμιονίκαις Πινδάρου ἐτάραξεν τοὺς ὑπομνηματισαμένους, Αἰολίδαν δὲ Σίσυφον κέλοντο ᾧ παιδὶ τηλέφαντον ὄρσαι γέρας, φθιμένῳ Μελικέρτᾳ { fr. 1 B.; 5 Schr. }· 2.2.214 μεταλαβόντες γὰρ τὴν ᾧ ἀντωνυμίαν εἰς σύνθετον τὴν ἑαυτοῦ ἀποροῦ- σιν πῶς, ὃν εἶπεν Ἀθαμαντιάδαν, καὶ Σισύφου παρίστησιν. ἔνιοι μέντοι τὸ ω ἐπιρρηματικὸν ἐκδεξάμενοι τοῦ ἀπόρου δοκοῦσιν ἀπηλλάχθαι, ἐγκλίνοντες τὸν τόνον ἵν᾽ ᾖ ὣ παιδί, καθὼς ἔχει καὶ τὸ ὥ τε χερνᾶτις γυνά { fr. lyr. adesp. III p. 742 Bergk4 }. οἱ δὲ καὶ εἰς τὴν οἷ μετέλαβον, κέλοντό οἱ, ἵν᾽ ᾖ δοτικὴ ἀντὶ γενικῆς, ἐκέλοντο τῷ αὐτῆς παιδὶ τηλέφαντον ὄρσαι γέρας, τουτέστι τῆς προειρημένης Ἰνοῦς, πάντα μᾶλλον ἢ τὸ δέον ἐπιστήσαντες. τί γὰρ τὸ ἐμποδὼν τὴν ᾧ ἀντωνυμίαν κτητικὴν ὑπάρχειν μεταλαμβάνεσθαί τε εἰς τὸ αὐτῆς, ἐκέλοντο τῷ αὐτῆς παιδί, ὃν καὶ Ἀθαμαντιάδην εἶπεν; — 115. Καὶ τὸ Ὁμηρικὸν δὲ δυνάμενον κατ᾽ ὀρθὴν τάσιν ἀναγινώσκεσθαι, λέγω ἐπὶ τοῦ οἱ δὲ οἳ ἐβλάφθησαν {Ψ 387 }, 2.2.215 παρεπέμφθη διὰ τὴν εἰκῇ πιστευθεῖσαν τήρησιν, συντάξεως ὁμοίας οὔσης τῇ οἱ ἐμοὶ ἐβλάβησαν, οἱ σοὶ ἐβλάβησαν, οἱ οἳ ἐβλάβησαν. καὶ φαίνεται ὅτι τὸ Ὁμηρικὸν ἰδίωμα ῥύεται τὸ ἀπανάγνωσμα, καθὸ ἀπει- ράκις δοτικὰς παραλαμβάνει ἀντὶ γενικῶν· ὡς εἰ μὴ ἦν τὰ τῆς ἐναλ- λαγῆς, τάχα καὶ ὁ στίχος ἠλογεῖτο, ὡς ἀκατάλληλον ἔχων τὴν ἀντω- νυμίαν. — Κατὰ τὸν αὐτὸν λόγον δεῖ νοεῖν, ὡς καὶ τὸ τοὺς δ᾽ ἤδη κάτεχεν φυσίζοος αἶα ἐν Λακεδαίμονι αὖθι φίλῃ {Γ 243 seq. }, ὅπερ εἶχε τὸ ἑῇ ἐν ταῖς πλείοσιν ἐκδόσεσιν, [ὃ] ἦν μάλιστα ἀκόλουθον· τὸ γὰρ κάτεχεν ῥῆμα συναφές ἐστιν τῷ γῆ, καὶ τὰ τῆς ἀντωνυμίας πάντως εἰς ἁπλῆν μεταστήσεται, κατεῖχεν ἡ γῆ τοὺς προειρημένους δαίμονας ἐν τῇ αὐτῆς πατρίδι, τῆς προειρημένης Ἑλένης, ὡς κἀκεῖνο ἔχει, 2.2.216 τότε δὲ Ζεὺς δυσμενέεσσι δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ {Χ 403 seq. }, ἐν τῇ πατρίδι αὐτοῦ, τοῦ Ἕκτορος. 116. Οὐχ ἡγητέον τὴν τοιαύτην παράθεσιν παρέλκειν, καθὸ ἀπήρκει τὸ ὑπόδειγμα τοῦ λόγου διακρῖναι τὰ τοιαῦτα· εἰς γὰρ γυμνασίαν τοῦ λόγου παρεθέμεθα, καὶ ἔτι εἰς βεβαιοτέραν πίστιν τῆς τηρήσεως καὶ ἔλεγχον τῶν παραπεμψαμένων τὸ δέον τῆς συντάξεως. 117. Ἑξῆς ῥητέον περὶ συντάξεως τῆς ἐμοῦ, κτητικῆς οὔσης κατὰ γενικὴν πτῶσιν καὶ γενικῆς τῆς ἀπὸ τοῦ ἐγώ, ἥτις οὐ μόνον δύναται κατὰ φωνὴν συνεμπίπτειν ἀλλὰ καὶ ἐν τῇ συντάξει τῇ κατὰ κτήσεως. — ἥ τε γὰρ κτητική, ἴδιον τοῦτ᾽ ἔχουσα, ἐπὶ κτῆμα φέρεται, καθὸ καὶ αἱ ἄλλαι πτώσεις, ἐμός — ἐμόν καὶ ἐξῆς· ἀλλὰ μὴν καὶ ἡ ἀπὸ τοῦ ἐγώ γενικὴ ἐπὶ κτῆμα φέρεται, διὸ καὶ πρὸς ἐνίων κτητικὴ ἐκαλεῖτο. φαμὲν γοῦν Ἀριστάρχου ἔκδοσις. τά τε κτητικὰ τῶν ὀνομάτων καὶ αἱ κτητικαὶ τῶν ἀντωνυμιῶν οὐκ ἀπ᾽ ἄλλης πτώσεως παράγονται ἢ ἀπὸ γενικῆς, εἰς ἣν καὶ ἀναλύονται. καὶ δῆλον ὡς μὲν τὰ ὀνόματα οὐκ ἐδέετο ἐπιστάσεως· αὐτάρκεις γὰρ αἱ φωναὶ εἰς διαστολὴν τοῦ τοιούτου, 2.2.217 Ἑκτόρειος Ἑκτορείου ὡς πρὸς τὴν Ἕκτορος· ἡ μέντοι προειρημένη ἀντωνυμία οὐ σαφηνιζομένη διὰ τῆς φωνῆς δεηθήσεται τῆς εἰρημένης συντάξεως, ἵνα περιγράψῃ τὴν συνοῦσαν ἀμφιβολίαν. — 118. Οὐ λέληθεν δέ με ὡς παρὰ ταῖς ἄλλαις διαλέκτοις καὶ διὰ τῆς φωνῆς ἐστιν ἡ διά- κρισις· ὅθεν ὑπολαμβάνω τὸν ποιητὴν συνειδότα τὸ ἀμφίβολον τοῦ σχήματος τὴν μὲν πρωτότυπον σχεδὸν διὰ πάσης διαλέκτου προενέγκα- σθαι, ἐμέθεν λέγοντα ἢ ἐμέο ἢ ἐμεῖο ἢ ἐμεῦ, οὐ μὴν ἐμοῦ (οὐ γὰρ καθὸ ἀγνώς ἐστιν τῆς εἰς ου ληγούσης γενικῆς, ὅπου γε καὶ τὰς ἀπ᾽ αὐτῆς πλαγίας ἁπάσας κοινότερον προηνέγκατο), τήν γε μὴν κτητικὴν ἀκο- λούθως κλιθεῖσαν κατὰ τὸ τέλος ἀπ᾽ εὐθείας τῆς εἰς ος ληγούσης. ἁπάντοτε γὰρ διὰ τῆς ου προφέρεται ἢ καὶ Θεσσαλικώτερόν πως διὰ τοῦ οιο, καθὼς καὶ τὸ καλοῖο, πατρὸς ἐμοῖο πατήρ {Ξ 118 et τ 180 } καὶ πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι {γ 83 }· εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠΰ {β 271 }, ἢ καὶ τεοῖο, Δωρικώτερον μετατεθέντος τοῦ ς εἰς τ καὶ ἐπενθέσεως 2.2.218 τοῦ ε γενομένης, καθὸ παρεπόμενόν ἐστιν μετὰ τὴν μετάθεσιν ἔσθ᾽ ὅτε τὸ ε πλεονάζειν. (οὐκ ἐνὸν γὰρ εὑρέσθαι τὸν πλεονασμὸν σὺν τῷ ς· ἡ γοῦν πάλιν σοί, γενομένη τίν παρὰ Δωριεῦσιν, γίνεται καὶ τεΐν, τεῒν τάδε μυθήσασθαι {Λ 201 }). 119. Ἁπάντοτε μὲν οὖν ἡ γενικὴ φερομένη ἐπὶ ῥῆμά ἐστι πρωτό- τυπος, ἐμοῦ ἀκούει Θέων, σοῦ ἤκουσα, καὶ ἔτι ἐν ταῖς κατὰ διά- λεκτον, ἐμεῦ δ᾽ ἕλετο μέγαν ὅρκον {δ 746 }, σεῦ δ᾽ ἐπεὶ ἐξέλετο ψυχήν {Ω 754 }, ἐμεῖο δὲ σύνθεο μῦθον {τ 268 }, ἴσως παρὰ Ἰωνικὴν τὴν ἐμέο κατ᾽ ἐπένθεσιν τοῦ ι, ἢ καὶ κατὰ μετά- θεσιν τοῦ υ εἰς τὸ ι παρὰ τὴν ἐμεῦ, ὡς καὶ παρὰ τὴν ἐμοῦ τὸ ἐμοῖο, ὥστε καὶ κατὰ τὸ τοιοῦτον ἀναλογωτάτην τὴν φωνὴν καθίστασθαι. 120. Οὐχὶ οὖν καὶ ἐπὶ κτῆμα φέρεται ἡ γενική; Ἀλλ᾽ ἐν δια- φόρῳ τάσει, λέγω τῇ ἐγκλιτικῇ, καὶ διαφόροις κτήμασιν, ἐσκάφη μου 2.2.219 ὁ ἀγρός, ἐνίκησέν μου ὁ παῖς. καὶ τὰ ἐπιφερόμενα κτήματα ἀδια- φορεῖ κατὰ γένος, κατὰ πτῶσιν, κατὰ ἀριθμόν· παντὸς γὰρ κτήματος ἡ γενικὴ πτῶσις δεκτική ἐστιν. καὶ ἐπὶ τῶν ὀνομάτων ταὐτόν. τά γε μὴν κτητικῶς παραχθέντα ἀντωνυμικὰ ἢ καὶ ἔτι ὀνοματικὰ τὸν αὐτὸν ἀριθ- μὸν ἐπιζητεῖ καὶ τὸ αὐτὸ γένος καὶ τὴν αὐτὴν πτῶσιν, Ἑκτόρειος χιτών — Ἑκτορείου χιτῶνος, ἐμὸς φίλος — ἐμοῦ φίλου πρόδηλός ἐστιν ἡ ἑξῆς ἀκολουθία. τοιοῦτόν ἐστι τὸ πατὴρ δ᾽ ἐμὸς αὐτίκ᾽ ὀϊσθείς {Ι 453 } καὶ ἔτι πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι {γ 83 } καὶ ἔτι τὠμῷ κεχαρισμένε θυμῷ {δ 71 }. 121. Οὐχὶ οὖν καὶ τῇ γενικῇ ὀρθοτονουμένῃ, λέγω τῇ πρωτο- τύπῳ, συνοισθήσεται γενικὴ πτῶσις, ὥστε κατὰ σύνταξιν καὶ κατὰ φωνὴν ἀμφιβάλλεσθαι, καθότι καὶ παντὶ πτωτικῷ γενομένῳ κατὰ γενικὴν τὸ τοιοῦτο παράκειται; φαμὲν γὰρ Ἀριστάρχου ἀγροῦ ὁ καρπός ἐστιν, καὶ οὐδὲν ἐμποδὼν τὸ φάναι, ὡς Ἀριστάρχου ἀγροῦ καρπός, οὕτως 2.2.220 ἐμοῦ ἀγροῦ καρπός. Ἀλλὰ πάλιν γενόμενον τὸ τοιοῦτον ὑπο- στρέφει εἰς κτητικὴν ἀντωνυμίαν τὴν ἀπὸ τοῦ ἐμός. οὐ γὰρ ἄλλως ἂν τῆς πρωτοτύπου γένοιτο, λέγω τῆς ἐγώ, εἰ μὴ καὶ ἐγκλιθείη, ὅπερ ἴδιον αὐτῇ παρηκολούθει πρὸς τὴν τῶν κτητικῶν ἀντεξέτασιν, καθὸ αὗται μόνως ὀρθοτονοῦνται· γίνεται γὰρ τοῦ ἀγροῦ μου ὁ καρπός ἐστιν. 122. Ἀλλ᾽ ἴσως οἰήσεταί τις τὰ τῆς ἀποδείξεως ἐντελῶς μὴ ἀπο- χρῆν, ἔτι δὲ ἀμφιβάλλεσθαι τὰ τοῦ λόγου. πρὸς ὃν ἔστιν φάναι ὡς, εἴπερ ἡ πρωτότυπος γενικὴ ἦν κατ᾽ ὀρθὴν τάσιν ἐκφερομένη, κἂν πάν- τως συμπαρείπετο τὰ ταύτης ἰδιώματα. ἔφαμεν γὰρ τὰς γενικὰς περὶ τὰ ἐπιφερόμενα κτήματα ἀδιαφορεῖν, τά γε μὴν κτητικῶς παραχθέντα πρὸς ἑκάστην πτῶσιν καταλλήλως ἐκφέρεσθαι. οὔ φαμεν δέ γε τῶν ἐμοῦ ἀγρῶν ὁ καρπός οὐδὲ τῷ ἐμοῦ ἀγρῷ συνέβη ἐσκάφθαι οὐδὲ τῆς ἐμοῦ οἰκίας οὐδὲ ἄλλο τῶν κατὰ διαφορὰν ὡς πρὸς τὸ ἐμοῦ, ἀλλὰ κατὰ σύνταξιν τὴν τῶν ἐπιφερομένων συμμεταλαμβάνομεν τὰς ἀντωνυμίας, τῶν ἐμῶν ἀγρῶν καρπός, τῷ ἐμῷ ἀγρῷ συνέβη ἐσκάφθαι. διὰ τοῦ τοιούτου λύεται ὡς, ἐπὰν φῶμεν τοῦ ἐμοῦ 2.2.221 ἀγροῦ ὁ καρπός, σύνταξίς ἐστιν τῆς κτητικῆς ἤπερ τῆς γενικῆς ὀρθο- τονουμένης. — παρὸν γοῦν, ἐγκλίναντα τὴν ἀντωνυμίαν καὶ περι- γράψαντα τὴν κτητικὴν σύνταξιν, διὰ τῆς ἐγκλίσεως προσδοῦναι τὰ ἰδιώματα τῆς γενικῆς, καὶ ὅσα μὴ κατάλληλα ἐν τοῖς προκειμένοις, ταῦτα διὰ τῆς ἐγκλίσεως κατάλληλα ποιῆσαι, τῶν ἀγρῶν μου ὁ καρ- πός, τῷ ἀγρῷ μου συνέβη ἐσκάφθαι, καὶ ἐπὶ τῶν ἑξῆς ταὐτόν. 123. Δέδεικται ἄρα ὡς ἡ ὁμοφωνήσασα γενικὴ τῇ κτητικῇ ἀντω- νυμίᾳ περιγραφήσεται τῆς κτητικῆς συντάξεως διὰ τὸ ἐπικρατεῖν τὴν φύ- σει κτητικὴν ἀντωνυμίαν, ἰδίωμα ἔχουσαν τὸ κτῆμα, ὃ οὐ μόνον διὰ τῆς γενικῆς νοεῖται, ἀλλὰ πολὺ πρότερον ἀπὸ τῆς εὐθείας εἶχεν. ἡ γὰρ ἐν πρωτοτύποις κτητικὴ σύνταξις διὰ μιᾶς πτώσεως τὸ τοιοῦτον ἐπαγγέλ- λεται, ἢ τῆς γενικῆς μετατεθείσης καὶ τὰ τῆς κτήσεως συμμετατίθεται. — 2.2.222 προσθείην δ᾽ ἂν κἀκεῖνο, ὡς οὐδ᾽ ἂν ἡ ἐγκλινομένη γενικὴ πρωτό- τυπος κτητικὴν σύνταξιν ἀνεδέξατο, εἴπερ αἱ κτητικαὶ τῶν ἀντωνυμιῶν ἔγκλισιν ἀνεδέχοντο· κἂν οὕτω γὰρ κατεκράτησεν ἡ κτητικὴ ἀντωνυμία. σαφὲς οὖν ὅτι ἀποφυγοῦσα τὴν φωνὴν τὴν κτητικὴν εἰς τὴν ἐγκλιτικὴν μετῆλθεν· καὶ γὰρ ἐν τῷ καθόλου τὸ τοιοῦτον ἐπιδεδείξεται, ἡνίκα κατὰ τὸ εὔκαιρον περὶ αἰτίας καταλλήλου καὶ ἀκαταλλήλου διαληψόμεθα. 124. Ὁμολόγως οὖν τῶν κτητικῶν ἁπάντοτε ἐπὶ κτῆμα φερο- μένων τὸ ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο {Θ 37 } ἄλογον καταστήσεται μετὰ καὶ τῶν συμπαρεπομένων τῇ ἀθετήσει τῶν στίχων· αἱ γὰρ συντάξεις αἱ ἐπὶ τὰ ῥήματα καὶ ἐπὶ τὰς μετοχὰς γενι- κὰς πρωτοτύπους ἐπιζητοῦσιν, καθὼς πρόκειται. — 125. Διὸ καὶ τὸ Ζηνοδότειον οὐ πάντως ἄλογον, λέγω δ᾽ ἐπὶ τοῦ 2.2.223 Πηλείδης δὲ σάκος μὲν ἀπὸ οὗ χειρὶ παχείῃ ἔσχετο ταρβήσας {Υ 261 seq. }. εἰ γὰρ καὶ ἡ κατὰ τὸ πρῶτον πρόσωπον καὶ δεύτερον ἐπὶ ῥῆμα φέρε- ται, ἀπ᾽ ἐμοῦ ἔσχετο σάκος, ἀπὸ σοῦ ἔσχετο σάκος, οὐδὲν ἐμ- ποδὼν καὶ ἐπὶ τοῦ τρίτου ταὐτὸν ἐγγενέσθαι, νῦν οὐ κτητικῶς ἀκου- ομένης τῆς ἀντωνυμίας, ὥς τινες ὑπέλαβον, ὅπου γε καὶ τὸ ἀμφίβολον τῆς γενικῆς ὡς πρὸς τὴν κτητικὴν γενικὴν παραπέμπεται ἡ τοῦ ῥήμα- τος σύνταξις, καθάπερ προεκτεθείμεθα. εἰ δὴ ἡ οὗ φέρεται ἐπὶ ῥῆμα ἐν τῷ ἔσχετο ἀπὸ οὗ, τί τὸ κωλῦον πρωτότυπον γενικὴν αὐτὴν φάναι, κἂν συνεμπίπτει κτητικῇ; ἔστιν γε μὴν πρὸς τὸ τοιοῦτον φάναι ὡς ἐν ἑτέρᾳ μὲν συντάξει κατώρθωται, οὐ μὴν ἐν τῇ Ὁμηρικῇ, εἴγε τὴν τούτων συνέμπτωσιν ἐφυλάξατο, ὡς ἐδείχθη ἐν τοῖς προκειμένοις. δεί- κνυται οὖν ὡς οὐ παρὰ τὰς ἀντωνυμίας Ζηνόδοτος ἥμαρτεν, παρὰ δὲ τὸ Ὁμηρικὸν ἔθος. καὶ ἕνεκα τούτου προκέκριται ἡ Ἀριστάρχειος ἀνά- γνωσις, ἀπὸ ἕο χειρὶ παχείῃ 126. Ἔτι κἀκεῖναι αἱ γραφαὶ εἰς αὐτὸν ἀναφέρονται, μνῆσαι πατρὸς σεῖο {Ω 486 }, πατρὸς ἐμεῖο πατήρ {Ξ 118. τ 180 }, 2.2.224 ὥστε κατὰ τὸ ἐναντίον τῷ προκειμένῳ λόγῳ γενικαῖς αὐτὸν κεχρῆσθαι πρωτοτύποις ἀντὶ τῶν κτητικῶν. καὶ ἔστι πως συνηγορῆσαι τῇ πρὸς αὐτοῦ γενομένῃ γραφῇ, ὅτι οὐκ ἀπεμφαῖνον τὰς γενικὰς ἐπὶ κτῆμα φέρεσθαι, ἐπεὶ καί, ὡς ἔφαμεν, αἱ κτητικαὶ εἰς γενικὰς μεταλαμβάνονται. ἔτι καὶ ἄλλαι συντάξεις εἰσὶν ἐν αὐτοῖς τοῖς ποιήμασιν τὸν αὐτὸν ἐπέ- χουσαι λόγον, πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο {Δ 343 }, σέο δ᾽ ὀστέα πύσει ἄρουρα {Δ 174 }, εἰ μή τίς σευ μῆλα {ι 405 }, οἵ θ᾽ αἵματος ἐξ ἐμεῦ εἰσιν {Τ 105 }· ὥστε μηδὲ κατὰ τὸ Ὁμηρικὸν ἔθος ἀπαραδέκτους εἶναι τὰς γραφάς. πρόδηλον γὰρ ὡς, εἰ αἱ Ζηνοδότειοι μετατεθεῖεν, αἱ τοιαῦται ἀντι- κείσονται· εἰ δὲ εὐπαράδεκτοι αὗται, οὐδὲ αἱ Ζηνοδότου ἀπόβλητοι. — 127. ῍Η δέον πρὸς τὴν γραφὴν οὕτως ἀντιθεῖναι, ὡς ἀδύνατον παρα- δέξασθαι ὀρθοτονουμένην ἀντωνυμίαν εἰς κτητικὴν σύνταξιν, ἀλλ᾽ ἢ 2.2.225 ἐγκλινομένην ἢ κτητικήν, καθάπερ ἀπεδείχθη. — καὶ προφανὲς ὡς δεόν- τως ἔχει τὸ εἰ μή τίς σευ μῆλα βροτῶν {ι 405 } καὶ τὰ τούτοις ὅμοια, ἐγκλιτικῆς συνούσης ἀντωνυμίας. — τὸ γὰρ πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο {Δ 343 } συνήρπασται εἰς κτητικὴν σύνταξιν· ἄμεινον γὰρ τῷ ῥήματι συντάσσειν Ὁμηρικώτερον λειπούσης τῆς περί προθέσεως, ὡς τὸ τίσασθαι δ᾽ Ἑλένης ὁρμήματά τε στοναχάς τε {Β 356 }, ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρείδαο {α 40 }, Κύκλωπος κεχόλωται {α 69 }, καὶ ἄλλα πλεῖστα, ἔχοντος τοῦ λόγου οὕτως· ἐμοῦ ἀκουάζεσθον πρώτω περὶ δαιτός, τῆς ὀρθῆς τάσεως δεόντως ἐχούσης διὰ τὴν τοῦ ι παρένθεσιν. — 128. Οὐχὶ οὖν ὀρθοτονεῖται τὸ σέο δ᾽ ὀστέα πύσει ἄρουρα {Δ 174 }, οἵ θ᾽ αἵματος ἐξ ἐμεῦ εἰσιν {Τ 105 }; Ἀλλὰ καὶ πρὸς τὸ τοιοῦτον ἔστιν φάναι ὡς πᾶσα ἀντωνυμία τότε 2.2.226 ἄλογος γίνεται κατὰ τάσιν, ὅταν τὸ δισσὸν τοῦ τόνου δυναμένη ἐπι- δέξασθαι παρὰ τὸ δέον τοῦ τόνου ἐναλλαγῇ. (τοῦ γὰρ λόγου οὐκ ἀπαιτοῦντος ὀρθὴν τάσιν ἐν τῷ πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα {Α 396 } ἄλογον τὸ κατ᾽ ὀρθὴν τάσιν ἀνάγνωσμα· ἐπί γε μὴν τοῦ ὡς σέο νῦν ἔραμαι {Ξ 328 } ἄλογον μὴ ὀρθοτονῆσαι διὰ τὴν ὑποῦσαν διαστολήν. — οὐ γὰρ ἐκεῖνο ἄλογον, ὃς σφῶι προΐει Βρισηΐδος εἵνεκα κούρης {Α 336 }, ὀρθὴν τάσιν ἀναδεξάμενον τοῦ λόγου ἀπαιτοῦντος ἀπόλυτον ἐκφοράν, εἰς ἣν καὶ μεταλαμβάνεται, ὃς ἐξέπεμψεν ὕμας· τοῦτο γὰρ τῇ φωνῇ συμβέβηκεν, τὸ μὴ δύνασθαι ἐγκλιθῆναι, καὶ οὐκ ἔστιν ὅστις τὴν 2.2.227 ἀνάγνωσιν καταμέμψαιτο. ἐπιμένειν τοῖς τοιούτοις ὑποδείγμασι περισσὸν οἰητέον· πρόκεινται γὰρ αἵ τε μόνως ἐγκλινόμεναι καὶ μόνως ὀρθοτο- νούμεναι.) — ἐδείξαμεν ὡς αἱ ἀρκτικαὶ ἀντωνυμίαι φυσικῶς ὀρθοτο- νοῦνται· τὸ οὖν σέο δ᾽ ὀστέα πύσει ἄρουρα {Δ 174 } ἀπανάγνωσμα; ἢ δύναται ἐγκλιθῆναι καὶ μὴ ἐγκέκλιται; ὁμοίως ὅτι καὶ αἱ προθέσεις ὀρθοτονοῦσι τὰς ἀντωνυμίας· οὐκ ἄλλην ἄρα τάσιν ἀνα- δέξεται τὸ ἐξ ἐμεῦ {Τ 105 } ἢ τὴν ὀρθήν. — 129. Οὐ μὴν τοιαύτη πρόφασίς ἐστιν ἐπὶ τῆς Ζηνοδοτείου γραφῆς τοῦ παραδέξασθαι τὴν ἐμεῖο, καθὸ κυριωτέρα λέξις, λέγω ἡ κτητικὴ ἀντωνυμία, δυναμένη καὶ ἕνεκα μέτρου καὶ ἕνεκα λόγου παρα- λαμβάνεσθαι, πρὸς οὐδὲν χρειῶδες μετετίθετο. καὶ γὰρ ἐν τῷ καθόλου τὸ ποιοῦν ἀκαταλληλίαν οὐκ ἄλλο τί ἐστιν ἢ κυριωτέρου σχήματος παρεκτροπὴ κατὰ τὴν αὐτῷ ἐπιβάλλουσαν σύνταξιν. — 130. Ἐπεὶ οὖν προήλθομεν εἰς τὰς ἀντωνυμικὰς γραφὰς τοῦ Ζηνοδότου, οὐ παρέλκει καὶ περὶ τοῦ τίς τάρ σφωι {Α 8 } 2.2.228 διαλαβεῖν· τὴν γὰρ τοιαύτην γραφὴν καὶ Σέλευκος προκρίνει καὶ ἄλλοι πλεῖστοι, παρατιθέμενοι καὶ ἐκδόσεις Ὁμηρικάς. καθιστᾶσί τε τὸν λόγον οὕτως. εἴπερ ἡ γενικὴ πτῶσις καὶ δοτικὴ κατὰ δεύτερον πρόσωπον μεταθεῖσα τὸν τόνον, τουτέστιν ἐγκλιθεῖσα, μενούσης τῆς γραφῆς τὸ τρίτον πρόσωπον παρίστησιν, ἐν τῷ γυιώσει μὲν σφῶιν ὑφ᾽ ἅρμασιν ὠκέας ἵππους {Θ 416 }, καὶ κατ᾽ ἔγκλισιν ἐπὶ τοῦ τρίτου προσώπου γυιώσω μέν σφωιν ὑφ᾽ ἅρμασι {Θ 402 }, πᾶσα ἀνάγκη καὶ τὴν σφῶι, ὀρθοτονουμένην κατὰ δεύτερον πρόσωπον, τὸν τόνον μεταθεῖσαν κατὰ τὴν αὐτὴν γραφὴν τὸ τρίτον παραστῆσαι. — ἔστιν καθολικώτερον φάναι κἀκεῖνο, ὡς τὸ ἐν πρώτῳ καὶ δευτέρῳ προσώπῳ ἀνομοιοκατάληκτον πάντως κἀν τρίτῳ. πρόσκειται ἐν πρώτῳ καὶ δευτέρῳ διὰ τὸ ἐγώ, σύ, ἵ· ἰδοὺ γὰρ ἀναλόγως καὶ τὸ τρίτον διήλλαξεν τοῦ δευτέρου, καθὸ καὶ αὐτὸ τὴν τοῦ πρώτου κατάληξιν οὐκ ἐνεδέξατο. καὶ κατὰ τοῦτο ἄρα ἀναλογωτέρα ἡ σφωί διὰ τοῦ ι γραφομένη. 2.2.229 131. Ἀλλ᾽ ἔστι γε καὶ ὑπὲρ τῆς παραδεδομένης γραφῆς ἐκεῖνο φάναι, 1. ὡς μᾶλλον κατώρθωται, ἵνα μὴ ἡ αὐτὴ οὖσα φωνὴ παρὰ τὴν ἔγκλισιν προσώπου μεταβατικὴ γίγνηται, ὅπερ οὐκ ἔστιν ἐπινοῆσαι ἐν ἀντωνυμίαις παρεπόμενον· αὐτὸ γὰρ μόνον ἀνίεται τὰ πρόσωπα καὶ ἐπιτείνεται, οὐ μὴν ἐναλλάσσεται. — 2. τά τε ὁμοιοκατάληκτα κατὰ τρίτα πρόσωπα οὔποτε συνάρχεται, ἡμῶν — ὑμῶν — σφῶν, ἐμέ — σέ — ἕ, καὶ ἐπὶ τῶν ἄλλων ὁ αὐτὸς λόγος. ἀσύστατον οὖν καὶ συνάρξασθαι καὶ συλλῆξαι τὴν κατὰ τὸ τρίτον τῷ δευτέρῳ, καὶ δῆλον ὅτι, εἰ τὰ ὁμοιοκατάληκτα οὐ συνήρξατο, οὐδὲ τὰ συναρξάμενα λήξεως τῆς αὐτῆς τεύξεται. κατὰ τοῦτο οὖν ἡ σφωέ κατώρθωται. — 3. κἀκεῖνο δὲ δείκνυται, ὡς ἐν μὲν ῥήμασιν τὰ δεύτερα πρόσωπα πρὸς τὰ τρίτα συμπάθειαν ἔχει, καὶ περισσὸν εἰς τὸ τοιοῦτο παρατίθεσθαι· ἐν μέντοι ἀντωνυμίαις τὸ πρῶ- τον πρὸς τὸ δεύτερον, τῶν τρίτων ἔσθ᾽ ὅτε καὶ ἐκλειπόντων καὶ πλεο- ναζόντων καὶ ἐν ἰδίοις θέμασι καταγινομένων, ὡς ἡ ἐκεῖνος, ἡ οὗτος, ἡ μίν, ἄλλαι πλεῖσται· οὔσης γε μὴν τῆς κατὰ τὸ πρῶτον καὶ δεύτερον δυϊκῆς εὐθείας οὐ πάντως καὶ κατὰ τὸ τρίτον συνυπάρχει· συνθέτων γινομένων πληθυντικῶν κατὰ τὸ τρίτον οὐ συνυπάρχει καὶ κατὰ τὸ πρῶτον καὶ δεύτερον· ἔστι πλεῖστα παραθέσθαι. οὐκ ἄρα κατηνάγκασται 2.2.230 οὔτε διὰ τὸ σφωέ ἡ κατὰ τὸ πρῶτον εἰς ε λῆξαι, οὔτε διὰ τῆν νῶϊ ἡ κατὰ τὸ τρίτον εἰς ι καταλήγειν. 132. Σαφές ἐστιν ὡς τὰ συνηγοροῦντα τῇ σφωέ ἀντωνυμίᾳ μάχεται τῇ κατὰ τὸ τρίτον σφωίν. ὑπὲρ ἧς ἐκεῖνο ἔστιν φάναι, ὡς ἀσύστατον ταύτην δοτικὴν οὖσαν ἐκστῆναι τοῦ ἰδιώματος, λέγω τῆς τοῦ ι γραφῆς μετὰ τοῦ ν, ὅτι δυϊκὴ δοτική. — καὶ εἰ τἀκριβές τις ἐπιστήσειεν, εἴσεται ὡς ἐπὶ τοῦ δευτέρου προσώπου δυϊκαὶ [δεόντως] ἐξέλιπον, αἱ δὲ τοῦ τρίτου δεόντως καὶ εἰς τὸ δεύτερον μετατιθέμεναί εἰσιν, εἴγε πᾶσα ἀντωνυμία διὰ τοῦ σφ ἐκφερομένη μόνως τρίτου ἐστὶν προσώπου, σφέας — σφίσι — σφέτερος — σφός. — καὶ οὕτω καὶ τὰ τῆς τάσεως ἐπεμερίσθη, ὥστε τὰ μὲν τῆς ὀρθῆς τάσεως μετατεθῆναι εἰς τὸ δεύτερον, τάχα οὐκ ἀπιθάνως, ἐπεὶ τὰ δεύτερα ὑπὸ δεῖξίν ἐστιν ᾗ συντρέχει ἡ ὀρθὴ τάσις· τὰ μέντοι κατὰ τὸ τρίτον ἀποστάντα τῆς δείξεως εὐθέτισται εἰς ἔγκλισιν. διὰ τοῦτο καὶ μοναδικαὶ τρίτου προσώπου ἐγκλιτικαὶ ἐπενοήθησαν, ἡ σφέ, ἡ μίν. — οὐ μέντοι ἀπεμφαῖνον τὴν σφωέ ἀντωνυμίαν διὰ τοῦ ε λέγεσθαι, συνεκδραμοῦσαν τῇ ἑνικῇ αἰτιατικῇ πτώσει. 133. Ἀκολούθως ῥητέον καὶ περὶ τῆς ἐμαυτοῦ, ἣ καὶ συντεθεῖσα, καθά φησι Τρύφων { p 29 Vels. }, τὴν αὐτὴν ἔχει ἀμφιβολίαν, ἐκ κτητικῆς 2.2.231 συντεθεῖσα καὶ πρωτοτύπου. τὴν γὰρ ἀπαράδεκτον τοῦ ἄρθρου οἴεται ἐκ πρωτοτύπου συντεθεῖσθαι, ἐμαυτοῦ ἀκούω, σαυτοῦ φείδῃ, τὴν δὲ ἐν προσλήψει τοῦ ἄρθρου ἐκ συνάρθρου τῆς ἐμοῦ, τοῦ ἐμαυτοῦ φίλου ἤκουσα, τοῦ ἐμαυτοῦ οἴκου δεσπόζω. φαίνεται δὲ ὅτι παρῆξεν αὐτὸν ἡ κτητικὴ σύνταξις καὶ ἡ πρόσθεσις τοῦ ἄρθρου, ἅπερ οὐκ ἐξαίρετά ἐστιν τῆς κτητικῆς ἀντωνυμίας. παρὸν γοῦν ἐξ ὧν ὑπε- νόησεν, ἀποδεῖξαι ὡς οὐκ ἔγκειται ἡ κτητικὴ ἀντωνυμία ἐν τῇ τοιαύτῃ συνθέσει, καὶ πρῶτόν γε ἐξ αὐτῶν τῶν ἄρθρων. 134. Πρόκειται ὅτι ἑκάστη τῶν κτητικῶν ἀντωνυμιῶν ἄρθρον ἐπι- παραδέχεται ὁμοιόπτωτον καὶ ἰσάριθμον γένους τε τοῦ αὐτοῦ· πῶς οὖν ἔγκειται ἡ κτητικὴ ἀδιαφόρως συνόντων τῶν ἄρθρων, τὸν ἐμαυτοῦ, τοὺς ἐμαυτοῦ, τὰς ἐμαυτοῦ, καὶ ἅπαντα σχεδὸν τὰ γένη μετὰ τῶν συνόντων διαφόρων ἀριθμῶν; εἰ δὲ αἱ γενικαὶ ἐπὶ κτῆμα φερόμεναι διαφόρων κτημάτων εἰσὶν δεκτικαί, πῶς οὐχὶ γενική ἐστιν ἡ ἐγκειμένη ἤπερ κτητικὴ ἀντωνυμία; — 135. ἀλλ᾽ εἰ, καθὸ ἄρθρον προσέλαβεν, ἡ 2.2.232 σύναρθρος ἔγκειται, οὐδὲν κωλύει σύναρθρον ἐκδέχεσθαι καὶ τὴν ἐγκλι- τικὴν ἀντωνυμίαν, τοὺς φίλους μου, τοῦ φίλου μου ὡς οὖν δικαίως εὔηθες τὸ τοιοῦτον, εὔηθες καὶ τὸ διὰ τῆς παραθέσεως τοῦ ἄρθρου ἐκδέξασθαι συνάρθρου σύνθεσιν. οὐ γὰρ δή γε τὰ παρατιθέμενα ἄρθρα τῆς ἀντωνυμίας ἐστίν, τῶν δὲ ὑπακουομένων κτημάτων πρὸς ἃ καὶ τὰ ἄρθρα ᾠκείωται. — 136. Ἀλλ᾽ εἰ, καθὸ ἐπὶ κτῆμα φέρεται, ἡ κτητικὴ ἔγκειται, οὐδὲν κωλύει καὶ πᾶσαν γενικὴν παντὸς πτωτικοῦ ἐπὶ κτῆμα φερομένην κτητικὴν καλεῖν ἀντὶ γενικῆς. καθὸ οὖν γενική ἐστιν ἡ ἐμαυτοῦ, παρεδέξατο καὶ κτῆσιν· καὶ δῆλον ὡς τῆς πτώσεώς ἐστιν ἡ σύνταξις, οὐχὶ τῆς συνθέσεως. μετελθοῦσα γοῦν εἰς αἰτιατικὴν ἢ δοτικὴν κτήματός ἐστιν ἀπαράδεκτος, ὅπερ ἐπὶ τῶν κτητικῶς παρηγμένων οὐκ ἐνὸν ἐπινοῆσαι· κατὰ γὰρ πᾶσαν πτῶσιν τῆς κτητικῆς παραγωγῆς ἐγκειμένη σύνεστιν ἡ κτητικὴ σύνταξις, ἐμός — ἐμοῦ — ἐμῷ — ἐμόν, Ἀρι- στάρχειος — Ἀρισταρχείου — Ἀρισταρχείῳ. καὶ ἐν μὲν τῷ Ἀρίσταρχος οὐδὲν ὑπακούεται κατὰ κτῆσιν, οὐδὲ μὴν ἐν τῷ Ἀρίσταρχον, ἔν γε μὴν τῇ Ἀριστάρχου γενικῇ. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῆς ἐγώ καὶ ἐμέ· πάλιν γὰρ ἐν γενικῇ μόνῃ τῇ [ἐ]μοῦ, οἶκός μου, φίλος μου. ὅπερ παρα- 2.2.233 κολουθεῖ καὶ τῇ ἐμαυτοῦ, οὐκ οὔσης κτητικῆς ἐννοίας ἐν τῇ ἐμαυτῷ ἢ ἐμαυτόν. (διὰ γοῦν τὸ τοιοῦτο τὸ μὲν Νέα πόλις, ἀγαθὸς δαίμων, τὰ παραπλήσια οὐ κτῆσιν ὑπαγορεύοντα ἀκώλυτον ἔχει τὴν ἐν ἀμφο- τέροις τοῖς ὀνόμασι κλίσιν· τὸ δὲ Κόρακος πέτρα ἢ ὑὸς κύαμος ἤ τι τῶν παραπλησίων συνέβη μοναδικῶς κλίνεσθαι κατὰ τὴν συνοῦσαν εὐθεῖαν. κλιθεῖσα γὰρ ἡ γενικὴ ἀποτίθεται τὴν κτητικὴν σύνταξιν, καὶ ἄσημα τὰ τοῦ ὑποκειμένου γίνεται). — 137. Ἔτι εἴπερ ἡ κτητικὴ ἐνέκειτο ἐν τῷ ἐμαυτοῦ, κἂν ἐπεδέχετό ποτε τὸ σχῆμα δισσὰς κτήσεις, μίαν μὲν τὴν ἐγκειμένην ἐν τοῖς κτητικοῖς, ὥσπερ καὶ ἡ ἐμός ἔχει καὶ ἡ ἐμόν, ἑτέραν δὲ τὴν ἐκ τῆς γενικῆς ἐγγινομένην, καθὸ ἔστιν ἐπινοῆσαι καὶ ἐπὶ τῶν ἄλλων κτητικῶν, Ἀρισταρχείου ἀγροῦ πρόσοδος, κτῆμα γὰρ καὶ ὁ ἀγρὸς καὶ ἡ πρόσοδος (ἁπλῆ γὰρ νοεῖται ἡ ἐκ γενικῆς κτῆσις, Ἀριστάρχου ἀγρός, Ἀριστάρχου πρόσοδος). καὶ πάλιν ἐπὶ τῆς κτητικῆς ἀντωνυμίας, ἐμὸς ἀγρός, τοῦ ἐμοῦ ἀγροῦ πρόσο- δος· κτῆμα γὰρ καὶ ὁ ἀγρὸς καὶ ἡ πρόσοδος. οὐ δὴ ἐπὶ τοῦ ἐμαυτοῦ δισσή ποτε κτῆσις νοεῖται, ἀλλὰ μία ἁπάντοτε. 2.2.234 138. Τοῦτό γε δὴ ἀπεδείχθη ἐπὶ τῆς γενικῆς, ἐμαυτοῦ ἀγρὸν ἔσκαψα, ἐμαυτοῦ φίλῳ ἀνεθέμην· τὴν μέντοι τῶν τοιούτων γενι- κῶν εὐθεῖαν οὐκ ἔστιν εὑρεῖν οὔτε ἐν λόγῳ οὔτε ἐν χρήσει δυναμένην συνίστασθαι, οὐ καθάπερ ἄλλα ἀτριβῆ σχήματα (ἐν ἀγνοίᾳ γὰρ τοῦ λόγου τινὲς γενόμενοι ὡς ἀτριβεῖς τὰς τοιαύτας εὐθείας παραδέξονται), οὐδὲ μὴν ἐν συντάξει τῇ κατ᾽ εὐθεῖαν, εἴγε οὐ ῥητὸν τὸ ἐμαυτός ἢ σαυτός, ἀλλ᾽ οὐδὲ ἡ τοιαύτη σύνταξις, ἐμαυτοῦ δοῦλος ἔτυψεν, ἢ ἐμαυτοῦ δοῦλος ἔτυψα, τῆς ἀσυνθέτου γενικῆς τὴν σύνταξιν τῆς εὐθείας παραδεχομένης ὁμοίως ἁπάσαις γενικαῖς, ὡς ἐν τῷ ὁ δοῦλός μου ἔτυψεν. — 139. καὶ συμφανὲς ὅτι οὐχ ἡ πτῶσίς ἐστιν ἡ ἀπαρά- δεκτος, τὸ δὲ ἐν αὐτῇ γενόμενον σχῆμα σύνθετον, ὅπερ ἐπενοήθη εἰς διάκρισιν τῆς ἐκ προσώπου γενομένης διαθέσεως εἰς τὸ αὐτὸ πρόσωπον. ὁ γὰρ οὕτω λέγων, ἐμαυτὸν ἔτυψα, διάθεσιν ὁμολογεῖ τὴν ἐξ αὑτοῦ γενομένην εἰς αὑτόν, ὡς εἰ καὶ ἔλεγεν οὕτως, ἐγὼ ἐμὲ αὐτὸν ἔτυψα. τοῦ οὖν ῥήματος συνόντος τῇ πλαγίᾳ πτώσει κατὰ τὸ αὐτὸ πρόσωπον ἀνέφικτον ἦν τι ἕτερον πρόσωπον ἐν εὐθείᾳ πτώσει ἐπινοῆσαι, οὐ λέγω κατ᾽ αἰτιατικὴν ἢ δοτικήν· οὐδὲ γὰρ αὗταί τι ἔξωθεν πρόσωπον ἐπιζητοῦσιν· ἡ μέντοι ἐπὶ κτῆμα φερομένη γενική, πρόσωπον ἔχουσα 2.2.235 τοῦ κτήτορος, ἐπιζητοῦσα δὲ τὸ τοῦ κτήματος, ἀπαράδεκτος ἐγίνετο εἰς τὸ ἐπιδέξασθαι τὴν τούτου ὀνομαστικήν, καθὸ ἔμελλεν ἡ ἐκ τοῦ κτήματος εὐθεῖα ἀνθέλκειν εἰς αὑτὴν τὸ ῥῆμα, ὥς γε καὶ ἐπὶ τῶν ἄλλων συντάξεων προφανές ἐστιν, Ἀριστάρχου γνώριμος ἀνέγνω, φίλος μου διαλέγεται. οὐ δὴ οὖν ἐδύνατο τὸ μεταξὺ πῖπτον ῥῆμα ἐπαρ- κέσαι ἀμφοτέροις τοῖς προσώποις, διαφόροις οὖσιν, εἴγε δὴ τὸ ἐμαυτοῦ ἐστιν πρώτου προσώπου, ᾧ δὴ πάντως ὀφείλει συντετάχθαι τοῦ αὐτοῦ προσώπου ῥῆμα, ἐμαυτοῦ ἔτυψα παῖδα. ἀλλ᾽ εἰ καὶ ἡ συντασσομένη αἰτιατικὴ μετέλθοι εἰς εὐθεῖαν, οὐκ ἄλλο τι προσλήψεται ῥῆμα ἢ τὸ τοῦ τρίτου προσώπου, παῖς ἔτυψε. καὶ ἔνθεν οὔτε τὸ ἐμαυτοῦ ἔτυψα παῖς συστατόν, οὔτε μὴν τὸ παῖς ἔτυψεν ἐμαυτοῦ [ἢ ἐμαυ- τόν]. — 140. ὅτι δὲ τὸ διάφορον πρόσωπον αἴτιόν ἐστι τοῦ ἀκαταλ- λήλου, σαφὲς ἂν γένοιτο, εἰ ἡ ἐν τρίτῳ νοουμένη εὐθεῖα κατὰ τὴν ὑπαρκτικὴν σύνταξιν τῶν ῥημάτων ἐπινοηθείη καὶ ἐν πρώτῳ προσώπῳ, εἰμὶ δοῦλος· ἐφ᾽ οὗ εἰ καὶ προσθείημεν τὸ ἐμαυτοῦ, κατάλληλα ἂν 2.2.236 γένοιτο τὰ τοῦ λόγου, καθὸ τὸ ῥῆμα οὐκέτι ἀνθέλκεται ὑπὸ διαφόρων προσώπων. καὶ ἔτι ἐπὶ δευτέρου, σαυτοῦ εἶ ὑπηρέτης, καὶ ἐπὶ τρίτου, ἑαυτοῦ ἐστιν ἐπίβολος. ἐφ᾽ ἧς συντάξεως εἴ τις πάλιν παραλάβοι τὰς ἁπλᾶς ἀντωνυμίας, προσχωρήσει ἡ εὐθεῖα ἐν ἑτέρῳ προσώπῳ νοουμένη μετὰ τοῦ συνόντος ῥήματος, ἐπίβολος αὐτοῦ ἐστι, δοῦλός μου εἶ. Καὶ τοσαῦτα μὲν περὶ τῆς συντάξεως. 141. Περὶ δὲ τῆς ἀνυποστάτου εὐθείας ἡ ἀπόδειξις πάλιν ἂν γένοιτο τῇδε. Ἔφαμεν ἐν τοῖς προκειμένοις τὰς μὲν πλαγίας πτώσεις ἀναφέρεσθαι ἐπ᾽ εὐθείας τῶν μεταξὺ ῥημάτων τὴν μὲν ἐνέργειαν ταῖς εὐθείαις ἀναπεμπόντων, τὸ δὲ πάθος ταῖς πλαγίαις, ὡς Διονύσιος ἔτυψεν Θέωνα, ἐγώ σε ἐτίμησα. (τὸ δὲ πάθος ἐγγενόμενον κατὰ τὰς πλαγίας μεθίστησιν αὐτὰς εἰς εὐθεῖαν, τῆς προκατειλεγμένης εὐθείας τρεπομένης εἰς γενικὴν μετὰ τῆς ὑπό προθέσεως, ἐγώ σε ἔδειρα, σὺ ἐδάρης ὑπ᾽ ἐμοῦ.) ἦν μέντοι καὶ τοῦτο ὁμόλογον, τό τινα διάθεσιν ἐμποιῆσαι οὐ μόνον εἰς ἕτερον πρόσωπον ἀλλὰ καὶ εἰς τὸ ἑαυτοῦ. ἐξ 2.2.237 ἧς συντάξεως ἐπενοεῖτο τὸ δισσὸν σχῆμα τῆς ἀντωνυμίας, λέγω τὸ ἁπλοῦν, ὅπερ ἐστὶν ἐν μεταβάσει ἑτέρου προσώπου, καὶ τὸ σύνθετον, ὅπερ τὴν ἐκ τοῦ αὐτοῦ προσώπου διάθεσιν ὑποστρέφουσαν εἶχεν εἰς ταὐτό, τὸ διατεθὲν καὶ διατιθὲν πρόσωπον (ἔνθεν καὶ ἀντανακλώμενον ἐκλήθη, ἀπὸ μεταφορᾶς τῶν εἰς αὑτὰ ἀντανακλωμένων σωμάτων, ἢ αὐτοπαθές· τὰ γὰρ ἁπλᾶ τῶν προσώπων ἐδείχθη ἀλλοπαθῆ, τουτέστιν ὑπὸ ἄλλου προσώπου διατιθέμενα), πάνυ καὶ τῶν φωνῶν συνῳκειωμένων τῇ τοῦ συμφραζομένου ἑνώσει· ἐπεὶ γὰρ ἓν πρόσωπον τὸ διατιθὲν καὶ τὸ διατιθέμενον, μία καὶ ἡ φωνὴ κατὰ σύνθεσιν ἐγένετο, ἐμαυτὸν ἔπαισα, ὑπ᾽ ἐμαυτοῦ ἐπλήγην. 142. Εἴπερ οὖν αἱ πλάγιοι ἐπιζητοῦσιν εὐθείας, ἵν᾽ ἡ διάθεσις προφανὴς γένηται ἡ ἔκ τινος γινομένη, [πῶς ἡ σαυτοῦ γενήσεται σαυτός; γενομένη γὰρ πλαγίαν ἐπιζητήσει ἐφ᾽ ἣν τὰ τῆς συντάξεως ἐρείσειεν] φήσει τις, πῶς δὴ πλαγία οὖσα ἐν τῇ σαυτόν οὐκ ἐπιζητήσει 2.2.238 εὐθεῖαν ἐξ ἧς ἡ διάθεσις; πρὸς ὃν φαίημεν ὡς ἔνεστιν ἡ εὐθεῖα διὰ τοῦ ῥήματος, σαυτὸν ἔπαισας, τουτέστιν σύ. γενομένη γὰρ ἐν τῷ σαυτὸς ἔπαισας δύο συνέξει εὐθείας, τήν τε ἐκ τῆς ἀντωνυμίας καὶ τὴν ἐκ τοῦ ῥήματος, δι᾽ ὃ λόγον καταστῆσαι οὐκ ἂν δύναιντο, εἰ μὴ ἡ ἑτέρα αὐτῶν πλαγία γένοιτο. καὶ ἡ μὲν ἐκ τοῦ ῥήματος παρυφιστα- μένη ἄκλιτος, καθὸ ἄπτωτα τὰ ῥήματα· ἡ μέντοι ἐκ τῆς ἀντωνυμίας ἐφικτὴ εἰς τὸ κλιθῆναι. — 143. Ἔτι κἀκεῖνό τις ἐπιζητήσει, ὡς, εἴπερ ἐκ τοῦ ῥήματος παρυφίσταται εὐθεῖα, οὕτως καὶ ἐκ τῆς ἐμαυτός καὶ σαυτός ὑποστήσεται πλαγία κατὰ τὸ ἄρχον μέρος τῆς ἀντωνυμίας, 2.2.239 ἐμαυτὸς ἔπαισα, τοιούτου ὄντος τοῦ λόγου, ἐμὲ αὐτὸς ἔπαισα, ὡς εἰ καὶ χωρὶς τῆς ἐπιταγματικῆς φαίημεν ἐμέ φημι, καὶ οὐδὲν ἐμποδὼν τὸ συστῆναι τὸ ἐμαυτὸς ἔπαισα. ἀλλ᾽ ἔστι γε πρὸς τὸ τοιοῦτο φάναι, ὡς οὐ μία πλαγία ἐστὶν ἡ παρυφισταμένη, αἱ τρεῖς δέ· τί γὰρ μᾶλλον ἐν τῷ ἐμαυτός ἔγκειται ἡ ἐμέ ἢ ἐμοῦ ἢ ἐμοί; καὶ ἦν χρεία τῶν τοιού- των πτώσεων ὑπὲρ τοῦ τὸ κατάλληλον προφανὲς γίνεσθαι, ἄδηλον δὲ γίνεται κατὰ τὴν σύνθεσιν· περισσὸν ἡγητέον τὸ ἄδηλον προκρῖναι τοῦ προφανοῦς καὶ συνήθους. — 144. Ἀλλ᾽ ἴσως πρὸς τὸ τοιοῦτόν τις πάλιν ἐνστήσεται, ὡς τὰ ἀμφίβολα πρὸς τῶν συντασσομένων ἐκλύεται· εἴπερ οὖν τὰ συνιόντα τῶν ῥημάτων οὐ πρὸς πᾶσαν πλαγίαν πτῶσιν εὐθέτισται συνίστασθαι, ἀλλ᾽ ἃ μὲν γενικὴν αἰτεῖ, ἃ δὲ αἰτιατικήν, τινὰ δὲ δοτικήν, διὰ τῆς συντάξεως τοῦ ῥήματος τὸ ἄδηλον τῆς πτώσεως προφανὲς γενήσεται. φέρε γὰρ εἶναι τὸ τοιοῦτον, ἐμαυτὸς ἀκούω· τὸ ἀκούω γενικὴν μηνύει ἐγκειμένην, ἐφ᾽ ἣν φέρεται· ἐμαυτὸς τύπτω· 2.2.240 διὰ τοῦ τύπτω ἡ ἐμέ αἰτιατικὴ δηλωθήσεται. ἀλλ᾽ ἐκεῖνο πάλιν ἀνα- κύψει, ὡς ἔνια ἐπὶ δύο πτώσεις φέρεται, τέμνω σέ — τέμνω σοί, γυμνάζω σέ — γυμνάζω σοί· καὶ πῶς ἐπὶ τῶν τοιούτων τὸ ἐμαυτὸς [τέμνω] διάκρισιν τῆς πτώσεως ποιήσεται; οὐδὲ γὰρ ἐκ παραθέσεως ἄρθρων τὸ τοιοῦτο βοηθεῖται. μένον μέντοι τὸ σύνθετον σχῆμα τῇ συνηθεστέρᾳ παραδόσει διακρίνει τὸ ἐμαυτὸν τέμνω καὶ ἐμαυτῷ τέμνω. — 145. Τὸ δὲ μεῖζον, εἰ καί τις ἀποσταίη τῆς τοιαύτης ἀπο- δείξεως, πάλιν μάτην τὰ τῆς ζητήσεως καταστήσεται· παραδεχθεῖσα γὰρ ἡ ἐμαυτός ἄκλιτος γενήσεται. οὔτε γὰρ κατὰ τὸν λόγον τῆς συνθέσεως δύναται κλίνεσθαι, λέγω ἐν μέσῃ τῇ λέξει, καθὸ ἅπαξ συντεθέντα τὰ πτωτικὰ ἄκλιτά ἐστιν· ἀλλ᾽ οὐδὲ κατὰ τὸ τέλος· ἀεὶ γὰρ ἡ εὐθεῖα ἕστηκεν μετὰ τοῦ ῥήματος, ἐγὼ ἀκούω σου, ἐγὼ ἐτίμων σε, ἐγώ σοι χαρίζομαι. [καὶ δὴ ἐν τῷ ἐμαυτὸς ἔτυψα ἡ αἰτιατικὴ νοείσθω ἐκ τοῦ ἔτυψα.] οὐχὶ οὖν γενήσεται ἄκλιτος ἡ ἐμαυτός κατὰ μὲν τὸ τέλος διὰ τὸ ῥῆμα, κατὰ δὲ τὸ ἄρχον διὰ τὴν σύνθεσιν; καὶ εἰ τοῦτο ὑγιές, πῶς οὐχὶ μάταιον τῆς ἐμαυτοῦ ζητεῖν εὐθεῖαν; γενομένης γὰρ ἡ 2.2.241 εὐθεῖα οὐχ ἕξει πλαγίαν, καὶ δῆλον ὡς καὶ πάλιν τῶν πλαγίων οὐσῶν οὐκ ἐγγενήσεται ἡ εὐθεῖα. 146. Ἀκολούθως μέντοι προσκείσεται καὶ τὸ αἴτιον τοῦ μὴ συν- τεθῆναι τὴν εὐθεῖαν. ἔστω γὰρ σύνταξις ἡ ἐγὼ αὐτὸς ὕβρισα καὶ παθητικῶς ἐγὼ αὐτὸς ὑβρίσθην, ἐφ᾽ οἷς ὁμόλογόν ἐστιν ὡς ἐν δυσὶ προσώποις αἱ ἐγγενόμεναί εἰσι διαθέσεις, ἥ τε τοῦ ὑβρίσαντος ἥ τε τοῦ ὑβρισθέντος. (εἰ γὰρ πάλιν μοναδικὴ γένοιτο ἡ διάθεσις ἐκ τοῦ αὐτοῦ προσώπου εἰς τὸ αὐτό, ὥστε φάναι ἐγὼ αὐτὸς ὕβρισα ἐμέ, ὑπο- στρέψει τὰ τῆς συντάξεως εἰς τὴν σύνθετον πλαγίαν ἐν τῷ ἐμαυτὸν ὕβρισα.) — σαφὲς δὲ κἀκεῖνο, ὡς αἱ συνθέσεις πρὸς ἐξαλλαγὴν τῶν κατὰ παράθεσιν ἐπενοήθησαν. εἰ γὰρ τὴν αὐτὴν σημασίαν εἶχον τοῖς κατὰ παράθεσιν, κἂν πάντως παρέλκοντα ἦν τὰ συντιθέμενα τῶν σχημά- των. διαφέρει τὸ χὴν καὶ ἀλώπηξ τοῦ χηναλώπηξ, τὸ μισῶν 2.2.242 γυναῖκα τοῦ μισογύνης, ἄλλα πλεῖστα. εἰ δὴ οὖν τὸ ἐγὼ αὐτός συντεθὲν πλέον τι ἐσήμαινεν τοῦ κατὰ παράθεσιν, ἀναγκαία ἦν ἡ σύν- θεσις· νυνὶ δὲ οὐχ οὕτως ἔχει. ὅπου γ᾽ οὖν ἐγένετο διαφορά τις ἐκ τῆς συνθέσεως, ἐκεῖσε καὶ προσεχώρησεν τὰ τῆς συνθέσεως. αἱ πλάγιαι ἁπλαῖ οὖσαι σύνταξιν τὴν ἐφ᾽ ἕτερον πρόσωπον ἔχουσιν, συντεθεῖσαί γε μὴν ἠλλοτρίωνται τῆς μεταβάσεως τοῦ προσώπου. ὅπερ οὐκ ἐνεχώρει, ὡς ἔφαμέν γε, καὶ ἐπὶ τῆς εὐθείας. δεόντως ἄρα ἡ εὐθεῖα ἀπροσδεὴς ἐγένετο τῆς συνθέσεως. 147. Οὐ μόνον δὲ αἱ ἀντωνυμίαι ἐκ τῶν πλαγίων ἀρχὴν ἔσχον συνθέσεως, ἀλλὰ καὶ τὸ ἀλλήλων· οὐ γὰρ δή τε ἡ τούτου εὐθεῖα πά- λιν συστατή. ἡ γὰρ τοῦ ῥήματος σύνταξις τὴν ἐν τοῖς δύο προσώποις μετάβασιν δηλοῖ· τὸ γὰρ ἀλλήλων ἤκουσαν τοιοῦτόν τί ἐστιν, ἄλλοι ἄλλων, ἀλλήλους ἔπαισαν, ἄλλοι ἄλλους. ἐγγενομένης γὰρ τῆς εὐθείας ἐν τῷ ἄλληλοι νοηθήσεται τὸ ἄλλοι ἄλλοι, ὅπερ ἄλογον· οὐ 2.2.243 γὰρ κατακλείει διάνοιαν διὰ τὸ ἐπάλληλον τῶν δύο εὐθειῶν. — 148. Ἔστιν γε μὴν οὐχ ὅμοιον τῇ ἀντωνυμικῇ συνθέσει. ἡ μὲν γὰρ τὴν αὐτοπάθειαν σημαίνει, ἑαυτοὺς ἔτυψαν, ἡ δὲ τὴν ἐκ προσώπων πρὸς ἕτερα πρόσωπα μετάβασιν. τὸ γὰρ ἀλλήλους τρώσητε {π 293, τ 12 } οὐ ταὐτόν ἐστιν τῷ ἑαυτοὺς τρώσητε, ὥσπερ καὶ τὸ Πινδαρικὸν οἱ περὶ Τρύφωνα { p 29 Vels. } ἐσημειοῦντο ἐπί τε τοῦ Ὤτου καὶ τοῦ Ἐπιάλτου, συγκατατιθέμενοι μὲν τῷ ἀλλαλοφόνους ἐπάξαντο λόγχας { fr. 137 Boeckh, 140 Bgk4, 163 Schr. }, οὐ μὴν ἐν τῷ ἐνὶ σφίσιν αὐτοῖς· οὐ γὰρ ἑαυτοῖς τὰ δόρατα ἐνῆκαν, ἀλλὰ ἀλλήλοις. — 149. Φαίνεται δ᾽ ὅτι καὶ ἡ ἐξ αὐτοῦ σύνταξις, πλαγίαν ἐπιζητοῦσα καὶ εὐθεῖαν, δεόν- τως τὴν εὐθεῖαν ἐν τῷ ἄρχοντι μέρει ἥνωσεν, ἵνα κατὰ τὸν λόγον τῆς φωνῆς ἀκίνητος μένῃ καὶ [κατὰ τὸ δέον τῆς συντάξεως] διὰ τὸ συνερ- χόμενον ῥῆμα· τὸ τέλος δὲ κινεῖται κατὰ τὸ δέον τῆς συντάξεως. 2.2.244 ἐν γὰρ τῷ ἀλλήλους ἔτυψαν τὸ ἔτυψαν πρὸς τὴν ἀρκτικὴν σύνθεσιν ἀναφέρεται, ἄλλοι ἔτυψαν ἄλλους, καὶ ἐπεὶ χρεία τῶν διαφόρων πλαγίων πτώσεων, ἵνα τὰ συνόντα τῶν ῥημάτων τοῦ καταλλήλου τύχῃ, εἰς τὸ κλιτικὸν μέρος παρελαμβάνοντο, λέγω τὸ τελικόν, ἵνα δεόντως διὰ τὸ ἤκουσα γενικὴν ὁμολογήσῃ, αἰτιατικήν τε ἐν τῷ ἀλλήλους διὰ τὸ ἔτυψαν ἤ τι τῶν τοιούτων, καὶ ἔτι ἀλλήλοις διὰ τὸ ἐχαρίσαντο. πρόδηλον γὰρ πάλιν ὡς εἰ ἀνέστραπτο ἡ σύνθεσις, ἄκλιτον τὸ μόριον καθειστήκει, καθὸ πάλιν οὔτε τὰ ἡνωμένα κινεῖται οὔτε ἡ εὐθεῖα μετὰ τῶν ῥημάτων ἀφίσταται τῆς τοιαύτης συντάξεως. 150. Ἐπεὶ δὲ καὶ ταῖς συνθέτοις ἀντωνυμίαις ἀριθμὸς πληθυντικὸς σύνεστιν ἐν τρίτοις προσώποις, οὐ μὴν ἐν πρώτῳ καὶ δευτέρῳ, ἀνάγκη καὶ περὶ τοῦ τοιούτου τὸ δέον παραστῆσαι. Τὸν μὲν οὖν Ἀρίσταρχόν φασι μὴ παραδέχεσθαι τὰς ἐγγενομένας τῶν τρίτων προσώπων συνθέ- σεις, καθὸ ἀνέφικτον τὸ ἑνικῶς συντεθὲν πρόσωπον εἰς πληθυντικὸν μετατίθεσθαι, ὡς ἔχει τὸ ἑαυτόν τε καὶ ἑαυτούς, ἔτι ἐπιμαρτυρόμενον 2.2.245 τὴν τοῦ πρώτου καὶ δευτέρου προσώπου χρῆσιν, ἥτις οὐ γενομένη διήλεγχε τὴν κατὰ τὸ τρίτον οὐ δεόντως γινομένην σύνθεσιν, καὶ ἐκ τρίτου παρατιθέμενον τὴν Ὁμηρικὴν χρῆσιν· πρὸς γὰρ ἀκολουθίαν τὴν τοῦ ἡμέας αὐτούς καὶ ὑμέας αὐτούς ἦν πάλιν τρίτου προσώπου τὸ σφέας αὐτούς. 151. Ὅ γε μὴν Ἅβρων πειρᾶται τοὺς τοιούτους λόγους ἀνα- σκευάζειν τὴν χρῆσιν ἐπάγων καὶ ταύτην πιστούμενος ἐκ παραθέσεων Πλατωνικῶν· καὶ ὡς ἔνδεκτον εἶναι ἀπὸ ἑνικῆς συνθέσεως γίνεσθαι πληθυντικὸν ἀριθμόν, ὅπου γε καὶ τὸ ἑνδέκατον συντεθὲν ἀποτελεῖ τὸ ἑνδεκάτους πληθυντικόν. οὐ μήν, φησίν, ἀνάγκη τὸ ἐν τρίτῳ γενό- 2.2.246 μενον πάντως καὶ ἐν πρώτῳ καὶ ἐν δευτέρῳ [προσώπῳ] γίνεσθαι, τουτέστι τὸ μὴ πάντως ἐξακολουθῆσαι τῷ ἑαυτῶν ἢ ἑαυτούς τὸ ἐμαυτῶν ἢ ἐμαυτούς, εἴγε καὶ τὰ ἐν τοῖς πρώτοις καὶ δευτέροις γινόμενα οὐ πάντως καὶ ἐν τρίτοις· εἰσὶν γοῦν πρώτου καὶ δευτέρου προσώπου δυϊκαὶ ὀρθῆς πτώσεως, οὐ μὴν τρίτου. [εἰ] καὶ φαίνεται ὅτι εἰς τὸ τοιοῦτο κἀκεῖνο ἂν προσήγαγεν 1. τὸ ὡς ἡ ἐκεῖνός ἐστιν ἐν τρίτοις, οὐ μὴν σύζυγοι ταύτης κατὰ πρῶτον καὶ δεύτερον, ἡ αὐτός, ἡ οὗτος, ἡ μίν. — 2. καὶ ὅσαι μὲν ἐν πρώτῳ καὶ δευτέρῳ δυϊκαί, ὀρθοτονοῦνται, αἱ δὲ κατὰ τὸ τρίτον μόνως ἐγκλιτικαί. — 3. καὶ κτητικαὶ εἰσὶν πρώτου καὶ δευτέρου δυϊκαί, οὐ μὴν τρίτου. — φησὶ δέ που κἀκεῖνο, ὡς κατὰ τύχην τινὰ ἡ χρῆσις παρεώσατο, καὶ οὐδὲν ἐμποδὼν ταὐτὸν παρηκολου- θηκέναι ταῖς συνθέτοις ἀντωνυμίαις. 2.2.247 152. Ὑπέρ γε μὴν τοῦ Ἀριστάρχου ἔστιν φάναι ὡς οὐ συνεῖδε τὸ πρὸς αὐτοῦ εἰρημένον. οὐ γὰρ ἐν ἀγνοίᾳ ἦν τοῦ ἑνδέκατοι, οὐδ᾽ ὅτι ἀπὸ ἑνικῆς συνθέσεως πληθυντικὸν γίνεται. ἔστι γὰρ ἐπινοῆσαι τὸ πρὸς αὐτοῦ διαπορηθὲν οὕτως. εἴπερ ἐκ δύο ἑνικῶν συνέστηκεν τὸ ἑαυτόν, καὶ δύο ἑνικὰ ἐπὶ ἓν πρόσωπον συντείνει διάθεσιν δηλοῦν τὴν ἐξ ἑαυτοῦ εἰς ἑαυτό, πῶς ἐκ τοῦ τοιούτου πλήθους παρέμφασις ἂν γένοιτο, τῆς μὲν κατ᾽ ἀρχὴν συνθέσεως ἑνικὸν ἀριθμὸν ὑπαγορευούσης, τῆς δὲ κατὰ τὸ τέλος πληθυντικόν; — 153. Οὐ γάρ ἐστιν ὅμοιον τὸ ἑνδέκατος καὶ ἑνδέκατοι· δύο γὰρ ὑποκειμένων παρέμπτωσίς ἐστιν ἐν τῷ ἕνδεκα· μετὰ γὰρ δέκα εἷς. οὕτως ἔχει καὶ τὸ ἑνδέκατοι· πάλιν γὰρ μετὰ δέκα οἱ πλείους ὑπὸ τάξιν τὴν τοῦ ἕνδεκα ἐξαριθμούμενοι μετέσχον τοῦ καλεῖσθαι ἑνδέκατοι. Ἀλλά, φήσει τις, πῶς τοῦ ἑνὸς 2.2.248 ἐγκειμένου ἔμφασις δευτέρου πληθυντικοῦ γίνεται; πρόσκειται ὅτι τάξεως ὀνόματά ἐστιν. — ἄλλως τε αἱ δύο προσώπων ἐμφατικαὶ συνθέσεις καὶ ἐξ ἑνικῆς συνθέσεως πλῆθος ὑπαγορεύουσιν καὶ ἐκ πληθυντικῶν ἓν παρεμφαίνουσιν· τὸ γὰρ φιλάνθρωπος ἑνικῶς συντεθὲν πλῆθος ὑπα- γορεύει, καὶ ἐκ τῶν ἐναντίων πληθυντικῶς λεγόμενον τὸ φιλοπλά- τωνες ἕνα τὸν Πλάτωνα σημαίνει. οὐ δὴ οὖν παρηλλαγμένον καὶ τὸ ἑνδέκατοι ἐξ ἑνικῆς συνθέσεως πλέον τι παραστῆσαι· διάφορα γὰρ τὰ πρόσωπα. ὅπερ οὐκ ἐνεχώρει ἐπὶ τῆς ἑαυτόν· ὡς γὰρ εἴπομεν, ἓν καὶ τὸ αὐτὸ πρόσωπον. 154. Πῶς δ᾽ οὐχὶ εὔηθες φάναι ἔλλειψιν κατὰ τύχην γεγενῆσθαι τοῦ τρίτου προσώπου κατ᾽ εὐθεῖαν πτῶσιν; λέγω ἐπὶ τοῦ δυϊκοῦ ἀριθμοῦ. φυσικώτερον γὰρ ἡ ἀντωνυμία ἀπέστη, εἴγε οὐδέτερος τῶν τόνων 2.2.249 αὐτῆς παρεδέχετο, οὔτε ὁ ὀρθοτονούμενος, ὅτι τρίτου προσώπου δυϊκαῖς παρείπετο τὸ μόνως ἐγκλίνεσθαι, οὔτε ὁ ἐγκλιτικός, εἴγε ἀδύνατον εὐθείας πτώσεως ἐγκλιτικὴν εὑρέσθαι ἀντωνυμίαν. (ἡ γοῦν βιασθεῖσα πρὸς Δωριέων, ἅμα τῷ ἐγκλιθῆναι παρεῖσα τὴν οὐ δυναμένην ἐγκλι- θῆναι πτῶσιν, μεταπίπτει εἰς τὴν συγγενῆ αἰτιατικήν.) — 155. Κτητική γε μὴν τρίτου προσώπου δυϊκὴ οὐκ ἐγένετο, οὐχ, ὥς τινες ᾠήθησαν, ὅτι οὐδὲ τρίτου προσώπου δυϊκὴ ἔστι γενικῆς πτώσεως, ἀφ᾽ ἧς ἔδει παρῆχθαι τὴν κτητικήν, ἀλλ᾽ αἱ παρειλημμέναι δοτικαί εἰσιν ἀντὶ γενικῶν· ἔστιν γὰρ καὶ ἕνεκα τῆς φωνῆς καὶ ἕνεκα τοῦ σημαινομένου. οὐ μὴν 2.2.250 παρήχθη ἐξ αὐτῆς κτητικόν, καθότι ὑπεδείξαμεν ἐξ ὀρθοτονουμένων τὰς παραγωγὰς γίνεσθαι. 156. Ἀλλὰ μὴν καὶ ἐν τοῖς προειρημένοις εἴρηται ὡς δεόντως πλείονες ἐκ πρώτων καὶ δευτέρων ἢ ἐκ τρίτων προσώπων ἐγένοντο ἀντωνυμίαι. πῶς δ᾽ οὐ δοθήσεται τὸ ἔλαττον ὑπὸ τοῦ πλείονος διε- λέγχεσθαι, οὐ μόνον ἐν παραθέσει τῶν λέξεων, ἀλλὰ καὶ ὅτε ἡ συμπε- φωνημένη παρὰ πᾶσιν ἱστορία τὴν παρηλλαγμένην πρός τινος οὐ προσίεται, καὶ σχεδὸν ἐπὶ ἁπάντων τὸ τοιοῦτον συμφωνεῖν; οὐ δὴ κατὰ τύχην 2.2.251 πλείονα σχήματα δύναται σεσιγῆσθαι τῶν ὄντων· ὡς γὰρ πρόκειται, ἐκ τῶν ἐναντίων δύναται. — 157. ἀλλ᾽ οὐδ᾽ ὑπ᾽ ἀκολουθίαν τὰ ὁπωσ- δήποτε ἐκλιπόντα ἐστίν. γυνῆς γοῦν οὔ φαμεν, καὶ οὐ πάντως τὰ τοιαῦτα συνεκλείπει· ἀλλ᾽ οὐδ᾽ ὁ μεγάλος, καὶ οὐ πάντα εἰς λος λή- γοντα συνεξέλιπεν, ἄλλα πλεῖστα. πρὸς οἷς ἀντὶ τούτων ἑτέρα θέσις ἔστιν ἰσοδυναμοῦσα, ἡ γυναικός ἀντὶ τοῦ γυνῆς, ἡ μέγας ἀντὶ τοῦ μεγάλος, ἡ ὕδωρ ἀντὶ τοῦ ὕδας. πῶς οὖν ἡ ἐμαυτῶν καὶ αἱ ἑξῆς μετὰ τῶν συνόντων προσώπων ὡς ἐξ ἐπιτάγματος ἀπεώσθησαν καὶ τοῦ κοινοῦ ἔθους καὶ τοῦ παρὰ ποιηταῖς; οἷς προσφιλὲς μᾶλλον μεταδιώκειν τὸ παρηλλαγμένον τῆς συνήθους χρήσεως. δίδοται γοῦν καὶ ἐν ἀντω- νυμίαις σέο φάναι αὐτοὺς καὶ μίν καὶ ἄλλα πλεῖστα. 2.2.252 158. Λείπεταί γ᾽ οὖν ἐκεῖνο προσδιασαφῆσαι, εἴπερ τὸ σφέας αὐτούς ἀναλογώτερον τοῦ ἑαυτούς, τί δή ποτε, καὶ εἰ ἐν ἐλάττονι λόγῳ τὸ ἑαυτούς τετόλμηται κατὰ τρίτον πρόσωπον ἐγγενέσθαι, — τί μὴ καὶ κατὰ τὸ αὐτὸ ἀκόλουθον καὶ ἐν τῷ ἡμέας αὐτούς ἐνεχώρησεν, κἂν πάλιν ἐν ἐλάττονι λόγῳ καταγίνηται, τὸ ἐμαυτούς; ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ δευτέρου προσώπου. — 159. Ἐπιδέδεικται ἐν τοῖς προκειμένοις ὡς ἐπενοήθησαν αἱ σύνθετοι ἀντωνυμίαι εἰς τὸ μὴ παραδέξασθαι δια- φόρου προσώπου σύνταξιν, τῶν ἁπλῶν συντασσομένων διαφόροις προσ- ώποις. — ἦν δὲ κἀκεῖνο ἀληθές, ὡς ἅπαν πληθυντικὸν πρώτου προσώπου καὶ δευτέρου σύλληψιν ἀναδέχεται διαφόρων προσώπων. τὸ γὰρ ἡμᾶς τοιοῦτόν ἐστιν, ἐμὲ καὶ σὲ κἀκεῖνον, ἢ ἐμὲ καὶ ὑμᾶς, ἢ ἐμὲ καὶ αὐτούς. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ δευτέρου πάλιν γὰρ τὸ ὑμᾶς σὲ καὶ αὐτούς ἐστιν. — πῶς οὖν ἡ ἐμαυτοῦ ἀντωνυμία καὶ αἱ σύζυγοι ἐπιδέξονται ἀριθμὸν μαχόμενον τῷ ἰδιώματι τῆς συνθέσεως, καθὸ διάφορα πρόσωπα 2.2.253 νοηθήσεται, ἐκ συλλήψεως, γενόμενα δευτέρου καὶ τρίτου καὶ πρώτου; τό γε μὴν τρίτον πρόσωπον, ἀπεωσμένον τῆς προειρημένης τηρήσεως, λέγω τῶν διαφόρων προσώπων, εὐέφικτον ἔσχεν τὴν εἰς τὸ πληθυντικὸν μετάθεσιν· ἦν γὰρ ἐκ τῶν αὐτῶν προσώπων συνεστηκός. — 160. Φαίνεται δ᾽ ὅτι καὶ κατὰ τὸν προειρημένον λόγον οὐκ ἀπορήσει τις δι᾽ ἣν αἰτίαν ἐκ πληθυντικῶν πληθυντικαὶ συνθέσεις οὐκ ἐγένοντο· ἐκ γὰρ τῶν ἁπλῶν πληθυντικῶν ἀντωνυμιῶν ἔστιν ἐπινοῆσαι τὸ μαχόμενον ὡς πρὸς τὴν σύνθετον ἀντωνυμίαν. εἴπομεν γὰρ ὅτι ἐπιμιξίαι διαφόρων προσώπων εἰσὶν ἐν πληθυντικοῖς· περισσὸν οὖν τὸ τὰς πληθυντικὰς ἀντωνυμίας συντίθεσθαι, ὅπου γε αἱ ἑνικαὶ ἀντωνυμίαι συντεθεῖσαι παρέμειναν τῷ ἑνικῷ ἀριθμῷ. ἀλλ᾽ οὐδὲ τὸ σφέας αὐτούς καὶ τὰ τοιαῦτα, οὐκ ὄντα ἐκ διαφόρων προσώπων, συνετέθη, καθὸ τὸ ἐσόμενον ἐξ αὐτῶν εὔχρηστον 2.2.254 ἡ προειληφυῖα πληθυντικὴ προφορὰ περιέγραψεν, εἰς ἣν καὶ μεταλαμβά- νονται· σφέας αὐτοὺς ἀρτύναντες {Ν 152 }, ἑαυτοὺς παρασκευάσαντες. 161. Ἐπεὶ οὖν ἐδείχθησαν ἀσύνθετοι πληθυντικαὶ ἀντωνυμίαι κατὰ τὸ προειρημένον τήρημα, φέρε καὶ εἰς ἐντέλειαν τοῦ λόγου περὶ τοῦ ἡμεδαπός καὶ ὑμεδαπός διαλάβωμεν, ἐπεί τινες οὐδὲ κατ᾽ ὀλίγον ἐνδοιάζουσιν ὡς παρὰ τὸ ἡμῶν καὶ τὸ ἔδαφος τὰ τῆς συνθέσεως ἀπετε- λέσθη. οἷς ἄν τις συνηγορήσειεν μαρτυρόμενος καὶ τὸν ἀπὸ τῆς φωνῆς λόγον καὶ τὸν ἀπὸ τοῦ δηλουμένου, εἴγε παντὶ συνθέτῳ τὸ τοιοῦτο παρακολουθεῖ. — ἐν γὰρ τῷ μισογύνης καὶ τὸ μισεῖν ἔγκειται καὶ ἡ 2.2.255 γυνή, καὶ ἐν τῷ φιλόπονος τὸ φιλεῖν καὶ ὁ πόνος. οὐ γὰρ τὰ ἐν μιᾷ λέξει ἁπλῇ πλείονα σημαίνοντα σύνθετα, ὡς ἐπὶ τοῦ τοξότης, σκυτεύς, κἂν ἐνέργειαν σημαίνῃ τὴν τοῦ τέμνειν, εἰ μὴ καὶ τὴν φωνὴν προσλάβοι ἐν τῷ σκυτοτόμος. — ἐντεῦθεν τὸ Ἀρίσταρχος καὶ τὰ τούτῳ ὅμοια κύρια ὄντα πρὸς ἐνίων οὐ κατηριθμεῖτο εἰς τὰ σύνθετα, ὅτι μὴ καὶ τοῖς δηλουμένοις ἐκέχρητο. ἀλλ᾽ ἐπί γε τούτων ἐδείκνυτο ὡς ἡ πρώτη σύνθεσις ἐπεκράτει, καθὼς ἔχει τὸ 2.2.256 ἀρίσταρχος Ζεύς παρὰ τοῖς περὶ Βακχυλίδην { XII 58 Blass.3, fr. 52 Bergk4 }, καὶ οὐχ ἡ ἐξ ὑστέρου γενομένη συμβολικὴ μετάθεσις. — ἐγκειμένων οὖν καὶ τῶν φωνῶν καὶ τῶν σημαινομένων ἀκώλυτον τὸ φάναι σύνθετα τὰ σχήματα. 162. Ἀλλ᾽ ἔδει, φασίν, αὐτὰ βαρύνεσθαι, καθὼς ἔχει τὸ ἄξιφος, δύσριγος, εὔτειχος. τὸ τοιοῦτο δ᾽ οὐ συνεκτικόν· ἰδοὺ γὰρ καὶ ἐπ᾽ ἄλλων συνθέσεων διάφοροι τόνοι ἐγένοντο. ὀξύνεται τὸ εὐτελής, εὐειδής, ἀλλ᾽ οὐκέτι τὸ εὐμήκης, μεγακήτης, καθὸ τὸ η ἔχει παρε- 2.2.257 δρευόμενον. τί οὖν ἐμποδίζει τὸ φάναι· τὰ παρὰ τὸ ἔδαφος συντι- θέμενα ὀξύνεται, καθὸ καὶ τὰ παρὰ τὸ ἔργον ἐν τῷ κακοεργός, ὑπουργός, εἰ μὴ τὰ ῥήματα προϋπέστη, λέγω τὸ ὑπουργῶ καὶ τὰ ὅμοια. — Ἀλλὰ κοινά, φασίν, αὐτὰ ἔδει εἶναι. πρὸς ὃ ἔστιν πάλιν φάναι ὡς ἅπαξ εἰ δέδοται ἡ ὀξεῖα τάσις, συνδοθήσεται καὶ ἡ τοῦ γένους παραλλαγή, εἴγε τὰ κοινὰ καὶ ἐν βαρείᾳ τάσει ἐστί, κακόπαστος, δύσριγος, κακόπαθος. 163. Εἴη οὖν καὶ τὰ τῆς ἀνασκευῆς ἀκριβέστερα, εἰ τῇδέ τις ἀπο- φαίνοιτο, ὡς οὐδέποτε ἀντωνυμία πρώτου ἢ δευτέρου προσώπου συν- τίθεται μετὰ ἄλλου μέρους λόγου, καὶ ὡς οὐδέποτε πληθυντικὴ ἀντω- νυμία συντίθεται· παράγονται γὰρ μᾶλλον αἱ ἀντωνυμίαι ἤπερ συν- 2.2.258 τίθενται μετὰ ἄλλου μέρους λόγου, καθάπερ παρὰ τὸ ἐμοῦ ἐμός, νῶιν νωίτερος, ἡμῶν ἡμέτερος. εἰ γὰρ δοθείη τὰ τῆς συνθέσεως, οὐ συ- στήσεται οὔτε ἐν ἀντωνυμίαις τὰ σχήματα οὔτε ἐν ὀνόμασιν. εἰ γὰρ ἐν ταῖς συνθέσεσιν τὰ τέλη ἐπικρατεῖ (εἴγε τὸ μισάνθρωπος ὄνομα κἂν τὸ μισεῖν ῥῆμα ἐνυπάρχει, καὶ τὸ εὐσεβῶ ῥῆμα κἂν τὸ εὖ ἐπίρρημα ἔγκειται, ὁμοίως καὶ τὸ χειρογραφῶ κἂν ἡ χεὶρ συνυπάρχει· καὶ ἕνεκα τοῦ τοιούτου πᾶν μέρος λόγου ἔστιν ἐπινοῆσαι τὸ αὐτό, καὶ ἁπλοῦν καὶ σύνθετον, λέγω τὸ δυνάμενον συντεθῆναι, οὐ μὴν τὴν πρόθεσιν καίτοι ἀπειράκις τοῦ μορίου συντεθειμένου, καθὸ ἡ σύνθεσις ἁπάντοτε αὐτῆς ἐν ἀρχῇ ἐστιν, ἡ δὲ ἀρχὴ οὐκ ἐπικρατεῖ) — εἰ δὴ τοῦτο ἀληθές, πῶς οὐκ ὄνομα τὸ ἡμεδαπός, εἰ τὸ ἔδαφος ἔγκειται; ἀλλὰ πῶς ὄνομα τὸ ἀντ᾽ ὀνόματος παραλαμβανόμενον; πῶς ὄνομα ὡρισμένου προσώπου διάκρισιν ποιεῖται; φαμὲν γὰρ ἡμεδαπός καὶ ὑμεδαπός, ἑαυτούς τε ἀν- τονομάζοντες καὶ πρὸς οὓς ἡ ἀπότασις. 2.2.259 164. Ἀλλά, φήσει τις, καὶ αἱ παραγωγαὶ ἐπικρατοῦσιν, εἴγε παρὰ τὸ ὀψέ ὀψινός οὐκ ἐπίρρημα, τό τε παρὰ τὸ ποιῶ ῥῆμα ὄνομα, τὸ ποιητής. οὕτως εἰ παραγωγὸν τὸ ἡμεδαπός, δοθείη ἂν τὸ πᾶν ὄνομα εἶναι. πρὸς ὃν φήσομεν· τὸ ὀψινός ἀπέστησε τὸ ἐπίρρημα πτῶσιν καὶ γένος ἐπιδεξάμενον, ἐπιθετικῶς ἐπ᾽ ὄνομα φερόμενον καὶ οὐκέτι ἐπὶ ῥῆμα, εἴγε διαφέρει τὸ ὀψὲ ἦλθε τοῦ ὀψινὸς ὁ Διονύσιος ἦλθεν· εἴγε τὸ ὁ ποιητής οὐκ ἐν ἀκολουθίᾳ ἐνέργειαν καὶ πάθος ἔχει, οὐ προσώπου διάκρισιν, οὐ χρόνου μετασχηματισμόν. τὸ μέντοι ἡμεδαπός, ἐπεὶ ἀντ᾽ ὀνόματός ἐστιν, ἔτι τὰ πρόσωπα διακρίνει· οὐκ ἀπέστη οὖν τοῦ ἰδιώματος, καὶ ἕνεκα τούτου οὐδὲ τῆς ὀνομασίας συναποστήσεται, ᾧ λόγῳ καὶ τὸ ἡμέτερος μένει ἔτι ἀντωνυμία, κἂν ἡ κατὰ τὸ τέλος παραγωγὴ ὀνοματικὴ καθειστήκει· ἅπαντα γὰρ πάλιν διασῴζει τὰ τῆς ἀντωνυμίας. 2.2.260 165. Τοῦ τοιούτου δὲ ἀποδειχθέντος καὶ τὰ προειρημένα συλλή- ψεται τῷ λόγῳ, οὐ μὴν συνεκτικὰ γενήσεται, καθὼς πρόκειται, ἔτι καὶ τῆς γραφῆς ὁμολογούσης τὸ μὴ ἔχειν τὸ ἔδαφος. — ἡ ψευδὴς οὖν ὑπόληψις ἐγένετο ἐκ τοῦ τὴν παραγωγὴν ὁμοίαν καθίστασθαι τῇ τοῦ ἐδάφους φωνῇ, καθότι καὶ ἄλλαι πλεῖσταί εἰσι τοιαῦται δόξαι, εἴγε τὸ χαλκήρης οὐ τὸ ἀρηρέναι ἔχει, ὅμοιον δέ ἐστιν τῷ ...... ......................... Φανίας καὶ Ἀρχίας καὶ Γοργίας· οὐδὲ μὴν ἔχει τὸ τηρεῖν τὸ μελι- τηρὸν ἀγγεῖον, ἀπὸ γενικῆς δὲ τῆς μέλιτος, ὡς δείματος δειματηρός, 2.2.261 καμάτου καματηρός, ὀλίσθου ὀλισθηρός· ἔστιν εἰς τὸ τοιοῦτο πάμ- πολλα παραθέσθαι. — ὃν οὖν τρόπον καὶ ἄλλαι παραγωγαὶ λέξεως σημαινόμενον ἀποτελοῦσιν εἰς ἣν καὶ μεταλαμβάνονται (Κρονίδης γὰρ ὁ τοῦ Κρόνου υἱός, καὶ γοργότερος ὁ μᾶλλόν τινος γοργός, καὶ ἐν ἐπιρρήμασιν οἴκοθι ἐν οἴκῳ), τὸν αὐτὸν δὴ τρόπον καὶ τὸ ἡμεδαπός ἐθνικῶς παραχθὲν μετὰ τῆς παραγωγῆς καὶ τὸ σημαινόμενον ἔσχεν συντρέχον τῇ μεταλήψει τοῦ ὀνόματος. 166. Χρὴ μέντοι κἀκεῖνο ἐπιστῆσαι, δι᾽ ἣν αἰτίαν ἀπὸ μόνων πληθυντικῶν ἡ παραγωγὴ ἐγένετο, τῶν κτητικῶν ἀντωνυμιῶν καθ᾽ ἕκα- στον ἀριθμὸν παρηγμένων, καὶ δι᾽ ὅ τι μέχρι τρίτου ἡ παραγωγὴ οὐ συνέ- τεινεν. ἀντὶ γὰρ τῆς σφεδαπός τὸ ἀλλοδαπός παρήχθη, καὶ οὐ τολμῶ τοῦτο φάναι, ὡς τὸ ἄλλος ἀντωνυμία ἐστίν, ὅπου γε καὶ μάχεται τῇ 2.2.262 ἐννοίᾳ τῶν ἀντωνυμιῶν· ἃ γὰρ ὁρίζει ἡ ἀντωνυμία, ταῦτα ὑπὸ τοῦ ἄλλος ἀναιρούμενα ἀοριστοῦται, ἄλλος, οὐκ ἐγώ· ἄλλος, οὐ σύ. 167. Πρὸς μὲν οὖν τὸ πρότερον ἔστιν φάναι, ὡς μᾶλλον ἀνέφικτον ἦν ἐξ ἑνικῶν ἢ δυϊκῶν ἐθνικὴν παραγωγὴν γενέσθαι· οὐ γὰρ δή τις ἐπινοήσει ἔθνος ἐν ἑνὶ ἀνθρώπῳ ἢ δυσίν, ἐν μέντοι ἀπείροις, οἷον ὁ φάμενος οὗτος ἡμεδαπός ἐστι συλλαμβάνει ἑαυτόν τε καὶ τοὺς σὺν αὐτῷ πολίτας. τό γε μὴν ἐμός, ἡμέτερος, φερόμενα ἐπὶ πάντα τὰ δυνά- μενα ὑπὸ κτῆσιν πίπτειν, ἀδιάφορον ἔσχε τὸ ἀπὸ παντὸς ἀριθμοῦ τὴν παραγωγὴν ἀναδέξασθαι. (δι᾽ ὃ τῷ μὲν ἡμέτερος ὑπακούεται τὸ πολίτης, οὐ μὴν τῷ ἡμεδαπός· εἰς γὰρ τὸ τοιοῦτον ἡ παραγωγὴ ἐμόνασεν.) 2.2.263 168. Ὑπὲρ δὲ τοῦ τὴν ἐν τῷ τρίτῳ προσώπῳ μὴ παραδεδέχθαι οἰήσεταί τις αἴτιον τὸ ἀσύνηθες τῆς ἀντωνυμίας· ὅπερ οὐ πιθανόν. ἔστι γοῦν καὶ τὸ σφετερίζεσθαι παρηγμένον ἀπὸ ἀσυνήθους τῆς σφῶν (καὶ ἔτι τὸ μὲν μῆλον ἀσύνηθες ὡς πρὸς τὴν ὀνομασίαν τὴν τοῦ προ- βάτου, οὐ μὴν τὸ ἀπ᾽ αὐτοῦ παραγωγόν, λέγω τὸ μηλωτή· καὶ ἔτι τὸ δέρκεσθαι, οὐ μὴν τὸ δορκάς ἢ σύνθετον τὸ ὀξυδορκεῖν). — 169. φαίνεται γὰρ ὅτι φυσικώτερόν πως τὰ τῆς ἐλλείψεως ἐγένετο. ὃν γὰρ τρόπον οὐκ ἀπίθανος ἀφορμὴ ἐγένετο τῆς ἐν τρίτοις συνθέσεως, λέγω κατὰ τὸ πληθυντικόν, τῆς ἐν πρώτῳ καὶ δευτέρῳ προσώπῳ οὐκ ἐγγενομένης, τὸν αὐτὸν τρόπον ἐγγενομένων κατὰ τὴν παραγωγὴν τῶν κατὰ τὸ πρῶτον καὶ δεύτερον οὐκ ἐξακολουθήσει τὸ πάντως καὶ κατὰ τὸ τρίτον τὴν παραγωγὴν γενέσθαι. καὶ δῆλον ὅτι αἰτίας ὑπούσης 2.2.264 ὁμόλογόν ἐστιν ὡς τὰ πρῶτα καὶ δεύτερα πληθυντικὰ σύλληψιν εἰς ἑαυτὰ ποιεῖται τῶν κατὰ τὸ τρίτον διαφόρων προσώπων. ὁ γὰρ λέ- γων ἡμᾶς ἑαυτόν τε λέγει καὶ τὰ συνόντα ἔξωθεν αὐτῷ πρόσωπα, καὶ ἀποτεινόμενός τις ἐρεῖ πρός τινα ὑμᾶς, συλλαμβάνων πάλιν καὶ τὸ παρὸν πρόσωπον καὶ τὰ ἀπόντα. ἀπὸ δὴ τούτων ἐθνικὴ παραγωγὴ γινομένη τῇ ἐπικρατείᾳ τῶν ἐγκειμένων ἑνικῶν κατὰ τὸ πρῶτον καὶ δεύτερον ἓν καὶ τὸ αὐτὸ ἔθνος παραστήσει. τό γε μὴν τρίτον ἐκ πλειόνων τρίτων νοούμενον οὐ ποιήσεται ἐθνικὴν παραγωγήν· δηλώσει γὰρ οὐχ ἓν ἔθνος, ἀλλὰ πάντα τὰ δυνάμενα ἐμπεριλαμβάνεσθαι κατὰ τὸ τρίτον πληθυντικόν. οὐ γάρ, ὡς ἔφαμεν, ἓν ἐξ ἑνικῆς ἐπικρατείας τρίτον ἐστίν, ἵν᾽ οὕτως καὶ ἡ ἐθνικὴ παραγωγὴ μία νοηθῇ ὡς ἐπὶ τοῦ ἡμεδαπός. 170. Ἄλλως τε ἐγχωρούντων τῶν ἐθνικῶν ὀνομάτων κατὰ τὸ τρίτον παραλαμβάνεσθαι τὰ τοῦ ἐπιμερισμοῦ τῶν ἐθνικῶν γίνεται, ὅτε 2.2.265 φαμὲν Περγαμηνός, Ἐδεσσηνός, Ἀλεξανδρεύς. ὅπερ οὐκ ἐνεχώρει ἐπὶ πρώτου καὶ δευτέρου, λέγω τὰ ὀνόματα παραλαμβάνεσθαι. εἰ γοῦν Ἀθηναῖος ἀφορῶν εἰς Ἀθηναῖον εἴποι ὅδε Ἀθηναίων πολίτης ἐστίν, ἑαυτὸν ἀποστήσει τοῦ ἔθνους, καθὸ οὐ συνείληπται τοῖς Ἀθηναίοις· συλλαμβανόμενος δὲ ἐν πρώτῳ γενήσεται προσώπῳ, καθότι αὐτὸς ἀπο- φαίνεται. καὶ εἰ τὸ ἐν πρώτῳ προσώπῳ παραλαμβανόμενον ὄνομα μὲν οὐ δύναται εἶναι, ἀντωνυμία δέ, σαφὲς ὅτι ἀντονομάσει ἑαυτόν. καὶ εἰ τὸ πρῶτον ἐπικρατεῖ τῶν διαφόρων προσώπων, οὐκ ἄλλο τι ἐγγενή- σεται ἢ τὸ ἡμεδαπός, ὅπερ τὴν ἀνάλυσιν ἕξει εἰς τὸ ἡμῶν πολίτης, καθότι καὶ τὸ Κρονίδης εἰς τὸ τοῦ Κρόνου υἱός, καὶ τὰ τούτοις ὅμοια. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ δευτέρου προσώπου. ἐπὶ γὰρ τρίτου γινωσκόμενα μὲν τὰ ἔθνη παραληφθήσεται αὐτοῖς τοῖς ὀνόμασιν, καθὼς ἔφαμεν, οὐ μὴν γινωσκόμενα παραγωγὴν ἀναδέξεται ἐξ ὀνόματος τοῦ ἀναιροῦντος τὰς θέσεις τῶν ὀνομάτων, λέγω τοῦ ἄλλων. τὸ γὰρ 2.2.266 ἀλλοδαπός ἀποφάσκει τὸ οὐχ ἡμεδαπός ἐστιν, οὐχ ὑμεδαπός, οὐκ Ἀθηναίων πολίτης. κατ᾽ οὐδένα λόγον ἄρα τοῖς ἀντωνυμικοῖς συζυγεῖ τῷ ἡμεδαπός καὶ ὑμεδαπός, κατὰ δὲ ἀναίρεσιν τῶν προειρημένων ἐθνῶν. 2.2.267 1. Τῶν ἐξαιρέτως παρεπομένων ταῖς ἀντωνυμίαις κατειλεγμένων ἐν τῷ πρὸ τούτου, ἀναγκαίως καὶ περὶ τῶν κοινῇ αὐταῖς παρεπομένων μετὰ καὶ τῶν ἄλλων τοῦ λόγου μερῶν πειρασόμεθα διαλαβεῖν, καθὸ ἃ μὲν αἴτια γίνεται ἀκαταλληλότητος, ἃ δὲ ἀδιαφορεῖ, ὥς γε ἔστιν τὸ πρῶτον ἐπινοῆσαι ἐξ αὐτῶν τῶν ἀντωνυμιῶν. — 2. Ἐπιταγματικὴν καλοῦσιν τὴν αὐτός, καθό, φασίν, ἐπιτάσσεται 2.2.268 ἅπασιν τοῖς ἀντωνυμικοῖς προσώποις. καὶ εἰ μὲν ἐξαιρέτως, σαφὲς ὅτι οὐκ ἀληθεύουσιν· ἰδοὺ γὰρ καὶ ἡ ὅδε, ὅδ᾽ ἐγὼ χείρων {}, κεῖνος μὲν δὴ ὅδ᾽ αὐτὸς ἐγώ, πάτερ {ω 321 } οὗτος ἐγὼ ταχυτᾶτι { Pind. Ol. IV 26 Boeckh, 22 Schroed. }. εἰ δὲ κατὰ τὸ πλέον παρὰ τὰς ἄλλας, συγκαταθείμην ἂν τῷ λόγῳ· οὐ γὰρ δή γε θαρρήσει τις ἀλόγους τὰς τοιαύτας συντάξεις φάναι, τῶν ἐλλογιμωτάτων ἀνδρῶν χρησαμένων καὶ τοῦ λόγου οὐκ ἐμποδίζοντος, ὡς δείξω. δῆλον οὖν ὡς ἡ κατὰ πολὺ γενομένη σύνταξις ἀπηνέγκατο τὴν ὀνομασίαν, ᾧ λόγῳ καὶ ἄλλα κατὰ τὸ πλέον ἐπεκράτησεν. 2.2.269 3. Διαπορῶ γε μὴν τί δή ποτε αἱ μὲν τοῦ πρώτου καὶ δευτέρου οὐ μετίασιν ἐπὶ τὰ τρίτα πρόσωπα, τά γε μὴν τρίτα πρόσωπα μετίασιν ἐπὶ τὰ πρῶτα καὶ δεύτερα, καὶ πάλιν οὐχ ἅπαντα. ἰδοὺ γὰρ ἡ ἵ καὶ ἡ ἕο καὶ αἱ σύζυγοι ἑνικαὶ ἁπλαῖ οὖσαι ἐπὶ τὰ πρῶτα ἢ δεύτερα πρό- σωπα οὐ μετέρχονται, ἥ γε μὴν μεταλαμβανομένη ἐξ αὐτῶν αὐτός, αὐτὸς ἑκών οἱ δῶκα {δ 649 }, αὐτὸς νῦν ἴδε πῶμα {θ 443 }. τὸ δὲ μεῖζον, πρὸς ἁπάντων ὡμολόγηται ὅτι ἡ ἑαυτοῦ καὶ ἑαυτόν καὶ αἱ σύζυγοι ἐκ δύο τρίτων συντεθειμέναι εἰσίν, ἐξ ὧν καὶ αἱ πλη- θυντικαὶ ἑαυτῶν, ἑαυτούς, αἵπερ κατὰ πρῶτον καὶ δεύτερον παρα- λαμβάνονται. πῶς οὖν οὐκ ἄλογον τὸ καθ᾽ ἑνικὴν σύνταξιν ἀπαρά- δεκτον ἐν πληθυντικῇ μεταπτώσει εὐπαράδεκτον γίνεσθαι; οὐ γάρ φαμεν ἑαυτὸν ὕβρισα ἢ ἑαυτὸν ὕβρισας, ἑαυτοὺς δὲ ὑβρίσαμεν. 4. Ἔστιν γε μὴν συνελόντι ἐκεῖνο φάναι· μὴ ἄρα αἱ τοιαῦται συντάξεις σολοικισμὸν ὑπαγορεύουσιν παρὰ τὴν τῶν προσώπων μεταλλα- 2.2.270 γήν. εἰ γάρ τί ἐστιν ἐν τρίτῳ, τοῦτο ἐν πρώτῳ παραλαμβανόμενον ἢ δευτέρῳ ἀκατάλληλον ποιεῖ λόγον. (καὶ ἀνάπαλιν εἴ τί ἐστιν ἐν πρώτῳ καὶ δευτέρῳ, τοῦτο ἐν τρίτῳ παραλαμβανόμενον τὴν αὐτὴν ἀκαταλληλό- τητα παρέξει, εἰ τῇδέ τις ἀποφαίνοιτο, γράφω ἐγώ, γράφεις σύ, γράφουσιν ἡμεῖς.) καὶ εἰ τοῦτο ἀληθές, πῶς τὸ ἑαυτούς τρίτον καὶ ἐκ τρίτων γενόμενον κατάλληλον ποιεῖ λόγον ἐν τῷ πρώτῳ καὶ δευτέρῳ; τὸ γὰρ δέον ἐστὶν ἑαυτοὺς τύπτουσιν, οὐ μὴν τὸ ἑαυτοὺς τύπτο- μεν. — 5. Ἀλλὰ πάλιν πᾶν ἀκατάλληλον ἔχει ἐπανόρθωσιν διὰ τοῦ ἀκολούθου σχήματος. εἴπερ οὖν σολοικισμὸς τὸ ἑαυτοὺς ὑβρίζομεν, τί τὸ ἐπανορθοῦν τὸ σχῆμα; φήσει τις τὸ ἡμᾶς ὑβρίζομεν. ... οὔ φημι ἕνεκα μόνον χρήσεως, ἀλλὰ καὶ ἕνεκα ἀποδείξεως ἧς προεξεθέμην τοῦ 2.2.271 μὴ δύνασθαι μετὰ τῶν συζύγων ῥημάτων ἁπλᾶς ὑπάρχειν τὰς ἀντωνυ- μίας, ὅ τι μὴ μόνον ἐπὶ τῆς εὐθείας, ἐγὼ ὕβρισα, ἡμεῖς ὑβρίσαμεν· τὸ γὰρ ἐμὲ ὕβρισα εἰς τὸ ἐμαυτόν μεταλαμβάνεται. οὐ δὴ οὖν συστή- σεται τὸ ἡμᾶς ὑβρίσαμεν ἢ ἡμῖν ἐλαλήσαμεν. 6. Χρὴ οὖν ἐπιστήσαντας ἐκθέσθαι τί δήποτ᾽ ἔστι τὸ ποιοῦν τὸ ἀκατάλληλον, οὐ παραθέσει τρόπων χρησάμενον μάτην, καθάπερ τινὲς 2.2.272 αὐτὸ μόνον ἐκήρυξαν τοὺς σολοικισμούς, οὐ μὴν ἐδίδαξαν τὸ ποιοῦν, ὅπερ εἴ τις μὴ συνίδοι, εἰς οὐδὲν συντείνουσαν ἕξει τὴν παράθεσιν τῶν τρόπων. 7. Πρὸς οἷς οὐδ᾽ ἀληθεύουσιν οἱ ἐξ αὐτῶν λόγοι. φέρε γὰρ φάναι ὡς γίνεται ἀκατάλληλον παρὰ τοὺς ἀριθμούς, ὥς τινες ὑπέλαβον, κούρω δὲ κρινθέντε δύω καὶ πεντήκοντα {θ 48 }. οὐ γάρ φασι κατὰ τοῦ πληθυντικοῦ τὸ δυϊκὸν τίθεσθαι, τό γε μὴν πληθυντικὸν κατὰ δυϊκοῦ. καὶ σαφὲς ὅτι αἰτίας τινὸς ὑπούσης, οὐδὲ τοῦ τοιούτου διδομένου, ὥς γε ἐν τοῖς ἑξῆς δεδείξεται, ὅτι τὸ κρινθέντε διήκει καὶ κατὰ τοῦ πεντήκοντα. — ἀλλὰ καὶ παρὰ τὰ πρόσωπα, ἀλλ᾽ αἰεὶ φρεσὶν ᾗσιν ἔχων ἀλάλημαι ὀϊζύν {ν 320 mixtus cum λ 167 }· ἀκατάλληλον γάρ, δέον ἐμῇς. καὶ ἔστι πρὸς τὸ τοιοῦτον ἐγκείμενος 2.2.273 λόγος· εἰ γοῦν τὸ ἑαυτοὺς ὑβρίζομεν καὶ ἔτι τὰ τοιαῦτά τις παρα- δέξεται, δῆλον ὡς καὶ τὸ προκείμενον· ἢ ἔστιν τις αἰτία ἣ τὸ τοιοῦτο μὲν παραπέμπεται, προσίεται δὲ τὸ ἑαυτοὺς ὑβρίζομεν; — ἀλλὰ καὶ παρὰ τὰς πτώσεις, ἡνίκα ἐν ἐκείνῳ τῷ σχήματι ἀπαιτοῦσι γενικήν, ἐν τῷ οἱ δὲ δύο σκόπελοι {μ 73 }· πάλιν γὰρ ἔστι συνιδεῖν καὶ ἐπὶ τούτου, εἴ τι λείπει, ἢ τί τὸ αἴτιόν ἐστιν τὸ τὴν γενικὴν ἀπαιτοῦν. Παρείσθω τοίνυν ἡ τοιαύτη παράθεσις ὑπὲρ τοῦ μὴ πολὺ ἀφίστασθαι ἡμᾶς τοῦ προκειμένου. 8. Οὐδὲ ἐκεῖνο δέ με λέληθεν, ὥς τινες ἐπετάραξαν τὴν παρὰ πᾶσιν συμφώνως πιστευθεῖσαν δόξαν, ὡς μιᾶς λέξεως κακία ἐστὶν ὁ βαρβαρισμός, ἐπιπλοκῆς δὲ λέξεων ἀκαταλλήλων ὁ σολοικισμός, αὐτοὶ εἰσηγησάμενοι τὸ καὶ ἐν μιᾷ λέξει καταγίνεσθαι σολοικισμόν, εἰ κατὰ θηλείας φαίη τις οὗτος ἢ πλήθους ὑπόντος, παραθέμενοι καὶ ἄλλα τῆς 2.2.274 αὐτῆς ἐχόμενα εὐηθείας. τὸ πρῶτον, ὅτι οὐδεμία εὐθεῖα συνίσταται δίχα ῥήματος εἰς αὐτοτέλειαν, καὶ ῥήματος τοῦ μὴ ἀπαιτοῦντος ἑτέραν πλαγίαν. ἔστιν γὰρ τὸ οὗτος περιπατεῖ αὐτοτελές, οὐ μὴν τὸ βλάπτει· λείπει γὰρ τὸ τίνα. ἀλλ᾽ εἰ καὶ οὕτως φαίημεν, τίς σε ἔτυψε; τὸ ἀνθυπαγόμενον οὗτος κοινὸν ἔχει παραλαμβανόμενον τὸ ῥῆμα· τίς καλεῖται Αἴας; οὗτος. οὐκ ἄρα ἀληθὲς τὸ ἐν μιᾷ λέξει σολοι- κισμὸν γίνεσθαι. — 9. Καὶ φαίνεται ὅτι ὅσον ἐπ᾽ αὐτῷ ὁ λόγος κατώρ- θωται, παρὰ δὲ τὴν ἐξ αὐτοῦ γενομένην δεῖξιν τὰ τοῦ γένους ἐνήλλακται. σαφές τε ὡς οὐδὲ ἐν νυκτὶ ἐγχωρήσει ὁ καινότερον ἐπινοηθεὶς διὰ τῆς οὗτος ἀντωνυμίας σολοικισμός, καὶ δέον προσθεῖναι τῷ ὅρῳ, ὅτε μὴ ἐν νυκτερινῷ καταστήματι εἴη τὰ τῆς συντάξεως· δῆλα γὰρ τὰ ὑπ᾽ ὄψιν πίπτοντα τοῦ γένους ἐστίν. ὅπερ γελοῖον· οἱ γὰρ σολοικισμοὶ ἀκοῇ ὑποπίπτουσιν, ἐλεγχόμενοι ἐκ τῆς κατὰ παράθεσιν τῶν λέξεων συνούσης ἀκαταλληλίας, ὧν μεταλαμβάνουσιν καὶ οἱ τεθρυμμένοι τὰς ὄψεις· οὐ γὰρ ἐλλειπεῖς εἰσιν τοῦ ἐξιδιοποιουμένου τὴν φωνήν, λέγω τῆς ἀκοῆς. 2.2.275 δοθήσεται δὲ κἀκεῖνο, ὡς παρὰ τὰς προτάξεις ἐναλλασσόμενα ὑπὸ λόγον τὸν τοῦ σολοικισμοῦ οὐ πεσεῖται. ὡς γὰρ εὔηθες τὸ τοιοῦτον, καὶ τὸ προειρημένον. — 10. Τὸ οὖν κατὰ θηλείας λεγόμενον οὗτός με ἔτυψεν οὐχ ἁμάρτημα τοῦ λόγου· τὸ δέον γὰρ τοῦ καταλλήλου ἀνε- δέξατο. εἰ γοῦν ὑπούσης θηλείας φαίη τις αὕτη με ἔτυψαν, ὁμολόγως σολοικιεῖ διὰ τὸ ἀκατάλληλον τῶν λέξεων, κἂν ἀληθεύει τὸ γένος. οὐ γὰρ ἐν τοῖς ὑποκειμένοις τὸ ἀκατάλληλόν ἐστιν ἢ κατάλληλον, ἐν δὲ τῇ συντάξει τῶν λέξεων, αἷς παρέπεται τὸ μεταποιεῖσθαι εἰς τὸ δέον, τῶν ὑποκειμένων ἁπάντοτε τῶν αὐτῶν ὄντων. ἔστι γοῦν καὶ οὐδετέρως φάναι τοῦτό με ἔτυψε, καὶ οὐδὲ οὕτως τὰ τοῦ λόγου ἠλόγηται· 2.2.276 κατ᾽ οὐδένα γὰρ τρόπον ἐλλειπὲς γενήσεται, ἀναφερόμενον ἐπὶ τὸ γύναιον, καθάπερ ἐκεῖ τὸ νεφέλη δέ μιν ἀμφιβέβηκε κυανέη, τὸ μὲν οὔ ποτ᾽ ἐρωεῖ {μ 74 seq. }· πρὸς γὰρ τὸ συνώνυμον τοῦ νέφους ἀπήντησε. καὶ ἔτι ἐπὶ πλήθους ἦ μάλα δὴ τάδε δώματα κάλ᾽ Ὀδυσῆος {ρ 264 }, οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο {ρ 268 }· πρὸς γὰρ τὸ συνώνυμον τοῦ οἴκου παρείληπται· ἐπιφέρει γοῦν γινώσκω δ᾽ ὅτι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται {ρ 269 }. 11. Ἦν μέντοι ἐκεῖνο παρακινδυνευόμενον, τὸ ἐν συνθέτῳ λέξει ὑποφαίνεσθαί τινα σολοικισμόν, λέγω ἐπὶ τοῦ ἑνδέκατος ἢ ἐπὶ πλέον ἐπὶ 2.2.277 τοῦ ἑνδεκάτη. οὐδὲ γὰρ ἐκεῖνο ἔστιν φάναι, ὅτι ἡ ἑνός ἔγκειται γενική· παρὰ γὰρ εὐθείας αἱ συνθέσεις τῶν τοιούτων γίνονται, τρεισκαι- δέκατος, τεσσαρεσκαιδέκατος. καὶ οὕτως δὲ τὸ ἑνδεκάτη οὐ συνίστατο. Ἐφ᾽ οὗ σχήματος ἔστιν φάναι, τὸ μὲν ἁπλοϊκόν, ὡς παρὰ τὸν ἀριθμὸν τὸν ἕνδεκα, εἴτ᾽ ἐκ παραθέσεως ὄντα εἴτε καὶ ἐκ συνθέσεως, παραγωγή τις ἐγίνετο ἡ τοῦ ἑνδέκατος, ὡς ἕβδομος ἑβδόματος, ἀφ᾽ οὗ καὶ τὸ θη- λυκὸν ἑβδομάτη ἑνδεκάτη. ὅτι δὲ ἐκ παραθέσεων δύο ἓν γίνεται παρα- γωγόν, διὰ πλειόνων ἐδείξαμεν, τὸ αὐτό — ταὐτότης, παρὰ ποταμὸν 2.2.278 μένει ὁ δεῖνα — παραποτάμιος. — 12. Ἔστιν δὲ καὶ οὕτως φάναι. κἂν παρὰ τὸ δέκατος ἦν ἡ σύνθεσις, τὰ τῆς συνθέσεως ἐν λόγῳ τὴν τοῦ οὐδετέρου σύνθεσιν ἀνεδέχετο. εἴ τι γὰρ παρὰ ἀριθμὸν σύγκειται, τοῦτο ἐκ κοινότητος τοῦ ἀριθμοῦ παρελαμβάνετο, οἷον οἱ τέσσαρες — αἱ τέσσαρες — τεσσαρεσκαιδέκατος, τρεῖς — τρεισκαιδέκατος, καὶ οἱ λοιποὶ ἀριθμοί. οὐ δὴ οὖν παρὰ τὸ εἷς ἐδύνατο τὰ τῆς συνθέσεως ἐγγίνεσθαι, ὅτι μὴ κατηγορεῖτο καὶ τὸ θηλυκόν· οὐδὲ μὴν παρὰ τὸ μία, ὅτι μὴ συγκα- τηγορεῖτο καὶ τὸ ἀρρενικόν. καὶ εἰ ἀμφότερα τὰ γένη συνωθεῖται εἰς τὰ οὐδέτερα (τὸ γὰρ οὗτος καὶ αὕτη εἰς ἓν συνωθεῖται τὸ τοῦτο, καὶ 2.2.279 πάλιν ὑποστατόν τί ἐστιν· δι᾽ ὃ καὶ κατὰ τοῦτο, κἂν φῶμεν ἐπὶ γυναίου τοῦτο, οὐ σολοικιοῦμεν, ὥς τινες ὑπέλαβον· καὶ περισσὸν εἰς τὸ τοιοῦτο παρατίθεσθαι), — ἀναλόγως ἄρα τὸ ἕν παρελήφθη κατὰ τὴν σύνθεσιν, ἵνα μήτε τὸ ἀρρενικὸν ἐξιδιοποιήσηται μήτε τὸ θηλυκόν. 13. Ἔστι γε μήν, ὡς προείπομεν, συνεκτικωτάτη αἰτία τοῦ ἀκα- ταλλήλου ἥδε. Τῶν μερῶν τοῦ λόγου ἃ μὲν μετασχηματίζεται εἰς ἀρι- θμοὺς καὶ πτώσεις, ὡς τὸ ὄνομα καὶ τὰ ἄλλα ὅσα δύναται ἀριθμὸν μετὰ πτώσεως ἐπιδέξασθαι· ἃ δὲ εἰς πρόσωπα καὶ ἀριθμόν, ὡς τὰ ῥή- ματα καὶ αἱ ἀντωνυμίαι· ἃ δὲ εἰς γένη, ὡς τὰ προκατειλεγμένα ὀνό- ματα καὶ ὅσα δύναται γένους διάκρισιν ποιήσασθαι· τινὰ δὲ οὐδὲ ἓν τοιοῦτον ἐπιδέχεται, ὡς τὰ καθ᾽ ἕνα σχηματισμὸν ἐκφερόμενα, ὥσπερ οἱ σύνδεσμοι καὶ αἱ προθέσεις καὶ σχεδὸν ἅπαντα τὰ ἐπιρρήματα. 2.2.280 14. Τὰ δὴ οὖν προκείμενα μέρη, μεταληφθέντα ἐξ ἰδίων μετα- σχηματισμῶν εἰς τὰς δεούσας ἀκολουθίας τῶν προκατειλεγμένων ἀριθμῶν ἢ προσώπων ἢ γενῶν, τῇ τοῦ λόγου συνθέσει ἀναμεμέρισται εἰς ἐπι- πλοκὴν τοῦ πρὸς ὃ δύναται φέρεσθαι, εἰ τύχοι πληθυντικὸν πρὸς πλη- θυντικὸν κατὰ τὴν τοῦ αὐτοῦ προσώπου παρέμπτωσιν, γράφομεν ἡμεῖς, γράφουσιν οἱ ἄνθρωποι. τὸ γὰρ ἐν διαβάσει τοῦ προσώπου οὐ πάντως ἐξαιτήσεται τὸν αὐτὸν ἀριθμόν· οἷόν τε γάρ ἐστιν φάναι τύπτουσι τὸν ἄνθρωπον ἢ καὶ πάλιν τύπτουσιν τοὺς ἀνθρώ- πους. — 15. Ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῶν κατὰ γένος συμπαραλαμβα- 2.2.281 νομένων καὶ ἐπὶ τῶν κατὰ πτῶσιν, ἡμῶν αὐτῶν ἀκούουσιν· πάλιν γὰρ τὸ ἐν διαβάσει ἀδιαφορεῖ καὶ κατὰ τὴν πτῶσιν καὶ κατὰ τὸν ἀριθμόν, ἡμῶν αὐτὸς ἀκούει, ἡμῶν αὐτοὶ ἀκούουσιν. ὅπερ πάλιν εἰ συνέλθοι κατὰ τὴν αὐτὴν πτῶσιν, ὑποδραμεῖται εἰς τὸ αὐτὸ πρόσω- πον διὰ τὸ κατάλληλον τῆς πτώσεως, εἰ μὴ συνδεσμικὴ παρέμπτωσις ἀποσπάσει τὸ πρόσωπον, ὡς τὸ ἡμῶν καὶ αὐτῶν ἀκούουσιν. — 16. Ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῶν γενῶν. φήσομεν γὰρ οὗτοι οἱ ἄν- δρες, ἢ καὶ κατὰ πλαγίαν πτῶσιν τούτους τοὺς ἄνδρας· πάλιν γὰρ τὸ ἐν μεταβάσει τοῦ προσώπου ἀδιαφορήσει καὶ κατὰ γένος καὶ κατὰ ἀριθμόν, τούτους γυνὴ ὕβρισε. περισσὸν εἰς τὸ τοιοῦτο παραθέσει χρῆσθαι· προφανὲς γὰρ τὸ λεγόμενον. 2.2.282 17. Εἴπερ οὖν, ὡς προείπομεν, μὴ ἐπισυμβαίη τινὶ λέξει τούτων διάκρισιν ποιήσασθαι, ἀδιαφορήσει τὸ ἐπιπλέκεσθαι ἅπασιν τοῖς προκατει- λεγμένοις, λέγω γένεσι διαφόροις, πτώσεσιν, ἀριθμοῖς, προσώποις, ἄλλοις τοῖς δυναμένοις τοιοῦτό τι ἀναδέξασθαι· οὐ γὰρ δή γε ἔλεγχον ἔχει τὸν ἴδιον μετασχηματισμόν. — 18. Ἔστω γὰρ σύνταξίς τις τοῦ καλῶς ἢ τῶν ὁμοίων ἐπὶ παντὸς προσώπου, ἐπὶ παντὸς ἀριθμοῦ, ὅτε φαμὲν καλῶς ἔγραψα ἢ καλῶς γράφω ἢ καλῶς γράφετε, καὶ ἐπὶ τῶν μετασχηματιζομένων χρόνων, λέγω τοῦ ἔγραψα ἢ γράψω. ἡ δὴ 2.2.283 τοιαύτη σύνταξις πρόδηλον ὅτι κατάλληλος· ἡ γὰρ τοῦ ἐπιρρήματος σύνοδος, οὐ δεκτικὴ οὖσα τῶν ἀριθμῶν ἢ τῶν προσώπων ἢ τῶν ἐγκλίσεων καὶ ἔτι τῶν χρόνων ὧν τὸ ῥῆμα παραδέχεται, ἀκώλυτον ἔσχε τὴν ἐπι- πλοκήν, οὐκ ἐλεγχόμενον ἐκ τοῦ ὁμοειδοῦς. οὐ μὴν ἔτι ἐπὶ τοῦ καλός ταὐτὸν ἔστιν εὑρέσθαι· προσώπου γὰρ τυγχάνει τρίτου ἀριθμοῦ τε τοῦ ἑνικοῦ, καὶ ἔνθεν προσίεται αὐτὸ τὸ τρίτον ἑνικὸν τοῦ γράφειν, καλὸς γράφει, καλὸς περιπατεῖ. καὶ ἐπεὶ πάλιν τὸ καλός οὐ παρέμπτωσιν χρόνου σημαίνει, ἀδιαφορεῖ τὸ ἐν διαφόροις χρόνοις συντάσσεσθαι. — 19. Ἔνθεν πάλιν τὰ τετμημένα τῶν ἐπιρρημάτων εἰς διαφόρους χρόνους τοῖς μὲν διαφόροις προσώποις καὶ ἔτι ἀριθμοῖς συντάσσεται, οὐ μὴν τοῖς τοῦ 2.2.284 μέλλοντος ἢ τοῦ ἐνεστῶτος ............... ........... οὐ μὴν πάλιν τὰ ἐν παρατάσει τοῦ ὅλου χρόνου παραλαμβανόμενα, λέγω ἐπὶ τοῦ νῦν καὶ τῶν ὁμοίων. — ὁμοίως δὲ καὶ ὅσα σημαινόμενον ἐγκλίσεως ἐπιδέχεται, λέγω τὸ εἴθε ἢ ἄγε· ἡ γὰρ προστακτικὴ ἔγκλισις ἀνεπίπλοκος τῇ εὐκτικῇ, καὶ οὕτως τὸ 2.2.285 εἴθε ἀφίσταται τῶν προστακτικῶν καὶ τὸ ἄγε τῶν εὐκτικῶν. πάλιν οὖν ἀμοιρήσαντα τὰ ἄλλα ἐπιρρήματα τῆς τοιαύτης σημασίας ἀκώλυτον ἔσχον ἐν ἁπάσαις ταῖς ἐγκλίσεσι σύνταξιν. τὴν τοιαύτην σύνταξιν ἀκρι- βέστερον ἐν τῷ περὶ ἐπιρρημάτων ἐξεθέμεθα· περὶ ἧς ἔτι καὶ κατὰ τὸ δέον πάλιν εἰρήσεται. 20. Ἔστι καὶ ἐκ συνδέσμων τὸ τοιοῦτο παραστῆσαι, ὡς εἰς οὐδὲν ἀναμεριζόμενοι τῶν προκατειλεγμένων ἀδιαφοροῦσι τὰς συνδέσεις ποι- εῖσθαι πρὸς γένη διάφορα ἢ πτώσεις ἢ διακρίσεις προσώπων. εἰ γοῦν τις πάλιν μερικὴ γένοιτο ἐπ᾽ αὐτῶν διαφορά, ἀπολειφθείη ἂν πάλιν τῆς προκειμένης συντάξεως διὰ τὸ ἐγκείμενον τοῦ συνδέσμου. ὑπὲρ δὲ τοῦ μὴ περὶ συνδέσμων ἄρτι λέγεσθαι αὐτὸ μόνον ἑνὶ ὑποδείγματι 2.2.286 χρησόμεθα. — 21. Ὁ δὴ ἄν σύνδεσμος αὐτὸ μόνον ἐκ τηρήσεως εἴρη- ται ὡς παρῳχημένοις συντάσσεται, ἐξῃρημένου πάλιν τοῦ παρακειμένου. ἐφ᾽ ἧς συντάξεως εἰ ἔροιτό τις, ἐν τῷ γράψω ἄν παρὰ τί τὸ ἀκα- τάλληλον ἐγένετο, οὐκ ἔστι φάναι ἢ μόνον ἐκ τῆς ἀντιλήψεως, ὃ ἀκα- τάλληλόν ἐστιν· οὔτε γὰρ ἀριθμοῦ ἀνθυπαλλαγὴ οὔτε ἄλλου του, ὃ δύ- ναται διελέγξαι τὸ ῥῆμα μὴ συμπληθυνόμενον ἢ συγχρονούμενον ἢ συνδιατιθέμενον. ἦν δὲ τὸ αἴτιον τοῦτο. τὰ γεγονότα τῶν πραγμάτων ὁ σύνδεσμος ἀναιρεῖν θέλει, περιιστάνων αὐτὰ εἰς τὸ δύνασθαι, ἔνθεν καὶ δυνητικὸς εἴρηται. τὸ μὲν γὰρ ἔγραψα ἢ τὸ ἔγραφον ἢ τὸ ἐγε- 2.2.287 γράφειν ἢ ἀπὸ μέρους γεγονότα ἐστὶν ἢ καὶ ἔκπαλαι γεγονότα· ἔνθεν προσέρχεται τοῖς δυναμένοις τὴν ὕλην αὐτοῦ παραδέξασθαι, ἔγραφον ἄν, ἔγραψα ἄν, ἐγεγράφειν ἄν, οὐ μὴν τῷ γράφω ἢ γράψω· οὐ γὰρ παρῴχηται, ἵν᾽ ἐγχωρήσῃ καὶ ἡ ἐκ τοῦ συνδέσμου ἀναίρεσις μὲν τοῦ γεγονότος, ἐπαγγελία δὲ τοῦ ἐσομένου. καὶ ἐντεῦθεν δὲ πειθόμεθα ὅτι 2.2.288 οὐ παρῳχημένου συντέλειαν σημαίνει ὁ παρακείμενος, τήν γε μὴν ἐνε- στῶσαν, ὅθεν οὐδὲν δυνησόμενον γενέσθαι παρεδέξατο καὶ διὰ τοῦτο ἀπροσδεὴς τοῦ ἄν συνδέσμου ἐγεγόνει. ἐν τῇ συνδεσμικῇ συντάξει ἐν- τελέστερον τὰ τοιαῦτα δεδείξεται. ἀνιτέον μέντοι ἐπὶ τὸ προκείμενον. 22. Αἱ δὴ οὖν λέξεις, ὡς προείπομεν, ἀναμεμερισμέναι κατὰ τὰς ἰδίας θέσεις, τὰς ὁπωσδήποτε παρεμπιπτούσας εἰς οὐκ ἐπιβάλλουσαν θέσιν διελέγχουσιν διὰ τῆς ἐξ αὐτῶν ἀκολουθίας. παρὸν πιστώσασθαι καὶ δι᾽ ὧν ἠπορήσαμεν ἐν τοῖς προκειμένοις καὶ δι᾽ ὧν παραθησό- μεθα. — τὸ ἐμοί ἐπὶ τρίτου οὐ τίθεται· ὑπὸ γὰρ συζύγου τοῦ οἷ διελέγχεται. καὶ σαφὲς ὅτι καὶ τὸ οἷ οὐκ ἐπὶ πρώτου διὰ τὸν αὐτὸν 2.2.289 λόγον, ὡς οὐδὲ τὸ γράφω ἀντὶ τοῦ γράφει οὐδὲ μὴν τὸ γράφει ἀντὶ τοῦ γράφω. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῶν δευτέρων προσώπων. πῶς οὖν ἡ αὐτός τρίτου καθεστῶσα σύνταξιν τὴν κατὰ τὸ πρῶτον καὶ δεύτερον ποιεῖται; ἕνεκα τοῦ μὴ ἔχειν ἀκόλουθον πρόσωπον κατὰ συζυ- γίαν, ὃ συνελέγξει τὸ ἀλλότριον τοῦ προσώπου. ἔνθεν γὰρ οἶμαι ἐρρυηκέναι καὶ τὸ ἀκόλουθον πρὸς τὰ ἀναμερισθέντα μόρια ἐν τῇ δεούσῃ ἀκολουθίᾳ. — 23. καὶ σαφὲς ὅτι τὸ μὴ γενόμενον ἐν προσώπου ἀκο- λουθίᾳ οὐδὲ παρὰ τὸ ἀκόλουθον τῶν προσώπων ἁμαρτήσεται, γενόμενόν γε μὴν ἐν γένους ἀκολουθίᾳ καὶ πτώσεως καὶ ἀριθμοῦ οὐκέτι συνοισθή- σεται παρὰ τὸ δέον τῶν προκειμένων· ἐμὲ γὰρ αὐτόν καὶ ἡμᾶς αὐ- τούς. — σαφὲς δὲ πάλιν καὶ ἐκ τῶν ἄλλων ἀντωνυμιῶν, αἳ γένος οὐ διακρίνασαι ἀκώλυτον ἔχουσι τὴν ἐν τοῖς τρισὶ γένεσιν ὑπαγωγήν· φα- 2.2.290 μὲν γοῦν σὺ αὐτός ἢ σὺ αὐτή καὶ ἔτι ἐμοὶ αὐτῷ καὶ ἐμοὶ αὐτῇ, καὶ οὐ κακία τὸ τοιοῦτο, ὅτι μὴ ἐνεχώρει τὸ δυνάμενον ἐλέγξαι τὴν κακίαν. — ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῆς οὗτος καὶ ὅδε· πάλιν γὰρ ἀκώ- λυτον τὸ ὅδ᾽ ἐγώ καὶ οὗτος ἐγώ, καθὼς προείπομεν. — λύεται δὲ κἀκεῖνο τὸ ἄπορον, ὡς τὸ ἑαυτούς καὶ ἐπὶ πρῶτον συνέτεινεν· ὅπερ ἦν ἂν ἐν κακίᾳ, εἰ διηλέγχετο ὑπὸ τοῦ ἐμαυτούς ὡς παρὰ τὸ πρόσωπον ἡμαρτημένον. ἀνεξέλεγκτον οὖν καθεστὼς ἀδεεστέραν τὴν σύνταξιν κατὰ τῶν προσώπων ἐποιήσατο. 24. Καὶ ἐπὶ ῥημάτων δὲ ὁ αὐτὸς λόγος. πᾶσαι γοῦν αἱ ἐγκλίσεις, μερισθεῖσαι εἰς πρόσωπα καὶ ἀριθμούς, τὸ ἀκατάλληλον συνελέγχουσιν διὰ τῶν ἀριθμῶν καὶ τῶν προσώπων· ἥ γε μὴν ἀπαρέμφατος τούτων ἀμοιρήσασα ἐπιτρέχει καὶ ἐπὶ πάντα τὰ πρόσωπα καὶ ἅπαντας τοὺς 2.2.291 ἀριθμούς, γράφειν ἐμέ, γράφειν ἡμᾶς, γράφειν σέ, γράφειν ὑμᾶς. καὶ ἐπεὶ πάλιν οὐκ ἀμοιρεῖ διαθέσεως ἢ χρόνων, παρὰ τὴν τού- των ἐναλλαγὴν τὸ ἀνακόλουθον ἐπιδείκνυται. — 25. φυσικώτερον δέ πως καὶ ψυχικῆς διαθέσεως ἡ ἔγκλισις ἀμοιρήσασα οὐκ ἐμποδίζεται καὶ ἀντὶ πασῶν ἐγκλίσεων παραλαμβάνεσθαι, προστιθεμένου τοῦ ἰδιώματος τῆς ἐγκλίσεως, καὶ πάλιν πᾶσαν ἔγκλισιν εἰς ταύτην ὑποστρέφειν. τὸ γὰρ γράφε δύναται ἴσον εἶναι τῷ γράφειν σοι προστάσσω, ἀναγκαίως 2.2.292 καὶ τοῦ προστάσσειν ἐγκειμένου καὶ τοῦ ἀντωνυμικοῦ· τούτων γὰρ ἠμοίρει τὸ ἀπαρέμφατον· περιπατοίης — εὔχομαί σε περιπατεῖν, γρά- φεις — ὁρίζομαί σε γράφειν. πρόδηλος καὶ ἡ ἐκ τούτων μετάληψις, γράφοι Διονύσιος — ηὔξατο γράφειν Διονύσιον, γραφέτω Διονύσιος — προσέταξεν γράφειν Διονύσιον. διὰ τί μέντοι αἱ συνοῦσαι πτώσεις εὐθεῖαι πλάγιοι γίνονται, ἀκριβώσομεν ἐν τῷ περὶ ῥημάτων, ἐν ᾧ καὶ διαληψόμεθα περὶ τῆς παρεπομένης καθόλου συντάξεως τῶν ἀπαρεμ- φάτων. 26. Παρὸν καὶ ἐκ τῶν μετοχῶν αὐτὸ πιστώσασθαι, αἷς προσδίδωσι μὲν ἡ ἐκ τῶν ῥημάτων μετάληψις γένος καὶ πτῶσιν καὶ τὸν ἐν τού- τοις ἀριθμόν, ἀφαιρεῖται δ᾽ αὖ τὴν προσώπου διάκρισιν καὶ ψυχικὴν ἔννοιαν. καὶ ἕνεκα τούτου παρὰ τὰ ἀφῃρημένα οὐχ ἁμαρτάνομεν, ἐν μὲν προσώποις γράψας ἀνέστην, γράψας ἀνέστης, γράψας ἀνέστη, ἐν δὲ ἐγκλίσεσι γράψας ἀνασταίην, γράψας ἀνάστηθι· τά γε μὴν ἐμμείναντα, λέγω διάθεσιν ἢ χρόνων διαφοράν, τῷ ἀκαταλλήλῳ λόγῳ ὑποπίπτει, εἰ παρὰ τὸ δέον συνταγείη. 27. Ὁμόλογον δ᾽ ὅτι καὶ τὰ συνεμπεσόντα ἢ κατὰ γένος ἢ πτῶσιν ἢ πρόσωπον ἤ τι τῶν δυναμένων τὴν ταὐτότητα ἀπενέγκασθαι κατὰ 2.2.293 φωνὴν ἀποστήσεται τῆς τοῦ ἀκαταλλήλου κακίας. ἔσθ᾽ ὅτε γὰρ ἐν οὐ δεούσῃ συντάξει καταγινόμενα μέτεισιν ἐφ᾽ ἑτέραν σύνταξιν ἐν λόγῳ δυναμένην παραλαμβάνεσθαι διὰ τὸ συγκεχυμένον τῆς φωνῆς. ἔστω γάρ τι σοφός ἢ κλυτός ἤ τι τῶν δυναμένων ὑπὸ τριγένειαν πίπτειν, ἔστω δὲ καὶ τὸ θεός ἤ τι τῶν δυναμένων κατὰ κοινότητα μόνον ἀκούεσθαι. ἐφ᾽ ὧν τῆς συντάξεως τὸ μὲν θεός, κἂν ἐπὶ θηλυκοῦ τάσ- σηται, ἀνενδοίαστον κατὰ τὸ γένος ἐστίν, οὔ γε μὴν τὸ κλυτός ἢ ἄγριος ταὐτὸν πείσεται. καὶ ἔνθεν γνωρίζεται τὸ κλυτὸς Ἱπποδάμεια {Β 742 } καὶ ἄγριον ἄτην {Τ 88 } ἐν ὑπαλλαγῇ γένους καθεστῶτα. — 28. Δι᾽ ὃ καὶ τὸ παρ᾽ Ἀθηναίοις μὰ τὼ θεώ οὐκ ἐν τῷ θεώ τὸ σχῆμα ἐπεδείξατο, ἐν δὲ τῷ συνόντι 2.2.294 ἄρθρῳ, ὃ οὐ κοινωνοῦν τῷ θηλυκῷ ἐδείκνυεν ὡς καὶ τὸ θεός νῦν ἀρρενικόν ἐστι· δῆλον γὰρ ὅτι, εἰ ἀφαιρεθείη τὸ ἄρθρον, καὶ τὰ τοῦ σχήματος ἀποστήσεται. οὐ γὰρ ὅμοιόν ἐστι τῷ καλυψαμένω χρόα καλόν { Hesiod. opp. 198 } οὐδὲ τῷ οὐκ ἂν ἐφ᾽ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ {Θ 455 }, εἴγε τὰ τοιαῦτα δι᾽ αὑτῶν ἐπεδείξατο τὰ σχήματα, τὸ δὲ προκείμενον διὰ τῆς τοῦ ἄρθρου παραθέσεως. 29. Προφανὴς ὁ λόγος ἐπὶ ἁπάντων τῶν χρόνων, εἴγε τις μὴ ἐνδεέστερον τὴν τούτων διάκρισιν γινώσκοι. τὸ γράφω καὶ ἔγραφον ὁμόλογον ὅτι χρονικῶς διαφέρει, καὶ οὐχ οἷόν τε φάναι ἐχθὲς γράφω, ἐπί γε μὴν παρατατικοῦ ἐχθὲς ἔγραφον. ὁμόλογον δὲ κἀκεῖνό ἐστιν. ὡς τοῦ γράφω ἡ μετοχὴ γράφων ἐστίν, καὶ οὐχ οἷόν τε ἦν φάναι 2.2.295 ἐχθὲς γράφων, ὅτι μηδὲ ἐχθὲς γράφω. ἀλλ᾽ οὖν γε παρεδέξατο ἡ μετοχὴ τὸ ἐπίρρημα, καθὸ συνέμπτωσιν ἐπεδέχετο τὴν τοῦ παρατατικοῦ· φαμὲν γοῦν οὕτως, ἔγραφον καὶ ἠνιώμην, ἐφ᾽ ἧς συντάξεως ἡ μετά- ληψις γενήσεται γράφων ἠνιώμην. — Ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἀπαρεμφάτων. πάλιν γὰρ τὸ γράφειν, μεταληφθὲν ἐξ ἐνεστῶτος καὶ παρατατικοῦ κατὰ τὴν αὐτὴν φωνήν, ἐν τῇ προκειμένῃ συντάξει τῶν ἐπιρρημάτων κατάλληλον ἀποτελεῖ λόγον· οἷόν τε γὰρ φάναι συνέβη ἐχθὲς γράφειν Ἀπολλώνιον καὶ συνέβη σήμερον γράφειν. οὔ γε μὴν ἐπὶ τῶν ἕνα χρόνον ὑπαγορευόντων τὸ τοιοῦτον ἂν εὕροις, λέγω ἐπὶ τοῦ γράψειν, γράψειν ἐχθές· ἐπί γε μὴν πάλιν τοῦ ἀσυ- νεμπτώτου, λέγω τοῦ γράψαι, συνέβη ἐχθὲς γράψαι Ἀπολλώνιον. 2.2.296 30. Ἔστι καὶ ἐπὶ διαθέσεως τὸ τοιοῦτον ἐπιδεῖξαι. τὰ γὰρ καλού- μενα μέσα σχήματα συνέμπτωσιν ἀνεδέξατο ἐνεργητικῆς καὶ παθητικῆς διαθέσεως, ὥς γε ἀκριβέστερον ἐπιδείξομεν ἐν τῇ δεούσῃ συντάξει τῶν ῥημάτων, καὶ ἔνθεν οὐ παρὰ τὰς διαθέσεις ἁμαρτάνεται. τὸ γὰρ ἐλου- σάμην καὶ ἐποιησάμην καὶ ἐτριψάμην καὶ τὰ τούτοις ὅμοια ἔχει ἐκδηλοτάτην τὴν σύνταξιν ὁτὲ μὲν ἐνεργητικήν, ὁτὲ δὲ παθητικήν, εἴγε τὸ ἔτριψα τοῦ ἐτριψάμην διαφέρει καὶ τὸ ἔλουσα τοῦ ἐλουσάμην, παράκειται δὲ τῷ ἐποίησα τὸ ἐποιησάμην καὶ ἔτι τῷ προῆκα τὸ 2.2.297 προηκάμην. οἵ γε μὴν ἀπειρότερον περὶ τὰς τούτων διαφορὰς κατα- γινόμενοι οἴονται ἔσθ᾽ ὅτε παθητικὰς διαθέσεις ἐντὶ ἐνεργητικῶν παρα- λαμβάνεσθαι, οὐ μικρὸν ἁμάρτημα προσάπτοντες τοῖς λόγοις. τὸ γὰρ ἀντὶ ἐνεργητικοῦ παθητικῷ χρῆσθαι λόγου ἐστὶν τοῦ ἀκαταλλήλου· οὐκ ἂν γοῦν τις τὸ φύσει ἐνεργητικὸν ἢ τὸ φύσει παθητικὸν εὕροι ἂν ἐν ὑπαλλαγῇ τῶν διαθέσεων, λέγω τὸ ἐποίησα ἀντὶ τοῦ ἐποιήθην ἢ τὸ ἐποιήθην ἀντὶ τοῦ ἐποίησα. ὁμόλογον οὖν τὸ ἀμφοτέρω κεκοπώς {Ν 60 } ἢ πεπληγὼς ἀγορῆθεν {Β 264 } ἢ ῥάβδῳ πεπληγυῖα {κ 238 } ἢ ὅτι ῥα θνῄσκοντας ὁρᾶτο {Α 56 }, τὰ τούτοις ὅμοια, ὡς διὰ τὸν προειρημένον λόγον τῆς μεσότητος οὐκ ἀνθυπήλλακται κατὰ τὴν διάθεσιν, κατὰ δὲ τὸν δέοντα λόγον τῆς συν- τάξεως ἐπ᾽ ἀμφοτέρας τὰς διαθέσεις ἔφθασαν. 31. Ἔστι καὶ ἐπὶ συνεμπτώσεως προσώπων ταὐτὸν ἐπιδεῖξαι. τὸ γὰρ νικῶ πρώτου ὂν προσώπου οὐ μετελεύσεται ἐπὶ δευτέρου, καθ᾽ οὗ 2.2.298 ἔχει δεύτερον τὸ νικᾷς· ἀλλ᾽ ἐπεὶ πάλιν προστακτική τις προφορὰ ἐν δευτέρῳ προσώπῳ ἀναμένει τὴν φωνήν, κἂν ἐπὶ δευτέρου τιθῆται, καταλληλότητα ἀναδέχεται, ὡς ἔφαμεν, γενόμενον προστακτικόν. μέτεισιν ὁ λόγος καὶ μέχρι τοῦ τρίτου, ὃ δύναται περιγράφεσθαι τῆς συνεμπτώ- σεως διὰ τὴν προσιοῦσαν τοῦ ι γραφήν· ὅμως γοῦν ἀκουόμενον συ- νεμπίπτει τῇ πρὸς τὸ πρῶτον καὶ δεύτερον προφορᾷ, καὶ ἔστιν ἐν τῷ δέοντι λόγῳ, ἐὰν ἡ ἐπακολουθοῦσα αὐτῷ ἔγκλισις συνῇ, λέγω ἡ εὐκτική, ὡς ἔχει τὸ παρ᾽ Ἀλκμᾶνι νικῷ δ᾽ ὁ κάρρων { frgm. 89 B4 }, καὶ ἔτι ἐν τῷ Ὁμηρικῷ τρυπῷ δόρυ νήϊον ἀνήρ {ι 384 }. σαφὲς γὰρ ὅτι ἐν ὁριστικῇ ἐγκλίσει ἀκατάλληλόν ἐστιν, ἐν δὲ τῇ εὐκτικῇ κατάλληλον, ὥς γε καὶ ἐν τοῖς προκειμένοις τὸ μὲν νικῶ ἐγώ πρὸς τὸ 2.2.299 νικῶ σύ. ὁριστικὸν γὰρ ὂν ἀκατάλληλόν ἐστιν, χρὴ γὰρ νικᾷς σύ, προστα- κτικὸν δὲ κατάλληλον. Ἀπόχρη τὸ παράδειγμα εἰς ἀφορμὴν τῶν παραπλησίων τοῖς ἀνελλειπέστερον κεκλικόσι τὰ ῥήματα. 32. Ἔστι καὶ ἐξ ἀριθμοῦ τοῦ ἐν ὀνόμασιν ταὐτὸν ἐπιδεῖξαι. τὸ γὰρ φίλων ἤ τι τῶν τοιούτων, γενικῆς ὂν πληθυντικῆς τριγενείας τε τῆς ὑπούσης, σύνταξιν ἀπαιτήσει κατὰ τὴν ταὐτότητα τοῦ προσώπου γενικῆς πληθυντικῆς, οὐκ ἐν γένει δυναμένην ἀκατάλληλον εἶναι διὰ τὸ συγκεχυμένον τοῦ γένους (οἷόν τε γὰρ φάναι φίλων περιπατούντων καὶ φίλων περιπατουσῶν), ἔν γε μὴν πτώσει ἢ ἀριθμῷ, εἰ φαίη τις φίλων περιπατοῦντας ἢ περιπατοῦντα· οὐ μὴν ἐν τῷ Φίλων περιπατῶν ἢ περιπατεῖ, ἐπεὶ πάλιν εὐθεῖα ἑνικὴ συνεμπέπτωκε. πάλιν γὰρ προφανὴς ὁ λόγος ἐπὶ τῶν ὁμοίων. 33. Ἀλλὰ καὶ ἐπὶ ῥημάτων. τὸ γὰρ ἔλεγον καὶ τὰ ὅμοια ἑνικά 2.2.300 ἐστι πρώτου προσώπου, ὅμοια ὄντα τῷ ἔγραψα, ἔλεξα. ἐφ᾽ ὧν εἴ τις φαίη ἔλεξα ἐκεῖνοι, ἀκατάλληλον λόγον παραστήσει καὶ ἕνεκα τοῦ πρώτου προσώπου καὶ ἕνεκα τοῦ ἀριθμοῦ, οὐ μὴν ἐν τῷ ἔλεγον ἐκεῖνοι· πάλιν γὰρ ἡ συνέμπτωσις ἡ πρὸς τὸ τρίτον πληθυντικὸν τὸ ἀκατάλληλον παρῄτηται, καθὸ δέουσα σύνταξις γέγονεν ἡ πρὸς τὸ πλη- θυντικόν. Ὑπεξῃρήσθω τὰ Δωρικά· ἡ γὰρ παρ᾽ αὐτοῖς καταβιβαζομένη ὀξεῖα ἐπὶ πληθυντικῶν ἀφίστησι τὴν πρὸς τὸ ἑνικὸν συνέμπτωσιν. 34. Ἔστιν καὶ κατὰ τὰς πτώσεις τὸ τοιοῦτο παραστῆσαι. τὰ γὰρ ἀναμερισθέντα εἰς πέντε πτώσεις τὰς ἀνθυπαλλαγὰς τῶν πτώσεων ἐμ- φανίζει, ἃς παραδεχόμεθα ἢ κατὰ τὸν τῶν σχημάτων λόγον, ἐθιμώτερον διαλέκτου τὸ τοιοῦτον ἐνδειξαμένης, ἢ ἀπαραδέκτους ποιούμεθα κατὰ τὸν τοῦ ἀκαταλλήλου λόγον. οὐχ ὑποπίπτουσα γὰρ ἀρχαϊκῇ χρήσει, ἀπειράκις κατὰ τὸ αὐτὸ παρειλημμένη ........... ............... τὸ 2.2.301 ἠέλιός θ᾽, ὃς πάντ᾽ ἐφορᾷς {Γ 277 }, δός, φίλος {ρ 415 }, ὦ φίλτατ᾽ Αἴας { Soph. Ai. 977 et 996 }, ἄπειρα τὰ τούτοις ὅμοια, ἃ τὸ Ἀττικὸν σχῆμα παραστήσει, καθότι, ὡς ἔφαμεν, ἡ κλητικὴ ἕτερον τέλος ἀπῄτει. ἢ ἀντεστραμμένως, ὅτε ἡ κλητικὴ ἀντ᾽ εὐθειῶν παραλαμβάνεται κατὰ Μακεδονικὸν ἔθος ἢ Θεσσαλικόν, ὡς οἱ πρὸ ἡμῶν τὸ τοιοῦτον ἐπιστώσαντο, αὐτὰρ ὁ αὖτε Θυέστ᾽ Ἀγαμέμνονι {Β 107 }, συνελέγχοντος καὶ τοῦ ἄρθρου τὴν παραλλαγὴν τῆς πτώσεως. Ἀλλ᾽ ὁπη- νίκα ἡ κλητικὴ καὶ ἡ εὐθεῖα συνεμπίπτει, εὐθέως καὶ τὰ προκείμενα τῶν σχημάτων ἀφίστανται· οὐδετέρα γὰρ τῶν πτώσεων εἰς ἔλεγχον 2.2.302 τοῦ σχήματος δύναται παραλαμβάνεσθαι, οὔθ᾽ ὅτι ἡ κλητικὴ ἀντ᾽ εὐθείας, οὔθ᾽ ὅτι ἡ εὐθεῖα ἀντὶ κλητικῆς. 35. Καὶ δῆλον ὅτι διὰ τὴν τοιαύτην συνέμπτωσιν Τρύφων ἐν τῷ περὶ προσώπων { p 32 Vels. } αἴτιος ἀφορμῆς ἐγένετο τοῖς ἐθέλουσιν πρὸς αὐτὸν ἀντιλέγειν, οὐ παραδεξάμενος τὴν συνέμπτωσιν τῆς εὐθείας καὶ τῆς κλητικῆς ἐπὶ τῆς σύ ἀντωνυμίας. φησὶν γὰρ μόνης εἶναι κλη- τικῆς διὰ σύνταξιν τὴν πρὸς τὸ δεύτερον πρόσωπον τῶν ῥημάτων· ὡς γάρ φαμεν Ἀρίσταρχε γράφε καὶ ἔτι ἐπὶ ὁριστικῆς προφορᾶς Ἀρίσταρχε ἀναγινώσκεις ἢ καὶ κατ᾽ ἐπερώτησιν, τὸν αὐτὸν δὴ τρό- πον καὶ τὸ σὺ γράφε ἢ σὺ γράφεις τὴν κλητικὴν ὁμολογεῖ. κἀκεῖνο δὲ παρατίθεται, ὡς ἡ μὲν εὐθεῖα ἐν τρίτῳ προσώπῳ νοεῖται, ἥ γε μὴν κλητικὴ ἐν δευτέρῳ, οὗ ἐστι καὶ ἡ σύ· καὶ δῆλον ὅτι κατὰ τὸν λόγον τῆς κλητικῆς. πιστοῦταί τε πρὸς τοὺς ζητήσαντας, πῶς ἂν συσταίη κλητικὴ εὐθείας μὴ οὔσης, τῷ καὶ εὐθείας μὲν οὔσης μὴ ὑπάρχειν κλη- 2.2.303 τικὴν ἐπὶ τῆς ἐκεῖνος καὶ ἐπὶ τῆς αὐτός καὶ ἐπὶ τῶν οὐ δυναμένων κλητικὴν ἐπιδέξασθαι. 36. Τὴν πρὸς αὐτὸν ἀντίρρησιν γενομένην ἐπιτομώτερον ἐκθησό- μεθα, ἐκεῖνο ἔτι προστιθέντες, ὡς μᾶλλον παρακινδυνεύεται ἡ σύ ἀντω- νυμία κατὰ τὴν τῆς κλητικῆς σύνταξιν ὡς οὐ δεόντως παρειλημμένη ἤπερ κατὰ τὴν τῆς εὐθείας σύνταξιν. ἔχει δὲ τὰ τοῦ λόγου οὕτως. — 1. Τὸ πρῶτον, ὅτι μάτην ἡ ἐν τοῖς ὀνόμασιν εὐθεῖα παραβάλλεται τῇ τῶν ἀντωνυμιῶν· τοῦτο γὰρ ἐξαίρετον ἔσχεν ἡ ἀντωνυμία, τὸ καὶ ἐν πρώτῳ καὶ ἐν δευτέρῳ προσώπῳ ἐν εὐθείᾳ παραλαμβάνεσθαι, οὐ δυνα- μένων τῶν ὀνομάτων τὸ τοιοῦτον ἀναδέξασθαι, καθὼς παρεστήσαμεν. — 2. Ἀλλ᾽ εἰ καθὸ δεύτερον πρόσωπον, διὰ τοῦτο κλητική, οὐδὲν κωλύει καὶ τὰς ὑπολοίπους τῶν πλαγίων κατὰ δεύτερον πρόσωπον κλητικὰς εἶναι· καθάπερ οὖν ἐκεῖναι ἀντ᾽ ὀνομάτων ἐν πλαγίᾳ πτώσει κεκλιμένων παρελήφθησαν, οὕτως καὶ ἡ σύ ἀντ᾽ εὐθείας. — 3. Εἰ τὸ σοὶ ὄντι ἀγαθῷ καὶ σὲ ὄντα ἀγαθόν τῶν αὐτῶν πτώσεων, δῆλον ὅτι καὶ τὸ σὺ ὢν ἀγαθός. — 4. Εἰ τὰ ῥήματα μιᾶς συντάξεως ἔχεται καὶ τὸ ἐγώ εἰμι ὀρθῆς καὶ τὸ ἐκεῖνός ἐστιν ὀρθῆς, δῆλον ὅτι καὶ τὸ σὺ εἶ τῆς αὐτῆς πτώσεως. — 37. 5. Εἰ τὸ εἶ οὐδέποτε κλητικῇ συντάσσε- ται, εὐθεία δέ, Ἀρίσταρχος εἶ, γραμματικὸς εἶ, οὐ μὴν Ἀρίσταρχε 2.2.304 εἶ οὐδὲ γραμματικὲ εἶ, πῶς οὐ δοθήσεται ὅτι τὸ σὺ εἶ ἐν εὐθείᾳ συντάξει ἐστίν; (οὐδὲ γὰρ ἐκεῖνο ἀληθές ἐστιν, ὡς ἁπάντοτε αἱ εὐθεῖαι τῶν ὀνομάτων ἐν τρίτοις καταγίνονται, καθὼς ἐπεδείξαμεν ὅτι τὰ ὑπαρκτικὰ τῶν ῥημάτων τὰς εὐθείας συνεγκλείει εἰς τὸ πρῶτον καὶ δεύτερον πρόσωπον). — 38. 6. Εἴπερ τὰ πρῶτα πρόσωπα πληθυντικὰ ὄντα σύλληψιν ἀναδέχεται δευτέρου καὶ τρίτου τῶν κατὰ τὴν αὐτὴν πτῶσιν, ἡνίκα φαμὲν κατὰ μὲν μερισμὸν ἐμοὶ καὶ σοὶ καὶ Διονυσίῳ ἐλάλησεν Τρύφων, κατὰ δὲ σύλληψιν ἡμῖν ἐλάλησεν Τρύφων, καὶ ἐπὶ τῶν λοιπῶν, πῶς οὐκ ἂν δοθείη τὸ ἐγὼ καὶ σὺ καὶ Τρύφων ἐν ταῖς αὐταῖς πτώσεσιν καταγίνεσθαι συνόντος πάλιν τοῦ κατὰ σύλλη- ψιν πληθυντικοῦ ἐν εὐθείᾳ, ἡμεῖς παραγινόμεθα. — 39. 7. Ἔστιν κἀκ τῆς συντάξεως τῶν συνδέσμων παραστῆσαι. συνδεόμενα τὰ πτωτικὰ 2.2.305 κατὰ τὴν αὐτὴν κοινότητα τῶν ῥημάτων πάντως καὶ τῆς αὐτῆς πτώσεως ἔχεται, ἢ ἐμοὶ χαρίζεται Τρύφων ἢ σοὶ ἢ Διονυσίῳ, ἢ ἐμοῦ ἀκούει Τρύφων ἢ σοῦ ἢ Θέωνος, καὶ σαφὲς ὅτι τὸ παρεμπῖπτον ἀλλότριον τῆς πτώσεως ἢ σολοικισμὸν ποιήσει ἢ παρέμπτωσιν ἑτέρου ῥήματος· ἢ ἐμοῦ ἀκούει Τρύφων ἢ σοῦ ἢ Δίωνος, διὰ τὴν κοινό- τητα τοῦ ῥήματος, ἐπεὶ οἷόν τε φάναι ἢ ἐμοῦ ἀκούει Τρύφων ἢ σοὶ ὁμιλεῖ. ὁμολόγως οὖν ἑνὸς ὄντος τοῦ ῥήματος καὶ λόγου καταλλήλου ὄντος δίδοται καὶ τὰς αὐτὰς πτώσεις εἶναι. ἢ ἐγὼ οὖν ἀπέρχομαι ἢ σὺ ἢ Διονύσιος· καὶ εἰ μὲν ἀκατάλληλος ὁ λόγος, εἴη ἂν καὶ τὸ σύ ἑτέρας πτώσεως, εἰ δὲ κατάλληλος, δίδοται τὸ καὶ εὐθείας εἶναι. — 40. 8. Ἀλλ᾽ οὐδ᾽ ἐκεῖνο δίδωμι, ὡς καὶ τὸ σὺ γράφεις ἔχει ἐν κλητικῇ συντάξει. τὸ γὰρ τοιοῦτον οὐ παραστήσει τὸ σύ, ὅτι καὶ εὐθείας, ἀλλ᾽ ὅτι καὶ κλητικῆς· ὅπερ ἑνούμενον εὐθείας ἐστίν, ὅμοιον τῷ ἐγὼ γράφω 2.2.306 κἀκεῖνος γράφει, ἐπεχόμενον δὲ κατὰ τὴν σύ καὶ ἐπιστρέφον τὸ προσφωνούμενον κλητικὴν ὁμολογήσει οὐ δεόντως παρειλημμένην κατὰ τὸ ἀντωνυμικὸν ἔθος. ἐδείξαμεν γὰρ ὅτι οὐ δυναμένων τῶν ὀνομάτων παραλαμβάνεσθαι ἐπενοήθη τὸ μόριον· ἡ δὲ κλητικὴ τῶν ὀνομάτων φθάνει κατὰ δεύτερον πρόσωπον, καὶ σαφὲς ὅτι ἐν κλητικῇ περισσὴ ἡ ἀντωνυμία ἐστίν. — 41. οὐδὲ γὰρ ἔχει ἀπολογίαν ἥνπερ ἔσχον αἱ κατὰ τρίτον πρόσωπον ἀντωνυμίαι, ὡς δυναμένων τῶν ὀνομάτων παρα- λαμβάνεσθαι περισσαὶ αὗται ἐγένοντο· ἐφ᾽ ὧν ἦν ὁ λόγος ὡς ἕνεκα τῆς δείξεως ἢ τῆς ἀναφορᾶς παρειλημμέναι εἰσίν, καθὸ ἠδυνάτει πάλιν τὸ ὄνομα τὸ τοιοῦτον ἐμφανίσαι. παραλαμβανομένη γὰρ ἡ σύ κατὰ κλητι- κὴν οὔτε ἀναφορὰν ἠδύνατο παραστῆσαι, δευτέρου γὰρ προσώπου, οὔτε τὴν δεῖξιν, καθὸ οἱ προσφωνούμενοι ἐπιστρέφονται καὶ οὐ δείκνυνται, ὅπου γε καὶ ἐπὶ τοὺς μὴ ὑπ᾽ ὄψιν πίπτοντας φθάνει ἡ κλητική. οἵ 2.2.307 γ᾽ οὖν προσφωνούμενοι διὰ τῆς ἀντωνυμίας δυσανασχέτως ἔχουσιν, σαφὲς ὅτι ἐπιζητοῦντες τὸ ἴδιον ὄνομα, καίπερ ἐπὶ τῶν συζύγων ἀντω- νυμιῶν τοῦ τοιούτου παρεπομένου· οὐ γὰρ ἐνεχώρει ἡ ὀνοματικὴ θέσις, καθὼς ἐπεδείξαμεν. — Πῶς οὖν ἡ οὐ δεόντως παραλαμβανομένη ἀντω- νυμία παρώσεται μὲν τὴν ἀναγκαίως παρειλημμένην κατὰ δεύτερον πρόσωπον ἐν εὐθείᾳ πτώσει, αὐτὴ δὲ ἀποίσεται τὸ μόνης εἶναι κλητικῆς; Περισσὸν οἶμαι ἐπεισάγειν ἄλλας συντάξεις τοῦ λόγου ἀνενδοιάστως ἀποδειχθέντος. 42. Ἐκεῖνό γε μὴν οὐ δοκεῖ μοι παρέλκειν, τὸ καὶ ὑπὲρ τῶν ὑπολοίπων κλητικῶν, λέγω ἐν ἀντωνυμίαις, προσδιασαφῆσαι, ὡς κατὰ τὸν αὐτὸν μὲν λόγον καὶ αἱ δυϊκαὶ καὶ αἱ πληθυντικαὶ σύνεισι καὶ ἐν κλητικῇ τοῦ αὐτοῦ ὑπόντος λόγου, πάλιν ἐν ὁμοφωνίᾳ οὖσαι ταῖς κατ᾽ εὐθεῖαν, οὔ γε μὴν ἐν πρώτῳ ἢ τρίτῳ, καθότι οὔτε ἑαυτόν τις προσκαλεῖται οὔτε τὰ ἀπόντα καὶ κεχωρισμένα τῶν προσώπων· κλητικὴ 2.2.308 γὰρ παρόντος προσώπου πτῶσίς ἐστιν, τοσαύτην ἔχοντος ἀπόστασιν ἐφ᾽ ἣν ἂν ἡ φωνὴ συντείνειεν. ὀρθῶς οὖν οὔτε ἡ αὐτός κλητικὴν ἔχει, ἄπεστι γάρ, οὔτε ἡ ἐκεῖνος· εἰς ἀπόστασιν γὰρ προσώπου ἐπενοήθη, ἥτις μάχεται τῷ ἰδιώματι τῆς κλητικῆς. — ἡ γοῦν οὗτος, οὐ ταὐτὰ ἐπιδεξαμένη ταῖς προκειμέναις ἀντωνυμίαις, δεόντως καὶ ἐπὶ κλητικῆς τίθεται. δι᾽ ὃ καὶ μάτην κατεμέμψαντο τὴν τῶν ἀρχαίων χρῆσιν, αὐτὸ μόνον ὑπολαβόντες ὡς τὸ τρίτον πρόσωπον ἐν ἀντωνυμίαις ἀπαρά- δεκτόν ἐστι κλητικῆς πτώσεως. ἦν δὲ οὐ τὸ τρίτον, τὸ δὲ παρεπόμενον τῷ τρίτῳ, ἐπεὶ καὶ τὰ ὀνόματα τρίτου ἐστὶν προσώπου καὶ οὐκ ἀμοιρεῖ κλητικῆς πτώσεως. 43. Ἀκόλουθόν ἐστιν διαλαβεῖν καὶ περὶ τῶν ἐν ταῖς κτητικαῖς κλητικῶν. Αἱ μὲν οὖν τοῦ πρώτου προσώπου καὶ ἕνεκα τοῦ παρεπομένου 2.2.309 λόγου συνίστανται καὶ ἔτι τῆς συνούσης χρήσεως. οἷόν τε γὰρ προσφωνεῖν τὰ ὑπακουόμενα κτήματα, ὅπου γε καὶ ἐν εὐθείᾳ πρὸς πρόσωπον λέγεται κατὰ τὰς ὑπαρκτικὰς συντάξεις, ἡμέτερος ὑπάρχεις φίλος, ἐμὸς εἶ γνώριμος. [ἀλλὰ πατὴρ τεός εἰμι {π 188 }] ἔστι δὲ καὶ τὰ τῆς χρήσεως, ἡνίκα ὁ Νέστωρ τοὺς ἰδίους παῖδας προσφωνεῖ παῖδες ἐμοί {γ 475 }, καὶ ἔτι παρὰ Καλλιμάχῳ ὦ ἐμαὶ τοῦ ἀπιόντος ἄγκυραι { fr. 97 Schn. }, καὶ ἐπὶ τῆς συλλαμβανούσης τοὺς ἄλλους παῖδας Ἀθηνᾶς ὦ πάτερ ἡμέτερε Κρονίδη {Θ 31. α 45 et 81. ω 473 }. 2.2.310 44. Ἥ γε μὴν κατὰ τρίτον ὑπὸ μὲν τοῦ λόγου συνίσταται· οἷόν τε γὰρ τό τινος κτῆμα προσφωνεῖν, ὡς ἔστιν ἐπινοῆσαι καὶ ἐπὶ τῶν κτητικῶν ὀνομάτων. καὶ ταῦτα γὰρ ἐν δυσὶ τρίτοις προσώποις κατα- γινόμενα ἔχει χρῆσιν τῆς κλητικῆς, Ἀριστάρχειε, Αἰάντειε, Τελα- μώνιε. ὅπερ ἂν συμβαίη καὶ ἐπὶ τῶν ἀντωνυμιῶν· συσταίη γὰρ ἂν ἡ σφέτερε· οὔ γε μὴν τὰ τῆς χρήσεως ἐγένετο ἡμῖν ἐμφανῆ. 2.2.311 45. Τὰ γὰρ ἐπὶ δευτέρου προσώπου οὐ μόνον ἡ χρῆσις κατέλειψεν, ἀλλὰ καὶ ὁ λόγος ἀδυνατεῖ συνέχειν, οὐχ, ὡς οἴεται Ἅβρων, ὅτι διά- φορος ὁ ἐπ᾽ αὐτοῖς ἀριθμὸς γενήσεται. τὸ γὰρ ὑμέτερε, φησί, πλη- θυντικὸν μὲν ἀκουσθήσεται κατὰ τὸν κτήτορα, ἑνικὸν δὲ κατὰ τὸ κτῆμα· καὶ σαφὲς ὅτι δώσει τὸ ὑπάρξαι κλητικὴν δευτέρου προσώπου ἰσαρίθμου καθεστώσης τῆς ἀντωνυμίας, εἴ τις φαίη ὦ ὑμέτεροι. — 46. ἔστιν οὖν αἴτιον τοῦ μὴ συνίστασθαι τὴν ἀντωνυμίαν τὸ διάφορον τῆς πτώσεως, ἔχοντος τοῦ λόγου οὕτως. πᾶν πρόσωπον πληθυντικὸν συνέστηκεν ἐξ ἑνικῶν ὁμοιοπτώτων, ἐάν τε ᾖ κατὰ σύλληψιν διαφόρων προσώπων, ἐάν τε καὶ ἐξ ὁμοειδῶν συνεστήκῃ. διαφόρων μὲν οὖν προσώπων, 2.2.312 ἐμὲ καὶ σὲ καὶ τοῦτον ἐθεάσατο Τρύφων, ὃ γενήσεται ἡμᾶς ἐθεάσατο Τρύφων· ἐμοὶ καὶ σοὶ καὶ τοῖς περὶ Διονύσιον ἐλά- λησεν Τρύφων, ὃ γενήσεται ἡμῖν ἐλάλησεν· ἐκ δὲ τῶν αὐτῶν προ- σώπων σὲ καὶ σὲ ἐθεάσατο Δίων — ὑμᾶς ἐθεάσατο Δίων, τοῦτον καὶ τοῦτον μέμφομαι — τούτους μέμφομαι. δεδομένου δὲ τοῦ τοι- ούτου δίδοται κἀκεῖνο, ὡς πάντα τὰ δεύτερα πρόσωπα προσφώνησιν ἔχει τὴν πρὸς αὐτά, ὡς ἔχει τὸ ὑμῶν, ὑμᾶς. τὸ δὴ οὖν ὑμέτεροι δευτέρου ἐστὶν προσώπου κατ᾽ ἄμφω τὰ πρόσωπα· καὶ γὰρ προσφωνοῦνται οἱ κτήτορες ἕνεκα τῆς ἐγκειμένης ἀντωνυμίας, καὶ τὰ κτήματα ἕνεκα τῆς ἐγγενομένης κλητικῆς. ἀμφότερα οὖν δεύτερα καθεστῶτα διάφορά ἐστιν κατὰ τὰς πτώσεις, εἴγε γενικὴ μὲν ἔγκειται τῶν κτητόρων, κλητικὴ δὲ τῶν κτημάτων. δι᾽ ὃ καὶ οὐκ ἀπερειδόμενοι μόνον πρὸς τὴν χρῆσιν περιγράφομεν τὰς ἀντωνυμίας, πρὸς δὲ τὸν ἐκτεθειμένον λόγον. 47. Ἔτι δὲ καὶ ἡ χρῆσις τῆς ἐμός τὸ κλητικὸν παρέωσται, ὅπερ 2.2.313 ἦν ὁμόφωνον αἰτιατικῇ τῇ ἐμέ. καὶ ἴσως τοῦτο αἴτιον ἐγίνετο τῆς ἐλλείψεως, καθὸ παραλαμβανόμενον ἔμφασιν ἀκαταλλήλου λόγου παρι- στάνει. δεόντως γ᾽ οὖν Ἀττικῷ σχήματι συνεχρήσατο ὁ ποιητὴς κατε- πείξαντος τοῦ λόγου παραλαβεῖν τὸ κλητικὸν σχῆμα ἐν τῷ γαμβρὸς ἐμὸς θύγατέρ τε {τ 406 }. πῶς ἄρ᾽ οὐ δοθείη καὶ διὰ τὸν προεκκείμενον λόγον καὶ διὰ τὰ συνυ- πάρχοντα αὐτῷ ἑνικὰ κατὰ γένος, οὐδετέρως μὲν τέκνον ἐμόν {λ 155 }, θηλυκῶς δὲ μῆτερ ἐμή {λ 164 }; τούτων γὰρ ὑπαρχόντων ἀνάγκη καὶ τὸ ἀρσενικὸν συνυπάρχειν. 2.2.314 48. Εἴρηται ἡμῖν περὶ συνεμπτώσεως τῆς ἐμοῦ, πότε κτητική ἐστι καὶ πότε πρωτότυπος, ἡνίκα καὶ περὶ τῆς Ζηνοδοτείου γραφῆς δια- λαμβάνομεν. — πρόδηλός τέ ἐστι καὶ ἡ ἐμοί ἀντωνυμία συνεμπίπτουσα πληθυντικῇ συνάρθρῳ καὶ δοτικῇ ἑνικῇ κατὰ πρῶτον καὶ δεύτερον, οὐ μὴν κατὰ τρίτον· ὀρθοτονουμένη γὰρ ἡ ἑνικὴ περισπᾶται, ἥ γε μὴν κτητικὴ ὀξύνεται. σαφὲς δ᾽ ὅτι καὶ ἐγκλιθεῖσαι αἱ πρωτότυποι ἀπο- βάλλουσι τὴν συνέμπτωσιν. δι᾽ ὃ κἀκεῖνο τὸ ἀνάγνωσμα οὐκ ἐγκλινόμενον τὴν κτητικὴν ἀντωνυμίαν σημαίνει, οἱ δὲ οἳ ἐβλάφθησαν {Ψ 387 }· ἐγκλιτικῶς γε μὴν ἀναγνωσθέν, ἡνίκα ὀξύνομεν τὴν δέ συλλαβήν, ἔθος τηρεῖ Ὁμηρικὸν τὸ δοτικὴν ἀντὶ γενικῆς παρειλῆφθαι. 49. Εἴπομεν καὶ περὶ συνεμπτώσεως τῆς τῶν ἄρθρων, ὡς τὰ ὑποτακτικὰ ταῖς κτητικαῖς κατὰ τρίτον πρόσωπον ὁμοφωνεῖ, καὶ ὡς πάλιν διὰ τὸ τοιοῦτον πτωτικῶν μὲν συνόντων κτητικαί εἰσιν ἀντωνυ- μίαι τὰ τοιαῦτα, 2.2.315 ὃν γόνον {λ 234 }, οὕνεκ᾽ ἄρ᾽ οὐχ ᾧ πατρί {ν 265 }, ᾧ θυμῷ εἴξασα {ε 126 }, ᾗ κεφαλῇ φορέειν {Π 800 }, ἦε ὃν αὐτοῦ χρεῖος {α 409 }. ῥημάτων δὲ ἐπιφερομένων πάλιν κατάλληλα τὰ σχήματα γίνεται ἀρθρικὴν ἀναδεξάμενα σύνταξιν, εἴγε καὶ τὸ τοιοῦτον ἐδείχθη, ὡς καὶ τὰ ὑπο- τακτικὰ ἄρθρα ἐπὶ ῥῆμα φέρεται, ἣ μυρί᾽ Ἀχαιοῖς ἄλγε᾽ ἔθηκεν {Α 2 }, τοῦ ἑξῆς ὄντος ἣ ἔθηκεν μυρία κακὰ τοῖς Ἕλλησιν· ὅς ποτέ μ᾽ εἰρόμενος {Η 127 }, ὃς εἰρόμενός με. Δυσέφικτόν ἐστιν τὴν ἐν ἅπασι τοῖς μέρεσιν τοῦ λόγου συνέμπτωσιν παραθέσθαι· ἀρκετὴ γάρ ἐστι καὶ ἡ προκειμένη εἰς τὸ παραστῆσαι τὴν ὑπόλοιπον συνέμπτωσιν. 50. Οὐ μὴν ἐκεῖνο ἄξιόν ἐστι παραλιπεῖν, δι᾽ ὅτι ἐπὶ μὲν ἀρσενικῶν καὶ θηλυκῶν πληθυντικῶν προφανὲς γίνεται τὸ ἀκατάλληλον ποιου- μένων σύνταξιν τὴν πρὸς τὸ ἑνικόν, εἰ φαίημεν οἱ ἄνδρες λέγει, αἱ γυναῖκες λέγει, οὐ μὴν κατ᾽ οὐδετέραν προφοράν, κἂν τὸ αὐτὸ δη- λούμενον ᾖ μόνον τοῦ χαρακτῆρος ἐνηλλαγμένου, εἰ φαίημεν τὰ γύναια 2.2.316 λέγει. οὐδὲ γὰρ ἐκεῖνο τὸ ἄπορον ἐπιλύει, ὡς Βοιώτιόν ἐστιν ἔθος, ὅμοιον τῷ παρὰ Πινδάρῳ ἀχεῖται ὀμφαὶ μελέων σὺν αὐλοῖς { fr. 45, 18 Boeckh, 75, 18 Schroeder } αὐτὸ γὰρ τοῦτο ἐπιζητεῖ ὁ λόγος, ὡς λανθάνει τὸ σχῆμα τὸ τοῦ οὐδε- τέρου. ὅτι γὰρ οὐδὲν ἡ τοῦ γένους σύνταξις ὑπεκλύει τὸν λόγον, ὡς ὅτι τὰ οὐδέτερα ἁρμόδιά ἐστιν τοῖς ἑνικοῖς, σαφὲς ἐκ τοῦ ἐν μὲν τοῖς ἀπτώτοις ἀδιαφορεῖν τὴν τῶν γενῶν σύνταξιν· πᾶν γὰρ μέρος λόγου ἄπτωτον μίαν καὶ τὴν αὐτὴν ἔχει σύνταξιν ἅπασι τοῖς γένεσιν. — 51. Ἔστιν δὲ καὶ οὕτως φάναι. ἐδείξαμεν ἐν τοῖς προκειμένοις ὡς 2.2.317 οὐδὲν μέρος λόγου γίνεται ἀκατάλληλον ἐν ᾧ μὴ διεκρίθη, ὡς τὰ ἐπιρρή- ματα ἐν ἀριθμῷ, χωρὶς εἰ μὴ αὐτὰ δηλώσειεν ἀριθμόν, οὐδ᾽ ἐν διαφόροις χρόνοις, χωρὶς εἰ μὴ αὐτὰ πάλιν διαστείλειε χρόνον, ὡς ἐν τῷ χθές, αὔριον καὶ ἄλλοις οἷς παρεθέμεθα. οἱ σύνδεσμοι ἀριθμὸν οὐκ ἐπιδεξά- μενοι οὐδὲ παρὰ τοὺς ἀριθμοὺς ἁμαρτάνονται, ἀλλ᾽ οὐδὲ γένος. πρό- δηλον τὸ εἰρημένον ἐπὶ πάντων τῶν μερῶν τοῦ λόγου. τὰ δὴ ῥήματα γένος μὲν οὐ διακρίνει, ἀριθμὸν δὲ καὶ πρόσωπον καὶ ἄλλα περὶ ἃ καταγίνεται. οὐκ ἄρα ὀφείλει γινώσκειν ἐν διαφόρῳ σχήματι τὸ οὐδέ- τερον καὶ ἐν διαφόρῳ τὸ ἀρσενικὸν ἢ θηλυκόν· πῶς οὖν φαμεν λέγουσιν οἱ ἄνθρωποι καὶ λέγει τὰ παιδία; εἰ δὲ ἀριθμὸν παρεμφαίνει, σαφὲς ὅτι συμπληθυνθήσεται τοῖς συνοῦσι πληθυντικοῖς, καὶ δῆλον ὅτι τὸ σπάρτα λέλυνται {Β 135 } ἀναλογώτερον τοῦ δοῦρα σέσηπεν {Β 135 }. — 52. Παρὸν κἀκ τῶν πρώτων καὶ δευτέρων προσώπων διελέγξαι τὸ 2.2.318 σχῆμα. εἰ γὰρ ὑγιὲς τὸ φάναι φιλοπονοῦμεν παιδία ὄντα, οὐχὶ φιλοπονῶ παιδία ὄντα, καὶ ἔτι ἐπὶ δευτέρων προσώπων ταὐτόν, πῶς οὐ δοθήσεται ἄλογον μὲν καθίστασθαι τὸ φιλοπονεῖ παιδία ὄντα; Καὶ αὕτη μὲν ἀπόδειξίς ἐστιν τοῦ ὑγιοῦς λόγου. 53. Αἴτιον μέντοι ὑπολαμβάνω τοῦ παραδέξασθαι τὴν ἑνικὴν σύν- ταξιν τὰ ῥήματα οὐκ ἄλλο τι ἢ τὴν ὁμοφωνίαν τῆς εὐθείας ὡς πρὸς τὴν αἰτιατικήν, ὅπερ οὐ παρείπετο τοῖς τε ἀρρενικοῖς καὶ θηλυκοῖς. δι᾽ ὃ καὶ ἐν τῇ εὐθείᾳ προφανὴς ἡ ἀκαταλληλότης γίνεται ἐν τῷ οἱ ἄνδρες γράφει, οὐ μὴν ἐν αἰτιατικῇ· ἐν μεταβάσει γὰρ τὸ πρόσωπον νοεῖται τοῦ γράφει, ἄνδρας γράφει. ἀναμερισθεῖσαι οὖν αἱ πτώσεις ἐν ἰδίαις φωναῖς διέκριναν τό τε κατάλληλον καὶ τὸ ἀκατάλληλον. οὐ τοῦ τοιούτου δὲ παρεπομένου κατ᾽ οὐδέτερον σχῆμα συνέβαινε τὸ μὲν ἕτερον φυσικώτερόν πως ἔχειν, λέγω τὸ κατ᾽ αἰτιατικήν, φέρε εἰπεῖν γράφει τὰ παιδία, ὡς εἰ καὶ γράφει τοὺς παῖδας· καὶ ἐπεὶ ἐν μὲν τῷ ἀρσενικῷ οὐχ αἱ αὐταὶ φωναί, γράφει γὰρ οἱ παῖδες, ὅπερ ἦν ἀνακόλουθον, ἐν δὲ τῷ οὐδετέρῳ ταὐτόν, τῇ πρὸς τὴν αἰτιατικὴν ὁμο- 2.2.319 φωνίᾳ συντρέχον τὸ σχῆμα δύσληπτον ἐποίει τὸ ἀκατάλληλον. — Ἐδείχθη ἄρα καὶ δι᾽ ὅτι ἀκατάλληλον καὶ δι᾽ ὅτι λανθάνει. 54. Ἑξῆς ῥητέον καὶ περὶ τῆς καθολικῆς συντάξεως τῶν ῥημάτων, ἣν πάνυ διείληφα πολυμερεστάτην οὖσαν δεῖσθαι οὐ μετρίας ἐπιστάσεως· 1. αἵ τε γὰρ παρεπόμεναι ἐγκλίσεις λόγον ἀπαιτήσουσι τῆς συντάξεως, καὶ 2. οἱ ἐν αὐταῖς ἀναμερισθέντες χρόνοι, καὶ 3. ἡ συμπαρεπομένη διάθεσις, ἐνεργητικὴ οὖσα ἢ παθητική, καὶ ἡ μεταξὺ τούτων πεπτωκυῖα μέση, οὐ προσχωροῦσα οὐδετέρᾳ, καὶ 4. τὰ ἐγγινόμενα πρόσωπα ἐν τῷ καθόλου ἢ μερικῶς ἢ οὐδ᾽ ὅλως, καὶ 5. εἰ ἅπασιν σύμφωνοί εἰσιν αἱ δύο διαθέσεις, ἥ τε ἐνεργητικὴ καὶ ἡ παθητική, 6. τίνα τε αὐτῶν πλα- γίαις θέλει ἐπαρτᾶσθαι, καὶ πότερον ἀδιαφόρως ἢ κατὰ μερισμὸν τὸν δέοντα τῶν πτώσεων. εἰσὶ καὶ ἄλλαι ἰδικώτεραι συντάξεις τῶν προκα- τειλεγμένων, ἃς κατὰ τὸ ἐπιβάλλον διακρινοῦμεν. 2.2.320 55. Ἡ ἀπαρέμφατος ἔγκλισις διστάζεται πρός τινων εἰ ἔγκλισις καὶ εἰ ὅλως ῥήματα τὰ ἀπαρέμφατα· Τί γὰρ μὴ μᾶλλον ἐπιρρήματα ἐκ ῥημάτων γενόμενα; καὶ εἴη ἂν τὰ συνηγοροῦντα τῷ λόγῳ τοιαῦτα. Τοῖς ῥήμασιν ἐξαίρετος παρέπεται ἡ ψυχικὴ θιάθεσις, ὅπερ οὐ σύνεστι τοῖς ἀπαρεμφάτοις, καὶ τὸ ἐν ἀριθμοῖς καὶ προσώποις καταγίνεσθαι, ὧν τῆς διαφορᾶς οὐκ ἔτυχεν τὸ ἀπαρέμφατον, καθὸ καὶ ἡ ἐξ αὐτῶν 2.2.321 μεταληφθεῖσα μετοχὴ στερουμένη τῶν προκειμένων καὶ τῆς τῶν ῥημάτων ἰδέας ἀπεβλήθη. οὐ γὰρ δή γε ὁ μετασχηματισμὸς τοῦ χρόνου ἐν τῷ γράφειν ἢ γράψαι καὶ ἔτι ἡ συνοῦσα διάθεσις συνάξει τὸ ῥήματα αὐτὰ πάντως καλεῖσθαι, ἐπεὶ ταὐτὸν σύνεστι τῇ μετοχῇ καὶ οὐ ῥήματα αἱ μετοχαί. 56. Πόθεν δέ, ὅτι ἐπιρρήματα; 1. Καθότι ἔγκλισις μὲν διά- φορος κατὰ σύνταξιν τοῦ αὐτοῦ προσώπου οὐ παραλαμβάνεται· οὐ γάρ φαμεν γράφεις λέξαις ἤ τι τῶν τοιούτων μὴ δυναμένων παρα- λαμβάνεσθαι, ἀλλά φαμεν θέλεις γράφειν, ἀναγινώσκειν βούλει. — 2. ἴδιον δὲ ἦν ἐπιρρημάτων τὸ σὺν ῥήμασι παραλαμβάνεσθαι προτακτι- κῶς ἢ ὑποτακτικῶς, ὅπερ παρείπετο τῷ γράφειν θέλω, θέλω γρά- φειν, ὡς εἰ καὶ Ἑλληνιστὶ λέγω, λέγω Ἑλληνιστί. — 3. καὶ ὡς 2.2.322 τὸ Ἑλληνιστί προσλαβὸν τὸ λέγω ἀπαρτίζει τὸν λόγον, οὕτω τὸ γράφειν προσλαβὸν τὸ θέλω. — 4. καὶ ὡς ἀδιαφορεῖ κατὰ παντὸς ἀριθμοῦ τὰ ἐπιρρήματα, οὕτως καὶ τὸ γράφειν θέλω ἢ θέλομεν. — 5. καὶ ὡς ἀδιαφορεῖ κατὰ τὰ πρόσωπα, Ἑλληνιστὶ λέγω, Ἑλληνιστὶ λέγεις, οὕτως τὸ γράφειν θέλω, γράφειν θέλεις. — 6. καὶ εἰ ἀπὸ ῥημά- των ἔσθ᾽ ὅτε τὰ ἐπιρρήματα παράγεται, ὡς αὐτῷ τῷ Ἑλληνιστί τὸ ἑλληνίζω παράκειται, οὐ κωλύει καὶ τὸ γράφω παρακεῖσθαι τῷ γράφειν, οὐ μαχομένου τοῦ διαφόρου χρόνου· δύναται γὰρ κατὰ χρόνον τὸ ἐπίρρημα ἀποτελεῖσθαι, καθὸ ἔστιν ἐπινοῆσαι κἀπὶ τῶν μετοχῶν, εἴγε τῷ μὲν γράφω ἡ γράφων παράκειται, τῷ δὲ ἔγραψα ἡ γράψας. τῷ γὰρ αὐτῷ λόγῳ καὶ τῷ γράφω τὸ γράφειν παρακείσεται, τῷ τε ἔγραψα τὸ γράψαι. 2.2.323 57. Ἀλλ᾽ ἔστιν γε πρὸς ταῦτα φάναι. καὶ πρὸς μὲν τὴν σύνταξιν τοῦ θέλω γράφειν καὶ τῶν τοιούτων, ὡς οὐκ ἐν τῷ καθόλου δίδοται τὸ κατὰ τοῦ αὐτοῦ προσώπου διαφόρους ἐγκλίσεις μὴ παραλαμβάνεσθαι· φαμὲν γὰρ ἐὰν ἀναγινώσκῃς πρόσεχε, ἐὰν διαλέγῃ ἐπίστρεφε σεαυτόν, πρὸς τῷ μηδὲ ἐν τῷ καθόλου τὴν τοιαύτην σύνταξιν διήκειν· φαμὲν γὰρ προαιροῦμαι ἀναγινώσκειν καὶ φιλῶ γράφειν, οὐ μὴν γελῶ γράφειν οὐδὲ σκάλλω λέγειν, ἅπερ εἰ κατὰ τὸν λόγον ἦν τῶν ἐπιρρημάτων, οὐκ ἂν ἦν τι ἐμποδὼν τὸ τὰ ἐπιρρήματα ἐπὶ ῥήματα φέρεσθαι. — 58. Ἔστιν οὖν τῆς συντάξεως αἰτία ἥδε. τῶν ῥημάτων ἃ μέν ἐστιν ἐμπεριεκτικὰ πραγμάτων, ἐφ᾽ ἃ καὶ ἡ ὁριστικὴ ἔγκλισις ἐπερείδεται καὶ αἱ ὑπόλοιποι, ὡς τὸ γράφω, ἐρέσσω, τύπτω· ἃ δὲ 2.2.324 αὐτὸ μόνον προαίρεσιν ψυχῆς ὁρίζεται, ἐλλείποντα τῷ πράγματι, ὡς τὸ θέλω, βούλομαι, προθυμοῦμαι, ἃ δὴ ὡσπερεὶ κενὰ ὄντα ἀνα- πληροῦνται τῇ τοῦ πράγματος παραθέσει, ὅπερ οὐκ ἄλλο τί ἐστιν ἢ τὸ προκείμενον ἀπαρέμφατον, γενικώτατον καθεστὼς τῶν ἄλλων ῥημάτων, ὡς ἐν τοῖς ἑξῆς δεδείξεται, θέλω περιπατεῖν, βούλομαι γράφειν. τά γε μὴν ἀπειληφότα διὰ τοῦ ἐπακολουθοῦντος ὁρισμοῦ τὸ πρᾶγμα ἀπροσδεῆ καθειστήκει ὡς πρὸς τὴν σύνταξιν τῶν ἀπαρεμφάτων· ἐγκει- μένου γὰρ τοῦ τύπτειν ἐν τῷ τύπτω περισσὸν τὸ ἐπάγειν ἕτερον πρᾶγμα, τύπτω γράφειν, οὐ μὴν ἐν τῷ θέλω γράφειν. 59. Καθὼς ἔφαμεν, ἔστιν γενικωτάτη ἡ τῶν ἀπαρεμφάτων ἔγκλισις, ἀναγκαίως λείπουσα τοῖς προδιαπορηθεῖσι, τοῖς προσώποις καὶ τῷ παρεπομένῳ ἀριθμῷ, ὃς οὐ φύσει παρέπεται τῷ ῥήματι, παρακολού- 2.2.325 θημα δὲ γίνεται προσώπων τῶν μετειληφότων τοῦ πράγματος. αὐτὸ γὰρ τὸ πρᾶγμα ἕν ἐστιν, τὸ γράφειν, τὸ περιπατεῖν· ὅπερ ἐγγινόμενον ἐν προσώποις ποιεῖ τὸ περιπατῶ, τὸ περιπατοῦμεν, τὸ περιπατοῦσιν. — Οὐδὲ γὰρ ἐκεῖνο ἀληθεύσει, ὡς τὸ ῥῆμα δεκτικόν ἐστιν προσώπων· πάλιν γὰρ ἐκ τοῦ παρεπομένου τὸ τοιοῦτον ἐπεγένετο. τὰ γὰρ μετει- ληφότα πρόσωπα τοῦ πράγματος εἰς πρόσωπα ἀνεμερίσθη, περιπατῶ, περιπατεῖς, περιπατεῖ· αὐτό γε μὴν ἐκτὸς ὂν προσώπων καὶ ἀριθμῶν συμφέρεται ἅπασιν ἀριθμοῖς καὶ ἅπασι προσώποις. — Ἀλλ᾽ οὐδὲ ψυχικὴν διάθεσιν τὸ ῥῆμα ἐπιδέχεται. πάλιν γὰρ τὰ μετειληφότα πρόσωπα τοῦ πράγματος τὴν ἐν αὑτοῖς διάθεσιν ὁμολογεῖ διὰ τοῦ ῥήματος· τὰ δέ, ὡς οὐκέτι ἐγγενόμενα ἐν προσώποις, οὐδὲ τὸ ἐν τούτοις ἐπιγενόμενον ἐνδιάθετον τῆς ψυχῆς ὁμολογεῖ. — 60. Ἴδιον οὖν ῥήματός ἐστιν ἐν ἰδίοις μετασχηματισμοῖς διάφορος χρόνος διάθεσίς τε ἡ ἐνεργητικὴ καὶ παθητικὴ καὶ ἔτι ἡ μέση· ὧν πάντων μετέλαβεν τὸ γενικώτατον ῥῆμα, λέγω 2.2.326 τὸ ἀπαρέμφατον, ἐπεὶ εἴπερ τῇ φύσει ἦν ἀπαρέμφατον, πῶς ταῦτα παρεμ- φαίνει; ἔστι γοῦν ἐπινοῆσαι τὸ γενικώτατον ὄνομα ἐν θέσει ἰδίᾳ καταγινό- μενον ἢ κοινῇ, ἐν πτώσει τῇ παρεπομένῃ, ἐν γένει τῷ δέοντι· τό γε μὴν ἰδικώτατον καταγίνεσθαι ἐν πατρωνυμικῇ ἐννοίᾳ ἢ ἐν κτητικῇ καὶ ἔτι ταῖς ὑπολοίποις· καὶ δῆλον ὅτι οὐκ ἂν θαρρήσειέ τις φάναι μὴ εἶναι ὄνομα ὃ μή ἐστιν πατρωνυμικὸν ἢ κτητικὸν ἤ τι τῶν ὑπὸ τοιοῦτο εἶδος πιπτόντων. τούτῳ οὖν τῷ λόγῳ παραδεξόμεθα τὸ ὁριστικὸν ῥῆμα καὶ εὐκτικὸν καὶ ἔτι τὰ ὑπόλοιπα εἴδη τοῦ γενικοῦ ῥήματος, ὃ δὴ οὐ πάντως στερήσεται τοῦ μὴ ῥῆμα εἶναι, ἐὰν μὴ ὑπαγορεύῃ τὴν ἰδικὴν σημασίαν. 61. Ἔστιν καὶ οὕτως ἐπιδεῖξαι. Καθόλου πᾶν παρηγμένον ἀπό τινος ἀνάλυσιν ἔχει τὴν πρὸς τὸ πρωτότυπον μετὰ λέξεως τῆς σημαι- 2.2.327 νούσης ταὐτὸν τῇ παραγωγῇ. παρὰ τὴν Ἕκτορος γενικὴν ἀποτελεῖται τὸ Ἑκτορίδης, ᾧ καὶ προσγίνεται τὸ υἱός, καὶ διὰ τοῦτο ἀναλύεται εἰς τὸ Ἕκτορος υἱός. παρὰ τὸ γοργός ἀποτελεῖται τὸ γοργότερος προσγινομένου τοῦ μᾶλλον, ὃ δὴ πάλιν ἀνάλυσιν ἔχει εἰς τὸ γοργὸς μᾶλλον. παρὰ τοὺς ἵππους ἐμπεριεκτικόν τι ἀποτελεῖται, τὸ ἱππών, ὃ δὴ πάλιν ἀναλύεται εἰς τὸ ἵππους συνέχον. καὶ περισσὸν ἂν εἴη εἰς τὸ τοιοῦτο παρατίθεσθαι· δῆλον γὰρ τὸ εἰρημένον. Καὶ δὴ πᾶσα ἔγκλισις οὐκ εἰς ἄλλο τι μεταλαμβάνεται ἢ εἰς ἀπαρέμφατον μετὰ λέξεως τῆς σημαινούσης ταὐτὸν τῇ ἐγκλίσει, ὅτε οὕτως φαμέν, περιπατῶ — ὡρισάμην περιπατεῖν, περιπατοῖμι — ηὐξάμην περιπατεῖν, περιπάτει — προσέταξα περιπατεῖν. Πῶς οὖν οὐ βίαιον τὸ τὰ συνεκτικώτατα τῶν ἁπάντων ῥημάτων περιγράφειν τῆς τῶν ῥημάτων ἐννοίας; 62. Οὐ λέλησμαι ὡς ἐν ἑτέροις συμφερόμενός τισι τὴν ὁριστικὴν ἔγκλισιν παρεδεχόμην ὡς πρωτεύουσαν τῶν ἄλλων. ἀλλ᾽ οὖν γε ἡ ἀκριβὴς ἐξέτασις τοῦ λόγου κατηνάγκασε τὸ μεταθέσθαι, συγχωρουμένου 2.2.328 ἐκείνου, ὡς δεόντως ἀπὸ τῆς ὁριστικῆς ἐγκλίσεως ἀρχόμεθα, οὐχ ὡς πρώτης οὔσης, ὡς δὲ ἐκφανεστάτης οὔσης καὶ πολλῆς καὶ δυναμένης διδάξαι καὶ τὰς ἐγγενομένας συνεμπτώσεις καὶ τὰ ἐγγενόμενα πάθη καὶ παραγωγάς, οὐδὲ τοῦ τοιούτου μαχομένου, καθὸ ἐν τοῖς τοιούτοις ἐλλειπεστέρα ἡ ἀπαρέμφατος ἔγκλισις, εἴγε καὶ τὰ πρωτότυπα τῶν λέξεων ἐν ἐλάττονι καταγίνεται ὕλῃ τῶν παραγωγῶν. 2.2.329 63. Οἶμαι δὲ καὶ τὸ Ὁμηρικὸν ἔθος, ἐκστὰν τῆς προστακτικῆς συντάξεως, δεόντως ἀνθυπαλλάξαι τὴν ἀπαρέμφατον ἔγκλισιν, οὖσαν γενικήν, εἰς ἣν καὶ ἐδείχθη ἅπαντα τὰ ἰδικὰ μεταλαμβανόμενα. Οὕτως γὰρ ἔχει καὶ ἡ ἐπισταλτικὴ σύνταξις, Τρύφων Θέωνι χαίρειν, τοῦτο διαφέρουσα τῆς Ὁμηρικῆς συνηθείας, καθὸ ἡ μὲν ἐπὶ τὸ προστακτικὸν φύσει καταφέρεται, καὶ οἷόν τέ ἐστιν ἐπ᾽ αὐτῆς τὰ προστακτικὰ παρα- λαμβάνειν, προσῆπται μέντοι τῷ δοθέντι σχήματι τοῦ λόγου· οὐ μὴν ἔτι τὸ ἐν τῇ ἐπισταλτικῇ συντάξει ἠδύνατο τοιοῦτον παραδέξασθαι. ἔχει γὰρ ὁ λόγος οὕτως. 64. Εἴπομεν ὡς ἀναγκαίως ἡ εὐθεῖα τῶν κυρίων ὀνομάτων παρα- λαμβάνεται· ἀλλὰ καὶ ἡ δοτική, ἣν περιποιεῖται ἡ τοῦ λόγου σύνταξις, 2.2.330 οὐ δυναμένη τὴν προστακτικὴν ἔγκλισιν παραδέξασθαι, ἀλλ᾽ οὐδ᾽ ἄλλην τινά. ἔστι γὰρ τῷ Διονυσίῳ χαίρειν ἐν ἴσῳ τὸ Διονύσιε χαῖρε, ὅπερ οὐ δύναται ἐγχωρῆσαι, ἐπεὶ ἡ προστακτικὴ ἔγκλισις καὶ ἔτι ἡ κλητικὴ πτῶσις ἐπὶ παροῦσι τοῖς προσώποις σύνεστιν, ᾧ δὲ τὰ τοῦ λόγου ἐπιστέλλεται, ἄπεστι, καὶ αὐτὸς δὲ ὁ ἐπιστέλλων παρὼν ἀπόντος σύνταξιν ποιεῖται. ἡ γὰρ εὐθεῖα τῶν ὀνομάτων δέδεικται ὡς τρίτον ἐστὶν πρόσωπον. (ἐδείξαμεν γὰρ ὡς οὐ προσεχώρει ἡ ἐν εὐθείαις ἀντω- νυμικὴ σύνταξις, ἐν δείξει οὖσα τῶν παρόντων προσώπων. ὃ πάλιν οὐκ ἐνεχώρει τῷ λόγῳ, εἴγε ἀμφότερα τὰ πρόσωπα οὐχ ὁρώμενά ἐστιν, τό τε τοῦ ἐπιστέλλοντος καὶ τὸ τοῦ ἐπιστελλομένου.) συνούσης οὖν 2.2.331 τῆς εὐθείας καὶ ἔτι τῆς δοτικῆς κατὰ τὸ τρίτον πρόσωπον ἀνάγκη πᾶσα καὶ τὰ συντασσόμενα ῥήματα ἐν τρίτῳ καταγίνεσθαι, καὶ συντάσσεσθαι οὐκ ἐν ἄλλῃ γε πτώσει ἢ τῇ εὐθείᾳ. — 65. Τό γ᾽ οὖν προκείμενον ῥῆμα ἐπὶ τὴν εὐθεῖαν συντείνειεν· Ἀπολλώνιος Διονυσίῳ χαιρέτω ἢ καὶ ἔτι χαίρει ἢ χαίροι. ἀλλ᾽ ἵνα δῶμεν τὰ τοῦ λόγου κατάλληλα εἶναι, ἐκεῖνο σαφέστατόν ἐστιν, ὅτι τὸ κατὰ τὴν εὐθεῖαν μετέλαβεν τοῦ χαίρειν, οὐχὶ τὸ κατὰ δοτικήν· ἦν γε μὴν τοὐναντίον τὸ προσχωροῦν τῷ ἐπιστελλομένῳ τὸ χαίρειν, ὡς εἰ καὶ τοῖς ὑπ᾽ ὄψιν συνοῦσίν φαμεν τὸ χαῖρε, οὐχ ἑαυτοῖς προστιθέντες τὸ χαίροιμι ἢ χαίρω. οὐ δυνα- μένου οὖν τοῦ τοιούτου παραλαμβάνεσθαι ἀνάγκη πᾶσα εἰς τὸ γενικὸν ἀπαρέμφατον μεταλαμβάνεσθαι τὴν σύνταξιν, συνηθέστερον ὑπακουομένης τῆς συντάξεως τῆς λέγει ἢ εὔχεται, Τρύφων Θέωνι λέγει χαίρειν, συνήθως καὶ ἄλλων ὑπακουομένων, ὡς κόπτων ἀμφοτέρῃσιν {ς 28 }, 2.2.332 ὕει, βροντᾷ. ἐξαιρέτως γε μὴν καὶ τῶν ῥημάτων αἱ ἐγκλίσεις ἔχουσιν ἐγκείμενα ῥήματα, καθὼς ἐδείξαμεν ὅτι ἐν τῷ χαίροις ἔγκειται τὸ εὔχεσθαι, ἐν τῷ χαῖρε τὸ προστάξαι, ἅπερ μετὰ τῶν ἀπαρεμφάτων παραλαμβάνεται, ὁπηνίκα καὶ ἐγκλίσεις εἰς αὐτὰ μετατίθενται. — 66. Τὸ δὴ οὖν Διονυσίῳ χαίρειν ἔχει συνυπάρχον ῥῆμά τι τῶν προκειμένων, φέρε εἰπεῖν τὸ εὔχεται ἢ λέγει, ὅπερ συνηθέστερον· ἔννοιαν γὰρ προστακτικωτέραν ὑπαγορεύει, ᾗ καὶ ἐν δευτέροις προσώποις συγχρώμεθα τὴν εὐκτικὴν παραπεμπόμενοι, οὕτως ἐχόντων καὶ τῶν Ὁμηρικῶν ἄνδρα μοι ἔννεπε, Μοῦσα {α 1 }, χαῖρε, ξεῖνε {θ 461 }, μῆνιν ἄειδε, θεά {Α 1 }· ἐνθένδε γὰρ καὶ προειλόμην φάναι ὡς ἀντὶ προστακτικῶν τὰ ἀπαρέμφατα παρείληπται κατὰ τὴν τοιαύτην σύνταξιν. — σαφὲς γὰρ ὅτι καὶ τῷ 2.2.333 ὑπακουομένῳ ῥήματι προσχωρεῖ τὰ τῆς αὐτοτελείας. οὐ γὰρ ἡ ἐξ ἀπαρεμφάτου σύνταξις κατακλείει λόγον, εἰ μὴ ἀναπληρωθείη δι᾽ ὧν ἀπαρέμφατός ἐστι. τὸ δὴ οὖν Θέων Ἀπολλωνίῳ χαίρειν οὐκ ἂν εἴη αὐτοτελές, εἰ μή, ὡς εἴπομεν, τὸ συνυπάρχον ἐγκέοιτο ῥῆμα. Καὶ τοσαῦτα μὲν περὶ τῆς ἐπισταλτικῆς συντάξεως. 67. Ἐχομένως ῥητέον καὶ περὶ τῆς ὑπολοίπου συντάξεως τῶν ἀπαρεμφάτων. Τὸ δεῖ γράφειν, δεῖ ἀναγινώσκειν, χρὴ φιλο- λογεῖν καὶ τὰ τούτοις ὅμοια σαφὲς ὅτι τῆς ἐπισταλτικῆς συντάξεως διαφέρει. ἐκείνη μὲν γὰρ ἀπροσδεὴς τῶν προκειμένων μορίων, λέγω τοῦ χρή καὶ τοῦ δεῖ· ἡ δὲ οὐ συγκλείει διάνοιαν χωρὶς τούτων, δεῖ ἀναγινώσκειν Τρύφωνα, δεῖ ἀκούειν σου, χρὴ ὁμιλεῖν Τρύφωνι. καὶ τί ποτε τὸ ποιοῦν ἐστιν ἐν μὲν τῇ ἐπισταλτικῇ συντάξει τὸ ἀκα- τάλληλον, ἄξιον διαλαβεῖν, προευκρινηθέντος γε τοῦ τοιούτου, λέγω δὴ τοῦ τίνι μέρει λόγου ὑπαχθήσεται τὸ χρή καὶ τὸ δεῖ. περὶ ὧν καὶ ἐν τῷ περὶ ἐπιρρημάτων ἀπαιτοῦντος τοῦ λόγου ἐξεθέμεθα· καὶ νῦν δὲ ἐπιτομωτέρᾳ χρησόμεθα φράσει ὑπὲρ τοῦ ταὐτὸν συμπαραστῆσαι, εὔλογον ἡγούμενοι ἀνελλειπῆ τὴν πραγματείαν καθίστασθαι. 2.2.334 68. Ἡ μὲν οὖν συνηγορία τοῦ τὰ προκείμενα μόρια ἐπιρρήματα εἶναι γένοιτ᾽ ἂν τοιαύτη. 1. Καθάπερ τῆς εὐκτικῆς ἐγκλίσεως ἐπί τινος συντάξεως προηγεῖται ἐπίρρημα τὸ εἴθε καὶ ἐπὶ τῆς προστακτικῆς τὸ ἄγε, τοῦτον τὸν τρόπον καὶ ἐπὶ τῆς ἀπαρεμφάτου ἡγήσεται τὸ χρή καὶ τὸ δεῖ ἐπιρρήματα. — 69. 2. Οὐδὲ γὰρ ἐκεῖνό τις οἰήσεται, ὡς σύνδεσμοί εἰσιν, καθὸ οὐ συνδέουσιν ἐπιφορὰν ἑτέρου λόγου, ὅπερ ἴδιον συνδέσμων, ἐμφαίνουσίν τε ἐπίτασιν ὡς καὶ τὸ μάλα ἢ ἄγαν, καὶ ἔτι ἐν συνθέσει τοιαύτῃ καταγίνονται, ἣ οὐ παρακολουθεῖ συνδέσμοις, ῥήμασι δὲ ἢ ἐπιρρή- μασιν· φαμὲν γὰρ ἀποδίς, ἀπεχθές, ἀπῆλθεν, ἄπεστιν· εἶχε δὲ οὕτω καὶ τὸ ἀποδεῖ, ἀπόχρη. — 70. 3. Ὁμόλογον δὲ κἀκεῖνο, ὡς τὰ ἐπιρρήματα σύνεστιν διαφόροις προσώποις, σύνεστιν διαφόροις ἀριθμοῖς, καλῶς γράφω ἢ καὶ γράφομεν καὶ ἔτι ἐπὶ τῶν ἑξῆς προσώπων· τά 2.2.335 γε μὴν ῥήματα συμπληθύνεται καὶ συμμεταβαίνει τοῖς προσώποις, ἡμεῖς γράφομεν, ὑμεῖς γράφετε. οὐ μὴν τὸ χρή καὶ τὸ δεῖ· χρὴ γὰρ ἡμᾶς γράφειν, χρὴ ἐμὲ γράφειν, καὶ δεῖ σὲ ἀναγινώσκειν, δεῖ ὑμᾶς διαλέγεσθαι. καὶ ἕνεκα πάλιν τοῦ τοιούτου μᾶλλον ἐπιρρήματά ἐστιν. — 71. 4. Οὐδὲ γὰρ ἐνὸν φάναι ὡς ῥήματά ἐστιν ἀπαρέμφατα, οἷς παρακολουθεῖ τὸ μὴ εἰς ἀριθμὸν διάφορον παραλαμβάνεσθαι, τὸ μὴ προσδιακρίνειν πρόσωπον, περὶ ὧν καὶ ἐν τοῖς προκειμένοις ἐκτεθείμεθα. ἰδοὺ γὰρ οὔτε τὰ τῆς φωνῆς ὑπακούει ἰδιώματα οὔτε τὰ τῆς συντάξεως. ποῖον γὰρ ἀπαρέμφατον εἰς ει δίφθογγον λήγει ἢ εἰς η; ἢ πότε ἀπα- ρέμφατα δύο μετὰ πτωτικοῦ τινος λόγον παρίστησιν; φαμὲν δέ γε δεῖ περιπατεῖν Διονύσιον. καὶ ἕνεκα τούτου ἀποστήσεται τοῦ μερισμοῦ τῶν ἀπαρεμφάτων. οὐ μὴν πάλιν ὑποσταλήσεται τοῖς λοιποῖς ῥήμασι, καθὸ πάλιν ἀντίκειται τὸ ἀδιάκριτον πρόσωπον καὶ ἔτι ὁ μὴ παρακο- λουθῶν ἀριθμός, ὃς ἦν κοινὸς ἁπάντων ῥημάτων. 72. Ἀλλ᾽ ἔστι γε πρὸς ταῦτα φάναι· 1. Εἰ ἔστιν ἐπιρρήματα αὐτὸ 2.2.336 μόνον φερόμενα ἐπὶ ἀπαρέμφατα, ὡς τὸ εἴθε ἐπὶ εὐκτικὰ καὶ τὸ ἄγε ἐπὶ προστακτικά, τί δή ποτε οὐ συμφέρεται τοῖς κατ᾽ εὐθεῖαν προσώποις; ὡς ἔχει τὸ εἴθε ἐγὼ γράφοιμι, εἴθε ἡμεῖς γράφοιμεν, ἄγε γρά- φωμεν ἡμεῖς, ἄγε γράφετε ὑμεῖς. οὐδὲ γὰρ ἔστι φάναι δεῖ ἐγὼ γράφειν οὐδὲ χρὴ ὑμεῖς γράφειν, τῆς τῶν ἐπιρρημάτων συντάξεως τὸ τοιοῦτον οὐκ ἐμποδιζούσης, εἴθε ὑμεῖς ἀκούοιτε, εἴθε ὑμᾶς θεά- σαιτο, εἴθε ὑμῶν ἀκούοι· ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ὁμοίων. — 73. 2. Ἴδιον ῥημάτων τὸ ἐν παρῳχημένοις χρόνοις καὶ χρόνον ἔξωθεν προσλαμβάνειν, οὐ μὴν ἐπιρρημάτων. φαμὲν σήμερον γράφω, σήμε- ρον ἔγραφον, τοῦ μὲν ῥήματος προσλαμβάνοντος κατ᾽ ἀρχὴν χρόνον, τοῦ δὲ ἐπιρρήματος συναρχομένου. φαμὲν δέ γε δεῖ γράφειν καὶ ἔδει γράφειν, καὶ τὸ μὲν ἔδει χρόνον προσέλαβεν ὁμοίως τῷ ἔπλει καὶ ἔπνει, τό γε μὴν γράφειν οὐ προσελάμβανε. καὶ τάχα τὸ παρα- κινδυνευόμενον εἶναι ἐπίρρημα ἔνδειξιν ἱκανὴν τοῦ εἶναι ῥῆμα παρίστησιν, τὸ δὲ γράφειν παρεκινδυνεύετο εἰ ῥῆμα ἦν, περὶ οὗ πᾶσαν ἀκρίβειαν 2.2.337 εἰσηνεγκάμεθα ὡς ἔστι γενικώτατον τῶν ἄλλων ῥημάτων. πρὸς οἷς καὶ διπλασιάζεται, ὅπερ ἴδιον ῥημάτων, ὡς ἐν τῷ γεγραφέναι καὶ τοῖς ὁμοίοις. οὐδὲ γὰρ ἐκεῖνό φαμεν, ὡς τὰ μὴ προσειληφότα κατὰ τοὺς παρῳχημένους τῶν χρόνων οὐχὶ ῥήματά ἐστιν, ἐπεὶ καὶ αἱ ἑξῆς ἐγκλίσεις ἅπασαι οὐ προσλαμβάνουσιν (μόνη γὰρ ἡ ὁριστική), ἀλλ᾽ ἐκεῖνο ἦν ἀληθές, ὡς τὰ προσλαβόντα ῥήματος μερισμὸν ὑπαγορεύει, ὑπεδείκνυτο δὲ καὶ τὸ ἐχρῆν καὶ τὸ ἔδει προσειληφότα· οἷς καὶ ὡς ῥήμασι σύνεστιν ἀπαρέμφατα τὸ χρῆναι καὶ τὸ δεῖσθαι, καθότι καὶ στῆναι καὶ πνεῖσθαι. — 74. 3. Ἀλλὰ καὶ ἐκ τῶν τόνων ἔστιν αὐτὰ καταλαβέσθαι. περισπᾶται τὸ δεῖ ὁμοίως τῷ πλεῖ. οὐχὶ οὖν καὶ ἐπιρρήματα περισπᾶται, ὡς τὸ πεῖ, αὐτεῖ, τουτεῖ; τὸ πρῶτον Δώρια, ὅπερ οὐ παρείπετο 2.2.338 τῷ δεῖ· τὸ δεύτερον ἀντιπαρακειμένου τοῦ ποῦ καὶ ἔτι τοῦ οὗ καὶ αὐτοῦ σύνεστι τὸ πεῖ, τὸ εἷ, τὸ αὐτεῖ, ὅπερ οὐ παρείπετο πάλιν τῷ δεῖ· ἦν γὰρ κατὰ συναίρεσιν ἐκ τοῦ δέει, συνῃρημένον ὁμοίως τῷ πλέει καὶ ῥέει καὶ χέει, πρῶτον δὲ πρόσωπον ἔχει τὸ δέω ὡς πνέω. — ἦν δὲ κἀπὶ τοῦ χρή τι πάθος παρεπόμενον, ὅπερ ἔστιν εὑρέσθαι καὶ ἐπὶ ἑτέρου ῥήματος. τοῦ δέω σημαίνοντος τὸ ἐνδέομαι, συνωνυμεῖ τὸ χρῶ καὶ χρέω, ἀφ᾽ ὧν καὶ τὸ δέος καὶ τὸ χρέος. καὶ δὴ παρείπετο τῷ χρῶ παραγωγὴ ἡ τοῦ χρῆμι, ὡς φημί, ἀφ᾽ οὗ τρίτον πρόσωπον χρῆσι ὡς φησί, ἐξ οὗ τὸ χρή ἐν ἀποκοπῇ ἀπετελεῖτο ὁμοίως τῷ παρὰ Ἀνακρέοντι 2.2.339 σὲ γάρ φη Ταργήλιος ἐμμελέως δισκεῖν { fr. 40 B.4 }. 75. 4. Καὶ τὰ μὲν τῆς φωνῆς οὕτως καταστατέον, τά γε μὴν τῆς συντά- ξεως τῇδ᾽ ἀναπληρωθείη. Δοκεῖ ἑνικῶς συντάσσεσθαι διαφόροις προσώποις καὶ ἀριθμοῖς, ῥῆμα καθεστὼς ὁριστικόν· ὅπερ οὐ παρείπετο, εἰ τὴν σύν- ταξιν ἐλάμβανε τῶν προσώπων καὶ τῶν ἀριθμῶν. ἔστιν γὰρ τὸ δεῖ ἡμᾶς γράφειν ἔχον σύνταξιν τοῦ δεῖ πρὸς τὸ γράφειν, οὐ πρὸς τὸ ἡμᾶς. καὶ διὰ τοῦτο ἁπάντοτε ἐν τῇ τοιαύτῃ συντάξει οὔτε πρόσωπον διακρίνει οὔτε ἀριθμόν, ἐπεὶ ᾧ συμφέρεται τούτων ἐστὶν ἀπαρέμφατον, 2.2.340 καὶ διὰ τοῦτο οὐ συμμετατίθεται τῷ οὐ μετατιθεμένῳ, λέγω δὲ τῷ ἀπαρεμφάτῳ. — 76. 5. Ἔστιν γὰρ καὶ τὸ δηλούμενον τοιοῦτον. τῶν οὖν γινομένων πραγμάτων ἐλλειπέστερον ἀποτελουμένων ἡ ἐγγινομένη παράθεσις τῶν προκατειλεγμένων ῥημάτων παρελαμβάνετο εἰς ἐντέλειαν τῶν προσηκόντων. τὸ γὰρ δεῖ φιλολογεῖν τοιοῦτόν ἐστιν, ἐπεὶ λείπει τὸ φιλολογεῖν φιλολογῶμεν, ὡς εἰ καὶ αὐτῷ τῷ λείπει προσχρησαίμεθα, οὐδὲν ἔλαττον τὰ τῆς συντάξεως ἐνδεῆ καταστήσεται, λείπει τὸ φιλολογεῖν ἡμᾶς, λείπει τὸ φιλολογεῖν ἐμέ, καὶ οὐκ ἔστιν ὅστις τολμήσει φάναι τὸ λείπει ἐπίρρημα, κἂν ἀπειράκις καθ᾽ ἕνα σχηματισμὸν ἐκφέρηται ἕνεκα τῆς συνούσης συντάξεως τοῦ ἀπαρεμφάτου. — 77. 6. Αὕτη γὰρ καὶ μόνη ἂν εἴη αἰτία τοῦ μὴ ἐν τοῖς ἐπισταλτικοῖς τῶν ἀπαρεμφάτων παραλαμβάνεσθαι. εἴπομεν γὰρ ὡς τοῖς τοιούτοις ἀπαρεμφάτοις ὑπακουόμενόν ἐστι τὸ ῥῆμα τὸ λέγει ἢ εὔχεται, Διονυσίῳ 2.2.341 Ἀπολλώνιος λέγει χαίρειν ἢ εὔχεται· ἀσύστατον δὲ παραδέξασθαι ἀπαρέμφατον δύο συντάξεις ὁριστικῶν ῥημάτων, ἑνός γε μήν. καὶ διὰ τοῦτό φαμεν θέλει γράφειν, δεῖ γράφειν· ἐγκειμένου γε μὴν ἐν τῷ Διονυσίῳ χαίρειν τοῦ λέγει ἢ εὔχεται ἀσύστατον τὸ ἐπεντεθῆναι τὸ χρή ἢ δεῖ, εἰ μὴ ἀποσταίη ἡ ἐπισταλτικὴ σύνταξις, ἐφ᾽ ἧς ἂν λοιπὸν φαίημεν δεῖ χαίρειν. ἄλλως τε προσγίνεται τῷ ἐπιστελλομένῳ τὸ χαίρειν, οὐχὶ ἀφίσταται, ὅπερ ἐν τῷ δεῖ χαίρειν ἐγγενήσεται. 78. Ἑξῆς ῥητέον καὶ περὶ τῶν συντασσομένων πτώσεων τοῖς ἀπα- ρεμφάτοις. Καὶ πρῶτόν γε ἐξεταστέον, εἰ ἀληθεύει τὸ ἐπὶ αἰτιατικὴν αὐτὰ πάντως φέρεσθαι, ὡς ἐν τῷ χρή καὶ δεῖ, χρὴ ἀναγινώσκειν Διονύσιον, καὶ τοῖς τοιούτοις. ἦν μέντοι τὸ ἀληθεῦον τοῦ λόγου, ὡς οὐκ αὐτὰ τὰ ἀπαρέμφατα πάντως αἰτιατικὴν ἀπαιτεῖ, πτῶσιν δὲ τὴν καὶ ἐν τοῖς ὁριστικοῖς καὶ τῇ ὑπολοίπῳ ἐγκλίσει συντασσομένην. ἔστι γὰρ τὰ τοῦ λόγου οὕτως ἔχοντα. — 79. τὸ χρή καὶ τὸ δεῖ αἴτια γίνε- ται αἰτιατικῆς παραθέσεως, καθὸ ῥήματα ὄντα πλαγίαν ἀπαιτεῖ τὴν 2.2.342 δέουσαν, καθὸ καὶ ἄλλοις πλείστοις ῥήμασι τὸ τοιοῦτο παρηκολούθει, τὸ ἐπὶ γενικὴν φέρεσθαι ἢ ἐπὶ δοτικὴν ἢ αἰτιατικήν. ᾧ γὰρ λόγῳ καὶ ἡ τοῦ λείπει σύνταξις πάλιν ἐπ᾽ αἰτιατικὴν φέρεται, λείπει Δίωνα, λείπει ἐμέ, τούτῳ τῷ λόγῳ καὶ τὸ δεῖ ἐπ᾽ αἰτιατικὴν φέρεται, δεῖ ἐμέ, δεῖ σέ· τοῦτο γάρ ἐστιν τὸ κατάλληλον τοῦ λόγου, δεῖ ἐμὲ ἀκούειν. οὐ γάρ, ὡς ἔφαμεν, ἡ τῶν ἀπαρεμφάτων χρῆσις τὸ τοιοῦτον ἀπαιτεῖ· πρόκειται γοῦν ἡ ἐπισταλτικὴ σύνταξις οὐκ οὔσης αἰτιατικῆς πτώσεως. ἀλλὰ καὶ ἐν τοῖς τοιούτοις, τῷ περιπατεῖν ἥδομαι καὶ περιπατεῖν θέλω ἤπερ γράφειν, ἐθέλει κοιμᾶσθαι ἢ περιπατεῖν· ὧν εἴ τις ἀφέλοι τὰ συνόντα μόρια καὶ προσθείη τὸ δεῖ, πάντως ὑπα- κουσθήσεται καὶ ἡ αἰτιατική, δεῖ περιπατεῖν, χρὴ διαλέγεσθαι. 80. Οὐχὶ οὖν καὶ τὰ ἀπαρέμφατα οἶδεν αἰτιατικήν; Οὐ τὴν ἐν τῷ καθόλου, ἀλλὰ τὴν ἐμφερομένην ἐν ταῖς ὑπολοίποις ἐγκλίσεσιν, φιλεῖ Θέωνα, φίλει Τρύφωνα, ἐὰν φιλῇ Τρύφωνα, καὶ οὕτως γίνεται φησὶ φιλεῖν Τρύφωνα. ἔνθεν γὰρ καὶ δύο αἰτιατικαὶ προσγίνονται 2.2.343 τῇ τοιαύτῃ συντάξει. — 81. γενικῆς μὲν γὰρ καὶ δοτικῆς γίνεται σύν- ταξις, ὅταν πάλιν καὶ ἡ ὑπόλοιπος ἔγκλισις ἐπὶ γενικὴν φέρηται, ἀκούει Τρύφωνος, ἢ ἐπὶ δοτικήν, δίδωσι Τρύφωνι, καὶ πάλιν ἐπὶ τῶν ἑξῆς ἐγκλίσεων, ἐξ ὧν πάλιν τὰ μεταλαμβανόμενα ἀπαρέμφατα ταὐτὸ ἀναδέχεται, φησὶν ἀκούειν Τρύφωνος, φησὶν διδόναι Τρύφωνι. οἷς εἴ τις προσθείη τὸ δεῖ, ὑφελόμενος ἀναγκαίως τὸ φησίν, καθὼς ἐπε- δείξαμεν, πάλιν προσγενήσεται καὶ ἡ αἰτιατική, δεῖ ἀκούειν Τρύφωνος Ἀπολλώνιον, δεῖ ἐρᾶν Θέωνος ἐμέ, δεῖ σοι Τρύφωνα χαρί- ζεσθαι. — (82. ἐὰν γὰρ ἐπὶ τούτων τὴν αἰτιατικὴν ὑποστέλλειν ἐθέλῃ τις τῇ δεούσῃ συντάξει, ὁμόλογος ἔσται τῇ λειπούσῃ αἰτιατικῇ, εἰ οὕτως φαίημεν, δεῖ σοι χαρίζεσθαι, δεῖ σου ἀκούειν· πάντως γὰρ αἰτιατική ἐστιν ἡ ὑπακουομένη, ἣν ἀπολαβὼν ὁ λόγος τὸ ἑαυτοῦ τέλος παρα- στήσει, ἐπεὶ εἰ μὴ ἔλιπεν, ἔδει τὸ προσενεχθὲν ὡς ἐν πλεονασμῷ τῆς αἰτιατικῆς καταγίνεσθαι, δεῖ σοι χαρίζεσθαι ἐμέ, δεῖ ἀκούειν σου Δίωνα.) — 83. Τούτων οὖν τῇδε ἐχόντων, ἐὰν ὡς εἴπομεν τὸ ῥῆμα φύσει φέρηται ἐπ᾽ αἰτιατικήν, λέγω τὸ ἀπαρέμφατον, τὸ τηνικαῦτα καὶ δύο αἰτιατικαὶ προσγίνονται, μία μὲν ἐκ συντάξεως τοῦ δεῖ καὶ χρή, ἑτέρα δὲ ἐκ τῆς τοῦ ἀπαρεμφάτου συντάξεως, ὡς ἔχει τὰ τοιαῦτα, δεῖ Τρύφωνα διδάσκειν Διονύσιον, δεῖ σὲ ἐμὲ τιμᾶν. 2.2.344 84. Ἔστι καὶ ἑτέρα σύνταξις δύο αἰτιατικὰς ἀποτελοῦσα, ὁπηνίκα καὶ τὰ ἐγκείμενα ῥήματα ἐπ᾽ αἰτιατικὰς φέρεται, οἷον τὸ ἀναγκάσαι, τὸ ποιῆσαι, τὰ ὅμοια· φέρεται γὰρ ἐπ᾽ αἰτιατικήν. ἀλλὰ καὶ τὸ ἑλεῖν, ὑβρίσαι, τὰ τούτοις ὅμοια. ἐφ᾽ ἧς ἂν συντάξεως γένοιτο ἀνάγκασόν με ὑβρίσαι σε, ποίησον Τρύφωνα φιλεῖν Ἀπολλώνιον. 85. Ἐκ δὴ τῶν τοιούτων συντάξεων καὶ τὰ ἀμφίβολα γίνεται. γενικῆς μὲν γὰρ συνούσης ἢ δοτικῆς εὔληπτα τὰ τοῦ λόγου ἐστίν, λέ- γουσι Τρύφωνα ἀκούειν Ἀπολλωνίου, ποίησον Τρύφωνα χαρί- σασθαι Ἀπολλωνίῳ· οὐ μὴν ἐν τῷ δὸς δέ τ᾽ ἔμ᾽ ἄνδρα ἑλεῖν {Ε 118 }, συνέβη ἐμὲ φιλεῖν Τρύφωνα· προσνεῦον γὰρ τὸ ἀπαρέμφατον ἀμ- φοτέραις ταῖς αἰτιατικαῖς οὐκ ἐμφανῆ καθίστησι τὸν ἐνεργοῦντα καὶ τὸν ἐνεργούμενον. — 86. Τὰ μέντοι τῆς διαλύσεως οὕτως ἂν ἔχοι. εἴπερ ἐκ τοῦ πλουτεῖ Τρύφων, ὑγιαίνει Τρύφων γίνεται μετάληψις φασὶ Τρύφωνα πλουτεῖν, λέγουσι Τρύφωνα ὑγιαίνειν, δῆλον ὡς καὶ ἐπὶ τῶν ὁμοίων ταὐτὸν γενήσεται. ἔστω γάρ τι Θέων ὕβρισε Δίωνα, 2.2.345 προδήλου ὄντος τοῦ ὑβρίσαντος καὶ τοῦ ὑβρισθέντος· ἐξ οὗ κατὰ τὴν αὐτὴν διάθεσιν μεταληφθήσεται λέγουσι Θέωνα ὑβρίσαι Δίωνα· καὶ δῆλόν ἐστιν ὡς τὸ ῥῆμα πρόσκειται τῇ προτέρᾳ αἰτιατικῇ, ᾗ καὶ προσέ- κειτο κατ᾽ εὐθεῖαν, Τρύφων ὕβρισε, λέγουσι Τρύφωνα ὑβρίσαι, ἐπιφερομένου τοῦ διατιθεμένου προσώπου, φέρε εἰπεῖν Δίωνα, Θέωνα. ἐκ δὴ τοῦ τοιούτου ἡ πρωτεύουσα αἰτιατικὴ μετὰ τοῦ ἀπαρεμφάτου προσχωρήσει καὶ τῇ ἐνεργητικῇ διαθέσει, καὶ εἰ ὧδέ τις ἀποφαίνοιτο, περιέχει ὁ οὐρανὸς τὴν γῆν, ἐξ οὗ γενήσεται λέγουσι τὸν οὐρανὸν περιέχειν τὴν γῆν, καὶ ἀνάπαλιν, περιέχει ἡ γῆ τὸν οὐρανόν, λέγουσι τὴν γῆν περιέχειν τὸν οὐρανόν. — 87. Κἀκεῖνο γὰρ ὁμόλογόν ἐστιν, ὅτι ἡ ἐνεργητικὴ διάθεσις προτέρα τῆς παθητικῆς· τότε γὰρ πέπονθεν, ὅτε καὶ ἀναδέδεκται τὴν ἐνεργητικὴν διάθεσιν, ὥς γε καὶ τὰ τούτων ἀποφατικὰ ὁμολογεῖ. ὁ γὰρ λέγων οὐκ ἔδειρα ἀναιρεῖ τὴν προκατάρξασαν διάθεσιν τοῦ ὁμολογήσαντος προσώπου τὴν παθητι- κὴν διάθεσιν ἐν τῷ δαρῆναι. καὶ εἰ τοῦτο ὑγιές, εὔλογον ἂν εἴη τὸ προσχωροῦν ῥῆμα τῇ προτέρᾳ αἰτιατικῇ τὴν ἐνεργητικὴν διάθεσιν ἐμφανίζειν, καὶ τὴν δευτέραν παραλαμβανομένην αἰτιατικὴν ἐν πάθει καταγίνεσθαι, ἐπεὶ καὶ δεύτερα τὰ πάθη τῶν ἐνεργειῶν ἐστιν, συνέβη ἐμὲ φιλεῖν Ἀπολλώνιον· τοιοῦτο γὰρ ἂν εἴη, ἐγὼ φιλῶ Ἀπολλώ- νιον. καὶ δῆλον ὅτι τὸ τοιοῦτο ὑπερβατόν ἐστιν, τὸ 2.2.346 δὸς δέ τ᾽ ἔμ᾽ ἄνδρα ἑλεῖν {Ε 118 }, τόνδε τὸν ἄνδρα. Καὶ τοσαῦτα μὲν περὶ συντάξεως τῶν ἀπαρεμφάτων. 88. Ἀκολούθως ῥητέον καὶ περὶ τῶν ὑπολοίπων ἐγκλίσεων, αἷς παρέπεται ἀπὸ τῶν ἐν αὐταῖς δηλουμένων πραγμάτων τὴν θέσιν τοῦ ὀνόματος ἀναδεδέχθαι. Ἡ μὲν γὰρ καλουμένη ὁριστικὴ καλεῖται καὶ ἀποφατική. καὶ δῆλον ὅτι κοινῆς μὲν ἐννοίας εἴχετο τὸ καλεῖσθαι αὐτὴν ἀποφατικήν, εἴγε καὶ τὸ ἀποφαίνεσθαι κατὰ πάσης φράσεως πα- ραλαμβάνεται, ἀλλὰ καὶ ἐπιρρήματά τινα ἀποφατικὰ καλοῦμεν· ἰδίας μέντοι ἐννοίας ἔχεται ἡ ὁριστική· διὰ γὰρ ταύτης ἀποφαινόμενοι ὁρι- 2.2.347 ζόμεθα. — 89. Ἔνθεν γὰρ καὶ οἱ καλούμενοι διαβεβαιωτικοὶ σύνδεσμοι καὶ ἔτι αἰτιολογικοὶ συντείνουσιν ἐπὶ ταύτην. ὁριζόμενοι γάρ φαμεν γέγραφα, καὶ ἐπιδιαβεβαιούμενοι ὅτι γέγραφα εἰς ἐπίτασιν τοῦ ὁρι- σμοῦ· πρὸς ὃ ἀνθυπάγεται πάλιν τούτου ἐναντίον κατὰ ἀπόφασιν ὅτι οὔ. ἀλλὰ καὶ ἐπὶ αἰτιολογικῆς ἐννοίας· ὡς γὰρ καταφασκομένου τοῦ περιπατῶ ἐπὶ λήμματι τῷ τοιούτῳ τὸ αἰτιῶδες συνταχθήσεται, ὅτι πε- ριπατῶ κινοῦμαι. (ὅπερ οὐκ ἀληθεύσει, εἰ ἀναστροφὴν λάβοι τὰ τοῦ λόγου, ὅτι κινοῦμαι περιπατῶ. καὶ δῆλον ὅτι οὐ διὰ τὸν ὁρισμὸν τὸν ἐγκείμενον τοῖς ῥήμασιν, διὰ δὲ τὸ ἀκόλουθον τὸ ἐκ τοῦ συνδέσμου ἐγγινόμενον, ἐπεὶ ὅσον ἐπ᾽ αὐτοῖς τὰ ῥήματα κατ᾽ ἰδίαν τασσόμενα διὰ τὸν ἐγκείμενον ὁρισμὸν ἀληθεύει· κινοῦμαι, περιπατῶ.) 90. Σαφὲς οὖν ὅτι καὶ ἐγκειμένην ἔχει τὴν κατάφασιν. καὶ ἕνεκα τούτου τὸ καλούμενον ἀποφατικὸν ἐπίρρημα, ὡς ἂν μαχόμενον τῇ ναί καταφάσει, ἐπιτρέχει τὴν ὁριστικὴν ἔγκλισιν, ἵνα τὴν ἐγκειμένην κατά- φασιν ἀποστήσῃ, οὐ γράφει, οὐ περιπατεῖ· οὐ μὴν ἔτι τὴν εὐκτικὴν ἢ προστακτικήν· οὐδὲ γὰρ ἔγκειται ἐν ταῖς τοιαύταις ἐγκλίσεσιν ἡ μαχο- 2.2.348 μένη τῇ ἀποφάσει κατάφασις, ἣν ὡς προείπομεν συνέβη ἀναιρεῖσθαι ὑπὸ τῆς οὔ ἀποφάσεως. δι᾽ ὅτι μέντοι ἡ μή ἀπαγόρευσις ἐπὶ τὰς προειρημένας ἐγκλίσεις συντείνει, ἐν τῷ περὶ αὐτῶν εἰρήσεται· φαμὲν γὰρ μὴ γίνωσκε, μὴ γνοίης, μὴ γνῷς. — 91. Χρὴ μέντοι νοεῖν ὅτι οὐδὲ ἐπὶ τὴν ἀπαρέμφατον συντείνει ἡ οὔ ἀπόφασις· οὐδὲ γὰρ δι᾽ αὐ- τῆς τι καταφάσκεται. ἐν γὰρ τῷ οὐ δεῖ γράφειν πάλιν τὸ ὁριστικόν ἐστιν ῥῆμα τὸ ἀποφασκόμενον, λέγω τὸ δεῖ ἢ χρή, ὡς εἰ καὶ λέγοιμεν οὐ λείπει τὸ φιλολογεῖν. καὶ διὰ τῆς τοιαύτης συντάξεως ἄρα δέ- δεικται ὅτι τὸ χρή καὶ τὸ δεῖ ὁριστικὰ ῥήματα. — 92. Ὁμόλογον δ᾽ ὅτι καὶ ἡ καλουμένη ὑποτακτικὴ ἔγκλισις, συνηρτισμένη οἷς ὑποτέτακται, τὴν ἐκ τούτων δύναμιν ἀναδεξαμένη ἀπροσδεὴς γενήσεται τῆς οὔ ἀποφάσεως. μετὰ γοῦν τὴν τούτων σύνταξιν οἷόν τε πάλιν ἐστὶν αὐτὴν ἀποφαίνεσθαι, ἐὰν θέλῃς οὐκ ἀναγινώσκω ἢ οὐκ ἀναγνώσομαι, καὶ μάλιστά γε ἐπὶ ἐνεστῶτος καὶ μέλλοντος· δι᾽ ὅτι γὰρ οἱ παρῳχημένοι οὐ παρα- λαμβάνονται ἐν ὑποτακτικοῖς, ἐν τῷ ἰδίᾳ περὶ αὐτῶν εἰρήσεται. 2.2.349 93. Ἡ δὴ οὖν προκειμένη ἡ ὁριστικὴ ἔγκλισις τὴν ἐγκειμένην κα- τάφασιν ἀποβάλλουσα μεθίσταται καὶ τοῦ καλεῖσθαι ὁριστική. εἰς γὰρ ἐπερώτησιν τῶν πραγμάτων ἐγχωρεῖ, ἡνίκα φαμὲν γέγραφας; λε- λάληκας; καὶ εἰ μὲν μὴ εἴη τὸ τοιοῦτον ἀληθές, φαμὲν οὔ· εἰ δὲ ἀληθὲς εἴη τὸ γεγραφέναι, φαμὲν ναί. καὶ οὕτως ἡ ἐπερώτησις ἀνα- πληρωθεῖσα διὰ τῆς καταφάσεως ὑποστρέφει εἰς τὸ εἶναι ὁριστική. — καὶ μεγίστη ἂν εἴη ἔνδειξις τοῦ τοιούτου τὸ ἔσθ᾽ ὅτε τῷ ναί μὴ χρῆ- σθαι μορίῳ, ῥήματι δὲ τῷ αὐτῷ δι᾽ ὁριστικῆς προφορᾶς, ὡς ἂν ἐγκειμένης τῆς καταφάσεως· πρὸς γὰρ τὸ γράφεις; κατ᾽ ἐπερώτησίν φαμεν γράφω ἢ κατὰ βεβαίωσιν τοῦ ὁρισμοῦ, δυνάμει διπλασιάσαντες τὴν κατάφασιν, ναὶ γράφω. οὕτως ἔχει καὶ τὸ ναὶ δὴ ταῦτά γε πάντα, γέρον, κατὰ μοῖραν ἔειπες { e. g. Α 286 }, οὐκ ἀλόγου τοῦ τοιούτου ὄντος, εἴγε ἐν τοῖς προκειμένοις παρεστήσαμεν 2.2.350 ὅτι πολλάκις τὰ ἰσοδυναμοῦντα παραλλήλως τίθεται εἰς πλείονα ἔμφασιν, ὡς τὸ τάχιον περιπάτει καὶ μᾶλλον τάχιον περιπάτει. 94. Ὁμοίως δὲ καὶ ἡ εὐκτικὴ ἔγκλισις ἀπὸ τῆς γινομένης εὐχῆς κατὰ παραγωγὴν τῆς κλήσεως ἔτυχεν. Εἰ οὖν ἐστιν τὰ τῆς εὐχῆς ἐπιρρή- ματα παραστατικά, αἴθ᾽ ἔγω, χρυσοστέφαν᾽ Ἀφροδίτα, τόνδε τὸν πάλον λαχοίην { Sapph. fr. 9 B.4 }, αἴθ᾽ οὕτως ἐπὶ πᾶσι χόλον τελέσει᾽ Ἀγαμέμνων {Δ 178 }· καὶ μήποτε τὰ τῆς συντάξεως δόξῃ κατὰ παρολκὴν ἔχειν τὰ συνόντα ἐπιρρήματα, καθὸ ἡ ἔγκλισις δυνάμει ἐγκείμενον ἔχει τὸ εἴθε. (ἐπὶ μὲν 2.2.351 γὰρ τοῦ εἴθε ἔγραψε Τρύφων, εἴθε ἐλάλησε καὶ ἐπὶ τῶν τοιούτων δῆλον ὅτι ἐν τῷ δέοντι παράκειται τὸ εἴθε, ἵνα ἡ ὁριστικὴ ἔγκλισις διὰ τοῦ παρακειμένου εὐκτικοῦ ἐπιρρήματος εὐκτικὴν σύνταξιν ἀναδέξηται· δῆλον γὰρ ὡς διαφέρει τὸ ἔγραψεν Τρύφων τοῦ εἴθε ἔγραψεν Τρύφων.) ἀλλὰ σαφὲς ὅτι εἰς πλείονας ἐπιτάσεις τῶν σημαινομένων αἱ τοιαῦται παραθέσεις γίνονται, ὡς παρεστήσαμεν καὶ ἐπὶ τοῦ ναὶ γράφω καὶ ἄλλων πλειόνων. 95. Χρὴ μέντοι νοεῖν ὡς διαφέρει ἡ ἐκ τῶν ῥημάτων εὐκτικὴ ἔγ- κλισις τῆς ἐπιρρηματικῆς τῷ τὰ μὲν ῥήματα μετὰ τοῦ συνόντος πράγ- ματος σημαίνειν τὴν εὐκτικὴν διάθεσιν· τὸ γὰρ γράφοιμι εὐχή ἐστιν πράγματος τοῦ γράφειν καὶ τὸ φιλολογοῖμι τοῦ φιλολογεῖν, τό γε μὴν εἴθε σχεδὸν ὄνομά ἐστιν εὐχῆς· οὐ γὰρ συμπαρίσταται καὶ τὸ ἐν τίνι τὰ τῆς εὐχῆς. — 96. Τὸ τοιοῦτον καὶ ἐπ᾽ ἄλλων πλείστων παρεπόμε- νον ἔστιν ἐπιδεῖξαι. 1. τὸ λευκότερος ἐπιτέταται εἰς τὴν τοῦ λευκοῦ ποιότητα καὶ ἔτι τὸ γλυκύτερος εἰς τὴν τοῦ γλυκέος· κοινῆς μέντοι ἐπιτάσεως ὀνόματά ἐστι τὰ τοιαῦτα, βελτίων, ἄριστος, ἀμείνων. 2.2.352 2. ἀλλ᾽ εἰ καὶ τὰ τοιαῦτα ἔχεταί τινος ἐννοίας, ἀφ᾽ ἧς καὶ τὴν ὀνομα- σίαν εἴληφε, καὶ τροπικώτερον μετῆλθεν εἰς κοινὴν ἐπίτασιν (ὡς τὸ ἁλιεύς, κἂν ποτάμιος ᾖ, καὶ ἡ πυξίς, κἂν διαφόρου ὕλης τύχῃ), ἐκεῖνο μέντοι ὁμόλογόν ἐστιν, ὡς τὸ εἷς διαφέρει τοῦ Αἴας, ᾗ αὐτὸ μόνον ὄνομά ἐστιν ἀριθμοῦ τὸ εἷς, τὸ δὲ Αἴας μετὰ ἰδίας ποιότητος παρυ- φιστάμενον ἔχει τὸ εἷς. 3. καὶ ἔτι τὸ ἐγώ πρὸς τὸ γράφω, καθὸ με- τὰ πράγματος καὶ τῶν συμπαρεπομένων τὸ γράφω ἐγκείμενον ἔχει τὸ ἐγώ, αὐτή γε μὴν ἡ ἀντωνυμία αὐτὸ μόνον ὄνομά ἐστι προσώπου. 4. ἔτι καὶ τὸ Ἰλιόθεν διαφέρει τοῦ ἄλλοθεν, καθὸ τὸ μὲν Ἰλιόθεν μετὰ τῆς ἐκ τοῦ τόπου σημασίας συμπαρίστησι καὶ τὸ ἴδιον τοῦ τόπου, τό γε μὴν ἄλλοθεν αὐτὸ μόνον παρίστησιν τὴν ἐκ τόπου σχέσιν. 5. ἔτι καὶ τὸ τάχιστος μετά τινος ὑποκειμένου τὴν ἐπίτασιν σημαίνει, οὐ 2.2.353 μὴν τὸ ἄγαν· αὐτὸ γὰρ μόνον ὄνομα ἐπιτάσεώς ἐστιν. 6. οὕτως ἔχει καὶ τὸ γράψον ὡς πρὸς τὸ ἄγε· πάλιν γὰρ μόνον ὄνομα προστάξεώς ἐστι τὸ ἄγε, τὸ δὲ γράψον μετὰ τῆς ἐγκειμένης προστάξεως καὶ τὸ πρᾶγμα ὑπαγορεύει καὶ τοὺς συνόντας ἀριθμούς, ἔτι καὶ τὰ πρόσωπα. ἔστιν πλεῖστα εἰς τὸ τοιοῦτο παραθέσθαι. 97. Τό γε μὴν αἴθ᾽ ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων ἧσθαι {Α 415. 6 } καὶ τὸ ὡς ὄφελες σὺ μὲν αὖθι μετ᾽ ἀθανάτῃς ἁλίῃσι ναίειν, Πηλεὺς δὲ θνητὴν ἀγαγέσθαι ἄκοιτιν {Σ 86. 7 } οὐ χρὴ παραλαμβάνειν εἰς τὸν τῶν παραλλήλων λόγον· ἰδοὺ γὰρ ἐκ τοῦ ὤφελον παρυφίσταται καὶ προσώπου διάκρισις, ἥτις οὐ σύνεστιν τῷ εἴθε. καὶ δῆλον ὅτι ἕνεκα τοῦ τοιούτου τὸ μὲν εἴθε συντάσσεται εὐκτικοῖς, οἷς σύνεστι τὸ διακρῖναι πρόσωπον, αἴθ᾽ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο {ξ 440 }· αἴθ᾽ οὕτως ἐπὶ πᾶσι χόλον τελέσει᾽ Ἀγαμέμνων {Δ 178 }· 2.2.354 ἀλλὰ παρεστήσαμεν ὡς καὶ ἐν ὁριστικοῖς ἐν τῷ εἴθ᾽ ἔγραψε Τρύφων· οὐ μὴν τοῖς ἀπαρεμφάτοις, ἐπεὶ καὶ διὰ τοῦ ἐπιρρήματος καὶ διὰ τοῦ συνόντος ἀπαρεμφάτου ἄδηλον ποίῳ προσώπῳ τὰ τῆς εὐχῆς ἐπιγίνεται. ὅθεν εἰς ἀναπλήρωσιν τοῦ λείποντος τὸ ὄφελον παραλαμβάνεται, εἰς ἐμφανισμὸν προσώπου ᾧ τὰ τῆς εὐχῆς περιγίνεται· ἐν γὰρ τῷ αἴθ᾽ ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων ἧσθαι {Α 415. 6 } νοεῖται ὁ Ἀχιλλεύς, πρὸς ὃν ἡ ἀπότασις τοῦ λόγου, οὐκ ἐξ ἄλλου του ἢ τοῦ ὄφελες. Καὶ τοσαῦτα μὲν περὶ συντάξεως τοῦ εἴθε καὶ τῶν ὁμοίων. 98. ῎Ηδη μέντοι καὶ περὶ τῆς ἐγγινομένης χρονικῆς διαθέσεως ἐν τῇ ἐγκλίσει διαποροῦσί τινες, ὡς μάτην εἰσκυκλεῖται ἡ τῶν παρῳχημέ- νων χρόνων φωνὴ κατὰ τὴν ἔγκλισιν, ὡς οὐ δυναμένου τοῦ τοιούτου συστῆναι, καθὸ καὶ ἐπ᾽ ἄλλων μερῶν λόγου δηλουμένου παρέμπτωσις αἰτία γίνεται τοῦ μὴ συνίστασθαι σχήματά τινα τῆς λέξεως, ἐν ῥήμασιν ἡ τοῦ πλουτῶ ἢ ὑπάρχω ἤ τινος τῶν τοιούτων παθητικὴ ἐκφορά, καὶ 2.2.355 ἐπὶ τοῦ μάχομαι ἡ ἐνεργητική· καὶ ἐν γένεσι, καθὸ οὔτε τοῦ ἐκτροῦσα τὸ ἀρρενικόν τις ζητήσει, οὔτε τοῦ ἄρσην τὸ θηλυκόν. καὶ ἦν εἰς τὸ τοιοῦτο παράθεσις δυσπερίληπτος. καὶ δὴ οὖν ἐπὶ τοῦ προκειμένου ἐκεῖνό φασιν· εἰ ἐν τοῖς οὐκ οὖσιν αἱ εὐχαὶ γίνονται εἰς τὸ ἐγγενέσθαι, πῶς τὰ γενόμενα εὐχῆς ἔτι δέεται; — 99. Πρὸς ὃ ἔστιν φάναι ὡς πᾶσα ἀνάγκη ὑπάρξαι καὶ τὴν ἐκ παρῳχημένου εὐχήν. φέρε γὰρ τὸν ἐπιβάλλοντα χρόνον τοῦ γινομένου ἀγῶνος Ὀλυμπίασι παρῳχῆσθαι, καὶ 2.2.356 πατέρα εὔχεσθαι ὑπὲρ παιδὸς ἀγωνισαμένου περὶ τῆς τούτου νίκης· καὶ δῆλον ὡς οὔτε ποιήσεται εὐχὴν διὰ τῆς τοῦ ἐσομένου χρόνου οὔτε μὴν τοῦ κατὰ τὸν ἐνεστῶτα παρατεινομένου (τὰ γὰρ τοῦ παρῳχημένου ἀντίκειται), ἐξ οὗ ἂν ἀκολούθως γένοιτο ἡ εὐχὴ εἴθε νενικήκοι μου ὁ παῖς, εἴθε δεδοξασμένος εἴη. 100. Ἔστι καὶ οὕτως φάναι, ὡς ἀληθεύει ὅτι ἐπὶ τοῖς μὴ συνοῦσιν αἱ εὐχαὶ γίνονται· οὐ συνόντος γὰρ τοῦ φιλολογεῖν φαίημεν ἂν φιλο- λογοῖμι, οὐ συνόντος τοῦ πλουτεῖν τὸ πλουτοῖμι· χρὴ μέντοι νοεῖν ὡς τὸ ἐξαιτούμενον ἐκ τοῦ εὐκτικοῦ ἢ εἰς παράτασιν τοῦ ἐνεστῶτος παραλαμβάνεται, ἵνα ἐν αὐτῷ διαγίνηται, ὡς εἴ τις φαίη ζώοιμι ὦ 2.2.357 θεοί, ἢ εἰς τελείωσιν τῶν μὴ ὄντων πραγμάτων, ὡς ὁ Ἀγαμέμνων εὔχεται, εἴθε ὦ θεοὶ πορθήσαιμι τὴν Ἴλιον· εὐχὴ γὰρ νῦν γίνεται εἰς τὸ παρῳχημένον καὶ συντελὲς τοῦ χρόνου. τὴν γὰρ παράτασιν ἀπευκταίαν ἕξει· πορθοῦντι γὰρ αὐτῷ τὴν Ἴλιον ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοί, καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται {Β 134 seq. }. καθότι πάλιν κατὰ τὸ ἐναντίον ἔστιν ἐπινοῆσαι ἐπὶ τοῦ ζώοιμι. οὐ γὰρ δή γέ τις παραλήψεται εἰς εὐχὴν τὴν τοῦ ζῆν συντέλειαν ἐν τῷ ζήσαιμι. ἡ γὰρ τοιαύτη συντέλεια τῆς εὐχῆς δυνάμει περιγράφει τὴν τοῦ βίου διατριβήν. 101. Τὸ αὐτὸ ἄπορον μέτεισι καὶ ἐπὶ τὰ προστακτικά. πάλιν γὰρ τὰ οὐ γενόμενα προστάσσεται, καὶ ἀληθὲς ὅτι τὰ παρῳχημένα γέγονεν. καὶ κατὰ τὸ αὐτὸ οὐ χρὴ παρῳχημένου χρόνου προστακτικὸν παρα- λαμβάνειν. Καὶ ἔστιν γε πάλιν ἐπὶ τῶν τοιούτων ταὐτὸν φάναι, ὡς τὸ πρῶτον διαφέρει τὸ κλειέσθω ἡ θύρα τοῦ κεκλείσθω, καθὸ ἡ μὲν κατὰ τὸν 2.2.358 ἐνεστῶτα ἐκφορὰ ὑπαγορεύει τὴν ὑπόγυον πρόσταξιν, ὅπερ ἐνεστῶτος τοῦ παρατεινομένου ἦν ἴδιον, τό γε μὴν κεκλείσθω τὴν ἔκπαλαι ὀφείλουσαν διάθεσιν γενέσθαι. — 102. Ἀλλὰ καὶ εἴπομεν ὡς ἃ μὲν προστάσσεται αὐτῶν εἰς παράτασιν. ὁ γὰρ ἀποφαινόμενος οὕτως, γράφε, σάρου, σκάπτε, ἐν παρατάσει τῆς διαθέσεως τὴν πρόσταξιν ποιεῖται, ὡς ἔχει καὶ τὸ βάλλ᾽ οὕτως, αἴ κέν τι φόως Δαναοῖσι γένηαι {Θ 282 }· φησὶ γὰρ ἐν τῷ πολέμῳ καταγίνου εἰς τὸ βάλλειν. ὅ γε μὴν λέγων κατὰ τὴν τοῦ παρῳχημένου προφορὰν γράψον, σκάψον, οὐ μόνον τὸ μὴ γινόμενον προστάσσει, ἀλλὰ καὶ τὸ γινόμενον ἐν παρατάσει ἀπα- γορεύει, εἴγε καὶ τοῖς γράφουσιν ἐν πλείονι χρόνῳ προσφωνοῦμεν τὸ γράψον, τοιοῦτόν τι φάσκοντες, μὴ ἐμμένειν τῇ παρατάσει, ἀνύσαι δὲ τὸ γράφειν. 103. Τὰ δεύτερα πρόσωπα τῶν προστακτικῶν πρόδηλον ἔχει τὴν σύνταξιν, κἂν ὁμόφωνα καθεστήκῃ τῇ ὁριστικῇ ἐγκλίσει· ἡ γὰρ συνοῦσα αὐτοῖς κλητικὴ ἀφίστησι τὴν ἀμφιβολίαν τὴν πρὸς τὸ ὁριστικόν, καὶ τὸ 2.2.359 συντασσόμενον ἐπίρρημα, λέγω δὴ τὸ ἄγε, ὥς γε ἐν τοῖς ἑξῆς παρα- στήσομεν. τὰ γὰρ τρίτα καὶ τῇ φωνῇ ἰδιάσαντα οὐδὲ κατ᾽ ὀλίγον ἀμφιβάλλεται. 104. Τά γε μὴν τοῦ πρώτου προσώπου πρός τινων οὐδὲ παρα- λαμβάνεται, λόγοις τοιούτοις. κεχωρίσθαι φασὶ δεῖν τὸν προστάσσοντα τοῦ προστασσομένου, ὅπερ οὐκ ἔστιν ἐπινοῆσαι ἐν πρώτῳ προσώπῳ· ἔστιν γὰρ πρῶτον τὸ ὑπὲρ ἑαυτοῦ ἀποφαινόμενον, δεύτερον δὲ τὸ πρὸς ὃ ἡ ἀπότασις ὑπὲρ αὐτοῦ τοῦ προσφωνουμένου, εἰς ὃ καὶ ἐγχωρεῖ ἡ ἔγκλισις ἐν τῷ φεῦγε, λέγε, γράφε. — 105. ἀλλὰ κἀκεῖνο δῆλόν ἐστιν, ὡς αἱ κλητικαὶ ἐν δυσὶ προσώποις καταγίνονται, τῷ τε προσκα- λοῦντι καὶ τῷ προσκαλουμένῳ· καὶ διὰ τοῦτο τῶν κατὰ τὸ πρῶτον πρόσωπον ἀντωνυμιῶν κλητικαὶ οὐκ ἦσαν, τῶν γε μὴν πάλιν κατὰ τὸ δεύτερον. σαφὲς οὖν ὅτι καὶ ἐκ τῆς τοιαύτης συντάξεως δείκνυται ὡς πρώτου προσώπου οὐκ ἔστι προστακτικά· τὴν γὰρ ἐκ τῶν κλητικῶν 2.2.360 σύνταξιν ἀναδέχονται, ἥ τις ἐδέδεικτο ἀσύστατος κατὰ τὸ πρῶτον πρόσω- πον. καὶ ὡς οὐκ ἔστιν ἐπινοῆσαι ἑαυτόν τινα προσκαλούμενον διὰ τὸ ἀχώριστον τοῦ προσώπου, οὕτως οὐδὲ ἑαυτῷ προστάσσοντα διὰ τὸ ἀχώριστον τοῦ προσώπου· πᾶν γὰρ προστακτικὸν ἐκ προσώπου ἐπικρα- τοῦντος συνέστηκεν ὡς πρὸς ἐπικρατούμενον. 106. Οἵ γε μὴν παραδεχόμενοι τὴν ἐν πρώτοις προσώποις ἐπι- γινομένην πρόσταξιν, οὐκ ἀνασκευάσαντες τοὺς προκειμένους λόγους, παρατίθενται ὡς προστακτικὰ ἐν τῇ χρήσει, φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν {Β 140 et Ι 27 }, ἀλλ᾽ ἄγε δὴ χαζώμεθ᾽ ἐφ᾽ ἵππων {Ε 249 }, καὶ ἅπαντα κατὰ τὴν κοινὴν χρῆσιν οὕτω λεγόμενα. ἐξ ὧν πειρῶνται καὶ τὰ ἑνικὰ παραλαμβάνειν. ὃν γὰρ τρόπον τῶν δευτέρων πληθυντι- κῶν ἡ παραλήγουσα ἀποβάλλουσα τὴν τε λήγουσα γίνεται τῶν ἑνικῶν, λέγετε λέγε, νοεῖτε νόει, τὸν αὐτὸν τρόπον καὶ τῶν πρώτων ἡ παρα- λήγουσα ἀποβαλοῦσα τὸ μεν καταστήσει τὸ ἑνικὸν προστακτικόν, φέρω- μεν φέρω, ἀριθμήσωμεν ἀριθμήσω. καὶ οὐ ξένον εἰ ὁμοφωνεῖ ταῖς ὁριστικαῖς φωναῖς, ὅπου γε καὶ ἡ ἐν δευτέροις προσώποις ὁμοφωνία ἐγ- γίνεται. — 107. πρόδηλον κἀκ τῆς συντάξεως τῆς ἄγε λέγωμεν, ἄγε φέρωμεν, ἧς τὸ ἑνικὸν γενήσεται φέρε λέγω, φέρε ἀριθμήσω. 2.2.361 (τὸ γοῦν δεύτερον πρόσωπον τῆς ὁριστικῆς ἐγκλίσεως, οὐ συνεμπῖπτον τῇ προστακτικῇ ἐγκλίσει, οὐδὲ τὴν τούτων σύνταξιν ἀναδέχεται· τίς γὰρ ἂν φαίη φέρε λέγεις ἢ φέρε ἀριθμήσεις;) οὕτως δ᾽ ἔχει κἀκεῖνο ἀλλ᾽ ἄγε δὴ τὰ χρήματ᾽ ἀριθμήσω καὶ ἴδωμαι {ν 215 }· ἀλλ᾽ ἄγ᾽ ἐγών, ὃς σεῖο γεραίτερος εὔχομαι εἶναι, ἐξείπω {Ι 60 seq. }. 108. Ἐμοί γε μὴν δοκεῖ τὰ τῆς ἐγκλίσεως ἐπιτεταράχθαι, ἐπεὶ σχεδὸν ἐγκλίσεις δύο συνωθοῦσιν εἰς μίαν ἔγκλισιν. ἔχει δὲ τὰ τῆς ἀπο- δείξεως τῇδε. Δέδοται ὅτι οὐ προσκαλούμεθα ἑαυτούς, οὐδὲ μὴν προ- στάσσομεν ἑαυτοῖς, καθ᾽ ἣν εἴπομεν ἔννοιαν τῶν προστακτικῶν. ὑποτι- θέμεθα μέντοι ἑαυτοῖς, ὥς γε ἔχει ἐπὶ τοῦ Διός. ἐν γὰρ πολλαῖς ὑποθήκαις ἐγγενόμενος καὶ μίαν ἀρίστην ὑπονοήσας τοιοῦτό τι εἶπε, πέμψω ἐπ᾽ Ἀτρείδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον· 2.2.362 οὗ πάλιν ἡ μετάληψις γενήσεται εἰς ἀπαρέμφατον κατὰ τὸ διηγηματικόν, πέμψαι ἐπ᾽ Ἀτρείδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον {Β 6 }. — 109. Ἀπὸ δὴ τοῦ τοιούτου ἑνικοῦ μετῄει καὶ πληθυντικὸς ἀριθμός, ἐπισπώμενος τὴν ἐκ δευτέρων καὶ τρίτων προσώπων σύλληψιν, πέμψω- μεν, ἀριθμήσωμεν· ἣν μάλιστα καὶ εὔχρηστον ὑπολαμβάνω καθίστασθαι ὡς πρὸς τὰ ἐπικρατοῦντα πρόσωπα, εἴγε σύνταξιν ἐπικρατουμένων προσώπων ἄντικρυς οὐκ ἀναδέχεται. εἴπομεν γὰρ ὡς τὰ προστακτικὰ ἐξ ἐπικρατούντων ἐστὶν προσώπων καὶ ἐξ ἐπικρατουμένων, ἃ καὶ τὴν πρόσταξιν ἀναδέχεται τοῦ πράγματος. ἵν᾽ οὖν ἐκκλίνῃ τὴν ἐν δευτέροις προσώποις γινομένην πρόσταξιν, σύλληψιν ἀναδέχεται τὴν εἰς τὸ πρῶτον, ἥτις κατὰ τὸ ἑνικὸν ἐδείχθη ὑποθετική. καὶ δῆλον ὅτι τῇ ἐπικρατείᾳ τῇ κατὰ τὸ πρῶτον καὶ τὰ συγγενόμενα πρόσωπα τῆς αὐτῆς ἐγκλίσεως ἐτύγχανεν. τοιοῦτο γάρ ἐστι καὶ τὸ πρὸς Σθενέλου εἰρημένον 2.2.363 ἀλλ᾽ ἄγε δὴ χαζώμεθ᾽ ἐφ᾽ ἵππων {Ε 249 }, ἵνα μὴ ἐν τῷ ὑπερέχοντι προσώπῳ προστάξῃ ἐν τῷ χάζου. τοιοῦτό ἐστιν καὶ τὸ πρὸς Νέστορος εἰρημένον ἀλλ᾽ ἄνδρας κτείνωμεν {Ζ 70 }· ἑαυτὸν γὰρ συλλαβὼν προθυμοτέρους καθίστησι τοὺς Ἕλληνας εἰς τὸν κατεπείγοντα πόλεμον. 110. Οὐ δὴ οὖν δεύτερα καὶ τρίτα ὑπολαμβάνω πρόσωπα εἶναι τῶν τοιούτων ὑποθετικῶν· ἵνα γὰρ μὴ γένηται δεύτερον, πρῶτον ἐγένετο καθ᾽ ἣν εἴπομεν σύλληψιν τῶν ἑνικῶν. ἔστι καὶ διὰ τῆς φωνῆς τὸ τοιοῦτον παραστῆσαι. πάσης ἐγκλίσεως τὰ δεύτερα πρόσωπα πληθυντικὰ εἰς τε λήγοντα ἰσοχρονεῖ κατὰ τὴν παρεδρεύουσαν τοῖς πρώτοις, 2.2.364 λέγοιμεν λέγοιτε, λέγομεν λέγετε. διὰ τοῦτό φαμεν τῷ ῥιπτοῦ- μεν παρακεῖσθαι τὸ ῥιπτεῖτε, τῷ δὲ ῥίπτομεν τὸ ῥίπτετε. περισσὸν ὑποδείγμασιν χρῆσθαι καθολικοῦ ὄντος τοῦ λόγου. πῶς οὖν καὶ κατὰ τὸν λόγον τῆς φωνῆς παρακείσεται τῷ φεύγετε τὸ φεύγωμεν; τὰ εἰς θε λήγοντα μιᾷ ἐνδεῖ συλλαβῇ τῶν εἰς θα ληγόντων κατὰ πᾶσαν ἔγκλισιν· οὐκ ἄρα καὶ κατὰ τὸ τοιοῦτον τῷ πεποιηκώμεθα παρακείσεται δεύτερον τὸ πεποίησθε. 111. Φαίνεται οὖν ὅτι τὸ λεῖπον τῶν προστακτικῶν προσώπων, 2.2.365 λέγω τὸ πρῶτον, καὶ τὰ λείποντα τῶν ὑποθετικῶν δεύτερα καὶ τρίτα εἰς ἕνωσιν ἄγει τὸ τὰς δύο ἐγκλίσεις παραλαμβάνεσθαι, ἵν᾽ ἑκατέρα ἀνταναπληρωθῇ τοῦ λείποντος, τῶν ἐγκλίσεων καὶ κατὰ τὸ σημαινόμενον συντρεχουσῶν. Εἰ δέ τινες προσβιάσονται καὶ ἐν δευτέροις προσώποις καταγίνεσθαι τὰ ὑποθετικὰ καθ᾽ ὁμοφωνίαν τὴν πρὸς τὰ προστακτικά, ἐκεῖνο ἂν φαίημεν, ὡς συνοῦσα ἡ διὰ τοῦ ἄγε σύνταξις ἐξαίρετον κατα- στήσει τὴν προστακτικὴν ἔγκλισιν· προφανῶς γὰρ τὸ ἐγκελευστικὸν ἐπίρρημα ἐπέτεινε τὴν πρόσταξιν. 2.2.366 112. Ἐχομένως ῥητέον καὶ περὶ τῶν κατὰ τρίτον πρόσωπον προ- στακτικῶν, ἃ δὴ καὶ αὐτὰ δευτέρου προσώπου φασὶν εἶναι, διαφέρειν δὲ τῶν προκειμένων, καθὸ ἐκεῖνα μὲν αὐτόθεν τὴν πρόσταξιν τοῦ πράγματος παραδέχεται, ταῦτα δὲ ἐγκελεύεται εἰς ἑτέρων προσώπων πρόσταξιν. τὸ γὰρ λεγέτω καὶ τὰ ὅμοια σαφὲς ὅτι καὶ τὰς ἐγκελεύσεις ἔχει διττάς, τήν τε ἐν δευτέρῳ καταγινομένην καὶ τὴν ἐξ αὐτοῦ εἰς τρίτον μετιοῦσαν, καθάπερ ἔστιν ἐπινοῆσαι καὶ ἐπὶ τῶν μονοπροσώπων καὶ διπροσώπων ἀντωνυμιῶν· ἡ μὲν γὰρ ἐγώ καὶ αἱ σύζυγοι καὶ 2.2.367 ἅπαξ ἑνικῶς νοούμεναί εἰσιν καὶ ἓν πρόσωπον ὑπαγορεύουσιν, ἥ γε μὴν ἐμός καὶ δὶς ἑνικῶς νοεῖται καὶ δύο πρόσωπα παρεμφαίνει. ἴσως δὲ καὶ ἡ ὀρθοτονουμένη ἀντωνυμία, κἂν ἁπλῆ ᾖ, διὰ τῆς ἐπιούσης δια- στολῆς τὸ δισσὸν πρόσωπον ὑπαγορεύει, καὶ τὰ συγκριτικὰ καὶ τὰ πρός τι ἅπαντα, καὶ δὴ οὖν τὸ λεγέτω δεύτερον καὶ τρίτον ὑπαγορεύει. 113. Ἀλλ᾽ ἔστι γε πρὸς ταῦτα φάναι ὡς οὐ ψεῦδος μέν ἐστι τὸ παρεμπίπτειν δισσὸν πρόσωπον, οὔτε μὴν ὅτι ἐν δευτέρῳ προσώπῳ καταγίνεται· οὔ γε μὴν ἐξαιρέτως ἐπὶ τῶν προστακτικῶν τὸ τοιοῦτον ἐγχωρήσει· πολὺ γὰρ πρότερον καὶ ἐπὶ τῆς ὁριστικῆς ἐγκλίσεως τὸ τοιοῦτον ἂν παρέποιτο. ἀποφαινόμεθα γὰρ καὶ πρός τινας περί τινος, ὀρθῶς διαλέγεται Τρύφων, ἡμέρα ἐστίν· καὶ οὐ πάντως τὰ τοι- αῦτα, ὅτι πρός τινά ἐστι, καὶ δεύτερα εἰρήσεται. διὸ καὶ ἐπίμεμπτοι οἱ ἀφορισάμενοι τὸ δεύτερον πρόσωπον πρὸς ὃν ὁ λόγος, ὅτι μὴ 2.2.368 προστιθέασι καὶ περὶ αὐτοῦ τοῦ προσφωνουμένου. καὶ δὴ τὰ προκείμενα προστάσσεται μὲν δευτέροις προσώποις, οὐ μὴν δεύτερά ἐστιν· οὐ γὰρ κατὰ τῶν προσφωνουμένων αἱ προστάξεις γίνονται, κατὰ δὲ τῶν ἐν τρίτοις νοουμένων. — 114. σαφὲς κἀκ τοῦ παρεπομένου ἀριθμοῦ. ἡνίκα γὰρ δευτέρῳ προστάσσεται, ἑνικῶς μὲν γίνεται λέγε, πληθυντικῶς δὲ λέγετε. οὐ μὴν ἐν τῷ λεγέτω ταὐτὸν παρακολουθήσει· τρίτου γὰρ καθεστῶτα τὴν ἐν τρίτοις προσώποις διαλλαγὴν ἴσχει τοῦ ἀριθμοῦ, λεγέτω λεγέτωσαν, τοῦ ἐγκειμένου δευτέρου προσώπου οὐδαμῶς τοι- οῦτον ἀναδεχομένου. ὃ δὴ εἰ φύσει προσέκειτο κατὰ προσώπου μερισμόν, ἀνεδέξατο ἂν καὶ τὸν συνόντα ἀριθμὸν ἑνικὸν καὶ πληθυντικόν, καθάπερ καὶ ἐπὶ τῶν ἀντωνυμιῶν, ἡμέτερος, ἐμός· νυνὶ δὲ τὸ λεγέτω καὶ λεγέτωσαν καὶ τὰ ὅμοια οὐκ ἔχει διαστολὴν τῶν κατὰ τὸ δεύτερον πρόσωπον ἐν ἀριθμῷ, πότερον ἑνί τις ἀποφαίνεται περὶ ἑνὸς ἢ πλείοσι περὶ ἑνὸς ἢ καὶ περὶ πλειόνων. οἷόν τε γάρ ἐστιν φάναι καὶ ἀθροίσματι ἐγρηγορείτω ὁ στρατηγὸς ὑμῶν καὶ ἑνὶ ἐγρηγορείτω σου ὁ 2.2.369 δεσπότης, καὶ οὐδεμία ἐστὶν ἐναλλαγὴ ἢ μόνη ἡ κατὰ τὸ τρίτον νοουμένη, ἧς ἐστι καὶ τὰ πρόσωπα. — 115. Τὸ δὴ οὖν λεγέτω καὶ πάντα τὰ τοιαῦτα σημαίνει ἀπόντων προσώπων πρόσταξιν, ἀναγκαίως δευτέρου προσώπου ἐναλλασσομένως παραλαμβανομένου εἰς μετάδοσιν τῆς προστάξεως, ἐπεὶ πάλιν ἡ πρόσταξις ἐκτὸς δευτέρου προσώπου ἀσύστατός ἐστιν· ἔνθεν γὰρ καὶ ταῖς ἐν δευτέρῳ προσώπῳ νοουμέναις ἁπάντοτε κλητικαῖς σύνεστιν. 116. Πρόκειται δὲ ὡς τὸ πλέον συνεμπίπτουσι τῆς ὁριστικῆς ἐγ- κλίσεως αἱ φωναί, ὡς τὸ λέγετε καὶ λέγεσθε καὶ ἔτι διανοεῖσθε καὶ ἅπαντα τὰ τοιαῦτα. καὶ ἐπεὶ πάλιν αἱ κλητικαὶ συνεμπίπτουσι ταῖς 2.2.370 εὐθείαις, συγγίνεται δ᾽ εὐθείαις τὰ ὁριστικὰ καὶ ἔτι αἱ κλητικαὶ τοῖς προστακτικοῖς, πάλιν τὸ διανοεῖσθε ἄνθρωποι οὔπω διακέκριται, εἰ μὴ ἐπιπροσγένηται τὰ ἰδιάζοντα πρὸς ἑκάτερα τῶν μερῶν τοῦ λόγου. φήσομεν γὰρ ἐπ᾽ εὐθείας ἄνθρωποι ὄντες διανοεῖσθε, οὐχ ὡς οἴονταί τινες κατὰ προστακτικὴν ἔγκλισιν, κατὰ δὲ ὁριστικήν, καθάπερ ἔστιν ἐπινοῆσαι κἀπὶ τοῦ πρώτου καὶ τοῦ τρίτου, ἄνθρωποι ὄντες διανοούμεθα, ἄνθρωποι ὄντες διανοοῦνται. καὶ ἐκ τῆς ἑνικῆς συντάξεως προφανὴς ὁ λόγος, ἄνθρωπος ὢν διανοῇ, ἄνθρωπος ὢν διανοοῦμαι καὶ ἔτι διανοεῖται· ἐφ᾽ ἧς συντάξεως κατὰ τὸ κλητικὸν αἱ δύο φωναὶ ἐναλλάσσονται, ἄνθρωπε διανοοῦ. ἀλλὰ κἀκ τῆς συνούσης μετοχῆς προφανές. οὐ γὰρ συνίσταται ἡ ὤν μετοχὴ μετὰ κλητικῶν, μετὰ μέντοι τῶν εὐθειῶν· οὐ γάρ φαμεν ἄνθρωπε ὤν, ἄνθρωπος δὲ ὤν. (οὕτως ἀπεδείκνυτο καὶ ἡ σύ ὡς εἴη εὐθείας ἐν τῷ σὺ ὤν ὡς εἰ καὶ ἐγὼ ὤν.) — 117. Κἂν μετὰ ἄρθρου δὲ λέγομεν οἱ ἄνθρωποι διανοεῖσθε, οὐ κατ᾽ ἐγκέλευσιν τοῦ διανοεῖσθε, κατὰ δὲ τὴν ὑπάρχουσαν ἑκάστῳ διάνοιαν, ἣν ὁριζόμεθα ἐν τῷ διανοεῖσθε, ὡς εἰ καὶ λέγοιμεν ὑπάρχει ἐν ὑμῖν τὸ λογιστικόν, τοῦ ἄρθρου μηνύοντος τὴν εὐθεῖαν. — εἰ γὰρ προσθείη τις τὸ ὦ, γενήσεται καὶ τὸ 2.2.371 διανοεῖσθε προστακτικόν, ὦ ἄνθρωποι διανοεῖσθε. ἀλλ᾽ εἰ καὶ ἔτι τὸ ἄγε, ἄγε διανοεῖσθε [ὦ] ἄνθρωποι. — ἐφ᾽ ἧς συντάξεως πάλιν εἴ τις ἀντιθείη τὸ ὅτι, ὅτι διανοεῖσθε, μεταστήσεται τὰ τῆς συντάξεως εἰς τὴν ὁριστικὴν ἔγκλισιν. Καὶ τοσαῦτα μὲν περὶ τῶν ὁμοφωνούντων. 118. Περὶ δὲ τῶν μὴ ὁμοφωνούντων μήτε ἐν τοῖς ὀνόμασι μήτε ἐν τοῖς ῥήμασιν οὐδὲ κατ᾽ ὀλίγον τὰ τῆς συντάξεως δεῖται λόγου, ἄνθρωπος ἔγραφεν, ἄνθρωπε γράφε. εἰ γὰρ ἀνὰ μέρος πάλιν τὸ ἕτερον γένοιτο ὁμόφωνον, τὸ συμφερόμενον τὸ ἀμφίβολον ἀποτρίψεται. φέρε φάναι ἐπὶ τοῦ Ἑλικών καὶ τῶν ὁμοίων ὀνομάτων· προσκείμενον γὰρ τὸ ὁριστικὸν εὐθείας σύνταξιν ἀποτελεῖ, Ἑλικὼν γράφει, τό γε μὴν προστακτικὸν κλητικήν, Ἑλικὼν γράφε. — 119. ἢ ἀνάπαλιν ἐπὶ τοῦ ἤχει, λέγω κατὰ παρατατικὴν προφορὰν τοῦ τρίτου προσώπου, ἤχει ποτὲ τὸ ἐν Δωδώνῃ χαλκεῖον· ἀλλὰ καὶ κατὰ προστακτικὴν 2.2.372 προφοράν, ἡνίκα λέγω ἤχει σύ. ὃ προσδεχόμενον τὸ τῆς εὐθείας σχῆμα παρατατικὸν ἀποτελέσει τὸ ἤχει, ἤχει ὁ τρίπους, ἤχει ὁ ἄνθρωπος· ἢ πάλιν τὸ κλητικον τὸ προστακτικὸν ἀποτελέσει, ἤχει ἄνθρωπε. ἐφ᾽ οὗ δὴ προσγινομένη ἡ ὁμόφωνος εὐθεῖα τέλεον ἀμφί- βολον ποιήσει τὴν σύνταξιν ἐν τῷ ἤχει Ἑλικών· ἐφ᾽ ἧς πάλιν συντά- ξεως χρεία ἐστὶ τῶν προκειμένων μορίων, ὁ Ἑλικὼν ἤχει, ἄγε ἤχει ὦ Ἑλικών, ὅτι ἤχει Ἑλικών. — οὐ λέλησμαι ὅτι καὶ ἡ αὐτοτέλεια τεκμήριόν ἐστιν κλητικῆς· ἰδοὺ γὰρ καὶ αὐτὸ τὸ Ἑλικών ἐλλεῖπον μὲν ῥήματι εὐθεῖαν ὁμολογεῖ, οὐ τῇδε δὲ ἔχον κλητικῆς ἐστιν πτώσεως τὸ τοιοῦτον, οἷον ὦ Ἑλικών [ἤχει]. 120. Ἐδείκνυμεν τοῦ ἐνεστῶτος ἁπάντοτε τὰ πληθυντικὰ συνεμ- πίπτοντα, ὧν ἡ διάκρισις ἐγίγνετο διὰ τοῦ ἄγε ἢ ὅτι, ὑποστελλομένου ἑνὸς ῥήματος τοῦ ἐστε. τοῦτο γὰρ ἀπέβαλλε τὴν ἀμφιβολίαν, εἴγε βαρυνόμενον μὲν προστακτικόν ἐστιν, ὀξυνόμενον δὲ ὁριστικόν. καὶ ἴσως 2.2.373 δόξει ὠλιγωρῆσθαι τὰ τῆς φωνῆς, ὅτι μὴ τῷ καθολικῷ ὕπεστιν· καὶ ἤτοι τὸ ὀξυνόμενον ἡμάρτηται ἢ τὸ βαρυνόμενον προστακτικόν. — 121. Ἐφ᾽ οὗ ἂν φαίη τις ὡς ἅπαντα τὰ εἰς τε λήγοντα προστακτικὰ βαρύνεται, καὶ διὰ τοῦτο βαρυνόμενον τὸ ἔστε κατώρθωται, καὶ λείπεται τὸ ἐστέ ὠλιγωρῆσθαι, ὅτι μὴ ὁμοφωνεῖ τῷ κατωρθωμένῳ. ἀλλ᾽ ὁμοτονεῖν θέλει τὰ δεύτερα ὁριστικὰ πληθυντικὰ τοῖς πρώτοις, ἴμεν ἴτε, δίδομεν δίδοτε· εἰ οὖν ἐσμέν, δῆλον ὅτι καὶ ἐστέ, ἡμάρτηται δὲ τὸ ἔστε προστακτικὸν βαρυνόμενον. — 122. Τί οὖν χρὴ ἐπὶ τοῦ τοιούτου δια- λαβεῖν; ἢ ἐκεῖνο ἀποφήνασθαι, ὡς ὀξύνεται μὲν τὸ ὁριστικὸν ἐν τῷ ἐσμέν καὶ ἐστέ διὰ τὸ εἶναι ἐγκλιτικά, οἷς οὐ σύνεστι βαρὺ τὸ τέλος· καὶ ἐπειδὴ ἐν τοῖς προστακτικοῖς ἀφίσταται ἡ ἔγκλισις, συναφίσταται καὶ ἡ ἐπὶ τέλους ὀξεῖα, ἥτις αἰτία ἦν τῆς ἐγκλίσεως. — διὰ τοῦτο τὸ 2.2.374 μὲν εἰμί ὀξύνεται ὁριστικὸν ὄν, καθὸ ἐγκλιτικόν, οὐ μὴν τὸ ἴσθι προ- στακτικόν, καθὸ οὐκ ἐγκλιτικόν, καίτοι πάλιν τῶν εἰς θι ληγόντων προ- στακτικῶν ὁμοτονούντων τοῖς εἰς μι ὁριστικοῖς, ζεύγνυμι ζεύγνυθι, εἶμι ἴθι. (ἔνθεν οὐ συγκατατίθεμαι τοῖς ἐν προστακτικῇ προφορᾷ ὀξυ- τονοῦσι τὸ φαθί, συνελεγχομένοις κἀκ τοῦ τρίτου προσώπου τοῦ φάτω, ὃ δὴ ὁμότονον καθεστὼς τῷ δευτέρῳ ὁμοίως τοῖς ἄλλοις ἤλεγχε τὴν παρὰ τὸ δέον ὀξεῖαν.) 123. Ἑξῆς ῥητέον περὶ τῆς ὑποτακτικῆς ἐγκλίσεως ἥν τινες καὶ διστακτικὴν ἀποφαίνονται ἀπὸ τοῦ ἐξ αὐτῆς δηλουμένου, καθάπερ καὶ αἱ προκατειλεγμέναι ταὐτὸν ἀνεδέξαντο· σαφὲς γὰρ ὅτι ὡς τὸ ἐὰν 2.2.375 γράφω καὶ τὰ τούτοις ὅμοια δισταγμὸν τοῦ ὡς ἐσομένου πράγματος σημαίνει. — 124. Ἀλλ᾽ ἴσως ἀντικείσεται τὸ μηδὲ αὐτὰ ἔχεσθαι τῆς ἐννοίας τοῦ δισταγμοῦ, τὸν δὲ παρακείμενον σύνδεσμον αἴτιον γίνεσθαι τῆς διστακτικῆς ἐννοίας. καὶ εἰ ἀπὸ τῆς δυνάμεως τῶν συνδέσμων ἔοικεν τὰ ῥήματα ἀνάγεσθαι, οὐδὲν κωλύει καὶ τὰς λοιπὰς ἐγκλίσεις μετατίθεσθαι τῆς ἰδίας κλήσεως, ἀναδεξαμένας τὴν ἐκ τῶν συνδέσμων δύναμιν. οὐ γὰρ ἔτι ὁριστικὸν τὸ εἰ ἔγραψα, εἰ ἐφιλολόγησα, οὐδὲ ταὐτόν ἐστι τὸ φιλολογήσω τῷ ἤτοι φιλολογήσω ἢ πορεύσομαι εἰς περίπατον, οὐδὲ τὸ γράψαιμι ἄν εὐχὴν ἐπαγγέλλεται, ὁρισμὸν δὲ τοῦ ἐσομένου πράγματος. σχεδόν τε ὑπὸ τὸν αὐτὸν δισταγμὸν πίπτει τὸ εἰ περιπατεῖς κινῇ τῷ ἐὰν περιπατῇς κινηθήσῃ, καὶ οὐ κα- λεῖται τὸ εἰ περιπατεῖς διστακτικόν. 125. Ἀλλὰ πρὸς τὴν τοιαύτην ἀντίρρησιν ἐνὸν ὑπαντῆσαι ὡς αἱ μὲν ἄλλαι ἐγκλίσεις ἐκτὸς οὖσαι τῶν συνδέσμων τὸ ἐξ αὑτῶν δηλούμενον ἀνεδέξαντο, ἐξ οὗ καὶ τὴν θέσιν ἔσχον τοῦ ὀνόματος. προῦπτον γὰρ ὅτι τὸ γράψαιμι εὐχῆς ἐστιν παραστατικὸν καὶ τὸ περιπατῶ ὁρισμοῦ· 2.2.376 ὅθεν εἰ ταύταις προσγένοιτό τις συνδεσμικὴ σύνταξις, οὐκ ἐκ ταύτης ἕξουσιν τὴν θέσιν τοῦ ὀνόματος, ἐκ δὲ τῆς φύσει αὐταῖς ἐγκειμένης ἐγκλίσεως, καθὸ καὶ αὐτοὶ οἱ σύνδεσμοι ἐκ τῆς ἰδίας παρεμφάσεως τὴν θέσιν τοῦ ὀνόματος ἀνεδέξαντο, διαζευκτικοὶ καλούμενοι, δυνητικοί, συνα- πτικοὶ καὶ ἄλλοι οἱ ὑπόλοιποι. ὅθεν εἰ καὶ τῇ καλουμένῃ διστακτικῇ ἐγκλίσει παρείπετο τὸ ἐκτὸς συνδέσμου σημαίνειν τι, κἂν πάντως τὴν ἐκ τούτου ὀνομασίαν ἀνεδέξατο. νυνὶ δὲ οὐδέποτε ἐμόνασεν ἐκτὸς συν- δέσμου, καὶ οὕτως ἄδηλον ἔσχε τὸ σημαινόμενον, καὶ διὰ τοῦτο αὐτό, οὐκ ἔχουσα ἰδίᾳ δηλούμενον, παρεδέξατο ἐκ δυνάμεως τοῦ συνδέσμου τὴν τοῦ ὀνόματος θέσιν εἰληφέναι. — 126. Ἦν δ᾽ ἂν ὁ λόγος πάνυ εὐπαράδεκτος, εἰ τὰ καλούμενα ὑποτακτικὰ ῥήματα συντάξει μιᾷ ἐκέχρητο συνδεσμικῇ τῇ προκειμένῃ. νυνὶ δὲ καὶ οἱ καλούμενοι ἀποτελεστικοὶ ἐπὶ 2.2.377 τὴν αὐτὴν σύνταξιν φέρονται, ἡνίκα φαμὲν Τρύφων περιπατεῖ ἵνα ὑγιάνῃ ἢ δὸς τὸν χάρτην ἵνα γράψω· καίτοι μᾶλλον ἀποτελεστικὰ ὀφείλει καλεῖσθαι τὰ ῥήματα ἢ διστακτικά. ἀλλ᾽ οὐδὲ ἀποτελεστικά· ἰδοὺ γὰρ καὶ κατ᾽ αἰτιολογικὴν σύνταξιν, ἡνίκα φαμὲν ἵνα ἀναγνῶ ἐτιμήθην, ἵνα ἀναστῶ ἠνιάθη Τρύφων. ὑγιῶς ἄρα ἀπὸ ἑνὸς τοῦ παρακολουθοῦντος τῇ προκειμένῃ ἐγκλίσει, τοῦ μὴ συνίστασθαι αὐτὴν εἰ μὴ ὑποταγείη τοῖς προκειμένοις συνδέσμοις, εἴρηται ὑποτακτική. 127. Ὅτι δὲ καὶ ἐπ᾽ ἄλλων μερῶν λόγου μερικὴ διαφωνία αἰτία γίνεται τοῦ εἰς κοινὸν ὄνομα ἀνάγεσθαι τὴν θέσιν, σαφές ἐστι καὶ ἐξ 2.2.378 αὐτῶν τῶν συνδέσμων. οἱ μὲν γὰρ ἄλλοι ἀπ᾽ ἰδίας δυνάμεως ἀναδεχό- μενοι τὴν θέσιν ἔσχον τῶν ὀνομάτων, ἀπὸ τοῦ ἐν συναφείᾳ τοὺς λόγους ἐπάγειν συναπτικοί, ἢ ἀπὸ τοῦ διαζευγνύειν διαζευκτικοί, καὶ ἅπαντες οἱ ὑπόλοιποι· οἵ γε μὴν καλούμενοι παραπληρωματικοὶ οὐκ ἀπὸ τοῦ δηλουμένου τὴν θέσιν ἔσχον. οὐ γὰρ ἀληθές ἐστιν, ὥς τινες ὑπέλαβον, μόνον αὐτοὺς ἀναπληροῦν τὸ κεχηνὸς τῆς ἑρμηνείας καὶ διὰ τοῦτο εἰρῆσθαι παραπληρωματικούς· ὅτι γὰρ ἕκαστος αὐτῶν ἔχει τινὰ δύναμιν, 2.2.379 παρεστήσαμεν ἐν τῷ περὶ συνδέσμων. οὐ γὰρ ταὐτόν ἐστι τὸ τοῦτό μοι χάρισαι τῷ τοῦτό γέ μοι χάρισαι { Callim. frg. anon. 259, II p. 752 Schn. }, οὐδὲ τὸ ἀγαθὸς ὤν τῷ ἀγαθός περ ἐών {Α 131 }· οὐδὲ τὸ αὐτὸ ἐμφαίνει τὸ οἱ μὲν παρ᾽ ὄχεσφι τῷ οἱ μὲν δὴ παρ᾽ ὄχεσφι {Ο 3 }· παραγραφῆς γὰρ λόγου σημεῖόν ἐστιν ὁ δή. — 128. οὐδὲ γὰρ ἐκεῖνο 2.2.380 ἐξαίρετόν ἐστιν, τὸ αὐτοὺς μόνον ἐν πλεονάσματι εὑρίσκεσθαι· ἀλλὰ σχεδὸν τὸ τοιοῦτον πάθος σύνεστι καὶ κατὰ τῶν ὑπολοίπων συνδέσμων, τὸν καὶ Μηριόνης πρότερος {Ν 306 }, ἤτοι μὲν Μενέλαος {Γ 213 }, καί τε χαλιφρονέοντα {Ψ 13 }· μυρία ἔστιν εἰς τὸ τοιοῦτο παραθέσθαι. ἀλλ᾽ οὐδὲ ἴδιον συνδέσμων τὸ ἐν πλεονασμῷ καταγίνεσθαι· σχεδὸν γὰρ ἐπὶ πάσας τὰς λέξεις τὸ τοι- οῦτον συντείνει. — 129. καὶ εἰ ἀπὸ τοῦ πλεονάζοντος ἡ θέσις τοῦ ὀνόματος, τίς ἡ ἀποκλήρωσις τοῦ ἐπὶ τῶν συνδέσμων τὸ τοιοῦτο παρη- κολουθηκέναι, λέγω τῶν παραπληρωματικῶν, ἢ ὅτι οἱ μὲν ἄλλοι σύν- δεσμοι, διάφοροι ὄντες κατὰ τὰς φωνάς, μίαν δύναμιν ἐπηγγέλλοντο, ἐξ ἧς καὶ τὴν θέσιν τοῦ ὀνόματος ἀνεδέχοντο, οὐ μὴν τοῖς παραπληρω- ματικοῖς ταὐτὸν συνηκολούθει; σχεδὸν γὰρ ἕκαστος αὐτῶν ἴδιόν τι ἐπηγγέλλετο, μείωσιν μὲν ὁ γέ ἐν τῷ τοῦτό γέ μοι χάρισαι { Callim. frg. anon. 259 Schn. }, παραγραφὴν λόγου ὁ δή, ἐναντιότητα ὁ πέρ μετ᾽ αὐξήσεως ἐμφατικῆς. 2.2.381 ἦν οὖν ἀνέφικτον τὸ ἐκ τοῦ σημαινομένου τὴν ὀνομασίαν αὐτοὺς ἀνα- δέχεσθαι διὰ τὸν προκείμενον λόγον. κοινὸν οὖν παρείπετο αὐτοῖς τὸ πλεονάζειν κατὰ τὸ μὴ ἐλλεῖπον, καὶ ἐκ τοῦ κοινῶς παρεπομένου τὸ ὄνομα ἀνεδέξαντο, οὐ διαψευδόμενοι τὴν θέσιν τοῦ ὀνόματος. — 130. Ὁ τοιοῦτος λόγος συντείνει καὶ ἐπὶ τὰ παρώνυμα τῶν ὀνομάτων καὶ τὰ ῥηματικά. καὶ γὰρ ταῦτα ἐκ τῆς προϋφεστώσης ὕλης τὴν ὀνο- μασίαν ἀνεδέξαντο· ἠδυνάτει γὰρ ἐκ τοῦ δηλουμένου ἕνεκα τῆς ἐν αὐτοῖς γινομένης παμπόλλου διαφορᾶς, εἴγε πάλιν τὰ ἄλλα τῶν ἰδικῶν ἑνὶ δηλουμένῳ ἐκέχρητο, ἐξ οὗ καὶ τὴν θέσιν τοῦ ὀνόματος ἀνεδέχετο. 131. Ἡ προκειμένη ἔγκλισις μετὰ τοῦ ἐάν συνδέσμου καὶ τῶν ἰσο- δυναμούντων ἐπὶ μέλλοντα φέρεται ἢ ἐνεστῶτα, ἐὰν φιλολογῶ παρα- γενήσεται Δίων, ἐὰν ἀναγινώσκω παραγίνεται Τρύφων· ἀκα- 2.2.382 τάλληλον γὰρ τὸ ἐν παρῳχημένῳ. ὁμοίως καὶ ὁ ἵνα ἀποτελεστικός, ἵνα φιλολογήσω παραγενήσεται Τρύφων καὶ ἔτι παραγίνεται. εἰ γὰρ ἐγγένοιτο παρῳχημένου σύνταξις, δύναται ὁ αἰτιώδης ἀκούεσθαι, ἵνα φιλολογήσω παρεγενήθη Τρύφων· ἐν ἴσῳ γάρ ἐστιν τῷ διότι ἐφιλολόγησα παρεγενήθη Τρύφων. οὐ τοῦτο δέ φημι, ὅτι καὶ ἀποτελεστικῶς πάλιν οὐ δύναται ἀκούεσθαι· δυνατὸν γὰρ πάλιν οὕτως ἀκούειν, εἰς τὸ φιλολογῆσαί με παρεγενήθη Τρύφων. — ἐπὶ τοῖς οὖν ἐσομένοις ἡ σύνταξις τοῦ αἰτιολογικοῦ οὐκ ἂν γένοιτο· ἐπὶ γὰρ γεγονόσιν αἱ αἰτίαι ἐπιλέγονται. ὅθεν καταλληλότερος γίνεται ὁ αἰτιο- λογικὸς ἐπιφερομένων τῶν παρῳχημένων· ἵνα ὑβρίσω Θέωνα, οὐ 2.2.383 φήσομεν ἀγανακτήσει Δίων, ἠγανάκτησεν δέ. ἐπί γε μὴν τοῦ ἀποτελεστικοῦ ἔνεστι φάναι ἵνα ὑβρίσω Θέωνα παρέσται Τρύφων. 132. Ἀκόλουθόν ἐστιν ἐκθέσθαι καὶ περὶ τῆς συντάξεως τῶν ὑπο- τακτικῶν, ἀπὸ ποίας ἐγκλίσεως οἱ παρατιθέμενοι σύνδεσμοι ἀφιστᾶσι τὰ ῥήματα. (ἔφαμεν γὰρ ἐν τοῖς προκειμένοις τὰ τοιαῦτα ῥήματα μὴ συνίστασθαι χωρὶς τῶν συνδέσμων.) σαφὲς γὰρ ὅτι πᾶν ὅ ἐστι μέρος λόγου ἐν παραθέσει συνδέσμου, τὸ αὐτὸ πάντως καὶ κατ᾽ ἰδίαν ῥητὸν ἦν. οὐ γὰρ δή γε ἓν μέρος λόγου τὸ ἐὰν δράμῃς, ἐὰν γράψῃς, ἵνα δῶμεν τὸ μὴ πάντως ῥητὸν εἶναι τὸ συντεθειμένον κατ᾽ ἰδίαν, ὥς γε ἐνόν ἐστιν εὑρέσθαι μυρία σχήματα ἐν συνθέσει μεταπεποιημένα κατὰ τὴν σύνθεσιν, ὧν τὸ διαλυόμενον κατ᾽ ἰδίαν οὐκ ἔστιν ῥητόν. παρὰ τὸ σέβομαι ἐγένετο εὐσεβής, καὶ οὐ ῥητὸν κατ᾽ ἰδίαν τὸ σεβής· ὁμοίως καὶ τὸ πρωτοπαγής παρὰ τὸ ἐπάγη, καὶ οὐ ῥητὸν τὸ παγής· γείνω ἀγενής. οὐ δὴ οὖν, ὡς ἔφαμεν, ἓν ἔσται τὸ ἐὰν λάβῃς, ἵνα μὴ πάντως τὸ λάβῃς καταναγκάζηται κατ᾽ ἰδίαν λέγεσθαι. — 2.2.384 133. Εἰ δὲ καὶ τὸ τοιοῦτον δεῖται ἀποδείξεως, βραχέα παραθησόμεθα ὑπὲρ τοῦ μὴ ἡνῶσθαι εἰς ἓν μέρος λόγου τοὺς συνδέσμους τοῖς ῥήμα- σιν. πόθεν γὰρ αἱ μεσαζόμεναι λέξεις παρεμπίπτουσιν; ἐὰν σήμερον καὶ αὔριον ἀκούσῃς, ἀντιλήψει τῶν λεγομένων. ἀλλ᾽ ἐπεὶ καὶ ἐν συνθέτοις τὸ τοιοῦτον ἐγγίνεται, ὡς ἐν τῷ λέων κατὰ ταῦρον ἐδηδώς {Ρ 542 }, νήπιοι οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο ἤσθιον {α 8 seq. }, ἐκεῖνό γε ὁμόλογόν ἐστιν ὡς τὸ ἵνα δράμῃς, ὄφρα πεποίθῃς {Α 524 et ν 344 }, τὰ τούτοις ὅμοια τὴν ἐν ἑκατέρῳ μέρει λόγου τάσιν ἀναδέχεται, ὡς ἂν παραθέσεως οὔσης καὶ οὐ συνθέσεως. — πρὸς οἷς οὐδὲ οἱ σύνδεσμοι συν- τίθενται καθ᾽ ἓν μέρος λόγου, οἵ τε συντεθειμένοι μόνοι εἰσὶν συναπτικοί. 134. Ἔστιν οὖν ἡ πρώτη ἐκφορὰ τῶν ὑποτακτικῶν ὁριστική, ἣν οἱ παρατεθέντες σύνδεσμοι ἐν φωνῆς ἰδιώμασιν κατέστησαν. δι᾽ ὃ καὶ 2.2.385 προσεγένετο ἡ κλῆσις, ἐπεί τοί γε, εἰ ἐφυλάσσετο τὸ ἔλαβες ἐν τῷ ἐὰν λάβῃς, συνέμεινεν ἂν καὶ ἡ αὐτὴ ὀνομασία τῆς ἐγκλίσεως, καὶ εἰ μὴ ὁρισμὸν ἐσήμαινεν, καθὼς καὶ ἐν τοῖς προκειμένοις παρεστήσαμεν ὡς καὶ τὸ ἔγραψα ἄν, οὐκ ἐμφανίζον ὁρισμὸν τοῦ πράγματος, καλεῖται ὁριστικὸν διὰ τὸ συνημμένον σχῆμα τῇ ἐγκλίσει. ἅμα οὖν καὶ τῷ τὴν φωνὴν ἀποστῆναι ἐν τῷ ἐὰν λάβῃς, ἐὰν δράμῃς, συναπέστη καὶ ἡ ὀνο- μασία τῆς ἐγκλίσεως. — 135. Προφανῶς γὰρ αἱ φωναὶ διέστησαν εἰς μείζονα χρόνον ἐν τοῖς συνοῦσιν βραχέσι φωνήεσιν κατὰ τὰς ὁριστικὰς ἐγκλίσεις, τῶν ὑπολοίπων συλλαβῶν συμμενουσῶν. 1. εἰς μαι λήγει τὸ ὁριστικόν, λέγομαι, ἀλλὰ καὶ τὸ λέγωμαι, ἐπεὶ ποία οἰκειότης πρὸς εὐκτικὸν τὸ λεγοίμην ἢ τὸ ἀσύστατον προστακτικὸν ἢ πρὸς ἀπαρέμφα- 2.2.386 τον τὸ λέγεσθαι; — 2. ὁμοφωνεῖ δ᾽ ἐν τῷ δευτέρῳ, ὅτι λέγῃ ἢ ἐὰν λέγῃ, τοῦ λέγοιο ἢ λέγου οὐδεμίαν οἰκειότητα ἐχόντων πρὸς τὴν ὑποτακτικὴν φωνήν. — 3. τὰ τρίτα ἐστὶ πληθυντικὰ λέγοιεν ἢ λεγέ- τωσαν, τό γε μὴν ὁριστικὸν λέγουσιν, καὶ πάλιν τούτῳ συμφέρεται τὸ λέγωσιν, ἐὰν λέγωσιν. — 4. ὁμοφωνεῖ δὲ ἁπάντοτε κατὰ δευτέραν συζυγίαν τῶν περισπωμένων, ἐπί τε πρώτων προσώπων τῶν κατ᾽ ἐνε- στῶτα, λέγω δὲ κατ᾽ ἐνεργητικὴν κατάληξιν, ἐὰν λέγω — ὅτι λέγω, ἐπί τε δευτέρων προσώπων ἁπάντοτε παθητικῶν, ὅτι λέγῃ σύ — ἐὰν λέγῃ σύ, ὅτι νοῇ σύ — ἐὰν νοῇ σύ. περισσὸν ἡγοῦμαι τὸν λόγον ἐπὶ πλέον προάγειν· προφανὴς γάρ. — 136. Ἄλλως τε ἐδείξαμεν τὴν ὁριστικὴν ἔγκλισιν κατάρχουσαν τῶν ἐγκλίσεων, ὡς ἂν ἐμφανεστάτην οὖσαν καὶ πλείοσι τομαῖς χρόνων προσκεχρημένην καὶ ταῖς συνούσαις φωναῖς· ὅθεν εἰ τὰ εὐκτικὰ καὶ τὰ προστακτικὰ κανόνα ἔχει τὴν ὁριστικὴν ἔγκλισιν, περισσὸν ἂν εἴη τὸ ζητεῖν εἰ καὶ τὰ ὑποτακτικὰ ἐξ αὐτῆς μετείληπται. 2.2.387 137. Ὀφειλόμενόν ἐστι καὶ τῇ συντάξει τῶν ἐπιζευκτικῶν ἐπιστῆσαι, τί δή ποτε τὰ τέλη παρῃτήσαντο τῶν παρῳχημένων φωνῶν· οὐ γὰρ ἐφικτὴ ἡ σύνταξις τοῦ ἐὰν ἔλεγον, ἐὰν πέποιθα καὶ τῶν παρα- πλησίων, καίτοι τῶν παραθέσεων, ὡς ἔφαμεν, οὐ μεταποιουσῶν τὰ τέλη τῶν οἷς παράκεινται. — 138. Φαίνεται δ᾽ ὅτι τῆς τοιαύτης ἀκαταλλη- λίας ἐστὶν αἴτιον τὸ μάχεσθαι τοὺς παρῳχημένους χρόνους τῇ ἐκ τῶν συνδέσμων δυνάμει. δισταγμὸν γὰρ τῶν ὡς ἐσομένων πραγμάτων πα- ριστῶσιν, καὶ ἔτι τῶν ὡς τελεσθησομένων, οὓς καὶ ἀποτελεστικοὺς συνέβη καλεῖσθαι· πόθεν οὖν τὸ γεγονὸς τῷ [μὴ] ἐσομένῳ συνοισθήσεται; ἔνθεν 2.2.388 οὖν ἀσύστατον τὸ ἐὰν ἔλαβον, ἵνα ἀνέγνων, καὶ ἔτι ἐπὶ τῶν ὁμοει- δῶν συνδέσμων, συστατὸν δὲ τὸ ἵνα ἀναγνῶ, ἐὰν ἀναγνῶ· τέλει γὰρ ἐχρήσατο τὰ ῥήματα οὐ δυναμένῳ χρόνον παρῳχημένον σημᾶναι κατὰ πρῶτον πρόσωπον. (ὧν τὰ δεύτερα καὶ τρίτα ὀφείλοντα ἰσο- χρονεῖν ἢ τὸ αὐτὸ ω παραδέξεται ἢ τὸ ἰσόχρονον η συγγραφομένου τοῦ ι, καθὸ ἡ ἐν πρώτῳ γενομένη κατάληξις τοῦ ω τὴν ἐν δευτέροις καὶ τρίτοις προσώποις ἐκφορὰν ἔχει μετὰ φωνήεντος συνόντος τοῦ ι, τοῦ τοιούτου ἐντελέστερον ἀποδεικνυμένου ἐν τῷ περὶ ὀρθογραφίας.) — 139. Φαίνεται οὖν ὅτι ὁ αἰτιολογικὸς σύνδεσμος τῇ πρὸς τὸν ἀποτε- λεστικὸν ὁμοφωνίᾳ συνήρπασε καὶ τὰ τῆς συντάξεως εἰς ταὐτό, τάχα 2.2.389 καὶ τῆς ἐπιρρηματικῆς ὁμοφωνίας συλλαμβανομένης τῷ λόγῳ· συντασσό- μενα γὰρ τὰ ὁριστικὰ μετὰ τοῦ ἵνα ἐνδείκνυται τὸ τοπικὸν ἐπίρρημα, ἵνα τ᾽ ἔτραφεν ἠδ᾽ ἐγένοντο {κ 417 }. ὁμόλογον γὰρ ὅτι οἱ αἰτιολογικοὶ παρῳχημένοις χρόνοις συντάσσονται, ὅτι ἔγραψα, ὅτι ἐνόησα. 140. Ἐχρῆν μέντοι γινώσκειν ὡς αἱ ἐγγινόμεναι παραθέσεις ἐξ ἐνεστώτων εἰσὶν καὶ παρῳχημένων, τοιοῦτόν τι τῆς συντάξεως ἐπαγγελ- λομένης ἐν τῷ ἐὰν μάθω, εἰ ἀνύσαιμι τὸ μαθεῖν, ἐὰν δράμω, εἰ ἀνύσαιμι τὸ δραμεῖν· ἔν γε μὴν τῷ ἐὰν τρέχω, ἐὰν ἐν παρατάσει γένωμαι τοῦ τρέχειν. καὶ ἔνθεν ἀνέφικτος ἡ τοῦ μέλλοντος σύνταξις· αὐτοὶ γὰρ οἱ σύνδεσμοι τὸ ὡς ἐσόμενον σημαίνουσιν εἰς παράτασιν ἢ ἄνυσιν. 141. Πῶς οὖν οὐ γελοῖοι καὶ οἱ ἀφορισάμενοι ὡς Δωριεῖς οὐ περισπῶσι τοὺς ὑποτακτικοὺς μέλλοντας, καὶ οἱ ἐπιζητήσαντες κατὰ 2.2.390 τί οὐ περισπῶσιν; ὁ γὰρ λόγος αὐτῶν ἐξ ἀσυστάτου λήμματος συνέστη- κεν. ἦν δὲ τὸ δελεάσαν τὴν τούτων ἄγνοιαν ἡ γενομένη ὁμοφωνία ἐκ τοῦ εἰς α λήγοντος ἀορίστου, ἔχουσα οὕτως. ὁ προσγενόμενος χρό- νος ἐν τοῖς ὁριστικοῖς ἅμα τῷ μεταστῆναι τὴν ὁριστικὴν ἔγκλισιν περι- γράφεται· παρὰ γὰρ τὸ ἔλεξα εὐκτικὸν μὲν γίνεται τὸ λέξαιμι, ἀπαρέμ- φατον δὲ τὸ λέξαι, προστακτικὸν δὲ τὸ λέξον. καὶ δὴ οὖν ἐν τῇ ὑπο- τακτικῇ ἐγκλίσει ταὐτὸν παρείπετο μεταποιουμένου τοῦ τέλους εἰς τὸ ω, καθότι καὶ ἐπὶ τῶν ἄλλων παρῳχημένων ταὐτὸν συνέβαινεν· ἔφαγον — ἐὰν φάγω, ἔδραμον — ἐὰν δράμω, καὶ οὕτως τὸ ἔλεξα — ἐὰν λέξω γίνεται ὅμοιον ὁριστικῷ μέλλοντι τῷ λέξω. ὅτι γὰρ οὐχ ἡ σύνταξίς ἐστιν τοῦ μέλλοντος τοῦ ἀχωρίστου, σαφὲς ἐκ τῆς προκειμένης συντάξεως· ἧς εἰ μὴ μεταλάβοιεν οἱ ἐντελέστερον τῶν λόγων κατακούοντες, δυσπει- θέστερον ἀναστρέφουσιν. 2.2.391 142. Ἵν᾽ οὖν εὐσύνοπτος ἅπασιν ἡ σύνταξις γένηται, καὶ τοὺς ἀπὸ τῆς φωνῆς λόγους συντρέχοντας τῇ προειρημένῃ συντάξει παραθήσομαι, πρῶτον παραλαβών, ὑπὲρ οὗ ἐστιν ἡ ζήτησις, μαρτύριον τὸ τοὺς Δωριεῖς καθ᾽ ὅλης τῆς ἐγκλίσεως τὴν περισπωμένην φυλάττειν ἐν μέλλοντι, οὐ μὴν ἐν ὑποτακτικοῖς, ὅτι μηδὲν ἔστιν ὑποτακτικὸν μέλλοντος. — 143. Δεύτερον καὶ τὸν ἀπὸ τῆς Ἀτθίδος σχηματισμόν. κατὰ μέλλοντά φασιν λυριῶ καὶ κομιῶ, κατὰ δὲ ἀόριστον ἐλύρισα, ἐκόμισα· τί οὖν οὔ φασιν καὶ ἐὰν λυριῶ καὶ ἐὰν κομιῶ, σὺν δὲ τῷ ς, συνούσης καὶ τῆς βαρείας τοῦ ἀορίστου καὶ τῆς γραφῆς; — 144. Τρίτον ἡ πέμ- πτη συζυγία κατὰ τὴν παρεδρεύουσαν τοῦ εἰς τὸ α λήγοντος ἀορίστου καὶ ἔτι κατὰ τὴν παρεδρεύουσαν τοῦ μέλλοντος τῷ ἐναντίῳ χρῆται 2.2.392 χρόνῳ. ὁ μὲν γὰρ ἀόριστος πάντως μακρὰν αἰτεῖ, ὥστε καὶ ἐκ βραχείας τῆς κατὰ τὸν ἐνεστῶτα μακρὰν γίνεσθαι, ὡς δέρω — ἔδειρα, νέμω — ἔνειμα· ὅ γε μὴν μέλλων βραχεῖαν, ὡς καὶ ἐκ μακρᾶς βραχεῖαν γίνε- σθαι, κείρω — κερῶ, φθείρω — φθερῶ. καὶ εἰ τοῦτο, πῶς οὐκ ἂν δοίημεν τὸ ἐὰν νείμω καὶ ἐὰν δείρω ὡς δὴ μόνου ἐστὶν ἀορίστου, ὅπου γε τὸ ἀνεφικτότατον τοῦ μέλλοντος παρέλαβεν, λέγω δὲ τὴν μακράν, μετεδίωξεν δὲ τὸ ἴδιον τοῦ εἰς α λήγοντος ἀορίστου, τὸ μακρᾷ παρεδρεύεσθαι; — 145. Τέταρτον οἱ ζητοῦντες κατὰ τί οἱ ὑποτακτικοὶ μέλλοντες οὐ περισπῶνται παρὰ Δωριεῦσιν, γελοῖόν τι πείσονται, ὡσεὶ λελησμένοι τῶν συνήθων φωνῶν τῷ ζητεῖν διὰ τί οἱ Δωρικοὶ μέλλοντες οὐ περισπῶνται, τῶν κοινῶν πολὺ πρότερον τὸ τοιοῦτον ἀναδεδεγμένων. πῶς γὰρ πρὸς τὸ τοιοῦτον οὐκ ἔστι φάναι, διὰ τί τὸ πλυνῶ περι- σπᾶται, οὐ μὴν τὸ ἐὰν πλύνω; ἢ ὅτι διὰ τῆς περισπωμένης ἐμφανιζό- 2.2.393 μενος ὁ μέλλων τὸ δέον τοῦ λόγου καθιστάνει. ὡς εἴ γε πάλιν συνετο- νοῦτο τῷ ἀορίστῳ, κἂν τὰ τῆς συντάξεως ἐλάνθανεν, ὡς ἐπὶ τοῦ στήσω καὶ ἔστησα — ἐὰν στήσω. — 146. Πέμπτον ὅτι τὸ δώσω καὶ τὸ θήσω, ἐὰν προσλάβῃ τινὰ τῶν ἐπιζευκτικῶν, ἀκατάλληλον λόγον ἀπο- τελεῖ. πόθεν ῥήματι εἰς ω λήγοντι οὐ συνάπτονται ἐπιζευκτικοί, ὁπότε καὶ τὰ τέλη εἰς ω τρέπουσιν; ἢ ὅτι οὐκ ἦν ὁ ἔδωσα καὶ ἔθησα διὰ τοῦ σ γραφόμενος, ἵνα τὸ μεταπῖπτον α εἰς ω τὸ δέον τοῦ καταλλήλου παραστήσῃ. ὠλιγωρημένοι γὰρ οἱ ἀόριστοι μετὰ τὴν ὁριστικὴν ἔγκλισιν ἐσιγήθησαν, καὶ οὕτως οὐκ ὄντων ἀορίστων οὐδὲ τὰ τῆς ἐγκλίσεως ἐγί- 2.2.394 νετο. — τῶν εἰς μι ληγόντων οὐκ εἰσὶ δεύτεροι μέλλοντες, εἰσὶν δὲ ἀόριστοι δεύτεροι, οἷον ἔδων, ἀπέδων, ἔθην, ἀφ᾽ οὖ ἐθέμην. καὶ ἐπεὶ ἦσαν ἀόριστοι, ἦν καὶ ὑποτακτικὴ ἔγκλισις κατ᾽ αὐτῶν, ἐὰν θῶ, ἐὰν δῶ. — δέδεικται ἄρα ὡς μελλόντων μὲν ὄντων, οὐ μὴν ἀορίστων, ἡ ὑποτακτικὴ ἔγκλισις ἀκατάλληλος· ἀορίστων δὲ ὄντων, οὐ μὴν μελ- λόντων, κατάλληλος καὶ ἡ ὑποτακτικὴ ἔγκλισις. 147. Ἀκόλουθόν ἐστιν διαλαβεῖν καὶ περὶ τῆς ἐγγινομένης διαθέσεως καθ᾽ ἑκάστην ἔγκλισιν, ἧς οὐδὲ τὰ ἀπαρέμφατα ἐκτὸς ἐγένετο διὰ τὸ 2.2.395 κατηναγκασμένον τοῦ συνέπεσθαι ἅπασι τοῖς χρόνοις ἢ ἐνεργητικῶς ἢ παθητικῶς ἢ καὶ ἔτι μέσως. Ἔστιν οὖν ἐπιστῆσαι τὸ πρῶτον, εἰ ἐν ἅπασι τοῖς ῥήμασι σύνεστιν τὸ δισσὸν τῆς διαθέσεως, συνούσης τῆς προειρημένης μεσότητος (ὡσεὶ καὶ ἐπὶ τῆς τῶν ὀνομάτων κατὰ γένος διακρίσεως, εἰ ἅπασι παρέποιτο τὸ ἐν παρασχηματισμοῖς καταγίνεσθαι θηλυκοῦ τε καὶ οὐδετέρου)· ἢ οἷς μὲν παρακολουθήσει τὸ αὐτὸ μόνον ἐν ταῖς ἐγκλίσεσιν καταγίνεσθαι, ἐν ὁριστικῇ ἀποφάσει ἢ εὐκτικῇ καὶ ἐπὶ τῶν ὑπολοίπων, οὐ μὴν κατὰ διάθεσιν ἐνεργητικὴν ἢ παθητικήν· ἢ καὶ ἔτι οἷς μὲν μετὰ τῆς ὁριστικῆς ἐγκλίσεως καὶ ἔτι τῶν ὑπολοίπων διάθεσιν δηλοῦν ἐνεργητικήν, οὐ μὴν ἐπιδεχομένοις τὴν παθητικήν. ἔστιν δὲ τὸ λεγόμενον τοιοῦτον. 148. Οὐκ εἴ τι ῥῆμα ὁριστικόν ἐστιν ἤ τινος ἄλλης ἐγκλίσεως, τοῦτο πάντως ἐν διαθέσει καταγίνεται τῇ ἐνεργητικῇ. χρὴ γὰρ νοεῖν ὅτι ἡ ἐνέργεια ὡς πρὸς ὑποκείμενόν τι διαβιβάζεται, ὡς τὸ τέμνει, τύπτει, τὰ τούτοις παραπλήσια· ἧς καὶ τὸ παθητικὸν ἐκ προϋφεστώσης ἐνεργητικῆς διαθέσεως ἀνάγεται, δέρεται, τύπτεται. οὐ δὴ τούτοις 2.2.396 ὅμοιά ἐστιν τὸ ὑπάρχω, τὸ ζῶ, τὸ εἰμί, τὸ πνέω, τὸ φρονῶ, τὰ ὅμοια. — 149. τῶν δὴ τοιούτων ἀναλόγως ἡ παθητικὴ ἔγκλισις ὑπο- σταλήσεται, ὅτι μηδὲ διὰ τῆς ἐνεργητικῆς ἐγκλίσεως τὰ ἐνεργούμενα πρόσωπα παρέστησαν, ἃ πάντως διατεθέντα τὸ παθεῖν ὁμολογήσει. (εἰ γοῦν τὸ φρονῶ ἐν συνθέσει γένοιτο καταφρονῶ, τὴν ἐκ τοῦ φρονεῖν διάθεσιν μεταβιβάσαν ἐπί τι ὑποκείμενον ἐν τῷ καταφρονῶ σου, ἀκώλυτον ἕξει τὴν ἀντιπαρακειμένην παθητικὴν διάθεσιν, καταφρονοῦ- μαι ὑπὸ σοῦ.) ὡς οἱ τὰ τοιαῦτα ῥήματα κλίνοντες καὶ εἰς παθητικὰς ἐκφορὰς ὁμόλογοί εἰσι μελετήματα φωνῆς παραλαμβάνοντες, οὐ μὴν φυσικὴν κλίσιν οὐδὲ συστατήν, ὡς εἰ καὶ ἀρσενικόν τις ἀποφαίνοιτο τοῦ ὑστερική ἢ ἔτι τοῦ ἐκτροῦσα ἤ τι τῶν κατὰ φωνὴν μὲν δυναμένων 2.2.397 παρεμπίπτειν, οὐ μὴν ἐν παραδοχῇ λόγου. ἔστι δὴ οὖν τὰ προειρημένα αὐτὸ μόνον ὁρισμὸν ἐμφαίνοντα τοῦ συνεῖναι τὸ ζῆν, τὸ φρονεῖν, τὸ γηρᾶν, καὶ ἔτι ἐπὶ τῆς συνούσης οὐσίας τὸ ὑπάρχειν, καὶ ἔτι ἐπὶ τῶν ἔξωθεν προσγινομένων κατ᾽ οὐσίας περίκτησιν, ὡς τὸ πλουτεῖν, κερδαίνειν. 150. Ἔστιν ἃ καὶ ψυχικὴν ἢ σωματικὴν διάθεσιν σημαίνει, οἷς οὐ προσγίνεται πάλιν ἡ παθητικὴ κλίσις διὰ τὸ ἐν τῇ προσούσῃ καταλήξει τὸ πάθος ὑπαγορεύεσθαι. ἔστι μὲν γὰρ τὸ ἀνιῶ ἐν διαβάσει ἑτέρου προσώπου, ὅπερ ἀποτελέσει παθητικὸν τὸ ἀνιῶμαι, οὐ μὴν τὸ κοπιῶ ἢ τὸ ὀφθαλμιῶ· τὰ γὰρ τοιαῦτα τῶν ῥημάτων ἐν αὐτοπαθείᾳ ἔχει τὸν ὁρισμόν. καὶ ἐπειδὴ τὸ διατίθεσθαι ἢ ἐπὶ τοῖς εὐκταίοις γίνεται ἢ 2.2.398 ἐπὶ τοῖς μὴ οὕτως ἔχουσιν, ὁμόλογον ὅτι οὐ συστήσεται παθητικὰ τοῦ πάσχω, χαίρω, ἐρυθριῶ, θνῄσκω, γηρῶ, θάλλω, οὐρητιῶ, γαυ- ριῶ. τοιοῦτον γάρ τι παρακολουθήσει, ὡς εἰ καὶ ἀρσενικοῦ ὀνόματος ἀρσενικόν τις ζητήσειεν ἢ θηλυκοῦ θηλυκόν· οὐ δὴ οὖν παθητικοῦ ὄν- τος παθητικόν τις ζητήσειε. — 151. τὰ γοῦν διὰ τοῦ μέσου ἐνεστῶτος ἐν τύπῳ παθητικῷ ἐνέργειαν σημαίνοντα ἀπαράδεκτον ἔχει τὴν διὰ τοῦ ω κατάληξιν, ἐνεργητικὴν οὖσαν, ἐπεὶ τὸ ταύτης εὔχρηστον διὰ τοῦ προειρημένου μέσου ἐνεστῶτος κατείληπτο, ὡς ἔχει τὸ βιάζομαί σε, μάχομαί σοι, χρῶμαί σοι καὶ ἄλλα πλεῖστα. σαφὲς οὖν ὅτι παντὸς παθητικοῦ εἰς μαι λήγοντος ἐνεργητικὸν ἔστιν παραδέξασθαι, ἐὰν μετὰ τῆς καταλήξεως συντρέχῃ καὶ τὰ τῆς συντάξεως, ἵσταμαι ὑπὸ σοῦ — ἵστημι σέ, δέρομαι ὑπὸ σοῦ — δέρω σέ, ἕλκομαι ὑπὸ σοῦ — ἕλκω σέ· οὐχὶ τὸ πέταμαι ὑπὸ σοῦ, διὰ τοῦτο οὐδὲ τὸ πέτημι σέ. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ἄγαμαι, δύναμαι, ἔραμαι. 152. Ἔστιν ἃ καὶ διάθεσιν σημαίνει ἐνεργητικήν, οὐ μὴν ἔχει ἀντι- παρακειμένην παθητικὴν ἐκφοράν, καθὸ τὰ διατιθέμενα ἄψυχα καθεστῶτα 2.2.399 οὐκ ἠδύνατο ὁμολογῆσαι τὸ παθεῖν, εἰ μὴ τὸν αὐτῶν τις λόγον δια- θεῖτο, ὡς ἔχει τὸ περιπατῶ. τούτου γὰρ οὐ συστατὸν τὸ περιπατοῦ- μαι οὐδὲ τὸ περιπατῇ, καθὸ οὐδὲ πρὸς τὰ ἄψυχα αἱ ἀποτάσεις τῶν λόγων, οὐδὲ ἐξ ἀψύχων αἱ ἀποφάσεις γίνονται, περί γε μὴν αὐτῶν, περιπατεῖται ἡ ὁδός, οἰκεῖται ἡ γῆ. ὁ αὐτὸς λόγος ἐπὶ τοῦ πλέω, τρέχω καὶ ἁπάντων τῶν τοιούτων. διαθέσεως ἐνεργητικῆς ἐστι τὸ δωρίζω, αἰολίζω καὶ τὰ παραπλήσια· ἀλλ᾽ οὐ συστατὰ τὸ δωρί- ζομαι, αἰολίζομαι· τό γε μὴν αἰολίζεται τὰ Ἀλκαίου ποιήματα, δωρίζεται τὰ Ἀλκμᾶνος. — 153. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ἀριστῶ, δειπνῶ. προδήλου ὄντος τοῦ λόγου περισσὸν ἐγχρονίζειν ἐν τοῖς ὑπο- δείγμασι. σαφὲς γὰρ ὅτι καὶ τὸ δειπνίζω ἢ ἀριστίζω, ἐπιδεξάμενα πλαγίαν πτῶσιν τὴν αἰτιατικὴν ὡς πρὸς ἔμψυχον, ἀνελλειπὲς ἔχει τὸ ἀριστίζομαι καὶ δειπνίζομαι. τοιοῦτον γάρ ἐστιν, ἄριστον παρέχω 2.2.400 τινὶ καὶ δεῖπνον, ὥστε διαφέρειν τὸ ἀριστῶ τοῦ ἀριστίζω, ᾗ τὸ μὲν ἀριστῶ ὑποφαίνει ἀρίστου μεταλαμβάνω, τό γε μὴν ἀριστίζω ἀρίστου μεταδίδωμί τινι· ᾧ καὶ τὰ τῆς συντάξεως ἐγγενόμενα, ὡς ἔφαμεν, τὸ παθητικὸν ἀπετέλεσεν. (τὴν αὐτὴν ἔχει διαφορὰν καὶ τὸ γαμῶ πρὸς τὸ γαμίζω· ἔστι γὰρ τὸ μὲν πρότερον γάμου μεταλαμβάνω, τὸ δὲ γαμίζω γάμου τινὶ μεταδίδωμι. τό γε μὴν γαμῶ παθητικῶς κλίνεται, καθὸ τὰ τῆς διαθέσεως πρὸς σύνταξιν ἐμψύχου προσώπου κατεγίνετο.) 154. Τούτων οὖν τῇδε ἐχόντων ἐπιστατέον τῷ ἐρίπω ῥήματι, εἰ συνωνυμεῖ τῷ πίπτω, ᾧ παράκειται κατὰ διάλεκτον γενομένη ὀξύτονος μετοχὴ ἐριπών· καὶ εἰ τὸ πεσών οὐκ ἔχει παθητικόν, συστατὸν δέ ἐστιν φάναι πεσόντι, δῆλον ὅτι καὶ τὸ ἐριπόντι Πολυνείκει 2.2.401 παρὰ Πινδάρῳ { Olymp. II 48 Boeckh, 43 Schroeder } ἀναλογώτερον καταστήσεται διὰ τοῦ ο γραφόμενον. Ἀλλ᾽ εἰ ἦν ἀληθὲς τὸ συνωνυμεῖν τὸ ἐρίπω τῷ πίπτω, οὐκ ἂν ὑπῆρχε τὸ ἐρίπεται, ὡς οὐδὲ τὸ πίπτεται. μήποτε γὰρ μᾶλλον τῷ βάλλω συνωνυμεῖ, καὶ ὡς βάλλω σε, οὕτως ἐρίπω σε, καὶ ὡς βληθέντι, οὕτως ἐριπέντι. καὶ γὰρ τὸ ἐρέριπτο, ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν {Ξ 15 }, οὐχ, ὡς οἴονταί τινες, ἀπὸ τοῦ ῥίπτω κέκλιται· οἰκειότερον γάρ πως τὸ καταστρέφεσθαι τεῖχός ἐστιν ἢ ῥίπτεσθαι. ἔστι δὴ οὖν ἀπὸ τοῦ ἐρίπω, κατὰ παθητικὴν διάθεσιν τρίτου προσώπου κατὰ χρόνον τὸν ὑπερσυντέ- λικον, κατὰ Ἀττικὴν διάλεκτον συστολῆς γενομένης τοῦ η εἰς ε, καθὼς ἔχει καὶ τὸ ξηρόν — ξερόν, ποθῆσαι — ποθέσαι· ἀπὸ τοῦ ἐρίπω ἤριπτο, ἐρήριπτο, καὶ ἔτι ἐρέριπτο. 2.2.402 155. Τὰ δὴ προκατειλεγμένα τῶν ῥημάτων πρὸς εὐθείας σύνταξιν ἀπαρτίζει διάνοιαν, περιπατεῖ Τρύφων, ζῇ Πλάτων, ἀναπνεῖ Διονύσιος, πλεῖ, τρέχει, χωρὶς εἰ μὴ ἐπὶ τῶν αὐτοπαθῶν αἰτήσειέ τις τὸ ποιοῦν τὸ πάθος, φθίνει Θέων ὑπὸ τῆς λύπης, πάσχει Θέων ὑπὸ τοῦ γυναίου, πυρέσσει Θέων διὰ τὸν κόπον. ἅπερ κἂν μὴ προσκέηται, τῇ αὐτοτελείᾳ τὸ πάθος ἀνενδοίαστόν ἐστιν, ἐπεὶ καὶ τῷ περιπατεῖ καὶ ζῇ καὶ ἀριστᾷ καὶ τοῖς ὁμοίοις, αὐτοτελέσιν οὖσιν, προστίθεται ἔσθ᾽ ὅτε τὸ ἐν γυμνασίῳ ζῇ ἢ ἐν οἴκῳ. — ἥ γε μὴν παρά- θεσις τῶν ἄλλων ῥημάτων πάντως τὸ ἡμιτελὲς καθίστησιν, ὡς ἔχει τὸ Τρύφων βλάπτει, Τρύφων φιλεῖ. δι᾽ ὃ καὶ τὰ τοιαῦτα οἱ ἀπὸ 2.2.403 τῆς Στοᾶς ἔλαττον ἢ κατηγορήματά φασιν, ὡς πρὸς σύγκρισιν τῶν ἐν αὐτοτελείᾳ καταγινομένων ῥημάτων καὶ μὴ πάντως ἐπιζητούντων πλα- γίαν. — 156. Οὐ μέντοι μοι δοκεῖ βίαιον εἶναι τὸ καὶ ἔνια τούτων τὸν αὐτὸν ἐπέχειν λόγον τοῖς προειρημένοις, ὥστε μὴ πάντως πλαγίαν ἐπιζητεῖν. αὐτὸ γὰρ μόνον μηνύειν ἐθέλοντες τὰ ἐγκείμενα πάθη φή- σομεν ἐρᾷ οὗτος, φιλεῖ οὗτος, ὡς εἰ καὶ ἐπ᾽ ἀναγνώσματος ἀνα- γινώσκει οὗτος, αὐτὸ μόνον τὸ πρᾶγμα μηνύοντες· καὶ ἐν ἀποφάσει γὰρ ἔστι φάναι οὐκ οἶδεν ἀναγινώσκειν οὗτος. παρὸν μέντοι ἐξεργαστικώτερον φάναι οὗτος ἀναγινώσκει Ἀλκαῖον, Ὅμηρον, οὗτος φιλεῖ Διονύσιον, οὗτος ἐρᾷ Ἑλένης. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ τύπτειν καὶ τῶν δυναμένων ταὐτὸν παραστῆσαι· οἷόν τε γὰρ φάναι οὗτος τύπτει, ὡς εἰ καὶ οὗτος ἠχεῖ ἢ ψοφεῖ, ὅτε καὶ ἐν 2.2.404 ἀπαγορεύσει φαμὲν μὴ τύπτε, μὴ βόα, οἷς πάλιν ἔστι προσθεῖναι αἰτιατικὰς πτώσεις. καὶ δῆλον ὅτι τούτων παθητικὰ γενήσεται φερο- μένων ἐπὶ πλαγίαν πτῶσιν, οὐ μὴν τῶν δοκούντων κατ᾽ αὐτοτέλειαν τὸν λόγον καθιστάνειν, καθὸ δυνάμει ὅμοια γέγονεν τοῖς προκατειλεγμένοις, λέγω τὸ περιπατεῖν καὶ πλουτεῖν· πρόκειται γὰρ ὅτι τὰ τοιαῦτα οὐκ ἔχει πλαγίαν πτῶσιν. 157. Ἔστιν οὖν καθολικώτερον φάναι ὡς τὰ πρὸς εὐθεῖαν συναρ- τώμενα τῶν ῥημάτων, οὐκ ἀπαιτοῦντα πλαγίαν πτῶσιν, οὐδὲ παρακει- μένην ἕξει παθητικὴν προφοράν· τά γε μὴν πλαγίαν ἀπαιτοῦντα πάντως καὶ εἰς παθητικὴν τὴν ἐνεργητικὴν διάθεσιν μεταστήσειεν, συμπαρα- λαμβανομένης γενικῆς μετὰ τῆς ὑπό προθέσεως, δέρομαι ὑπὸ Τρύφω- νος, τιμῶμαι ὑπὸ Θέωνος. Καὶ αὕτη μὲν μόνη ἐστὶν τῶν παθητι- κῶν ἡ σύνταξις· τῶν γε μὴν ἐνεργητικῶν ἐστιν καὶ γενική, οὐ συνούσης τῆς ὑπό προθέσεως, ὡς τὸ κυριεύω σοῦ, καὶ δοτική, ὡς τὸ παλαίω σοί, καὶ αἰτιατική, ὡς τὸ τιμῶ σέ. 158. Ἡ δὴ προκειμένη σύνταξις αὐτάρκης καταστήσεται τοῖς προ- αιρουμένοις ἁπλούστερον τὰς παραδόσεις τῶν λόγων παραλαμβάνειν· 2.2.405 τοῖς μέντοι γε μετὰ πάσης ἀκριβείας ἐπεξιοῦσιν τὰ τῆς συντάξεως τοῦ λόγου προσγενήσεται ἐπιστῆσαι, τίνα τῶν ῥημάτων γενικὴν ἀπαιτεῖ καὶ τί τούτου τὸ αἴτιον, καὶ τίνα δοτικήν, συνόντος πάλιν τοῦ αἰτίου· τὸ αὐτὸ καὶ ἐπὶ τῆς αἰτιατικῆς. καὶ δῆλον ὅτι διὰ τὸ συνὸν πλῆθος τῶν ῥημάτων καὶ τὰ τῆς συντάξεως ἰδιώματα δυσπερίληπτα γενήσεται, ἅπερ οἶμαι κατὰ τὸ δέον προσδιευκρινήσειν. 159. Αἱ μὲν οὖν ἐκ τῆς εὐθείας ἐγγινόμεναι δράσεις σχεδὸν ἐπ᾽ αἰ- τιατικὴν ἅπασαι συντείνουσιν, παρυφισταμένου καὶ τοῦ ἐνεργοῦντος καὶ τοῦ τὸ πάθος ἀναδεχομένου, ὡς ἐν τῷ δέρω σε, τύπτω σε, τῶν πα- θόντων κατὰ παθητικὴν σύνταξιν ἀνθυπαγομένων εἰς εὐθεῖαν τῶν τε δρασάντων εἰς γενικὴν μετὰ τῆς ὑπό, ἐγὼ δέρομαι ὑπὸ σοῦ· καὶ διὰ τί μετὰ τῆς ὑπό, ἐν τοῖς ἑξῆς εἰρήσεται. Ἡ δὲ προκειμένη σύνταξις, κἂν σωματικῶς τὰ τῆς ἐνεργείας σημαίνῃ κἂν ἔτι ψυχικῶς, ὡς εἴπομεν, μιᾶς καὶ τῆς αὐτῆς συντάξεως ἔχεται. καὶ ἐπεὶ πολλαχῶς ἔστι τὸ δια- τίθεσθαι, πλεῖστοι καὶ τρόποι παρακολουθήσουσι τῶν ῥημάτων κατὰ τὰς ἰδιότητας τῶν ἐνεργειῶν. — 160. εἰσὶ μὲν γὰρ σωματικαὶ διαθέσεις αἱ τοιαῦται, τρίβω σε, νίπτω σε, ῥήσσω σε, ἕλκω σε, βιάζομαι, 2.2.406 χαλῶ, γυμνάζω, νύσσω, κνήθω, ξύω, σμῶ, βρέχω, τύπτω, παίω, λούω, δεσμεύω, λύω, πλήσσω, φονεύω, κτείνω, φθείρω, καίω, φλέγω, καθίζω, θερίζω, ζημιῶ, βλάπτω. καὶ σωματικῶς καὶ ψυχικῶς ὑβρίζω· καὶ γὰρ καὶ διὰ χειρῶν καὶ ψυχικῆς διαθέσεως, καθὸ ἔχει καὶ τὸ λοιδορῶ καὶ τὸ κακολογῶ, ἀνιῶ, λυπῶ. καὶ ὅσα ἐπ᾽ ἐγκωμίων, ὑμνῶ σε, μεγαλύνω σε, ᾄδω, μέλπω, δοξάζω, κλείω, ἀφ᾽ οὗ καὶ τὸ κλέος, αἰνῶ. καὶ ἐπὶ τῶν διακρουστικῶν, παραλογίζομαί σε, 2.2.407 κλέπτω, ἀπατῶ, περιγελῶ, παίζω, ἀπαφῶ, ἐξαπατῶ, πλανῶ. καὶ ὅσα κατ᾽ ἀπόστασιν τῶν ὑποκειμένων, ὡς ἐπὶ τοῦ ζητῶ σε ἢ εὑρίσκω. καὶ ὅσα ἐν ἐπικρατείᾳ, ἔχω, κρατῶ, φυλάσσω, τηρῶ, εἴργω. καὶ τὸ μὲν ἐρίζω σοι, παλαίω σοι καὶ τὰ τούτοις ὅμοια δοτικὴν παρα- δέχεται διὰ λόγον ὃν ἐκθησόμεθα· τό γε μὴν νικῶ ἐν ἐπικρατείᾳ πάλιν γινόμενον αἰτιατικῇ συμφέρεται. ὁμοίως καὶ αἱ σεπτικώτερον παραλαμβα- νόμεναι συντάξεις [σέβομαί σε]· πολλῶν γὰρ ἀποφάσεις ἐνεργειῶν, ὧν περιληπτικόν ἐστιν τὸ σέβομαι· ἐντρέπομαι, αἰσχύνομαι, προσκυνῶ, 2.2.408 θωπεύω, κολακεύω, ἅζομαι. καὶ ὅσαι ἐν ὑπονοίᾳ εἰσὶν ψυχικῆς διαθέσεως, συντείνουσαι ἐπί τι, οἴομαί σε, ὑπολαμβάνω, ὑπονοῶ, ὑφορῶμαι. 161. Καὶ τὰ προαιρετικὰ δὲ τῶν ῥημάτων τὰ τῆς διαθέσεως ἔχει συντείνοντα κατ᾽ αἰτιατικὴν πτῶσιν ἐπὶ πάντα τὰ πρόσωπα, ὧν ἐστιν καὶ ἐλλειπῆ, εἰ γένοιτο ἐκ πρώτου πρὸς δεύτερον καὶ τρίτον ἢ ἐκ τρί- του πρὸς δεύτερον καὶ πρῶτον· ὅπερ ἔστιν ἐπιτομώτερον φράσαι, εἰ ἐν διαβάσει εἴη τὰ τοῦ προσώπου. τὸ γὰρ βούλομαι φιλολογεῖν, προαιροῦμαι ἀναγινώσκειν οὐ δέεται τῆς προσδιαστελλούσης ἀν- τωνυμίας, ἐπεὶ δυνάμει ἐν αὐτοπαθείᾳ ἔχει τὰ τῆς συντάξεως (ἐπεί τοι 2.2.409 πάλιν ἦν ὁ λόγος τοιοῦτος, βούλομαι ἐμαυτὸν πλουτεῖν, βούλο- μαι ἐμαυτὸν περιπατεῖν, τουτέστιν διατίθεμαι εἰς τὸ περιπατεῖν, εἰς τὸ πλουτεῖν.) — 162. Ἐν τοῖς γοῦν διαβιβαζομένοις προσώποις ἀνάγκη τὸ ἀντωνυμικὸν ἐγγενέσθαι, βούλομαί σε γράφειν, βούλομαί σε Διονύσιον φιλεῖν· εἰ γὰρ μὴ τῇδε γένοιτο, πάλιν συνδραμεῖται τὸ ἀπαρέμφατον τῷ βούλομαι καὶ οὕτως ὡς αὐτοπαθὲς ἔσται, συμ- παραλαμβανομένης μὲν τῆς ἐμαυτόν ἀντωνυμίας, ἐὰν καὶ τὸ ῥῆμα ἐπὶ πλαγίαν φέρηται, οὐ συμπαραλαμβανομένης δέ, εἰ μὴ τῇδ᾽ ἔχοι. τοῦ μὲν προτέρου ἐστὶν τὸ γυμνάζω σέ — βούλομαι γυμνάζειν ἐμαυ- τόν, δέρω σέ — βούλομαι δέρειν ἐμαυτόν· τοῦ δὲ δευτέρου ἐστὶ πλουτῶ ἀδιαβίβαστον, ἐξ οὗ οὐ πάντως ἐπιζητήσει τὸ βούλομαι πλου- τεῖν ἐμαυτόν, ἀλλὰ καὶ χωρὶς τῆς ἀντωνυμίας. ταὐτὸ καὶ ἐπὶ τοῦ βούλομαι περιπατεῖν καὶ τῶν ὁμοίων, ὥστε συνάγεσθαι τὸ ἐκ μὲν τῆς προτέρας συντάξεως πάντως ἐπιζητεῖν τὴν ἐμαυτόν ἀντωνυμίαν (ὡς ἐν τῷ βούλομαι βλάπτειν, βούλομαι φιλεῖν), οὐ μὴν ἐπὶ τοῦ περιπατεῖν, τρέχειν καὶ τῶν ὁμοίων. 2.2.410 163. Ἴσως τις οἰήσεται τὸ βούλομαι, προαιροῦμαι, θέλω, τὰ τούτοις ὅμοια ἐπ᾽ αἰτιατικὴν πτῶσιν μὴ φέρεσθαι, τά γε μὴν συμφερόμενα ῥήματα. ἔστω γάρ τι βλάπτω σε, γράφω σε, ἀφ᾽ οὗ ἂν γένοιτο θέλω σε βλάπτειν, θέλω σε γράφειν, ὥστε τῶν ἀπαρεμφάτων εἶναι τὴν σύν- ταξιν, μὴ τῶν ἐγκειμένων ὁριστικῶν. καὶ ἔτι ἐξ ἐκείνου πιστώσεται, ὡς τὸ ἀκούειν ἐπὶ γενικὴν φερόμενον· δι᾽ ὃ καὶ ἕνεκα τούτου πάλιν τὸ θέλω ἀκούειν Διονυσίου γενικὴν σύνταξιν ἀνεδέξατο, ἕνεκα τοῦ τὸ ἀκούω ἐπὶ γενικὴν φέρεσθαι. — 164. Ἔστιν δὲ τὸ τοιοῦτο ληρῶδες. ὡς γὰρ προείπομεν, πάντως τὰ προαιρετικὰ ἐπ᾽ αἰτιατικὴν φέρεται, προσλαμβάνοντα ἑτέραν πτῶσιν, ἐὰν καὶ τὸ συντασσόμενον ἀπαρέμφατον ἐκ ῥήματος συνεστήκει του φερομένου ἐπὶ πλαγίαν πτῶσιν· εἰ γὰρ μὴ τῇδε ἔχοι, μόνη αἰτιατικὴ παραλαμβάνεται ἡ ἐκ τοῦ προαιρετικοῦ. — τοῦ μὲν οὖν προτέρου λόγου θέλω σε ἀκούειν Διονυσίου· παρεί- ληπται γὰρ ἡ σέ αἰτιατικὴ διὰ τὸ θέλω, ἥ γε μὴν γενική, λέγω ἡ τοῦ 2.2.411 Διονυσίου, διὰ τὸ ἀκούειν. πάλιν ἔστι τι σοὶ χαρίζομαι, καὶ πάντως γενήσεται θέλω σε χαρίζεσθαι Διονυσίῳ, προσγενομένης πάλιν τῆς αἰτιατικῆς καθ᾽ ὃν εἴπομεν λόγον, καὶ συνούσης δοτικῆς διὰ τὸ χαρί- ζεσθαι. ἔνθεν δὲ καὶ δύο αἰτιατικαὶ ἀνακύπτουσιν, εἰ καὶ τὸ ῥῆμα ἐπ᾽ αἰτιατικὴν πάντως φέροιτο, ὡς ἔχει τὸ βλάπτω σε — θέλω σε βλάπτειν Διονύσιον — θέλω Διονύσιον βλάπτειν Ἀπολλώνιον, περὶ ὧν καὶ τῆς ἀμφιβολίας διελεξάμεθα. — τοῦ δὲ ἑτέρου ἦν τὸ πλουτῶ ἀδιαβίβαστον, τὸ περιπατῶ, τὸ ζῶ, ἄλλα πλεῖστα. οὐ δὴ ἐν τῷ βούλομαί σε ζῆν λείπει ἑτέρα πτῶσις διὰ τὸ ἀδιαβίβαστον τοῦ ῥήματος, ἡ μέντοι αἰτιατικὴ ἔγκειται ἡ προσγενομένη ἐκ τῆς προαιρετι- κῆς συντάξεως. Καὶ οὕτως ἀπεδείχθη ὡς τὰ προαιρετικὰ ῥήματα φέρε- ται ἐπ᾽ αἰτιατικήν. 165. Καὶ ὅσα ἐπ᾽ ἀνακρίσεως παραλαμβάνεται ἢ ἐπ᾽ ἐρωτήσεως, ἐξετάζω σε, ἀνακρίνω σε, 2.2.412 ἐγὼ δ᾽ ἐρέεινον ἁπάσας {λ 234 }. καὶ ἕνεκα τούτου τὸ πεύθεσθαι καταλλήλου ἔχεται φερόμενον ἐπ᾽ αἰ- τιατικήν, κατὰ τὴν Ὁμηρικὴν χρῆσιν σημαῖνον τὸ ἀκούομεν ἢ τὸ ἠκούετο ἐν τῷ πευθόμεθ᾽ ᾗχι ἕκαστος {γ 87 } καὶ πεύθετο γὰρ Κύπρον δέ {Λ 21 }, οὐχ ὅτε κατὰ πεύσεως παραλαμβάνεται ἐν τῷ πυνθάνομαι σοῦ. πρό- κειται γὰρ ἡ συζυγία τῶν τοιούτων ἐπ᾽ αἰτιατικὴν φερομένη. — ὁμοίως καὶ τὰ ἐπ᾽ οἴκτου παραλαμβανόμενα, ὡς ἐπὶ τοῦ μύρεσθαι, ὀδύρεσθαι, 2.2.413 γοᾶν, κλαίειν, οἰκτίζειν, θρηνεῖν, αἰάζειν· τὸ γὰρ οἰμώζειν καὶ αὐτοπάθειαν σημαίνει. καὶ ὅσα κλῆσιν ὑπαγορεύει, φωνῶ σε, βοῶ σε, κλῄζω, καλῶ· προφανὴς ἡ γινομένη ἐνέργεια ἐκ τῶν εὐθειῶν ἐπὶ τὴν αἰτιατικήν. 166. Καὶ ἕνεκα τοῦ τοιούτου ἐπιστάσεως ἄξια τὰ τοιαῦτα, τρέμω σε, φεύγω σε, φρίσσω σε, τοῦτον φοβοῦμαι, ὡς οὐδεμιᾶς ὄντα ἐνεργείας ἐμφατικὰ φέρεται ἐπ᾽ αἰτιατικήν. μᾶλλον γὰρ αὐτοπάθειαν σημαίνει τὸ φρίσσειν καὶ φεύγειν διὰ φόβον, καὶ ἔτι τὸ τρέμειν καὶ τὰ παραπλήσια, συνεπισχύοντος καὶ τοῦ μὴ γίνεσθαι ἐπὶ τῶν τοιούτων συντάξεων παθητικὰς διαθέσεις. εἰ γὰρ τῆς αὐτῆς συντάξεως εἴχετο τῷ ὑβρίζω σε, δέρω σε τὸ φρίσσω σε καὶ τὸ τρέμω σε, καὶ πάντως εἶχεν ἀντιπαρακείμενα τὸ τρέμομαι, φεύγομαι, φρίσσομαι, ὁμοίως τῷ ὑβρίζομαι, δέρομαι. χρὴ οὖν νοεῖν ὡς οὐ μόνον ποιητικὴ ἄδεια ἐν ἐλ- λείψει λέξεων καταγίνεται, ἀλλὰ καὶ συνήθεις λόγοι. λείπειν φαμὲν τὸ ὁρμήσει πεδίοιο {Ν 64 } 2.2.414 τῇ διά προθέσει, τὸ καὶ οὔ τι πολὺν χρόνον {Μ 9 }, τοῦ ἐντελοῦς ὄντος διὰ τό, ἴθυσε μάχη πεδίοιο {Ζ 2 }, τῇ διά. ἔστι δὴ οὖν καὶ ἡ προκειμένη σύνταξις ἐν πλήρει λόγῳ καθι- σταμένη οὕτω τρέμω διὰ σέ, φεύγω διὰ σέ· ὁ αὐτὸς λόγος καὶ ἐπὶ 2.2.415 τοῦ φρίσσω, φοβοῦμαι καὶ τῶν ὁμοίων. καὶ διὰ τοῦτο εὔλογος ἡ ὑπο- παραίτησις τῶν παθητικῶν σχημάτων. 167. Καὶ ὅσα παρορμητικά ἐστιν, ὡς τὸ ὀτρύνειν, ἐρεθίζειν, ὀρίνειν, παρορμᾶν, διεγείρειν. καὶ ὅσα ἱκετείαν σημαίνει, γουνοῦμαί σε ἄνασσα {ζ 149 }, ἐρωτῶ σε νῦν ἐν ἴσῳ τῷ παρακαλῶ σε, λιτανεύω, τὴν ἱκόμην φεύγων {Ξ 260 } ἀντὶ τοῦ ἱκέτευσα, τοὔνεκα νῦν τὰ σὰ γούναθ᾽ ἱκάνω πολλὰ μογήσας {γ 92 cum h 147 confusus }. καὶ δῆλον ὅτι τὸ δέομαι σοῦ οὐ κατὰ τῆς τοιαύτης ἐννοίας παρα- λαμβάνεται· τοιοῦτο γάρ τι σημαίνει· τῆς σῆς βοηθείας λείπομαι. 168. Καὶ ὡς προείρηται, πολυμερεστάτη ἐστὶν ἡ κατ᾽ αἰτιατικὴν σύνταξις, ἑνὶ συμφωνοῦσα τῷ ἀναδέχεσθαι τὴν ἐξ εὐθείας ἐνεργητικὴν 2.2.416 διάθεσιν, ὁρκίζω σε, πείθω σε, κακίζω σε, σωφρονίζω σε, διδά- σκω, θλίβω, θερμαίνω, ψύχω, διατιθῶ. αὐτάρκης δὲ εἰς ἀφορμὴν τῶν ὑπολοίπων ῥημάτων ἡ προκειμένη σύνταξις καθέστηκεν. 169. Ἴσως δόξει μὴ ἐξωμαλίσθαι ἡ ἐκ τῶν αἰσθήσεων ἐνέργεια, ἐπεὶ αὐτὸ τὸ αἰσθάνεσθαι ἐπὶ γενικὴν φέρεται, καὶ ἔτι τὰ μερικώτερον παραλαμβανόμενα, τὸ ἀκούειν, τὸ ὀσφραίνεσθαι, γεύεσθαι, ἅπτε- σθαι· οὐ μὴν ἔτι τὸ βλέπειν (ἐπὶ γὰρ αἰτιατικὴν φέρεται) καὶ τὰ τούτῳ συνωνυμοῦντα, ὁρῶμαί σε, θεῶμαί σε, 2.2.417 ὀσσόμενος πατέρ᾽ ἐσθλόν {α 115 }, λεύσσω, δέρκομαι, ὀπτεύω. καὶ δοκεῖ μοι τὰ τῆς συντάξεως πάνυ δεόντως καθίστασθαι. — 170. Αἱ μὲν οὖν ἐκ τῶν αἰσθήσεων διαθέσεις πεῖσιν ἀναλαμβάνουσι τὴν ἀπὸ τῶν ἔξωθεν, εἴγε καὶ ἀκουσίως ἐπεισιοῦσα τῇ ἀκοῇ ἡ φωνὴ προσδιατίθησι τὸ ὅλον σῶμα· οἵ τε γὰρ τῶν πριόνων ἦχοι καὶ αἱ βρονταὶ οὐχ ὑπεχομένην ἔχουσι τὴν ἀκοὴν τῇ φωνῇ. τοῦ μέντοι πάθους ἐγγίζει ἡ κατὰ γενικὴν σύνταξις, καθὼς εἴπομεν· οὐ μέντοι μετὰ τῆς ὑπό τὰ τῆς συντάξεως γίνεται, καθὸ καὶ ἐνέργεια σύνεστιν ἡ γενομένη ἐκ τῆς διαθέσεως, ἐπεὶ τὸ ἅπτεσθαι μετ᾽ ἐνεργείας καὶ ἀντιδιατίθεται διὰ τῆς τῶν θερμῶν ἐπαφῆς ἢ ψυχρῶν ἢ ἄλλων τῶν τοιούτων. οὕτως ἔχει τὸ ὀσφραίνεσθαι, τὸ γεύεσθαι· περισσὸν ἂν εἴη περὶ τῆς τῶν τοιούτων ἀντιδιαθέσεως διαλαμβάνειν, καθὸ πρόδηλόν 2.2.418 ἐστιν ὡς ἀεὶ ἡ γινομένη τῶν πικρῶν γεῦσις ἀντιδιατίθησι τὴν γεῦσιν καὶ τῶν δυσωδῶν ἡ ὄσφρησις τὴν ὄσφρησιν. — 171. Ἥ γε μὴν ἐκ τοῦ ὁρᾶν διάθεσις ἐνεργεστάτη ἐστὶν καὶ ἐπὶ πλέον διαβιβαζομένη, ὡς κἀκεῖνο μαρτυρεῖ, οὔ τέ τοι ὀξύτατον κεφαλῆς ἐκδέρκετον ὄσσε {Ψ 477 }. οὐδὲ γὰρ εἰς τὸ ἀντιπαθεῖν ὑπὸ τῶν ἔξωθεν εὐδιάθετος, ἐπεὶ τὸ προσδια- τιθὲν εἴργεται ὑπὸ τῆς καταμύσεως τῶν ὀφθαλμῶν. 172. Τὸ ἀνώμαλον τῆς συντάξεως κατήπειξεν ἡμᾶς εἰς τοιαύτην ἐκτροπὴν λόγου συγκαταβῆναι. φαίνεται δ᾽ ὅτι καὶ τὸ φιλεῖν τοῦ ἐρᾶν διοίσει, καθότι ἡ μὲν ἐκ τοῦ φιλεῖν ἐγγινομένη διάθεσις ἐνεργείας ὄνομα σημαίνει· οἱ γοῦν φιλοῦντες παιδεύουσιν, πάλιν τῆς διαθέσεως κοινῆς τοῖς προκειμένοις ἐπ᾽ αἰτιατικὴν συντεινούσης. οὕτως ἔχει καὶ 2.2.419 τὸ διδάσκειν καὶ τὸ πείθειν. τό γε μὴν ἐρᾶν ὁμολογεῖ τὸ προσδιατί- θεσθαι ὑπὸ τοῦ ἐρωμένου. δι᾽ ὃ καὶ δεόντως ἡ Σαπφὼ ἐπιτεταμένῳ μᾶλλον ὀνόματι ἐχρήσατο, εγω δε κην᾽ οττωτις εραται { fr. 101 Ahrens, 13 Bergk4 }. καὶ σαφές ἐστιν ὡς συνετοῦ μέν ἐστι καὶ ἀγαθοῦ τὸ φιλεῖν, καθάπερ καὶ πατέρες παῖδας φιλοῦσιν, οὐ μὴν συνετοῦ τὸ ἐρᾶν, ἀλλ᾽ ἤδη παρε- φθορότος τὸ λογιστικόν. Οὐ χρὴ ἄρα ἀπορεῖν ἕνεκα τίνος τὸ μὲν φιλῶ ἐπ᾽ αἰτιατικὴν φέρεται, τὸ δὲ ἐρῶ ἐπὶ γενικήν. 173. Καὶ τὸ κήδεσθαι δὲ καὶ προνοεῖσθαι καὶ φροντίζειν, ἐπὶ γενικὴν φερόμενα, μετ᾽ ἐνεργείας τῆς τοῦ φροντίζειν ἔχει ἐγκείμε- νον καὶ τὸ πάσχειν ὑπέρ τινων, καὶ εὐλόγως τὰ τῆς γενικῆς συμπαρεί- ληπται. 174. Ὁμοίως ἐπὶ γενικὴν φέρεται καὶ ὅσα ἐπικράτειάν τινων 2.2.420 σημαίνει εἰς τὴν τῶν ὑπερεχόντων ἢ κυριευόντων διάθεσιν κατὰ λόγον οὐκ ἀπίθανον. προφανὲς γάρ ἐστιν ὡς χωρὶς γενικῆς κτῆμα οὐκ ἔστιν ἐπινοῆσαι. διὰ τοῦτο τὰ κτητικὰ εἰς γενικὰς ἀναλύεται καὶ ἀπὸ γενι- κῶν παράγεται ἔν τε ὀνόμασιν ἔν τε ἀντωνυμίαις, ἁπάντων τῶν δυνα- μένων κτῆσιν ἀναδέξασθαι. διὰ τοῦτο τὸ μὲν Νέα πόλις καὶ τὰ ὅμοια δύο ὀνόματα καθεστῶτα ἐν ἰδίοις τόνοις δὶς κλίνεται. οὐ μὴν τὸ Κόρακος πέτρα ἢ ὑὸς κύαμος, Ὄνου γνάθος, Ἀχαιῶν λιμήν· κλιθείσης γὰρ τῆς γενικῆς συνοίχεται καὶ τὰ τῆς ἐπικρατήσεως. Ἔστιν οὖν ἡ προκειμένη συζυγία τῶν ῥημάτων τοιαύτη. κτῆμα τῶν βασιλέων οἱ ὑπόντες. διὰ τοῦτο βασιλεύω τούτων, ἡγεμονεύω, στρατηγῶ, τυραννῶ. διὰ τοῦτο ἀπαράδεκτος ἡ δοτικὴ ἐν τῷ Μυρμιδόνεσσιν ἄνασσε {Α 180 }· ἡ γὰρ τοῦ ἄνασσε σύνταξις τὴν γενικὴν ἀπῄτησεν. οὕτως ἔχει τὸ κυριεύω, δεσπόζω, κρατῶ, ἄλλα πλεῖστα τῆς ἴσης ἐννοίας ἐχόμενα. — 175. Εἰκός τινα φήσειν ὡς τὰ τοῦ λόγου ἀντέστραπται. ἐν γὰρ τοῖς ὀνόμασιν ὁ ἐπικρατῶν ἐν γενικῇ νοεῖται πτώσει ὅ τε ἐπικρατούμενος 2.2.421 ἐν εὐθείᾳ, Ἀριστάρχου δοῦλος, βασιλέως οἰκέτης· ἔν γε μὴν τῇ προκειμένῃ συντάξει ὁ μὲν ἐπικρατῶν νοεῖται ἐν εὐθείᾳ, ὁ δ᾽ ἐπικρατού- μενος ἐν γενικῇ· δεσπόζω γὰρ ἐγὼ τούτων καὶ ἔτι κυριεύω. — 176. πρὸς ὃν ἂν φήσαιμεν, τὸ πρῶτον, οὐ τὸ αὐτὸ μέρος λόγου ὄνομα καὶ ῥῆμα, καὶ εἰ τοῦτο, οὐ πάντως καὶ τὰ τῆς συντάξεως εἰς ταὐτὸ συνελεύσεται, ἣ ἓν μόνον αἰτήσει τὴν γενικήν, ἧς χωρὶς οὐδέποτε κτῆσις ἐπινοεῖται. — δεύτερον πάνυ ἀναγκαίως τὰ τοῦ λόγου ἀνεστράφη. ῥημάτων γὰρ συντάξεις ποιούμεθα πρὸς πτωτικά, τὰ δὲ ῥήματα πτῶσιν ἔχει ὀρθὴν παρυφισταμένην ᾗ καὶ συμφέρεται, ἐκ δ᾽ αὐτῶν ἤρτηται ἡ διάθεσις τῆς ἐπικρατείας, ἥτις οὐκ ἂν νοοῖτο ἢ ἐκ γενικῆς πτώσεως, καθὼς προείρηται. ἀνάγκη οὖν πᾶσα τὸ παρυφιστάμενον πρόσωπον ἐκ τῶν ῥημάτων ἐν πτώσει ὀρθῇ καταγίνεσθαι, τὸ δὲ τούτῳ πρόσωπον ἀνθυπαγόμενον μὴ ἐν ἄλλῃ πτώσει καταγίνεσθαι ἢ τῇ γενικῇ, ἧς ἄνευ οὐ συνίσταται κτητικὴ σύνταξις, καθὼς προείπομεν. — ἔστι γοῦν κἀκεῖνο 2.2.422 ἐκ τρίτου προσθεῖναι, ὡς καὶ τὰ ἐξ αὐτῶν παρυφιστάμενα ὀνόματα πάλιν γενικὰς ἀπαιτεῖ. τῷ τυραννῶ ὁ τύραννος παράκειται, καὶ μία σύνταξις ἡ ἐξ ἀμφοτέρων. ὁ αὐτὸς λόγος ἐπὶ τοῦ βασιλεύς καὶ βασιλεύω, στρατηγός — στρατηγῶ, δεσπότης — δεσπόζω, κύριος — κυριεύω. 177. Χωρητέον δὲ καὶ ἐπὶ τὰ τῇ δοτικῇ συντασσόμενα. Καὶ δὴ ἅπαντα τὰ περιποίησιν δηλοῦντα, εἴτε καὶ τῶν ἐν λόγῳ εἴτε καὶ τῶν ἐν σώματι, ἐπὶ δοτικὴν φέρεται, ὡς ἔχει τὰ τοιαῦτα, λέγω σοί, ὡσεὶ λόγου σοι μεταδίδωμι· σαφὲς γὰρ ὅτι τὸ λέγω σε κλέπτην τοιοῦτόν τι σημαίνει, δι᾽ οὗ προΐεμαι λόγου ὁρίζομαί σε δεδρακέναι τὰ τῆς κλοπῆς. καὶ δεόντως πάλιν τὰ τῆς ἐνεργείας τῆς διὰ τοῦ λέγειν ἐπὶ δοτικὴν συνέτεινεν· καθάπερ καὶ ἐπὶ σώματος τέμνω σοί, ὡσεὶ περιποιῶ σοί τι μέρος του σώματος. τό γε μὴν τέμνω σέ πάλιν, τὴν ἐνέργειαν ἐπιφέρον κατὰ τοῦ ὑποκειμένου, συνῆλθεν ὁμοίως εἰς τὴν αἰτιατικὴν σύνταξιν. — 178. Ἐφ᾽ ὧν δὴ συντάξεων χρὴ νοεῖν ὡς οὐ τὸ ἐκ τῆς δοτικῆς πρόσω- πον νοούμενον ὁμολογήσει τὸ τέμνομαι, εἴγε αὐτῷ μὲν τὰ τῆς ἐνεργείας οὐ προσδιετέθη, τῇ μέντοι ἐγκειμένῃ αἰτιατικῇ, ἧς καὶ μόνης ἂν εἴη τὸ παθητικόν, λέγω τὸ τέμνομαι. ὁ αὐτὸς λόγος ἐπὶ πάντων τῶν οὕτως 2.2.423 νοουμένων. ᾄδω σοί, καὶ δῆλον ὡς οὐ τούτου παθητικὸν τὸ ᾄδομαι, τοῦ δὲ ᾄδω σέ· καὶ κωμῳδῶ σοί καὶ κωμῳδῶ σέ, ὑμνῶ σοί καὶ ὑμνῶ σέ. κιθαρίζω σοι, τραγῳδῶ σοι, ἀναγινώσκω σοι, φαίνω σοι, κιρνῶ σοι, στορνύω, δωροῦμαι, χαρίζομαι, αὐλῶ σοι, νῦν τῆς συντάξεως περιποίησίν τινα τοῦ αὐλεῖν σημαινούσης. — 179. ἑτέρας γὰρ ἐννοίας ἔχεται τὸ αὐλῶ τοῖς αὐλοῖς, τοῦ αὐλεῖν ἀκουομένου κατὰ μὲν τὴν προτέραν σύνταξιν ἐκ συναμφοτέρου, λέγω τῆς ἐνεργείας τοῦ αὐλεῖν καὶ αὐτῶν τῶν αὐλῶν, ἐξ ἧς ἐστι τὸ αὐλῶ τοῖς θεαταῖς· τῆς δὲ ἑτέρας συντάξεως, ὅτε τὸ αὐλεῖν σημαίνει τὴν εἴδησιν τῆς αὐλήσεως, ἐξ ἧς γίνεται τὸ τοῖς αὐλοῖς αὐλεῖν ἐν ἴσῳ τῷ διὰ τῶν αὐλῶν τὰ τῆς τέχνης ἐπιδείκνυσθαι, καθάπερ ἡ διὰ τῶν ὀργάνων ἐναλλαγὴ γινο- μένη ἀποτελεῖ τὸ συρίζει τοῖς αὐλοῖς ἢ αὐλεῖ τῇ σύριγγι. 2.2.424 180. Τὸ τοιοῦτον ἔστιν ἐπινοῆσαι καὶ ἐπ᾽ ἄλλων ῥημάτων, εἴγε τὸ ἀκούει ποτὲ μὲν σημαίνει αὐτὴν τὴν μετάληψιν τῆς ἀκοῆς, ὡς ἔχει ἐπὶ τῶν ἤχων καὶ βόμβων [καὶ φωνῶν] καὶ βροντῶν, πασῶν τῶν οὐκ ἐγγραμμάτων φωνῶν, ἐξ οὗ φαμεν καὶ ὀξυηκόους τινὰς εἶναι. ἀλλ᾽ ἔστιν ὅπου τὸ συνιέναι τῶν ἠκουσμένων· τὸ γὰρ Νέστορα δ᾽ οὐκ ἔλαθεν ἰαχή {Ξ 1 } οὐχ ἁπλοῦν τι σημαίνει, ὡς οὐκ ἔλαθεν αὐτὸν ἡ φωνή, ἀλλὰ τοιοῦτόν τι, μεταλαβὼν τῆς φωνῆς συνῆκεν καὶ τὴν ἐν τοῖς πολέμοις πρᾶξιν. φαμὲν δέ γε καὶ οὕτως, οὐκ ἀκούει ὁ δεῖνα τῶν λεγομένων, τουτέστι τῆς μὲν φωνῆς μεταλαμβάνει, οὐ μὴν τῶν δι᾽ αὐτῆς λεγομένων. ἔστιν κἀκ τρίτου, ἡνίκα νοεῖται τὸ συγκατατίθεται τοῖς ὑπ᾽ ἐμοῦ λεγο- μένοις, ἀκούει μου ὁ δεῖνα, ἐπήκοός μού ἐστιν, καὶ πάλιν οὐκ ἀκούει, ἐξ οὗ γίνεται τὸ ἀνήκοός ἐστιν ὁ δεῖνα. — 181. τοιοῦτόν ἐστιν καὶ τὸ οὐδ᾽ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς {Θ 97 }· ἢ γὰρ κατὰ τὸν πρῶτον λόγον, οἷον τῆς φωνῆς οὐ μετέλαβεν διὰ τὸν ἐπιόντα θόρυβον· ἢ μετέλαβεν, οὐ μὴν τῷ Διομήδει ἐπείσθη ἀντιστα- τοῦντος θεοῦ. εἰς τοῦτο γοῦν τινες ἀναφέρουσι τὸ 2.2.425 Τυδείδη, μή τ᾽ ἄρ με μάλ᾽ αἴνεε μή τέ τι νείκει {Κ 249 }, ἐφ᾽ οὗ δύναιτ᾽ ἀντιπαραιτησάμενος τὸ ἄγαν ἐπαινεῖσθαι συμπαραιτεῖσθαι καὶ τὸ μὴ ὀνειδίζεσθαι· ἁρμόζει γοῦν τὸ ἐπιφερόμενον πρὸς ἀμφότερα, εἰδόσι γάρ τοι ταῦτα μετ᾽ Ἀργείοις ἀγορεύεις {Κ 250 }. — 182. Οὕτως ἔχει τὸ ἀναγινώσκω. ἔσθ᾽ ὅτε γὰρ ἀκούεται αὐτὸ μόνον ἁπλῆ ἀνάγνωσις, ἡνίκα καὶ παῖς φησιν οὐκ ἀνέγνων. ἢ καὶ τὸ συναμφότερον αὐτῶν, λέγω δὲ τὸ ἐν διανοίᾳ καταγίνεσθαι τῶν ποιημάτων· φαμὲν γὰρ οὐκ ἀνέγνω ὁ δεῖνα Ἀλκαῖον, οὐκ ἀνέγνω Ὅμηρον. Ἔστιν ἐπ᾽ ἄλλων τὸ τοιοῦτον ἐπιδεῖξαι, ὅπερ νῦν οὐκ ἐπι- ζητεῖ ἡ προκειμένη σύνταξις· προυθέμεθα γὰρ ἅπαξ τὰς πλαγίας συν- τάξαι τοῖς ῥήμασιν, οὐ μὴν τὰ ποικίλως παρυφιστανόμενα ἐκ τῶν ῥημάτων. [κἂν οὕτως δὲ μὴ ἔχῃ τὸ αὐλῶ τῇ νουμηνίᾳ, σαφὲς 2.2.426 ὅτι πάλιν φέρεται ἐπὶ τὴν περιποίησιν τῶν ἀκουομένων· ἐν τῷ μὲν γὰρ καταστήματι γίνεται τὰ τῆς ἐνεργείας, περιποιεῖταί γε μὴν τοῖς ἀκροωμένοις.] 183. Τὸν αὐτὸν δὴ τρόπον, ὡς ἔφαμεν, ἔχει καὶ τὰ ἐπὶ τῶν σω- μάτων, φέρω σοί, ἄγω σοί, πάλιν διαφορᾶς οὔσης τοῦ φέρω σέ καὶ ἄγω σέ. ὥστε ὁμολογεῖσθαι ὡς ἅπασα τοιαύτη δοτικὴ συνέχει ἐν ἑαυτῇ τὴν αἰτιατικήν, ἣν καὶ ἔξωθεν προσλαμβάνει, ἄγω σοι τὸν παῖδα, φέρω σοι τὸν οἶνον, τέμνω σοι τὸ κρέας, ἀναγινώσκω σοι Ἀλκαῖον, κωμῳδῶ σοι τοὺς Ἐπιτρέποντας· ὧν, ὡς ἔφαμεν, καὶ αἱ παθητικαί εἰσιν συντάξεις. — οὐκ ἀπιθάνως δή μοι Ὅμηρος δοκεῖ [οὐδὲ] ἐν τῇ τοιαύτῃ συντάξει τῶν πτώσεων προτίθεσθαι τὴν δοτικὴν τῆς αἰτιατικῆς, καθότι καὶ ταύτης ἐστὶν ἐμπεριεκτική. 2.2.427 184. Ὁμοίως δὲ καὶ ἐπὶ δοτικὴν φέρεται καὶ τὸ ὑπηρετῶ σοι, δουλεύω σοι, ἕπομαί σοι, ἀκολουθῶ σοι, ἥκω σοι· τῶν γὰρ ἐν αὐτοῖς ἐγκειμένων ἐνεργειῶν περιποιητικαί εἰσι. τὸ γὰρ δουλεύειν πάσης ὑπηρεσίας ἐμπεριεκτικόν (ἧς τὰ εἴδη πάλιν ἐπιμεριζόμενα τῇ ἐνεργητικῇ διαθέσει τὴν αἰτιατικὴν ἀπαιτεῖ, τρίβω σε, λούω σε, νίπτω σε, κείρω, κοσμῶ, σμῶ, ἀναδῶ, ἐμπλέκω, λαμπρύνω, φαιδρύνω). Καὶ τὸ εἴκειν δέ, πάσης ἀντιθέσεως ἐμπεριεκτικὸν ὄν, καὶ τὸ ὑποχωρεῖν πᾶσι τῷ αὐτῷ λόγῳ εἰς δοτικὴν κατήντησεν. 185. Καὶ τὰ ἐξ ἴσης διαθέσεως ἀναγόμενα, τουτέστι τὰ ἐν δυσὶ προσώποις τὴν αὐτὴν ἔχοντα ἐνέργειαν κατ᾽ ἀλλήλων, ἐν δοτικῇ κατα- 2.2.428 γίνεται, ὡς ἔχει τὸ μάχομαί σοι, παλαίω σοι, γυμνάζομαί σοι, ἱππάζομαι, ἀνθιστάνομαι, μονομαχῶ, παγκρατιάζω. Καὶ ὅτι μὲν ἔδει τὰ τοιαῦτα ἐπὶ πλαγίαν φέρεσθαι, παντὶ προῦπτον ἐγκειμένης δια- βιβαστικῆς διαθέσεως ἐπὶ πρόσωπον ὑποκείμενον, ὡς κατ᾽ ἀρχὰς εἴπομεν, δυνάμενον ὁμολογῆσαι τὴν εἰς αὐτὸ χωρήσασαν διάθεσιν· νοεῖται γοῦν ἐπὶ δύο ἐμψύχων τὸ παλαίειν, τὸ παγκρατιάζειν. ἀλλ᾽ οὖν γε ἡ μεγίστη ἐνέργεια ἀπαιτήσασα αἰτιατικὴν εἰς ἓν μόνον καταγίνεται τὸ διατίθεσθαι ἐξ εὐθείας, μὴ μὴν προσδιατιθέναι, ὡς ἔχει τὸ δέρω σε, τύπτω σε, παίω σε· ὁ γὰρ οὕτως ὁριζόμενος οὐχ ὁμολογεῖ τὸ ἀντιπαίεσθαι. οὐ δὴ οὖν τὰ προκείμενα ῥήματα τὸ τοιοῦτον ἐπηγγέλλετο, καὶ σαφὲς ὅτι ἕνεκα τούτου οὐδὲ ἐπιδέξεται αἰτιατικήν· ἦν γὰρ ἐγκειμένη ἡ αὐτὴ διά- θεσις ἐκ τοῦ ἑτέρου προσώπου, τὸ ἀντιπαίεσθαι τὸν παγκρατιάζοντα. — 186. Τί οὖν εἰς δοτικὴν ἐχώρησεν; ὅτι καὶ ἡ γενικὴ ἐμερίζετο εἰς 2.2.429 παθητικὴν διάθεσιν. ἀποστήσεται ἄρα ἀμφοτέρων τῶν πτώσεων ἡ τοι- αύτη σύνταξις, καὶ οὐκ ἄλλην ἐπιδέξεται ἢ μόνην τὴν δοτικήν, ἐξ ἧς καὶ εὐέφικτον τὸ ἀντιπεριποιούμενον τῶν διαθέσεων. ἔστι γοῦν μοναδικὴ μὲν διάθεσις ἡ γυμνάζω σέ, ἀντιπεριποιουμένη δὲ ἐκ τοῦ ἴσου ἡ γυμνάζομαι σοί· ἱππάζω σέ, ἐξ ἧς τὸ παθητικὸν ἱππάζομαι ὑπὸ σοῦ καὶ πάλιν τὸ ἐξ ἴσου ἀναγόμενον ἱππάζομαι σοί. πλεῖστα καὶ εἰς τὸ τοιοῦτον ἔστι παραθέσθαι, ἅπερ παραπεμπτέον. οὕτως δ᾽ οἶμαι ἔχειν καὶ τὸ πείθομαι ὑπὸ σοῦ, καὶ οὐκ ἄλλο τι σημαίνει τὸ πείθο- μαι σοί ἢ τὴν ἐξ ἀλλήλων πρὸς ἀλλήλους γινομένην πεισμονήν. 187. Ἔστι καὶ ἐπὶ τρίτου προσώπου τὸ μέλει καὶ μεταμέλει δοτικῇ συντασσόμενα, ὡς ἔχει τὸ μέλει Τρύφωνι καὶ ἔτι μεταμέλει. ἅπερ παρὰ τὴν τῶν ἄλλων ῥημάτων σύνταξιν ἐξήλλακται, καθὸ πάντα μὲν εὐθείᾳ συντάσσεται μόνῃ, ὡς Θέων περιπατεῖ, ἣ καὶ συντείνει πλαγίᾳ, περὶ ἧς καὶ τὴν σύνταξιν ἐποιησάμεθα. οὐ μὴν τοῖς προκειμένοις τοιοῦτον σύνεστιν· μεταμέλει γὰρ Σωκράτει καὶ ἔτι μέλει, τῆς 2.2.430 ὀρθῆς οὐ συνούσης. δι᾽ ὃ καὶ παρασυμβάματα αὐτὰ ἐκάλεσαν οἱ ἀπὸ τῆς Στοᾶς, τῶν ἄλλων ῥημάτων κατὰ τὰς συμβαινούσας διαθέσεις παρ᾽ αὐτοῖς συμβαμάτων προσαγορευομένων ἢ καὶ ἔτι κατηγορημάτων· καὶ τὸ μὲν ἀπαρτίζον τὴν διάνοιαν παρασύμβαμα, λέγω τὸ μέλει Σω- κράτει, τὸ δὲ ἐλλειπτικὸν ἔλαττον ἢ παρασύμβαμα, λέγω δὴ τὸ μέλει. — 2.2.431 188. Ὅπερ ἐπινοῶ καὶ αὐτὸ ἀναδέχεσθαι νοουμένην εὐθεῖαν τὴν κατὰ τοῦ παρυφισταμένου πράγματος ἐν τῷ μέλει. παρὸν δὲ τὸν λόγον οὕτω πιστώσασθαι. δίδοται ὅτι τὸ μέλει ῥῆμα τρίτου προσώπου ἐστί, καὶ σαφὲς ὅτι ἐκ πρώτου καὶ δευτέρου γεγενημένον, λέγω τοῦ μέλω, μέλεις. καὶ εἰ δίδοται τὰ τῆς συντάξεως τοῦ πρώτου καὶ δευτέρου μετιέναι καὶ ἐπὶ τὸ τρίτον, λέγω κατὰ τὰς πτώσεις καὶ τοὺς ἀριθμούς, ὡς ἐπὶ τοῦ ἐγὼ φροντίζω — σὺ φροντίζεις — ἐκεῖνος φροντίζει, δοθήσεται καὶ ἐπὶ τοῦ μέλω. ἔστιν οὖν τὸ ἐγὼ μέλω σοί ἐν εὐθείᾳ καὶ δοτικῇ, καὶ ἔτι σὺ μέλεις ἐμοί· ὅπερ ἀπαιτήσει κατὰ τὴν σύνταξιν ἐν τρίτῳ, ἐν τῷ μέλει Σωκράτει, οὐκ ἄλλο τι ἢ τὸ παρυφιστάμενον πρᾶγμα ἐν εὐθείᾳ νοούμενον. τοιοῦτο γάρ ἐστιν τὸ νοούμενον, μέλει τὸ φιλοσοφεῖν Πλάτωνι — φροντίδα Πλάτωνι ἐμποιεῖ ἡ φιλοσοφία, μέλει Θέωνι τὸ πλουτεῖν — ὁ πλοῦτος φροντίδα ἐμποιεῖ Θέωνι [τοῦ πλουτεῖν]. χρὴ οὖν νοεῖν ὅτι τὸ μέλει Σωκράτει ἐν τῷ ὑπακουομένῳ 2.2.432 πράγματι τὴν εὐθεῖαν ἔχει. Ἔστιν οὖν τὸ αἴτιον τοῦ καὶ μόνον τὸ μέλει παραλαμβάνεσθαι τὸ δεκτικὸν αὐτὸ εἶναι παντός του ἐπισυμβαί- νοντος πράγματος. δι᾽ ὃ τὸ μέλει Θέωνι ἐδόκει ἐν αὐτοτελείᾳ καθί- στασθαι· παντὸς γάρ του παρυφισταμένου πράγματος κοινῶς ὑπακουομένου περὶ παντὸς [γὰρ] ἐπισυμβαίνοντος, ὡς ἔφαμεν, τὸ μέλει ῥῆμα παρα- λαμβάνεται. 189. Καὶ τοσαῦτα εἴχομεν φάναι περὶ ἧς προεθέμεθα ἐκθέσθαι συντάξεως τῶν ῥημάτων πρὸς τὰς πλαγίας, ἐκείνου προδήλου καθε- στῶτος, ὡς οἱ διάφοροι χρόνοι ἐν τῇ κλίσει καὶ ἔτι τὰ διάφορα πρόσωπα αἵ τε ὑπόλοιποι ἐγκλίσεις τῆς αὐτῆς συντάξεως ἔχονται. τὸ γὰρ τέμνοιμι εὐκτικὸν ὂν πάλιν ἐπ᾽ αἰτιατικὴν φέρεται, κἂν προστακτικὸν ᾖ κἂν ἀπαρέμφατον κἂν ὑποτακτικόν, κἂν παρῳχημένου χρόνου κἂν μέλλοντος, λέγω κατὰ τὰς ἐνεργητικὰς διαθέσεις. ἔστι καὶ εἰς τοῦτο πάμπολλα παραθέσθαι. — 190. Ἀλλ᾽ οὐδὲ αἱ μετοχαὶ τὸ τοιοῦτον ἀποκλίνουσιν, κἂν ἀποβάλωσι τὸν τῶν προσώπων μερισμὸν τάς τε παρεπομένας ψυχικὰς διαθέσεις τοῖς ῥήμασιν. ὡς γὰρ προείπομεν, ἐπὶ τὰς αὐτὰς πτώσεις φέρονται, καίτοι τῶν ἄλλων πτωτικῶν, λέγω δὲ τῶν ἀπὸ ῥήματος 2.2.433 γεγονότων, οὐκ εἰς τὸ αὐτὸ τῆς συντάξεως φερομένων. ἔστι μὲν γὰρ τὸ κόπτω τοῦτον, οὐ μὴν τὸ κοπεὺς τοῦτον, κοπεὺς δὲ τούτου· καὶ αὐλεῖ μὲν τοῦτον, αὐλητὴς δὲ τούτου· γυμνάζει τοῦτον, γυμναστὴς δὲ τούτου. δι᾽ οὗ δείκνυται ὅτι πάντα μὲν ἐπὶ γενικὴν φέρεται τὰ πτωτικά, οὐ μὴν τὰ ἐν μετοχῇ γενόμενα. συντάξεως γὰρ τῆς αὐτῆς ἔχεται τοῖς ῥήμασιν, καὶ διὰ τοῦτο συνέχεται τοῦ ἔτι ῥήματος μετέχειν ἰδιότητα· γυμνάζων γὰρ τοῦτον καὶ αὐλῶν τοῦτον. τὸν τοιοῦτον λόγον ἀκριβέστερον ἐξεθέμεθα ἐν τῷ περὶ μετοχῆς ὑπηγο- ρευμένῳ. 2.2.434 1. Μετὰ τὰς τῶν ῥημάτων συντάξεις, ἃς ἐν τῷ πρὸ τούτου ἀνε- πληρώσαμεν, ὄντι τρίτῳ τῆς ὅλης πραγματείας, μέτιμεν καὶ ἐπὶ τὰς τῶν προθέσεων συντάξεις, δεομένας ἀποδείξεως πάνυ ἀκριβεστάτης, καθὸ δοκεῖ τὰ μόρια οἷς μὲν μέρεσι τοῦ λόγου δόκησιν παρέχειν συνθέσεως, οἷς δὲ παραθέσεως, ἔσθ᾽ ὅτε οὐ βοηθούμενα τόνων ἰδιώμασι, καθάπερ τὰ πλεῖστα τῶν μερῶν τοῦ λόγου διὰ τῆς ἑνώσεως τοῦ τόνου τὸ μοναδικὸν τῆς λέξεως ὑπαγορεύει, τουτέστι τὸ ἓν μέρος λόγου εἶναι, ἢ διὰ τῆς μονῆς τῆς καθ᾽ ἕκαστον μόριον τὸ δισσὸν ἐμφαίνει τῶν λέξεων. — 2. Τὸ γὰρ Διὸς κόρος παροξυνόμενον μὲν τὴν γενικὴν ἔχει ἰδίᾳ νοουμένην, ὅμοιον ὂν τῷ Διὸς υἱός, προπαροξυνόμενον δὲ ὅμοιόν ἐστιν τῷ Διόγνητος, Διόδοτος· τό τε εὖ νοῶ δύο ἔχον περι- σπωμένας ὁμολογεῖ τὴν ἐξ ἐπιρρήματος καὶ ῥήματος παράθεσιν, καὶ τὸ Ἕλλης πόντος κατὰ τὴν ἀρχὴν ἔχον τὴν ὀξεῖαν, καὶ τὸ ἐμοῦ αὐτοῦ δὶς ἔχον τὴν περισπωμένην. ταῦτα γὰρ καὶ τὰ τούτοις ὅμοια, ἄπειρα 2.2.435 ὄντα, συνελθόντα μὲν κατὰ τὸν λόγον τῆς συνθέσεως ἔχει καὶ τὸν τόνον συνῃρημένον, οὐχ οὕτως δὲ ἔχοντα καὶ τὰ τοῦ τόνου ἔχει ἀσυνέλευστα, καθάπερ δὲ εἴπομεν, ἐν τῇ καθ᾽ ἕκαστον μόριον μονῇ τοῦ τόνου τὸ κατὰ παράθεσιν ὁμολογεῖ. — 3. Τὸ δὲ καταγράφω εἴτε δύο μέρη λόγου ἐστὶν εἴτε καὶ ἕν, οὐκ ἐνδείκνυται διὰ τῆς τάσεως. καὶ τὰ τού- τοις ὅμοια, τὸ ἀποίκου, καταφέροντος, ἅπαντα τὰ τοιαῦτα, τῆς αὐτῆς ἔχεται ἀμφιβολίας· ἀποψέ, ἀποδίς, καὶ ἐπὶ συνδέσμων καθότι, διότι (δεδείξεται γὰρ ὅτι ἔγκεινται αἱ προθέσεις), ἄλλα πλεῖστα. ὑπὲρ ὧν τῆς ἀκριβείας προεθέμεθα ἐκθέσθαι. ἀλλ᾽ ἤδη καὶ ἐπ᾽ ἐνίων μορίων οὐκ ἔνεστιν ὑπὲρ τῶν τοιούτων μορίων ἐπιστῆσαι, τῶν προθέσεων μήτε κατὰ παράθεσιν προθετικῶν οὐσῶν μήτε κατὰ σύνθεσιν, ὡς ἐπ᾽ ἀντω- νυμιῶν τῶν τῆς εὐθείας ἁπασῶν, ὧν καὶ τὸ αἴτιον τῆς ἀσυνταξίας παραθησόμεθα κατὰ τὸν προσήκοντα λόγον. 4. Πρὸ μέντοι τῆς κατὰ μέρος αὐτῶν συντάξεως οὐκ ἄκαιρον ὑπο- λαμβάνω ἐκθέσθαι περὶ τῶν ἠπορημένων ἐν τοῖς μορίοις. Οὐ γάρ, φασί, δεόντως τὰ τοῦ τόνου ἀμείβεται εἰς βαρεῖαν τάσιν, ἐπὰν τὰ τῆς συντάξεως ἐναλλαγῇ, τουτέστιν ἐπὰν προθέσεις οὖσαι μὴ ἀναδέξωνται τὸ προκεῖσθαι κατὰ τὰς συντάξεις· οὐδὲ γὰρ τὰ ἄλλα μέρη τοῦ λόγου 2.2.436 ἀμείψαντα τὴν τάξιν ἀμείβει καὶ τὴν τάσιν, πρὸς τῷ μηδὲ ἐξωμαλίσθαι τὰ τῆς ἀναστροφῆς, εἴγε οὐχ ἅπασαι μετατεθεῖσαι τῆς τάξεως μετατί- θενται καὶ τοῦ τόνου. τί δὲ μᾶλλον αὗταί εἰσιν αἱ μετατιθέμεναι ἤπερ τὰ μόρια ἃ πρὸς αὐτὰς ἤρτηντο; τὸ γὰρ ἔπτυσε πουλὺ κάτα { Callimachi? OSchneider II p. 752 } ἀπαιτεῖ τὸ κατέπτυσεν ἐν καταλληλότητι, καὶ οὐ μᾶλλον ἡ πρόθεσις μετατίθεται ἤπερ τὸ ῥῆμα· Ἰθάκην κάτα κοιρανέουσιν {α 247 }, τὰ τούτοις ὅμοια. 5. Καὶ πρὸς μὲν τὸ τοιοῦτον ἁπλῆ ἡ ὑπάντησις, ὡς ἤδη ὁμόλογόν ἐστιν, καθάπερ καὶ ἐν τοῖς προκειμένοις ἀπεδείξαμεν, ὡς τὰ προκείμενα μόρια διὰ τῆς ἐξαιρέτου συντάξεως, λέγω τῆς προθετικῆς, τὴν ὀνομασίαν ἀπηνέγκατο. ἔνθεν γὰρ καὶ οἱ ἀπὸ τῆς Στοᾶς προθετικοὺς ἐκάλουν συνδέσμους τὰς προθέσεις, ἄμεινον ἡγησάμενοι ἀπὸ τῆς ἐξαιρέτου συν- 2.2.437 τάξεως τὴν ὀνομασίαν θέσθαι ἤπερ ἀπὸ τῆς δυνάμεως, καθάπερ οἵ τε συναπτικοὶ καὶ συμπλεκτικοὶ καὶ οἱ ὑπόλοιποι. οὐ δὴ οὖν τὰ ἄλλα μέρη τοῦ λόγου ἐξαιρέτου συντάξεως ἔτυχεν, ἵνα πρὸς τὸ μετατιθέμενον κατηγορῇ καὶ τῆς μεταθέσεως. — 6. (τὰ γοῦν θέσιν εἰληχότα μοναδικὴν οὐδὲ μετατίθεται τῆς τάξεως, ἵνα καὶ τῆς ἀμφιβολίας ἐπικοινωνήσῃ, ὡς ἐπὶ συνδέσμων μὲν ὁ ἤτοι προτακτικὸς καὶ οὔποτε ὑποτακτικός, ἐπὶ δὲ ῥημάτων τὰ καλούμενα ὑποτακτικὰ ῥήματα οὔποτε χωρὶς ὑποταγῆς ἐστι τῆς τάξεως τῶν ἐπιζευκτικῶν συνδέσμων. ἀλλ᾽ οὐδὲ αἱ καλούμεναι ἐγκλιτικαὶ ἀντωνυμίαι δίχα μορίων λέγονται τῶν πρὸς ἃ ἐγκεκλιμέναι εἰσίν, τίμησόν με, δός μοι. οὐδὲ γὰρ παραδεκτέος ἐκεῖνος ὁ λόγος, 2.2.438 ὁ εἰρημένος ἐν τῷ περὶ ἄρθρων Τρύφωνος { p 25 Vels. }, ὡς τὰ ὑποτακτικά ποτε ἄρθρα προτακτικὰ γίνεται ἐν τῷ ὃς ἂν ἔλθῃ μεινάτω με· τίνος γὰρ πτωτικοῦ προετάγη; πῶς δέ γε ὑποτακτικὸν τὸ τοιοῦτον ἄρθρον οὐκ ἀναπολοῦν τὸ προϋποκείμενον ὄνομα, τοὐναντίον δὲ ἀορι- στούμενον κατ᾽ ἀρχὴν τῶν λόγων; οὐ μὴν μόνον ..........., ἀλλ᾽ οὐδ᾽ ἐν πτωτικῷ τὸ ὅστις· ἐχρῆν γὰρ καὶ τῶν ἄλλων πτωτικῶν καὶ μὴ ἀοριστουμένων προτάσσεσθαι, ἐν οἷς καὶ αὐτὸ συναοριστοῦται πλέον τοῦ τίς, ὅπερ ἐναντιώτατόν ἐστιν τῶν ἄρθρων· τὰ γὰρ ἀοριστωδῶς ποτε νοούμενα ἡ τοῦ ἄρθρου παράθεσις ὑπὸ ὁρισμὸν τοῦ προσώπου ἄγει, ὁ ἄνθρωπος παρεγένετο, τὸν ποιητὴν ἐθαύμασα). — 7. αἱ δὴ οὖν προθέσεις οὐ κατάρξασαι τῶν λέξεων ὁμόλογον ἔχουσιν τὴν 2.2.439 μετάθεσιν, κἂν τὰ δευτερεύοντα ᾖ μετατεθειμένα κατὰ τὴν ἀρχήν· πάλιν γὰρ αὐταὶ δεύτεραι γενόμεναι καὶ τῆς δεούσης τάξεως στερούμεναι ὁμολογοῦσιν μετατεθεῖσθαι. γελοῖον οὖν μοι δοκεῖ τὸ ζητεῖν πότερον αὗταί εἰσιν αἱ μετατιθέμεναι ἢ τὰ ταύταις δευτερεύοντα μόρια. 8. Ἔστι δὲ καὶ ὑπὲρ τῆς ἀμειβομένης τάσεως κατ᾽ αὐτὰς φάναι, ὡς τὸ πρῶτον καὶ ἐν ἄλλοις μέρεσι τοῦ λόγου ἐξαίρετά τινα παρέπεται, ἃ οὐ πάντως συμφερόμενα τοῖς ἄλλοις ἄπορα καταστήσεται, ὥς γε ἔστιν ἐπινοῆσαι ἐπὶ τῶν ἐγκλιτικῶν μορίων καὶ ἔτι ἐπὶ τῶν πυσμάτων κατὰ βαρεῖαν τάσιν καὶ τῶν ἀορίστων κατ᾽ ὀξεῖαν. οὐ δὴ οὖν ἀπῳδὸν τὸ τὴν πρόθεσιν διτονεῖν, ὅπερ ἐπικοινωνεῖ καὶ ἀντωνυμίαις ἐγκλινομέναις καὶ ὀρθοτονουμέναις, τῷ ως ἐν ἀρχῇ τιθεμένῳ καὶ ἐν μέσῃ λέξει, καθὸ 2.2.440 περισπᾶται ........., παραπληρωματικῷ τῷ η περισπωμένῳ μὲν κατ᾽ ἀρχὴν τῶν λόγων, οὐ μὴν κατὰ τὰς ὑποτακτικὰς συντάξεις, ὡς ἐν τῷ τί ἢ δὲ σὺ νόσφιν ἀπ᾽ ἄλλων {Ο 244 }, ὅτι ἢ κάλλιστον ἢ κατὰ Ξάνθιππον {}. ἔστι καὶ ἄλλα ἐπινοῆσαι μυρία. — 9. Μήποτε δὲ καὶ δεόντως τὸ δισσὸν τοῦ τόνου παρέπεται. τὰ μὲν γὰρ ἄλλα μέρη τοῦ λόγου μίαν ἔχει σύνταξιν ἐφ᾽ ἣν καὶ φέρεται, ὡς τὰ ἐπιρρήματα ἔπεισι τοῖς ῥήμασι, κἂν μεταξὺ μέρη λόγου πλείονα πίπτῃ, τὰ δὲ ἄρθρα ὡς πρὸς τὰ πτωτικά, τά τε ὀνόματα ἐπὶ τὰ συνόντα τῶν ῥημάτων, καὶ αὐτῶν τῶν ῥημάτων ὑποστροφὴν ποιουμένων ὡς πρὸς τὰ ὀνόματα ἢ πρὸς τὰ ἀντωνυμικά, ἅπερ πάλιν ἀντὶ ὀνομάτων παραλαμβάνεται· αἱ μέντοι προθέσεις δύο συντάξεις ἀναδεξάμεναι, τήν τε πρὸς τὰ ὀνόματα καὶ ἔτι πρὸς τὰ ῥήματα, δεόντως παραδέξονται καὶ τὸ ἐναλλασσόμενον τοῦ τόνου, 2.2.441 ὅπερ ὑποστρέφον διὰ τῆς τάσεως συσσημαίνει καὶ τὸ ἀναβιβαζόμενον τῆς προθέσεως, ἐπιμένον δὲ κατὰ τὴν ἰδίαν τάσιν σημαίνει καὶ τὴν δέουσαν σύνταξιν τῆς προθέσεως. — 10. τὸ γοῦν Ἰθάκην κάτα κοιρανέουσι {α 247 } διὰ τοῦ ἀρκτικοῦ τόνου, λέγω τῆς ἀναστροφῆς, συσσημαίνει καὶ τὸ ἀνα- βιβαζόμενον τῆς προθέσεως, οὐχ οὕτως δὲ ἔχον σύνταξιν τὴν ἐπὶ τὸ ῥῆμα παραδέχεται. καὶ ἕνεκα τούτου εὐπαράδεκτος καὶ ἡ δισσὴ τάσις τῶν προθέσεων. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ εὗρε δὲ Πατρόκλῳ πέρι κείμενον ὃν φίλον υἱόν {Τ 4 }, 2.2.442 καὶ γὰρ ὅτε πρώτιστον ἐμοῖς ἔπι δέλτον ἔθηκα γούνασιν { Callimachi? frgm. anon. 261, II p 752 OSchn. }. καὶ ἔτι ἐν δυσὶν ὀνόμασι, μάχῃ ἔνι κυδιανείρῃ {Ζ 124. Η 113. Θ 448. Ω 391 }, ποταμῷ ἔπι δινήεντι {Θ 490 }, ποταμοῦ ἄπο Σελλήεντος {Β 659. 839. Μ 97. Ο 531 }. ὑπὲρ ὧν τῆς διαφορᾶς κατὰ τὸ δέον ἐκθησόμεθα, ἐν ᾧ καὶ παραστήσομεν τοὺς τρόπους τῶν ἀναστρεφομένων καὶ τῶν μὴ οὕτως ἐχουσῶν. τὸ 2.2.443 γὰρ νῦν προκείμενον ἡμῖν ἐστιν παραστῆσαι, ὡς ἀναγκαίως οἱ στοιχειωταὶ ἐπενόησαν τὴν ἐπ᾽ αὐταῖς γενομένην δισσὴν τάσιν, ὁμολόγως καὶ τῶν φωνῶν προευθετισμένων εἰς τὸν προκείμενον λόγον, εἴγε ἁπάσαις παρεπόμενόν ἐστιν τὸ ὀξύνεσθαι, τῶν ἄλλων μερῶν τοῦ λόγου ποικιλω- τέρων ὄντων κατὰ τὰς τάσεις· οὐ γὰρ τὸ μεταπῖπτον τῆς τάσεως εἰς τὸν αὐτὸν εὐθετισμὸν ὑπῆρχεν, ὅς γε καὶ παρηκολούθει ταῖς προθέσεσιν. — 11. Διὰ τοῦτο καὶ ἐπεκτεινόμεναι συνέλκουσι κατὰ τὸ τέλος τὴν ὀξεῖαν, ὡς ἔχει ἡ ἐνί καὶ ἡ προτί. — διὰ τοῦτο οὐδ᾽ οἱ περὶ τὸν Ἀριστο- φάνη ἠξίωσαν βαρύνειν τὰ μόρια κατὰ τὴν Αἰολίδα διάλεκτον, ἵνα μὴ τὸ ἴδιον τῆς προθέσεως ἀποστήσωσιν, λέγω τὴν ἀναστροφήν· εἰ γὰρ καὶ ἐβαρύνθησαν, ἀνθελκόμεναι ἀπὸ τῆς τοῦ ῥήματος συντάξεως ἢ τοῦ ὀνόματος ἐζήτησαν τὸ ἀμεῖψαι τὸν τόνον, καθ᾽ ἃς εἴπομεν αἰτίας. — 2.2.444 διὰ τὸ αὐτὸ καὶ κατ᾽ ἀρχὴν καὶ κατὰ τέλος βραχεῖαι· ὁ γὰρ βραχὺς χρόνος εὐμετάθετος κατὰ τάσιν, ὅπου γε καὶ ἡ Αἰολὶς μετατιθεῖσα τοὺς τόνους τοὺς κατὰ τὸ τέλος ἐκ βραχείας συλλαβῆς μετατίθησι κατὰ τὸ πλέον. πλεονάσασαι οὖν χρόνῳ ἐλλείπουσι καὶ τῇ ἀναστροφῇ, ὡς ἡ καταί, ὑπαί καὶ αἱ τοιαῦται. — Ἀλλ᾽ οὐ πᾶσαι ἀναστρέφονται. οὐδὲ γὰρ πᾶσα ἀντωνυμία καὶ ἐγκλίνεται καὶ ὀρθοτονεῖται, ἀλλ᾽ ἐπὶ τὸ πλέον ταύταις παρέπεται· οὐδὲ πάντα τὰ πύσματα ἐν βαρείᾳ ἐστὶ τάσει, ἀλλ᾽ οὐδὲ ἄλλα πλεῖστα ἐξωμάλισται. 12. Προτιθέμεναι δὴ τῶν τοῦ λόγου μερῶν ἢ κατὰ σύνθεσίν εἰσιν ἢ κατὰ παράθεσιν. Ἐν μὲν οὖν ταῖς εὐθείαις τῶν πτωτικῶν καὶ ἔτι ταῖς συνυπαρχούσαις κλητικαῖς οὐκ ἔστι τὴν παράθεσιν τῶν προθέσεων ἐπινοῆσαι. πρόδηλον γὰρ ὅτι τὸ σύνοικος, ἐπίκουρος, σύνδουλος, 2.2.445 ὑπέρδουλος, πάροικος, μέτοικος, ἔκδηλος, ἀνάδρομος, περί- οπτος, περιφόρητος σύνθεσιν τὴν τῶν μερῶν ἀνεδέξαντο, οὐ μόνον διὰ τὸν ἀναδραμόντα τόνον κατὰ τὴν σύνθεσιν (ἐπεὶ καὶ τινά γε συνε- φύλαξε τὴν αὐτὴν τάσιν καὶ οὐ τῇ μονῇ τοῦ τόνου ἀπολύεται τῆς συνθέσεως, ὡς ἔχει τὸ περικλυτός, ἀναδρομή, συνοχή, καταμονή, ἄλλα πλεῖστα), ἀλλὰ καὶ ἐκ τοῦ συνυπάρχειν κατὰ πάντα σχηματισμὸν τὴν πρόθεσιν, ὅπερ οὐ παρεπόμενόν ἐστι ταῖς ἐκ παραθέσεως, ὡς ἔχει τὸ κατὰ Κτησιφῶντος, ὑπὲρ Ἀριστάρχου, οὐ συμφερόμενα κατὰ πᾶσαν πτῶσιν διὰ τῆς αὐτῆς συντάξεως· τά γε μὴν προεκκείμενα κατὰ τὴν εὐθεῖαν κατὰ πᾶσαν πτῶσιν σύνεστιν. — 13. Ἀλλὰ μὴν ἔτι κἀκ τῆς τοῦ ἄρθρου παραθέσεως. πρωτευούσῃ γὰρ τῇ προθέσει κατὰ παρά- θεσιν παραχωρεῖ τῆς προθέσεως, μετιὸν ἐφ᾽ ὃ συνήρτηται· οὐ μὴν ἢν 2.2.446 σύνθεσις ᾖ, εἴγε μέρος ὀνόματος γενομένη ἕξει προκείμενον τὸ καλού- μενον προτακτικὸν ἄρθρον τῶν ὀνομάτων. τοῦ μὲν προτέρου περὶ Ἀριστάρχου — περὶ τοῦ Ἀριστάρχου, κατὰ Κτησιφῶντος — κατὰ τοῦ Κτησιφῶντος, περὶ στεφάνου — περὶ τοῦ στεφάνου, τοῦ δὲ δευτέρου ὁ περικλυτός, ὁ σύνδουλος, ὁ μέτοικος. ἕνεκα τοῦ τοιούτου καὶ τὰ ὑπ᾽ ἀμφιβολίαν πίπτοντα ἐκλύεται τοῦ ἀμφιβόλου προσλαβόντα τὰ ἄρθρα· διοίσει γὰρ τὸ παρὰ τοῦ νόμου, παρὰ τοῦ φέροντος τῶν τοιούτων τοῦ παραφέροντος, τοῦ παρανόμου, ὑπὲρ ὧν καὶ ἀλλαχόθι ἡμῖν ἠκρίβωται. — 14. Ἔνθεν ἓν μέρος λόγου ποιήσει τὸ προπροκυλινδόμενος {Χ 221. p 525 }, ὑποπεπτηῶτες {Β 312 }· μέρος τε λέξεως ἂν εἴη ἡ κατά ἐν τῷ λέων κατὰ ταῦρον ἐδηδώς {Ρ 542 } ἤπερ λόγου, εἴγε τὰ μέρη τοῦ λόγου ἐκ παραθέσεως νοεῖται, οὐκ ἐκ συνθέσεως διιστανόμενα, καθότι καὶ ἐν ἄλλοις δεδείξεται τὸ τοιοῦτον. ἀλλ᾽ οὐδὲ τὸ γέλασσε δὲ πᾶσα περὶ χθών {Τ 362 } παράκειται τῇ εὐθείᾳ κατὰ λόγον τὸν τῆς προθέσεως, ἐπιρρήματος δὲ 2.2.447 τοῦ πέριξ· ἢ καθ᾽ ὑπερβατόν ἐστι πρὸς τὴν τοῦ ῥήματος σύνοδον, ἵνα ᾖ περιεγέλασε περισσῶς ἐλαμπρύνθη. τὴν γὰρ σύνθετον σχέσιν ἀπείργει καὶ ἡ τάσις, ὅτι μηδὲ ἀνεβίβασε τὸν τόνον ὡς τὸ αὐτόχθων καὶ ἐνοσίχθων, καὶ ἡ τοῦ σημαινομένου ἔννοια· μένει γὰρ ἔτι τὸ θηλυκὸν ὄνομα, τῆς συνθέσεως μεταβατικὸν ἐχούσης τὸν λόγον· οὐ γὰρ δή γε ἐν τῷ αὐτόχθων καὶ ἐνοσίχθων ἡ γῆ νοεῖται, ὁ δ᾽ ἐκ γῆς γενόμενος ἢ τῆς γῆς ἐπικρατῶν. 15. Καὶ ἡ μὲν τοιαύτη παράθεσις ἁπλῆς ἔχεται τηρήσεως, τό γε μὴν ἐξεργαστικὸν τοῦ λόγου φυσικωτέραν ἐνδείκνυται τήρησιν. αἱ εὐθεῖαι καὶ αἱ κλητικαὶ ἓν πρόσωπον δηλοῦσι μετὰ τῶν συνόντων ῥημάτων, Τρύφων ἀναγινώσκει — Τρύφων ἀναγίνωσκε, Τρύφων παρα- 2.2.448 λαμβάνει — Τρύφων παραλάμβανε, τῶν ἄλλων πτώσεων ἐν δυσὶ προσώποις νοουμένων, Τρύφωνι λέγει, Τρύφωνα φιλεῖ, Τρύφωνος ἀκούει, ὁμολόγως εὐθειῶν ἔξωθεν προσγινομένων. τούτων δὴ δεδειγμέ- νων κατὰ σύνταξιν τὴν προσήκουσαν οὐκ ἂν δυνηθείη ἐν παραθέσει ἡ πρόθεσις τῆς εὐθείας ποτὲ εἶναι, πρῶτον ὅτι τὸ ἐκ τῶν προθέσεων συνδηλούμενον ἐπιδέχεται ἡ ἐκ τοῦ ῥήματος παρυφισταμένη σχέσις. ἔστω γάρ τι Πλάτων, ἔστω δέ τι καὶ βαίνει, καὶ πρόθεσίς τις ἡ ἔν, ἡ σύν, ἡ κατά, ἡ ἀνά ἢ ἄλλη τις τῶν τοιούτων· ἣ οὐκ ἐπ᾽ ἄλλο νεύσει μέρος λόγου ἢ τὸ δυνάμενον τὴν ἐξ αὐτῶν σχέσιν ἀναδέξασθαι. καὶ δὴ ἐμπλά- των μὲν οὐ γενήσεται, τὸ δὲ ἐμβαίνει· οὐδὲ τὸ συμπλάτων, τὸ δὲ συμβαίνει, διαβαίνει, περιβαίνει. ἕνεκά γε τοῦ τοιούτου ἑνὸς ὄντος προσώπου τοῦ ὅλου, λέγω τοῦ Πλάτων βαίνει, τὸ προσγινό- μενον ἔξωθεν προθετικὸν ἐπὶ τὸ ῥῆμα νεύσει, ὡσπερεὶ προτακτικὸν 2.2.449 στοιχεῖον πρὸ ὑποτακτικοῦ κεισόμενον. — 16. (Ἔφαμεν γὰρ καὶ κατὰ τὰς ἀρχὰς τῆς ἐκδόσεως, ὡς τὰ στοιχεῖα τοῦ λόγου τὸν αὐτὸν τρόπον ἐπέχει τοῖς στοιχείοις τῆς λέξεως· καὶ ὡς ἔστι προτακτικὰ στοιχεῖα στοιχείων καὶ οὐχ ἅπαντα ἁπάντων, οὕτως καὶ λέξεις προτακτικαὶ οὖσαι οὐχ ἁπάντων προτετάξονται, τῶν γε μὴν δυναμένων τὴν ἐξ αὐτῶν σύνταξιν ἀναδέξασθαι. φέρε γάρ που συλλαβὴν εἶναι τοιαύτην, τὴν τρα, τὴν κλα, καὶ ἐπιέναι τὸ ς· οὐ δὴ προσχωρεῖ πρὸ τοῦ ρ ἢ πρὸ τοῦ λ· οὐ γὰρ δὴ τούτων προτακτικὸν τὸ ς, τοῦ γε μὴν κ καὶ τ, καὶ οὕτως τὸ σκλα καὶ στρα συντετάξεται. φέρε δὴ καὶ εἶναί τι Τῖρυς, καὶ τούτῳ προστίθεται τὸ ν, λέγω κατὰ τὸ τέλος· οὐ δὴ προσκείσεται μετὰ τὸ ς, καίτοι τελικὸν ὂν πολλῆς λέξεως, καθὸ τὸ ς τοῦ ν οὐ προηγεῖται, ἀνά- 2.2.450 παλιν μέντοι, ὥς γε παρ᾽ Ἀργείοις πάμπολλός ἐστιν ἡ τοιαύτη σύνταξις.) — 17. οὐ δὴ οὖν προσγινομένης προθέσεως ἐν τῷ αὐτῷ προσώπῳ, λέγω ἐπὶ τοῦ Πλάτων διαλέγεται, μεθήσει ἡ ῥηματικὴ σύνταξις τὸ προτακτικὸν αὐτῆς στοιχεῖον κατὰ σύνθεσιν, λέγω τὸ προσδιαλέγεται. εἰ γοῦν καὶ ἡ ὀνοματικὴ θέσις σχέσιν δύναιτο ἐπιδέξασθαι τὴν ἐκ τῆς προθέσεως, τὸ τηνικαῦτα ἔστιν ἐπινοῆσαι συνενουμένην τῷ ὀνόματι τὴν πρόθεσιν· ὁ γὰρ περίεργος οὐ πόρρωθέν ἐστιν τοῦ περιεργάζεσθαι, οὐδὲ ὁ μέτοικος τοῦ μετοικεῖν, οὐδὲ ὁ περίοπτος τοῦ περιόπτεσθαι, οὐδὲ ὁ ἐπίκουρος τοῦ ἐπικουρεῖν. (οὐ γὰρ ἀντίκειται, κἂν συμβολικῶς κέηται· ἡ γὰρ τῆς συνθέσεως πρώτη σύνοδός ἐστι κατὰ τὴν ἐπιθετικὴν προφοράν, συμβολικώτερόν πως μετατεθειμένη. ἀλλὰ μὴν καὶ τὸ Ἀντί- θεος, Ἀντίπατρος καὶ τὰ τούτοις ἔτι ὅμοια δυνάμει τὴν ἐκ γενικῆς 2.2.451 παράθεσιν ὁμολογεῖ· ἀντὶ γὰρ θεοῦ ἢ πατρὸς παραλαμβάνεται· σαφὲς οὖν ὅτι καὶ τὰ συντεθέντα συνέχει πάλιν τὸ ἰδίωμα.) τῶν δὴ οὖν ῥημάτων κατὰ τὸν προειρημένον λόγον συντιθεμένων μετὰ τῶν προθέσεων, οὐ μὴν παρατιθεμένων, ὡς δεδείξεται, ἀνάγκη πᾶσα καὶ τὰς ὀνομαστικὰς πτώσεις, ἔννοιαν ῥηματικὴν ὁμολογούσας, τὸ αὐτὸ τοῖς ῥήμασιν ἀνα- δέχεσθαι. 18. Αἱ γοῦν πλάγιαι πτώσεις ἀποστᾶσαι τῆς συνόδου τῶν ῥημάτων, τουτέστιν τὸ αὐτὸ πρόσωπον οὐ δηλοῦσαι, καὶ τοῦ σχήματος ἀπηλλο- τριώθησαν· τὸ γὰρ ἐναντίον ἀναδέχονται παράθεσιν ἀντὶ συνθέσεως. καὶ πρὸς τὸ ἡνωμένον μὲν πρόσωπον, ὡς προείπομεν, καὶ τὰ τῆς συν- θέσεως ὁμοίως συνήνωται, πρὸς δὲ τὸ ἀφιστάμενον τῆς πλαγίας συνα- πέστη καὶ τὰ τῆς συνθέσεως, μερικωτέρας λοιπὸν παραθέσεως γινομένης ἤ[περ] διηκούσης καθ᾽ ἕνα σχηματισμόν, περὶ Ἀπολλωνίου, ἐν 2.2.452 Ἀπολλωνίῳ καὶ τὰ τούτοις ὅμοια. — 19. Εἰκός τινα φήσειν καὶ ἐν πλαγίαις σύνθεσιν ἐπινοεῖν, βόλου περιβόλου, δρόμου καταδρόμου καὶ ἐν τοῖς ὁμοίοις· ὃν λήσεται ὡς οὐκ ἔστιν αὐτόθεν σύνθεσις, εὐθείας δὲ συντεθείσης κλίσις μεταπεποιημένη, ὡς καὶ ἐν τοῖς ἑξῆς δεδείξεται. 20. Εἰκὸς δὲ κἀκεῖνο ὑπονοήσειν, ὡς οὐ κατὰ τὰς πλαγίας αἱ προθέσεις παρατίθενται, ἐν δὲ ὑπερβιβασμῷ πρὸς τὰ ῥήματα ἀνατεινόμεναι, κατὰ Ἀπολλωνίου ἐλάλησα — κατελάλησα Ἀπολλωνίου, σὺν Ἀπολ- λωνίῳ ἤμην — συνήμην Ἀπολλωνίῳ, περὶ τὸν καμπτῆρα ἔδρα- μον — περιέδραμον τὸν καμπτῆρα, πρὸς Τρύφωνα εἶπον — 2.2.453 προσεῖπον Τρύφωνα, ἀπὸ Ἀλεξανδρείας ἔδραμον — ἀπέδρα- μον Ἀλεξανδρείας. κἂν διαφέρῃ κατὰ τὸ δηλούμενον τὰ τῆς συν- τάξεως, καθ᾽ ὑπερβιβασμοὺς γίνεταί πως ἡ διαφορά, ὁ νῦν ἄνθρωπος — νῦν ὁ ἄνθρωπος, τότε ὁ Πτολεμαῖος — ὁ τότε Πτολεμαῖος, ἐμὸς ὁ δοῦλος — ὁ ἐμὸς δοῦλος. — 21. Ἔστι δὲ καὶ πρὸς τὸ τοιοῦτον φάναι, ὡς τὰ τοιαῦτα μὲν ἐν τῷ ὑπερβιβασμῷ τὴν αὐτὴν ἔχει καταλληλότητα, κἂν ποσὴν ἔχῃ διαφορὰν τοῦ σημαινομένου· τὰ δὲ τῶν προθέσεων καὶ ἐν ὑπερβιβασμῷ διάφορον πτῶσιν ἴσχει, καὶ σχεδὸν τὰ πλείονα οὐχ ὑπερβιβάζεται, πρὸς Ἀπολλώνιον ἔρχομαι, προσέρχομαι δὲ Ἀπολλωνίῳ, πρὸς Τρύφωνα λαλῶ καὶ προσ- λαλῶ Τρύφωνι, καὶ ἔστι μέν που καταφέρω οἶνον, οὐ μὴν κατ᾽ οἶνον φέρω, καὶ περὶ τοῦ φίλου λέγω, οὐ μὴν περιλέγω τοῦ φίλου. πλείστην ἔστιν εἰς τὸ τοιοῦτον παράθεσιν ποιήσασθαι. δι᾽ οὗ προδηλό- τατα δείκνυται ὡς οἴδασιν αἱ προθέσεις σύνταξιν τὴν πρὸς τὰς πλαγίους, οὐ δυνάμεναι ἐπ᾽ ἄλλο τι συνενεχθῆναι, εἰ μὴ πρότερον συμπεριλάβοιεν τὴν πλαγίαν πτῶσιν. ὑπὲρ ὧν τῆς διαφορᾶς κατὰ τὸ ἑξῆς ἐροῦμεν. 2.2.454 22. Ἔτι τῇ προκειμένῃ συντάξει οἰήσεταί τις τὰ τοιαῦτα ἀντικεῖσθαι, παρ᾽ ὀλίγον Τρύφων ὤλισθεν, μετ᾽ ὀλίγον Δίων παρέσται, παρὰ τί ἥμαρτεν Θέων; τὸ γὰρ τί καὶ τὸ ὀλίγον καὶ ἔτι τὰ προ- κείμενα δόξει ἐν εὐθείᾳ συντάξει παράθεσιν τῶν προθέσεων ἀναδεδέχθαι, κἂν ἔτι κατὰ πλαγίαν πτῶσιν τὰ τῆς συντάξεως γένηται, παρ᾽ ὀλίγον Τρύφωνι συνέβη τιμηθῆναι, κατὰ τί Θέωνα ὑβρίζεις; — 23. Ἅπερ ἔστιν ἀπολύσασθαι οὕτως, ὡς ἐν ὑπακουομέναις αἰτιατικαῖς τὰ τοῦ λόγου κατέστη. τὸ γὰρ παρὰ τί Τρύφων ἥμαρτεν; ἐν αἰτίῳ ἔξωθεν ὑπακουομένῳ κατ᾽ αἰτιατικὴν πτῶσιν, ὡς εἰ καὶ οὕτως τις λέγοι, παρὰ ποίαν αἰτίαν ἥμαρτεν Τρύφων. οὕτως ἔχει τὸ μετὰ 2.2.455 μικρόν καὶ τὸ μετ᾽ ὀλίγον ἐλεύσεται Τρύφων· ὑπακούεται γὰρ μετὰ μικρὸν διάστημα τοῦ χρόνου. ὁ αὐτὸς λόγος ἐπὶ ἁπάντων τῶν τοιούτων, ὥστε πάλιν κατὰ παράθεσιν αἰτιατικῆς πτώσεως νοεῖσθαι τὰς προθέσεις. τὸ γὰρ παρὰ τί λείπει ὁ λόγος; ἐν ἴσῳ ἐστὶ τῷ παρὰ τίνα λέξιν λείπει ὁ λόγος; παρὰ τίνα φράσιν; καὶ ὡς οὐκ ἔστιν ἐπινοῆσαι ἐν εὐθείᾳ συντάξει φάναι τὸ παρὰ τίς, κατὰ δὲ αἰτιατικὴν τὸ παρὰ τίνα, οὕτως χρὴ νοεῖν ὡς καὶ τὸ τί καθεστὼς τῆς μὲν εὐθείας οὐ παραδέξεται τὴν παράθεσιν, αἰτιατικῆς γε μήν, ὅτε φαμὲν παρὰ τί. 24. Ἀλλ᾽ ἐκεῖνο πάλιν ἀντικείσεται. ἔφαμεν ἐν τοῖς προκειμένοις τὰς τῶν ἄρθρων συντάξεις ἐν μὲν παραθέσει τῶν προθέσεων μετ᾽ αὐτὰς τίθεσθαι, ἐν δὲ συνθέσει πρὸ αὐτῶν τίθεσθαι· φαμὲν δέ γε τὸ παρὰ τί; τοῦ τοιούτου οὐ προσγινομένου, εἰ μὴ πολὺ πρότερον ἡ πρόθεσις ἥνωτο. — 25. Πρὸς ὃ ἔστιν πάλιν ὑπαντῆσαι. τὸ πρῶτον, οὐδ᾽ ὅλως τὸ τί δύναται παραδέξασθαι ἄρθρον· ἀπροσδεεῖς γὰρ τῶν ἄρθρων αἱ πεύσεις, καθὼς ἐπεδείχθη. τὸ δεύτερον, ἡ προκειμένη σύνταξις οὐχ ὡς ἐγκειμένου τοῦ πύσματος τὰ τῆς συντάξεως τοῦ ἄρθρου ἐποιήσατο, λέγω 2.2.456 ἐν τῷ τὸ παρὰ τί, ἀλλ᾽ ἔστιν ὅλης τῆς συντάξεως καὶ τοῦ νοουμένου ἔξωθεν πράγματος τὸ ἄρθρον, ὥς γε ἔστιν ἐπινοῆσαι καὶ ἐπὶ τῆς τῶν ἀπαρεμφάτων συντάξεως, ὅτε φαμὲν τὸ γράφειν, τὸ περιπατεῖν· οὐ γὰρ δὴ τῶν διαθέσεων τὸ ἄρθρον ἐστὶν ἢ τῶν χρόνων, τοῦ δὲ παρυφισταμένου πράγματος. παρὸν τὸν λόγον πιστώσασθαι καὶ διὰ συντάξεως λόγου. ἔστω γάρ τι τοιοῦτον, [τὸ] μὴ παρὰ τοῦτο ποιη- σώμεθα, ἐξ ἧς συντάξεως παρυφίσταταί τι πάλιν πρᾶγμα, οὗ γίνεται τὸ ἄρθρον, τὸ μὴ παρὰ τοῦτο ποιησώμεθα. Οὐ δὴ οὖν τὸ παρὰ τί ἐν συνθέσει τὰ τῆς προθέσεως ἀνεδέξατο διὰ τὸ προσγεγενημένον ἔξωθεν ἄρθρον. 26. Τῆς αὐτῆς ἐπιστάσεως ἔχεται καὶ τὸ διότι καὶ καθότι, πότερον ἐν παραθέσει τὰ τῆς συντάξεως καθέστηκεν ἢ συνθέσει, καὶ πότερον ἐπὶ ἄπτωτον τὸ ὅτι λόγῳ τῷ συνδεσμικῷ ἢ ἐπὶ πτωτικόν, ὃ δὴ παράκειται οὐδέτερον ὂν τῷ ὅτις, ἓν μέρος λόγου καθεστώς, ὅμοιον 2.2.457 τῷ ὁποῖον, ὁπόσον· ἢ ἐπὶ τὸ ἐν δυσὶν μέρεσι λόγου νοούμενον, ὃ δὴ ἀπ᾽ ἀρσενικῆς πέπτωκε συντάξεως κατὰ παραλληλότητα, λέγω τῆς ὅς τις, ᾧ καὶ θηλυκὸν παράκειται ἐν δυσὶ μέρεσι λόγου πάλιν τὸ ἥ τις, ᾧ πάντως σύνεστι καὶ οὐδέτερον ἐν δυσὶν μέρεσι λόγου τὸ ὅ τι, οὐκ ἀγνοοῦντός μου ὅτι καὶ ἐν συνδέσμῳ τῷ ὅτι ἐστὶν ἐγκειμένη ἑτέρα σημασία, ἣν νοοῦμεν διαβεβαιωτικῶς, ὅτε οὕτω φαμέν, ὅτι νικῶ σε, ὅτι πλείονά σου ἀναγινώσκω, διαφερούσης συντάξεως τῆς οὕτω νοουμένης κατ᾽ αἰτιο- λογικὴν ἐκφοράν, ὅτι πλείονά σου ἀναγινώσκω συνετώτερός σου καθέστηκα. ὑπὲρ ἧς διαφορᾶς ἠκριβώσαμεν καὶ ἐν τῷ περὶ συνδέσμων, ἀλλὰ τὸ νῦν γε τῆς τῶν προθέσεων συντάξεως τὸ τοιοῦτον ἀπαιτούσης αὐτὸ μόνον τὸ κατὰ τὰς προθέσεις ἀπορούμενον παραστήσομεν. — 27. Ὡς μὲν οὖν καὶ κατά τινας ἄλλας παραθέσεις αἱ προθέσεις συν- δεσμικῆς συντάξεως γίνονται παρεμφατικαί, λέλεκται ἡμῖν. ἐξ ὧν καὶ 2.2.458 ἡ ἀφορμὴ εἴρηται παρὰ Στωϊκοῖς τοῦ καλεῖσθαι αὐτὰς προθετικοὺς συνδέσμους· τὸ γὰρ ἕνεκα τίνος λυπῇ; καὶ διὰ τί λυπῇ; ἐν ἴσῳ ἐστί, καὶ τὸ ἐκ τῆς ῥᾳθυμίας ἐν ἴσῳ ἐστὶν τῷ ἕνεκα τῆς ῥᾳθυμίας. οὐ δὴ οὖν ἀπεμφαῖνον καὶ τὰ προκείμενα μόρια, λέγω τὸ διότι, καθότι, παραδεξάμενα τὰς προθέσεις συνδεσμικὴν ἐπέχειν σύνταξιν. — 28. Πρό- δηλον γὰρ κἀκ τῆς συνούσης δασείας ὡς οὐχ ἓν ἁπλοῦν ἐστιν τὸ διότι, καθὸ οὐ παρεμπίπτει ἡ ἐν τοῖς φωνήεσι δασεῖα ἐν μέσαις ταῖς λέξεσιν, ἕνεκα τοῦ τοιούτου σεσημειωμένων ἐνίων ὡς ἀλόγων ὄντων ἢ ἀπὸ Λακωνικῆς διαλέκτου παρεισδεδυκότων εἰς τὰς ἄλλας διαλέκτους, ὑπὲρ ὧν ἐν τῷ περὶ πνευμάτων ἠκριβώσαμεν. ἀλλ᾽ οὐ τοῦτό φημι αὔταρκες, διότι συνεστάναι ἐκ διαφόρων μερῶν τοῦ λόγου, ἐπεὶ οὐδὲν ἐκώλυεν τοῖς σεσημειωμένοις ὅμοια αὐτὰ καθίστασθαι, τῷ εὐοἵ, εἶἑν καὶ ἔτι 2.2.459 τῷ παρ᾽ Ἀττικοῖς ταὧς. — 29. Ἀλλὰ καὶ τὰ παρεπόμενα συνομολογεῖ· πρῶτον αὐταὶ αἱ φωναί, ἥ τε διά καὶ ὅτι. καὶ τὸ τὴν διά μηδέποτε ἐν συνθέσει αἰτιολογικῶς παραλαμβάνεσθαι, ὡς ἐν τῷ διάδρομος ἢ δια- τρέχω, ἐν δὲ παραθέσει πτώσεως αἰτιατικῆς, διὰ Τρύφωνα, διὰ τὴν ἡμέραν. καὶ ἐντεῦθεν ὁμολογεῖται ὡς οὐδὲ τὸ ὅτι σύνδεσμός ἐστιν, 2.2.460 ἀλλὰ πτωτικὸν μόριον τῆς αἰτιατικῆς πτώσεως, εἴγε ἐδείχθη ὅτι οὐδὲ ἐν παραθέσει ἐστὶν ἡ εὐθεῖα τῶν προθέσεων καὶ ὡς ἐν εὐθείᾳ ἡ διά συνδεσμικὴν οὐκ ἐπέχει σύνταξιν. — 30. Λειπόμενον οὖν ἐστιν ἐκεῖνο παραστῆσαι, εἰ ἑνὸς ὄντος τοῦ ὅτι κατ᾽ αἰτιατικὴν πτῶσιν ἡ διά πρό- κειται, ἢ δύο ὄντοιν κατὰ παράθεσιν τοῦ ὅ καὶ τί, ὃ δὴ ἐκ συντάξεως ἀρσενικῆς τῆς ὅς τις μετείληπτο εἰς οὐδετέραν· ᾧ καὶ μᾶλλον τὰ τοῦ λόγου ὑπάγεται. ἰδοὺ γὰρ καὶ ἐπὶ τῶν ἑτέρων γενῶν, λέγω τοῦ τε ἀρσενικοῦ καὶ τοῦ θηλυκοῦ, ἃ δὴ κατ᾽ αἰτιατικὴν οὐδέποτε συνεμπίπτει, τὰ τῆς διαστολῆς ἔκδηλα ἐγένετο. ἧς γὰρ πτώσεως ἔτυχεν τὸ δι᾽ ὅν τινα λόγον καὶ δι᾽ ἥν τινα αἰτίαν, καὶ ἔτι ἐπὶ πληθυντικοῦ ἀριθμοῦ δι᾽ οὕς τινας καὶ δι᾽ ἅς τινας, καὶ τὸ δι᾽ ὅ τι. προφανὲς γενήσεται 2.2.461 ὡς εἴη ἐν τρισὶ μέρεσι λόγου, προθέσεως τῆς διά κατὰ συνδεσμικὴν σύνταξιν φερομένης ἐπ᾽ αἰτιατικὴν καὶ παραλλήλων δύο πτωτικῶν, τοῦ ὅ καὶ τοῦ τί, πτώσεως ὄντων οὐκ ἄλλης ἢ αἰτιατικῆς. ἡ αὐτὴ ἀπόδειξις σύνεστι καὶ ἐπὶ τοῦ καθότι. — 31. Ὁμολόγως δεήσει καὶ ἐν τῇ τοι- αύτῃ συντάξει, διὰ τὸ ἡμέραν εἶναι, διὰ τὸ φῶς εἶναι, τὸ τό μὴ ἔχεσθαι ἄλλης πτώσεως ἢ τῆς προειρημένης αἰτιατικῆς. — ἔστι καὶ ἐκ τῶν ἀνθυπαγομένων λόγων προσαποδεῖξαι τὸν λόγον. ἰδοὺ γὰρ προσανταποδίδοται τὸ δι᾽ ὅν τινα λόγον ταῦτα ἐγένετο, διὰ τοῦτον καὶ ταῦτα συμβήσεται, καὶ ἔτι δι᾽ ἥν τινα αἰτίαν, διὰ ταύτην· παρακολουθήσει καὶ τὰ ἀπὸ τοῦ οὐδετέρου, διότι ἡμέρα ἐστίν, διὰ τοῦτο φῶς ἐστιν, πάλιν τοῦ ἀνταποδιδομένου νοουμένου κατ᾽ αἰτια- τικὴν πτῶσιν. 32. Καὶ τοσαῦτα μὲν περὶ τῶν παρατιθεμένων προθέσεων κατὰ τὰς ὀνοματικὰς συντάξεις καὶ τῶν συντιθεμένων· τοῖς γε μὴν ῥήμασι συντάσσονται ἁπάντοτε κατὰ τὴν σύνθεσιν· ἐν γὰρ τῷ καταγράφω 2.2.462 καὶ τῷ ἐξυπανέστη {Β 267 } καὶ τῷ παρακατατιθέμεθα { Aeschin. contra Timarch. ‹ 9 } καὶ εἴ τινα ἄλλα τοιαῦτά ἐστι. καὶ ἴσως τὸ τοιοῦτο δόξει οὐκ ἀληθεύειν δεόμενον λόγου τοῦ ἀποδεικνύντος τὴν ἐν αὐτοῖς σύνθεσιν. φέρε γὰρ φάναι ὡς μᾶλλον παράκεινται τοῖς ῥήμασιν ἤπερ συνήνωνται, συνηγορίας οὔσης τοιαύτης. 33. Τὰ ὁπωσδήποτε συντεθέντα τῶν μερῶν τοῦ λόγου, καθ᾽ ὃ μέρος ἥνωται, ἀμετάθετά ἐστιν, τά γε μὴν παρακείμενα διάφορον ἔσθ᾽ ὅτε τὴν παράθεσιν ποιεῖται. καὶ πρόδηλα μὲν τὰ ἀπὸ λειπούσης φωνῆς συντεθειμένα, ὡς ἔχει τὸ λεοντόφωνος, Μηνόδωρος, κυνόδηκτος, χειρογραφῶ, παιδαγωγῶ· οὐ γὰρ δή γε ἐπὶ τούτων κατὰ τὰς δια- φόρους κλίσεις τὰ τῆς συναφείας τῶν λέξεών ποτε μετατίθεται. ἀλλὰ καὶ ἔτι τὰ ἐκ τελείων φωνῶν συντεθειμένα μετὰ τῆς συνούσης τάσεως καὶ μετὰ τῆς μὴ μεταπιπτούσης λέξεως πρόδηλον ἴσχει τὴν σύνθεσιν, 2.2.463 ὡς ἔχει τὸ κερασφόρος, ἑωσφόρος, Ἀστυάναξ, τερα[το]σκόπος, Διόσκορος. — 34. Τά γε μὴν ἐν παραθέσει ὄντα ἔχει τὸ καὶ μετα- τίθεσθαι, ὡς τὸ Νέα πόλις — Νέας πόλεως, ἀγαθοῦ δαίμονος, Ἀρείου πάγου, συνεπισχύοντος καὶ τοῦ δὶς παραλαμβανομένου τόνου. ἀλλ᾽ ἔτι καὶ ἐπ᾽ αὐτῶν τῶν προθέσεων, ἡνίκα ἐδιδάχθημεν τὸ παρα- νόμου, τὸ περικλυτοῦ τῇ τοῦ ἄρθρου προσόδῳ παράθεσιν μὲν ὁμο- λογεῖν ἀφισταμένης τῆς προθέσεως πρὸ τοῦ ἐπεντιθεμένου ἄρθρου, οἷον παρὰ τοῦ νόμου, σύνθεσιν δέ, εἰ ἡνωμένης τῆς προθέσεως, ἔξωθεν προσγινομένου τοῦ ἄρθρου, οὕτως ἔχει τὰ τῆς συντάξεως, τοῦ παρα- 2.2.464 νόμου, τοῦ περικλυτοῦ. — 35. Καὶ δὴ οὖν ἐν τῷ καταγράφω, εἰ μὲν συνῆπται τὰ τῆς προθέσεως, πάντως καὶ ἀμετάβλητα κατὰ τὸν προειρημένον λόγον· εἰ δὲ μὴ οὕτως ἔχει, κλίσιν δὲ τὴν δέουσαν ἀνα- δέχεται, ὡς εἰ καὶ ἁπλᾶ καθειστήκει, σαφὲς ὅτι παράκειται μᾶλλον ἡ πρόθεσις ἤπερ σύγκειται. καὶ ὥσπερ παραδεξαμένη τὸ ἄρθρον ἐν τοῖς πτωτικοῖς ἐδίδαξεν τὴν παράθεσιν, οὕτως παραδεξαμένη τὴν γινομένην κλίσιν ἔσωθεν ταὐτὸν ἐπιδείξεται, ὅπου γε καὶ τοὺς διπλασιασμοὺς ἐπι- δέχεται, καταγράφω — καταγέγραφα, καταλαλῶ — καταλελάληκα. 36. Οὐ γὰρ ἐκεῖνο πιθανόν, καθό φησιν Τρύφων ἐν τῷ περὶ προθέσεων { p 34 Vels. }, ὡς ἡνωμέναι μέν εἰσιν αἱ προθέσεις μετὰ τῶν ῥημάτων, οὐ μὴν τὴν προσγινομένην κλίσιν ἔξωθεν ἐπιδέχονται, καθὸ προθέσεις οὖσαι οὐκ ὀφείλουσιν πρὸ αὑτῶν τι ἔχειν. — πρῶτον μὲν ὅτι ἄπορον τὸ τὰ ὁπωσδήποτε συντεθέντα ἔτι μετακινεῖσθαι, ὅπερ καὶ ἀπεδείχθη. τί γὰρ οὐ μᾶλλον, ὡς ἔφαμεν, παρακειμέναις αὐταῖς τὸ 2.2.465 τοιοῦτον παρακολουθεῖ ἤπερ συντεθείσαις; — δεύτερον, εἴπερ καθὸ προθέσεις εἰσίν, διὰ τοῦτο οὐδ᾽ ἔξωθέν τι προσγίνεται αὐταῖς, τί δή ποτε ἐπ᾽ ἐνίων προσεγένετο, ἤνεπε, παρηνόχλησθε { Demosth. de cor. ‹ 51 }, ἠναντιούμην; ἵνα μὴ λέγω καὶ κατὰ τὴν συνήθειαν κεκάμμυκα, κεκάθικα. — 37. Ἀλλ᾽ εἰ καὶ τὰ τοιαῦτά τις παρα- πέμψαιτο ὡς οὐ δεόντως κεκλιμένα, ἃ δὴ καὶ μάλιστα φυσικῆς εἴχετο ἀκολουθίας, ὡς ἐν ἑτέροις ἐδιδάξαμεν, ἐκεῖνό γε μὴν ἔτι ἀναμένει, ὡς τότε ἡ πρόθεσις τῆς δεούσης συντάξεως τυγχάνει, ἡνίκα καὶ τὸ ὄνομα σύνεστιν αὐτῇ, τὸ καλεῖσθαι πρόθεσις· ὁπηνίκα μέντοι συντεθεῖσα μετά τινος μέρους λόγου οὐκέτι οὐδὲ πρόθεσις καλεῖται, μέρος γενομένη τοῦ ὅλου ὀνόματος, τὸ τηνικαῦτα οὐδὲ τὰ ἰδιώματα τῆς προθέσεως ἀναδέξεται. — 38. Παρὸν πιστώσασθαι ἐκ τῶν προκατειλεγμένων. ὅταν γὰρ ἐν 2.2.466 τῷ ἀνοίκτης μέρος ὀνόματος ἐγένετο, ἔσχεν καὶ δευτερεύουσαν τὴν σύνθεσιν ἐν τῷ θυρανοίκτης, καίτοι κατ᾽ ἀρχὰς ἀεὶ συντιθεμένη· ὅτε συνετέθη ἐν τῷ κατάδρομος εἰς ὄνομα χωρήσασα, ἔξωθεν προκείμενον ἔσχε τὸ ἄρθρον, οὐκέτι τῷ λόγῳ τῆς προθέσεως ἀρκτικὴ γενομένη, δευτέρα δὲ τοῦ ἄρθρου. ἐδείκνυτο γοῦν ἐν παραθέσει μὴ παραχωροῦσα τοῦ τόπου τῷ ἄρθρῳ ἐν τῷ κατὰ Κτησιφῶντος καὶ ἔτι κατὰ τοῦ Κτησιφῶντος, ἐκ Λέσβου καὶ ἐκ τῆς Λέσβου. — 39. Εἴπερ οὖν ἥνωτο καὶ ἐν τῷ καταγράφω, ἀδιάφορον εἶχε τὸ ἔξωθεν προσκλιθῆναι· ὡς γὰρ ἔφαμεν, οὐκέτι πρόθεσις, μέρος δὲ ῥήματος. εἰ δὲ οὐ προσδί- δωσι τῇ κλίσει τὸ ἔξωθεν ἐγγενέσθαι, ὁμόλογον ὅτι τὸ ἰδίωμα οὐκ ἄλλο τι σημαίνει ἢ τὴν παράθεσιν. — ἀλλ᾽ οὐδὲ τὰ τοῦ τόνου ἀπεμφαίνοντά ἐστιν· ἰδοὺ γὰρ ἔχει τὸ ἰδίωμα τῆς παραθέσεως, τὸ συντηρεῖν τοὺς 2.2.467 τόνους, κατεῖχον, καθῆψα, προῆλθον. καὶ ἐπὶ τῶν ὁμοίων ὁ αὐτὸς λόγος. 40. Τούτοις οὖν τοῖς λόγοις τις προσέχων δόξει μετὰ πάσης ἀκριβείας πιστοῦσθαι ὡς μᾶλλον ἐν παραθέσει εἰσὶν αἱ προθέσεις ἤπερ ἐν συνθέσει. Ἀλλ᾽ ἔστι πρὸς ἕκαστον τῶν εἰρημένων ὑπαντῆσαι οὕτως. οὐκ οἰητέον κεκλίσθαι τὰ ἀπὸ προθέσεως ἀρχόμενα κατὰ τοὺς παρῳχη- μένους χρόνους, συντεθεῖσθαί γε μὴν κατὰ τὴν ἑκάστου διαφοράν. ᾧ γὰρ λόγῳ παρὰ τὸ γράφω ἐγένετο καταγράφω, τούτῳ καὶ παρὰ τὸ ἔγραψα τὸ κατέγραψα. ἕκαστος γὰρ τῶν προειρημένων χρόνων, ἐπαγγελλόμενος καὶ τὴν τοῦ πράγματος διάθεσιν, τὴν αὐτὴν ἐκ τῶν προθέσεων σχέσιν παρεδέχετο ἐν τοῖς ἰδίοις μετασχηματισμοῖς, ὅτι καὶ τὸ αὐτὸ πρᾶγμα ἐνέκειτο. — 41. Τούτου δὲ ἀπόδειξις ἱκανωτάτη γένοιτο τὸ καὶ παρῳ- χημένους ἰδίᾳ ποτὲ συντεθεῖσθαι μὴ ὄντων ἐνεστώτων, καὶ ἔτι μέλλοντας 2.2.468 καὶ ἐνεστῶτας οὐκ ὄντων παρῳχημένων· ὅπερ εἰ παρείπετο τὸ ἐξ ἐνε- στῶτος ἄρχεσθαι τὰς συνθέσεις καὶ μετιέναι ἐπὶ τοὺς παρῳχημένους, παρείπετο ἂν τὸ μὴ ἰδίᾳ συντεθεῖσθαι παρῳχημένον χωρὶς τῆς κατὰ τὸν ἐνεστῶτα συνθέσεως. κατέφαγόν φαμεν οὐδεμιᾶς οὔσης ὑπομνήσεως τοῦ ἐνεστῶτος, καὶ ἔτι κατοίσω οὐκ οὔσης χρήσεως τῆς κατὰ τὸν ἐνεστῶτα, οὐδὲ μὴν τῆς κατὰ τὸν παρῳχημένον· καὶ ἔτι κατὰ τὸν ἐνεστῶτα ἄπειμί φαμεν οὐκ ὄντων προδήλων τῶν παρῳχημένων. ἰδίᾳ ἄρα οἰητέον ἕκαστον χρόνον τὴν σύνθεσιν ἀναδεδέχθαι, καθὸ ἕκαστος ῥητὸς ὢν οὐκ ἐν ἅπαντι διαφόρῳ χρόνῳ σύνθεσιν ἰδίαν ἀπηνέγκατο, 2.2.469 οὐκ ἀναμείνας τὴν ἐξ ἐνεστῶτος γενομένην σύνθεσιν. ἔστιν εἰς τὸ τοιοῦτο πάμπολλα παραθέσθαι. 42. Ἐκείνοις μέντοι συγκατατιθείμην τοῖς σχήμασι, λέγω τοῖς κατὰ τὰς προθέσεις κλιθεῖσι. τὴν γὰρ ἐκ τοῦ ἐνεστῶτος γενομένην διαφορὰν κατὰ τοὺς παρῳχημένους παρεδέξαντο αἱ προθέσεις, ὡς ἔχει παρὰ τὸ ἐνέπω τὸ ἤνεπον· ὅμοιον γάρ ἐστι τῷ ἤλαυνον· καμμύω — ἐκάμμυον· ὅμοιον γὰρ τῷ ἔκαμπτον. χρὴ νοεῖν ὅτι παρὰ τὸ ἐνοχλῶ ἐγένετο τὸ ἠνόχλουν, καὶ μετὰ τὴν κλίσιν ἐπηνέχθη σύνθεσις ἡ τοῦ παρηνό- χλουν. — 43. Καὶ φαίνεται ὅτι ἐπεὶ μὴ πολλὴ ἡ τοιαύτη παράθεσίς ἐστιν τῶν κεκλιμένων, ἐν τῇ ἐπικρατείᾳ καθ᾽ ἕκαστον χρόνον συντεθει- μένων προθέσεων, τὰ τοιαῦτα ἐδόκει ἄλογα καθίστασθαι. πρὸς οὕς γε 2.2.470 ἔστι φάναι ὡς οὐ τὸ αὐτὸ ἀπαιτεῖ ὁ λόγος ταῖς οὕτω συντεθειμέναις προθέσεσιν. τί οὐχὶ παραιτούμεναι τὴν ἔξωθεν κλίσιν ἐγγινομένην ἀπο- διδοῦσιν, ὥστε φάναι καθιζόμην καθῖσα, λέγω μετὰ μακροῦ τοῦ ι, ὅπου γε καὶ μεταξὺ πεσόντος τοῦ συνδέσμου ἐγένετο κὰδ δ᾽ ἷσ᾽ ἐν θαλάμῳ {Γ 382 }, ὁμολόγως οὖν γενομένης ἔσωθεν τῆς κλίσεως, ὅτι γενέσθαι ἔξωθεν ἀδυνατεῖ; ἀδύνατον γὰρ ἐκστῆναι τὸν παρῳχημένον χρόνον τῆς ἔσωθεν προσγενομένης κλίσεως. ὡς οὖν προείπομεν, τὰ τοιαῦτα τὴν ἐξ ἐνεστῶτος σύνθεσιν ἀναδεξάμενα μετῄει καὶ ἐπὶ τοὺς παρῳχημένους, οὐκ ἰδίᾳ συντεθειμένους, μεταληφθέντας δὲ ἐξ ἐνεστῶτος. — 44. Ἐγὼ δὲ ὑπο- λαμβάνω καὶ ὅτι ἐν παρολκῇ αἱ προθέσεις οὖσαι κατὰ τὸ πλέον, καὶ ὡς συλλαβαὶ προσκείμεναι τοῖς ῥήμασιν, τὴν τούτων ἀπηνέγκαντο κλίσιν. 2.2.471 οὐ γὰρ ὡς τὸ γράφω καὶ τὸ καταγράφω διάφορα, οὕτως καὶ τὸ ἵζω καὶ καθίζω, εὕδω καὶ καθεύδω, ἔπω ἐνέπω, ὅπου γε καὶ εἰς ἓν ἁπλοῦν μεταλαμβάνεται. τὸ δὲ ὑπὲρ τῶν τοιούτων αὐτάρκως ἐν ἑτέροις ἡμῖν εἴρηται. 45. Καὶ ἔστι καὶ ἀπὸ τῶν μετοχῶν ὁ λόγος πάνυ ἀκριβέστατος. εἰ δέδοται ὅτι καταγράφων ἕν ἐστι, καθὸ κατ᾽ εὐθεῖαν ἡ πτῶσις, καθὸ ἡ παράθεσις τοῦ ἄρθρου πρὸ τῆς προθέσεως, δίδοται ὅτι καὶ τὸ κατα- γράφω ἕν ἐστιν· ἐν γὰρ τῷ αὐτῷ σχήματι καταγίνεται μετοχὴ καὶ ῥῆμα. (διὰ τοῦτο τὸ ἀνατλάς μετοχή, συνυπάρχοντος τοῦ ἀνέτλην, οὐ μὴν τὸ πολύτλας· ἰδίαν γὰρ σχέσιν ἀναδεξαμένη ἡ μετοχὴ καὶ μὴ μετέ- 2.2.472 χουσα τῆς τοῦ ῥήματος σχέσεως ἀπένευσε τὸ καὶ εἶναι μετοχή. τὸν τοιοῦτον λόγον ἐντελῶς ἐξεθέμην ἐν τῷ περὶ μετοχῶν.) 46. Ἔστιν καὶ τοῦτο προσθεῖναι. εἴπερ αἱ εὐθεῖαι συμφερόμεναι τοῖς ῥήμασι κατὰ τὸ αὐτὸ πρόσωπον οὐ παραδέχονται καὶ προθέσεως παράθεσιν, σύνθεσιν δὲ διὰ τὴν τοῦ ῥήματος σύνοδον, πῶς οὐ βίαιον τὸ αἴτιον τοῦ μὴ συνεῖναι τὴν παράθεσιν τῶν προθέσεων αὐτὸ ἐπιδέξασθαι τὴν παράθεσιν; πάλιν γὰρ οὐδ᾽ ἡ κλητικὴ παράθεσιν ἐπιδέχεται διὰ τὴν τοῦ ῥήματος σύνοδον, αἵ γε μὴν ὑπόλοιποι τρεῖς πτώσεις, καθὸ ἐξέφυγον τὴν τοῦ ῥήματος σύνοδον. ἐδείξαμεν γὰρ ἐν τοῖς προειρημένοις ὡς ἐν διαφόροις προσώποις τὰ ῥήματα νοεῖται, ἡνίκα φαμὲν κατὰ Ἀρι- στάρχου λέγει. 47. Ἔστιν καὶ ὁ ἀπὸ τοῦ τόνου λόγος συνάγων τὴν ἐγγενομένην σύνθεσιν. τὸ μὲν γὰρ τὰς αὐτὰς τάσεις φυλάττεσθαι ἴδιόν ἐστι καὶ παραθέσεως καὶ συνθέσεως· παρὰ τοῦ σοφοῦ ἦλθεν, παρὰ τὸν σοφὸν ἐγένετο· ἀλλὰ μὴν καὶ ἐν συνθέσει μονὴ τοῦ τόνου γίνεται, 2.2.473 περικλυτός, Παναχαιός, ἀντεραστής. τό γε μὴν ἀναβιβάζειν τὸν τόνον ἴδιόν ἐστιν συνθέσεως. οὐχὶ οὖν ἐν τῷ καθῆψα, ἐν τῷ προεῖχον μᾶλλον σύνθεσις ἢ παράθεσις, καὶ γὰρ ἀμφότερα δύναται εἶναι· ἔν γε μὴν τοῖς ἀναβιβαζομένοις τὸ ἐξαίρετον τῆς συνθέσεώς ἐστιν. ἀνεβιβάσθη τὸ κάθηται καὶ τὸ κατάκειται, τὸ σύνειμι, τὸ σύμφημι, τὸ σύνοιδα, κάτεχ᾽ οὐρανόν {ν 269 }, Νέστωρ δ᾽ αὖ τότ᾽ ἔφιζε {γ 411 }, ἔνεσαν στονόεντες ὀϊστοί {φ 12. 60 }, ξύνισαν μεγάλῳ ἀλαλητῷ {Ξ 393 }, ἄλλα πλεῖστα, ὑπὲρ ὧν τὰς αἰτίας ἐκθησόμεθα· ὥς γε καὶ ἐπὶ τῶν ὀνομάτων φαμέν τινα συντιθέμενα ἀναβιβάζειν τὸν τόνον καί τινα τὴν ταυτότητα τοῦ τόνου τηρεῖν. — 48. Τὸ δὲ μεῖζον, ὅλη ἡ προστακτικὴ ἔγκλισις κατὰ τὴν τῶν ἐνεργητικῶν ῥημάτων προφορὰν οὖσα δισύλλαβος ἀναβιβάζει τὸν τόνον, κάτελθε, κατάλαβε, περίγραφε, καὶ οὐδὲ 2.2.474 κατ᾽ ὀλίγον διστάξαι ἔστιν περὶ τῆς συνθέσεως. καὶ εἰ ὁμολόγως τὰ τοιαῦτα σύνθετα, πῶς οὐκ ἂν δοθείη καὶ τὰ τῆς ὁριστικῆς ἐγκλίσεως σύνθετα; μία γὰρ ἡ διάθεσις καὶ μία συνδρομὴ τῆς προθέσεως καὶ μία σχέσις ἡ κατὰ τοῦ ῥήματος. — 49. Ἰδοὺ δὴ καὶ ἡ ὑποτακτικὴ ἔγκλισις ἐπιδέχεται τοὺς ἐπιζευκτικοὺς συνδέσμους πρὸ τῶν προθέσεων, ἐὰν καταλάβω, ἐὰν καταγράφω· ὅπερ οὐκ ἂν παρείπετο, τῶν προθέσεων ἀεὶ τὸν ἀρκτικὸν τόπον ἐπεχουσῶν. σαφὲς κἀκ τῶν λοιπῶν ἐγκλίσεων, αἳ πρὸ τῶν προθέσεων τὰ προσγινόμενα αὐταῖς ἐπιρρήματα ἔξωθεν προσλαμβάνουσιν, εἴθε καταλάβοιμι, ἄγε κατάλαβε. Καὶ τοσαῦτα ἂν εἴη περὶ τοῦ ἡνῶσθαι τὰς προθέσεις τοῖς ῥήμασιν. 50. Πρόδηλον ὡς καὶ αἱ συνοῦσαι μετοχαὶ μεταλαμβανόμεναι ἀπὸ τῶν ῥημάτων σχέσιν τὴν αὐτὴν ἀναδέχονται, ὡς ἔχει ἡ παραστάς πρὸς τὸ παρέστη, περιφύς — περιέφυν. οὕτως γὰρ καὶ τὸ παραφέροντος πάλιν συνυπάρχοντος τοῦ παραφέρω καταστήσεται εἰς ἓν μέρος λόγου· 2.2.475 εἰ μέντοι εἴη παρὰ τὸ φέρω, ἀφ᾽ οὗ φέρων καὶ φέροντος, καθὼς προ- είπομεν, δύο μέρη λόγου γενήσεται τὸ παρὰ φέροντος, τοῦ ἄρθρου τιθεμένου μεταξὺ τῆς μετοχῆς καὶ τῆς προθέσεως. — 51. Εἴπομεν ἐν τῷ περὶ μετοχῶν ὡς ἀληθές ἐστι μᾶλλον καλεῖν τὰ σχήματα αὐτῶν παρασύνθετα ἤπερ σύνθετα, καθὸ πᾶν μέρος λόγου συντεθὲν καὶ εἰς ἕτερον σχῆμα μεταπεσὸν ἔχει τὸ μεταπεπτωκὸς οὐκέτι σύνθετον, παρα- σύνθετον δέ. (ἔνθεν οὖν καὶ αἱ τάσεις τῶν τε ἁπλῶν καὶ δοκούντων συνθέτων εἶναι τὸν αὐτὸν ἐπέχουσι τόνον, ἐπεὶ τὰ ἁπλᾶ καὶ παρα- σύνθετα μιᾶς ἔχεται ἀναλογίας, ὡς δείκνυται ἐν τῷ περὶ σχημάτων. σύνθετον γοῦν φαμεν τὸ ἐξ ὀξυτόνου εἰς βαρεῖαν τάσιν μετεληλυθός, ἐπὶ τῶν εἰς ος πάνσοφος, νεάοιδος· παρασύνθετον δὲ τὸ μὴ ἀνα- βιβάσαν τὸν τόνον, καθὸ οὐδὲ συνετέθειτο, συνθέτῳ δὲ ῥήματι παρέκειτο, τῷ ἐπακούω τὸ ἀγορῆς ἐπακουὸν ἐόντα { Hesiod. O. et D. 29 }, 2.2.476 τῷ λυραοιδῶ τὸ λυραοιδός, μεσῳδῶ — μεσῳδός, τῶν σεσημειωμένων τὸ νῦν ὑποστελλομένων· οὐ γὰρ δή γε προηγουμένως ὑπὲρ τῆς τούτων ἀναλογίας προειλόμεθα διαλαβεῖν.) — 52. Ὁμόλογον δ᾽ ὅτι καὶ τὸ ἐξόν καὶ τὸ παρόν σχέσιν τῶν προειρημένων μετοχῶν ἀναδέδεκται, παρακείμενα τῷ ἔξεστι καὶ τῷ πάρεστιν· ἅπερ ἐστὶν ἐν οὐδετέρᾳ κατα- λήξει δεόντως, ἐπεὶ καὶ ἡ ἐξ αὐτῶν σύνταξις ἐπὶ τὰ ἀπαρέμφατα φέρεται ἐκ συντάξεως ῥηματικῆς τῆς πρὸς τὰ ἀπαρέμφατα, πάρεστι [τὸ] φιλο- λογεῖν — παρὸν φιλολογεῖν, ἔξεστι καθεύδειν — ἐξὸν καθεύδειν. 53. Ταῖς ἀντωνυμίαις οὐδέποτε ἐν συνθέσει αἱ προθέσεις σύνεισι, κατὰ μέντοι τάσιν τὴν ὀρθὴν ἐν ταῖς πλαγίαις πτώσεσι, κατὰ σοῦ, περὶ σοῦ· δι᾽ ὅτι δὲ μετ᾽ ὀρθῆς τάσεως, ἐν τοῖς προεκδοθεῖσιν εἴρηται. ὁμολόγως οὖν ταῖς κατὰ τὴν εὐθεῖαν οὐδ᾽ ὅλως συντετάξεται ἡ πρόθεσις οὔτε κατὰ παράθεσιν οὔτε κατὰ σύνθεσιν διὰ τὸ ἀνέφικτον τῆς συν- 2.2.477 θέσεως. ἤδη μέντοι οὐκ ἐν ἀντωνυμικῇ συντάξει τετόλμηται τὸ ἐπέκεινα (καὶ ἔτι ἐν ἐπιρρηματικῇ τὸ ἔπειτα κατὰ χρονικὴν ἔννοιαν, ἐφ᾽ οὗ καὶ τὰ τῆς μεταλήψεως εἰς τὸ μεταλαμβανόμενον τῆς ἀντωνυμίας μετα- φράζεται, μετὰ ταῦτα). 54. Τοῖς γε μὴν ἄρθροις οὐ ῥητοῖς οὖσι κατ᾽ ἰδίαν, ἀλλ᾽ οὐδὲ συντιθεμένοις, ἀεὶ δὲ ἐν παραθέσει οὖσι τῶν πτωτικῶν κατὰ τὴν αὐτὴν σύνταξιν, τούτοις αἱ προθέσεις παράκεινται, τοῦ τοιούτου ἐν τοῖς προει- ρημένοις ἠκριβωμένου. 55. Ἐν αὑταῖς γε μὴν αἱ προθέσεις καὶ συντίθενται καὶ παρατί- θενται. δεδομένου γὰρ τοῦ ὡς ἐν εὐθείᾳ συντίθενται αἱ προθέσεις, δοθήσεται καὶ ἓν εἶναι τὸ παρακαταθήκη· καὶ δεδομένου τοῦ ὅτι ἐν 2.2.478 συνθέσει ἁπάντοτε μετὰ τῶν ῥημάτων αἱ προθέσεις, δοθείη ὅτι καὶ ἐν συνθέσεως λόγῳ τὸ ἐξυπανέστη {Β 267 }. καὶ ἔτι ἓν τὸ ἀναγινώσκειν, ἓν καὶ τὸ ἀναγινώσκοντα. καὶ δῆλον ὅτι, εἰ προσγένοιτο ἑτέρα πρόθεσις τῷ τοιούτῳ σχήματι, οὐ συνούσης συντάξεως τῆς κατὰ τὰ ῥήματα, ἡ μὲν προσγεγονυῖα ἐν παραθέσει εἰρήσεται, ἡ δὲ συνοῦσα τῷ ῥήματι ἐν συνθέσει· ἀναγινώσκω — ἀναγινώσκοντα — παρὰ ἀναγινώσκοντα, καὶ ἔτι μετὰ τοῦ ἄρθρου παρὰ τὸν ἀναγινώσκοντα· εἰ δὲ οὕτω τις φαίη παραναγινώσκοντα, καὶ ὡς ἔξωθεν τὸ ἄρθρον προσγενήσεται, τὸν παραναγινώσκοντα. 56. Ἑξῆς ῥητέον καὶ περὶ συντάξεως τῆς τῶν ἐπιρρημάτων, καὶ πρῶτόν γε περὶ τῶν ἐκ συντάξεως προθετικῆς πρόληψιν ἀναδεξαμένων ὡς εἴη ἐπιρρήματα. Ἡρακλείδης { frg. 1 Cohn } γοῦν ἐπιμερίζων τὰς οὐ δυναμένας λέξεις ὀξεῖαν ἐπιδέξασθαι ἐν τῷ περὶ καθολικῆς προσῳδίας, φησὶν ὡς ἀσύστατον εἴη τὸ εἰσό ἐπίρρημα ἐν ὀξείᾳ τάσει καταγίνεσθαι, 2.2.479 καθὸ τὰ εἰς ο λήγοντα τῶν τοῦ λόγου μερῶν ἀπέστραπται τὴν ἐπὶ τέλους ὀξεῖαν, ὑπεξαιρούμενος τήν τε ἀπό πρόθεσιν καὶ τὴν ὑπό, καθὸ τούτων ἓν ἰδίωμά ἐστιν ἡ ἐπὶ τέλους ὀξεῖα. φαίνεται δ᾽ ὅτι καὶ ἡ τοῦ αὐτός οὐδετέρα ἀντωνυμία εἰς ο λήξασα εἶχε τὴν τόνου ὑπο- παραίτησιν, καθὸ συνετονοῦτο τῇ ἀρσενικῇ τάσει· οὐ δὴ οὖν τις ἀφορμὴ περὶ τῆς ἐγγινομένης ὀξείας ἐν τῷ εἰσό. οὐδὲ γὰρ ἐκεῖνο πιθανὸν οἰητέον, ὡς παρὰ τὸ ἕως ἐπίρρημα ἐσχημάτισται ἁπάντων τῶν παρε- πομένων ἐν ὑπερβατῷ γενομένων· ὁ γὰρ χρόνος ὁ ἐπὶ τοῦ τέλους μετῄει ἐπὶ τὸ ἄρχον, καὶ τὸ ἐπὶ τέλους ς ἐν μεσότητι παρελαμβάνετο, καὶ ἡ ἐν ἀρχῇ ὀξεῖα μετὰ τοῦ συνόντος πνεύματος μετετίθετο ἐπὶ τὸ τέλος. — 57. Ἄμεινον ἐκδέξασθαι ὡς ἐκ παραθέσεως προθετικῆς καὶ ἀρθρικῆς συντάξεως παρυφίστατο χρονικὴ σύνταξις, τῶν λέξεων κατὰ 2.2.480 τὴν συνοῦσαν παράθεσιν τὰ παρεπόμενα αὑταῖς ἀναδεξαμένων. ἐνεκλίνετο γὰρ ἡ πρόθεσις ἐξ ὀξείας τάσεως εἰς παράθεσιν παραλαμβανομένη, ὅπερ παρεπόμενόν ἐστιν πάσῃ προθέσει· μόριόν τε τὸ ο ὠξύνετο μετὰ τοῦ συνόντος πνεύματος, ὃ παρεπόμενον ἦν πάσῃ λέξει οὐκ ἐχούσῃ παρ᾽ αὑτῇ ἑτέραν λέξιν. τοῦτο δέ φημι, ἐπεὶ πᾶσαι αἱ ὀξύτονοι ἐκφοραὶ ἐν παρα- θέσει οὖσαι ἑτέρων λέξεων εἰς βαρεῖαν μετατίθενται, ὡς ἐν τῷ εἲ μὴ μητρυιὴ {Ε 389 } καὶ τοῖς ὁμοίοις. 58. Οὕτως ἔχει καὶ τὸ ἐξ οὗ, ἐν ᾧ, ἀφ᾽ οὗ, καθότι ἔστιν ἐπι- 2.2.481 νοῆσαι καὶ ἐν ὀνόμασι τὸ τοιοῦτον παρεπόμενον, ἐν οἴκῳ, ἐκ Λέσβου, εἰς οἶκον· ἔννοια γὰρ τοπικὴ ἡ ἐκ τούτων μία, ἰσοδυναμοῦσα ἐπιρρη- ματικῇ παραγωγῇ, λέγω τῇ Λεσβόθεν, οἴκαδε, οἴκοθι. (παρεστήσαμεν δὲ καὶ ἀλλαχόθι ὡς τὸ οἶκον δέ, Οὔλυμπον δέ, τὰ τούτοις ὅμοια, δύο μέρη λόγου καθεστῶτα εἰς σύνταξιν μίαν ἐπιρρήματος παραλαμβά- νεται, καὶ ἐκεῖνο προσδιασαφήσαντες, ὡς εἰ προθέσεις ἀντὶ συνδέσμων παραλαμβάνονται, οὐ βίαιον καὶ τὸ σύνδεσμον ἀντὶ προθέσεων ἀνθυ- πάγεσθαι.) — 59. Ἀλλ᾽ ἐκεῖνό γέ τις ἐπιζητήσει, πῶς ταῦτα τοπικῆς ἐννοίας ἐστὶ παρεμφατικά, χρονικῆς δὲ τὰ ἐκ τῆς ἀρθρικῆς συντάξεως, ἔχοντος καὶ τοῦ τοιούτου λόγον, ὡς ἀναγκαίως μὲν τὸ ἐν οἴκῳ καὶ ἐξ οἴκου τοπικὴν σχέσιν σημαίνει, ἐπεὶ καὶ αὐτὰ πολὺ πρότερον τόπον ἐσήμαινεν· τά γε μὴν ἄρθρα οὐδὲν τοιοῦτον σημαίνοντα ἢ μόνον ἀνα- φορικὴν ἔννοιαν, ἥτις χρονικὴν ἔμφασιν παρίστησιν, εἴγε τὸ ἀναφέρειν 2.2.482 χρόνου ὑπόμνησίς ἐστιν ἐν ᾧ προεγεγόνει τὸ ἀναφερόμενον, ἀκολούθως κατὰ τὴν προειρημένην σύνταξιν χρονικῆς παρεμφάσεως γενήσεται παρεμ- φατικά. — 60. οὐκ ἐπεὶ δὲ ἐκ παραθέσεώς φαμεν τὰ τοιαῦτα μόρια συνίστασθαι, πάντως καὶ κατὰ τὸν μερισμὸν τῶν μερῶν τοῦ λόγου τῆς συντάξεως ἀποστήσεται, καθάπερ γε καὶ τὰ ἄλλα μέρη τοῦ λόγου οὐ συν- τάξεως ἀποστήσεται τῷ παραλόγῳ τῶν εἰρημένων φωνῶν. δύο μέρη [τοῦ] λόγου ἐστίν, τῇ μέντοι ἐξ ἑκατέρου συνόδῳ ἕν τι παρυφίσταται. 2.2.483 δι᾽ ὃ καὶ ὡς ἡνωμένα αὐτὰ παρεδεξάμεθα, λέγω τὸ εἰς ὅ, ἐν ᾧ καὶ ἐξ οὗ· καὶ ἔτι ἐπὶ τῶν προειρημένων ἐπιρρηματικῶν, οἶκον δέ, ἀγρὸν δέ. 61. Παραθήσομαι καὶ τὸ πρὸς τοῦ Ἡρακλείδου { frg. 2 Cohn } εἰρημένον, ὡς καὶ τὸ ἐπεί χρονικὸν ἐπίρρημα ἐκ τῆς προειρημένης συντάξεως ἐγένετο. ἐκ τοπικοῦ γὰρ ἐπιρρήματος τοῦ οὗ, φησίν, ἀπετε- λεῖτο Δωρικὴ μετάληψις ἡ εἷ, ὁμοίως τῷ ποῦ καὶ πεῖ, αὐτοῦ — αὐτεῖ, ᾧ συνῄει πρόθεσις ἡ ἐπί, ἡ νῦν ἰσοδυναμοῦσα τῇ ἀπό, καθὸ καὶ ἐν ἑτέροις ἡ ἀπό ἀντὶ τῆς ἐπί· τὸ γὰρ ἀπομηνίσας {Η 230 } ἐστὶν ἐν ἴσῳ τῷ ἐπιμηνίσας. Εἰς δὲ τὴν τοῦ ἀνδρὸς συνηγορίαν καὶ τὰ τῆς συναλιφῆς οὐκ ἐμποδιεῖ τὸν λόγον· ἀπειράκις γὰρ τὰ Δωρικὰ διὰ ψιλῶν ἀντι- στοίχων τὰς συναλιφὰς ποιεῖται, 2.2.484 κὠ τοξότας Ἡρακλέης· κάλλιστ᾽ ὑπαυλέν· κἀ μεγασθενὴς Ἀσαναία· Μελάμποδά τ᾽ Ἁρπόλυκόν τε· ἄρχοιμεν γὰρ κὠθρασίων { Alcmanis, apud Bergkium4 fr. adesp. 34--37 AB p 697 }. — 62. Φαίνεται δὲ ὅτι καὶ εἰ δοίη τις τὴν ἐναλλαγὴν τῆς προθέσεως καὶ τὴν συναλιφήν, καθὸ συνηγορήσαμεν, μάχεται τὰ τῆς τάσεως· τοῖς γὰρ κοινοῖς συμπερισπὰται καὶ τὰ εἰς ει λήγοντα ἐπιρρήματα, τῷ ποῦ τὸ πεῖ, τῷ αὐτοῦ τὸ αὐτεῖ, ὅπερ οὐ παρείπετο τῷ ἐπεί. ἀλλὰ καὶ τὸ σημαινόμενον· τὰ γὰρ μεταπίπτοντα παρὰ ταῖς διαλέκτοις τῆς φωνῆς ἀμοιβὴν σημαίνει, οὐ τοῦ δηλουμένου. οὐ δὴ οὖν τὸ ἐπεί τόπον παρεμ- φαίνει, ὥσπερ ἔχει τὸ εἷ τὰ τῶν χοιραγχᾶν { Sophron. mim. 86 Ahr., 98 Kaibel }. δι᾽ ὃ καὶ παραδεξαίμεθα ἂν ἐκεῖνο, ὡς καὶ ἐπ᾽ ἄλλων 2.2.485 συνδέσμων παρεπόμενόν ἐστι, τὸ συνωνυμεῖν συνδέσμους ἐπιρρήμασιν καὶ ἐπὶ τοῦ προκειμένου σχήματος. σύνδεσμός ἐστιν τὸ ὄφρα ὄφρα πεποίθῃς {Α 524. ν 344 }, ἀλλὰ καὶ χρονικὸν ἐπίρρημα, ὄφρα μὲν ἠὼς ἦν {Θ 66. ι 56 }. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ὅπως καὶ ἐπὶ τοῦ ἵνα πρὸς τοπικὸν ἐπίρρημα. 63. Μηδὲ ἐκεῖνο δὲ παρείσθω, ὡς τὰ προκείμενα μόρια συνωνυμεῖ καὶ τοπικῇ σχέσει, ἀρθρικῆς μᾶλλον ἐννοίας ὄντα παρεμφατικά· ἃ καὶ μάλιστα ἐπιζητεῖ τὴν τοῦ τόπου ἐπίζευξιν, ἐν ᾧ τόπῳ ἔμεινας, ἐξ οὗ τόπου ἀπῆλθον, εἰς ὃ ἐπορευόμην χωρίον, τῶν προθέσεων πάλιν παρειλημμένων εἰς τοπικὴν σχέσιν ὁμοίως τοῖς πτωτικοῖς· ὁμό- 2.2.486 λογον γὰρ ὅτι καὶ τὸ εἰς ὃ ἐπορευόμην χωρίον οὐκ ἄλλης πτώσεώς ἐστιν ἢ τῆς αἰτιατικῆς, προδεδειγμένου τοῦ ἐν εὐθείᾳ μὴ δύνασθαι τὰς προθέσεις καταγίνεσθαι, τοῦ τε ἀρσενικοῦ συνομολογοῦντος· εἰς γὰρ ὃν ἐπορευόμην τόπον. — Καὶ τοσαῦτα μὲν περὶ τῶν ἐκ παραθέσεως γενομένων χρονικῶν ἐπιρρημάτων. 64. Ἑξῆς ῥητέον καὶ περὶ τῆς πρὸς τὰ ἐπιρρήματα συντάξεως τῶν προκειμένων μορίων. τὸ δὴ ἐπάνω, περικύκλῳ, ὑποκάτω, ἀποδίς, ἀποψέ, τὰ τούτοις παραπλήσια ἔχεσθαι συνθέσεως τῆς πρὸς τὰς προ- θέσεις αὐτὸ μόνον ὑπέλαβον οἱ πρὸ ἡμῶν, οὐδεμίαν ἀκριβῆ ἀπόδειξιν ποιησάμενοι, δι᾽ ἧς τὸ δισταζόμενον τῆς συντάξεως περιεγράφετο. τί γὰρ οὐ μᾶλλόν ἐστι τὸ ἀποψέ δύο μέρη λόγου ἤπερ ἕν, τά τε 2.2.487 τούτῳ ὅμοια; χρὴ οὖν ἀνταναπληρῶσαι τὴν τοῦ τοιούτου ἀπόδειξιν, πότε καθ᾽ ἓν μέρος λόγου τὸ τοιοῦτο νοηθήσεται καὶ πότε οὔ. — 65. Ἐν δὴ ταῖς προκειμέναις συντάξεσιν ἐντελῶς ἀπεδείκνυτο, ὡς αἱ προθέσεις αὐτὸ μόνον ἰδίᾳ νοοῦνται καὶ κατὰ παράθεσιν ἀναμεμερισμέναι ταῖς πλαγίαις πτώσεσιν (οὐ γὰρ πᾶσαι κατὰ πασῶν διήκουσιν, καθάπερ κἀν τῇ ὑπηγορευμένῃ εἰσαγωγῇ ἀπεδείξαμεν), ἔν γε μὴν τοῖς ἀπτώτοις καθ᾽ ἕνα σχηματισμὸν παρελαμβάνοντο. ἔνθεν κατὰ τοῦτο μετὰ καὶ ἄλλων ὧν παρεστήσαμεν αἰτίων, οὐ παρετίθετο τῇ εὐθείᾳ ἔτι ἀπτώτῳ οὔσῃ. δι᾽ ὃ δὴ πᾶσα ἀνάγκη ταὐτὸν παραδέξασθαι καὶ ἐπὶ τῶν ἐπιρρη- μάτων, οὐκ ἐχόντων πλαγίας πτώσεις, δι᾽ ὧν ἐπινοηθήσονται παρα- κείμεναι αἱ προθέσεις. — οὐ δόξει τὸ δι᾽ ὅτι ἀντικεῖσθαι· ἐδείξαμεν γὰρ 2.2.488 ὅτι αἰτιατικὴ ἐγκειμένη ἐστὶ μετὰ τῆς διά προθέσεως, καὶ οὐχ ὁ ὅτι σύνδεσμος, ἐπεὶ κἂν πάντως ἓν μέρος λόγου καθειστήκει, καθάπερ ἔχει καὶ ὁ ἐπεί παρασυναπτικὸς συγκείμενος ἐκ τοῦ εἴ συνδέσμου καὶ τῆς ἐπί προθέσεως, ὥς φησι καὶ Ποσειδώνιος. — 66. Εὔλογον δὲ κἀκεῖνο προσθεῖναι. εἴπερ συμφέρεται [καὶ] τὰ ἐπιρρήματα τοῖς ῥήμασιν καὶ τούτων μία σύνταξίς ἐστιν ἁπάντοτε, δῆλον ὡς τὸ αὐτὸ ἀναδέξεται τῷ πρὸς ὃ φέρεται. εἰ δὲ αἱ προθέσεις μετὰ τῶν ῥημάτων ἓν μέρος λόγου, καὶ τὰ ἐπιρρήματα ταὐτὸν ἀναδέχεται, συνεπαγόμενα τὴν πρόθεσιν ἐπὶ τὰ ῥήματα. 67. Εἰκός τινα φήσειν ὡς ἡ ἐγγινομένη ἐπ᾽ ἐνίων ἐπένθεσις τοῦ ἄρθρου τὸν προκείμενον λόγον διαβάλλει· πῶς γὰρ τὸ ἡνωμένον τῆς προθέσεως παραδέξεται τὴν ἐπένθεσιν τοῦ ἄρθρου, ὅπου γε καὶ τὴν ἐν τοῖς ὀνόμασιν ἀμφιβολίαν ἡ τοῦ ἄρθρου ἐπένθεσις περιέγραφε τῷ μὴ 2.2.489 ἡνῶσθαι τὴν πρόθεσιν, παρὰ τοῦ νόμου, παρὰ τοῦ φέροντος; τοιοῦτον οὖν καὶ τὸ ἀπὸ τοῦ νῦν, ἀπὸ τῆς σήμερον, ἀπὸ τῆς αὔριον. — 68. Ἔστι δὲ καὶ πρὸς τὸ τοιοῦτον φάναι ὡς παρυφίσταται ἐνίοις τῶν ἐπιρρημάτων ἡ πτωτικὴ ἔννοια, ἐφ᾽ ἧς τὰ τῆς συντάξεως τείνει. ἐν γὰρ τῷ σήμερον ἔγκειται ἡ ἡμέρα, οὐκ ἔχουσα ἀναστροφὴν πρὸς τὸ σήμερον. (οὐ γὰρ εἴ τι ἡμέρα, τοῦτο καὶ σήμερον, ἐπεὶ συντείνει καὶ ἐπὶ τὸ αὔριον καὶ ἐπὶ τὸ χθές, ἅπερ πάλιν ἐγκειμένην ἔχει ἡμέραν, ὥστε πάλιν, εἴ τι ἔστι μὲν αὔριον ἢ ἐχθές, τοῦτο ἐπιδέχεται καὶ τὴν ἡμέραν, οὐ μήν, ὡς ἔφην, κατὰ ἀναστροφήν.) ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ νῦν· πάλιν γὰρ χρόνου ἐστὶ τοῦ γενικωτάτου ἐμπεριεκτικόν, οὐ τέμνον τὸ ἐπιμεριζόμενον τοῦ χρόνου, διῆκον μέντοι δι᾽ ὅλου, ὡσπερεὶ γενικὸν ὄνομα. — 69. Ἐὰν οὖν ὡς πρὸς τὸ ἐγκείμενον τῆς ἡμέρας τὰ τῆς συντάξεως ἐγγίνηται, πᾶσα ἀνάγκη τὴν μὲν πρόθεσιν νοεῖν κατὰ παράθεσιν, ἐπεὶ κατὰ πλαγίας ὀνόματος φέρεται, καὶ πᾶσα ἀνάγκη τὸ 2.2.490 ἄρθρον προστίθεσθαι, ἵνα τὸ ὑπακουόμενον πτωτικὸν νοῆται. ἐξαίρετος γὰρ ἡ τῶν ἄρθρων παράθεσις ὡς πρὸς τὰ πτωτικά, ἐπεὶ πῶς γινώσκει τὸ σήμερον τὸ τῆς ἄρθρον καὶ θηλυκὸν ὂν καὶ γενικῆς πτώσεως καὶ ἑνικόν, τῶν ἐπιρρημάτων οὐδὲν τοιοῦτον ἐμφανιζόντων; (ἔστι γοῦν οἷς οὐδὲ παρυφίσταταί τι τοιοῦτο πτωτικόν, ἃ δὴ καὶ στέρεται τῆς τοιαύτης συντάξεως, ὡς ἔχει τὸ ἀποδίς, ἀποτρίς.) [ἐπάνω, ὑποκάτω.] — 70. καὶ ἀνάπαλιν δὲ οὐ γινώσκει τὴν παράθεσιν τῆς προθέσεως κατ᾽ ἰδίαν, εἰ μὴ πρότερον προσγένοιτο ἡ τοῦ ἄρθρου παράθεσις, ἃ καὶ μόνως ἐπὶ τὸ συνυπακουόμενον φέρεται, ὡς ἔχει τὰ τοιαῦτα, ἐν τῇ αὔριον, ἐν τῇ ἐχθές· ἅπερ οὐκ ἄν τις ἐπινοήσειεν δίχα τῶν ἄρθρων ἀποφήνασθαι, καθὸ αἱ προθέσεις μόνον ἐπὶ τὰ πτωτικὰ ἐφέροντο, οὐ μὴν ἠδύναντο παρακεῖσθαι τοῖς ἐπιρρήμασιν· οὐ γὰρ οἷόν τε φάναι ἐν σήμερον 2.2.491 οὐδὲ ἐξ αὔριον. — 71. Ὁ αὐτὸς λόγος καὶ ἐν τοῖς τοιούτοις, ἐν τῷ ὑποκάτω, ἐν τῷ ἐπάνω· πρὸς γὰρ πάλιν τὸ ἐγκείμενον τοῦ τόπου ἡ τοῦ ἄρθρου παράθεσίς ἐστι μετὰ τῆς καταρχούσης προθέσεως ἐν πα- ραθέσει. δι᾽ ὃ καὶ ἐν τοῖς μερισμοῖς χρὴ νοεῖν τὴν μὲν προτέραν πρό- θεσιν ἐπὶ τὸ ἐγκείμενον τῆς δοτικῆς μετὰ τοῦ συνόντος ἄρθρου ἐν παραθέσει καθίστασθαι, τὴν δὲ δευτέραν κατὰ σύνθεσιν οὖσαν τοῦ τοπικοῦ ἐπιρρήματος. — 72. Δείκνυται ἄρα διὰ τοῦ τοιούτου ὡς τὸ ἀπεχθές οὐ δύναται προσλαβεῖν τὸ ἄρθρον, ὅτι ἐπὶ τὸ χρονικὸν ἐπίρρημα φέρεται· ἓν γὰρ μέρος [τοῦ] λόγου. τὸ μέντοι ἀπὸ τῆς ἐχθές ἰδίας συντάξεως ἔχεται, τῆς πρὸς τὸ ἐπιφερόμενον ὄνομα, ὅμοιον καθεστὼς τῷ ἐκ τῆς σήμερον ὃ [οὐ] πάντως κατ᾽ ἐπένθεσιν τὴν τοῦ ἄρθρου ἐγεγόνει· οὐ γὰρ ἦν τι ἐκ σήμερον. — Τῆς τοιαύτης οὖν ἀποδείξεως, ὡς ἔφαμεν, ἐδέετο ὁ προκείμενος λόγος ὑπὲρ τοῦ πιθανώτερον τὸν ἐπιμερισμὸν γίνεσθαι. 2.2.492 73. Ἑξῆς διαληπτέον καὶ περὶ τοῦ ἐξαίφνης, πότερον ἥνωται καὶ τύπος ἐστὶν ἐπιρρηματικός, ἢ ἐκ προθετικῆς συντάξεως ἐπιρρήματος ἔννοιαν παρίστησι, καθάπερ ἔστιν ἐπινοῆσαι ἄπειρα τοιαῦτα, οἷς καὶ ἀντιπαράκειται ἐπιρρήματα τὴν αὐτὴν σχέσιν σημαίνοντα, εἰς οἶκον ἀπέρχομαι — οἴκαδε ἀπέρχομαι, ἐξ οἴκου παρεγενόμην — οἴκοθεν παρεγενόμην, ἐν οἴκῳ σε μένω — οἴκοθί σε μένω. ταύτης τῆς συντάξεως ἔφαμεν καὶ τὸ οἶκον δ᾽ ἐσελεύσομαι {Ζ 365 } ὡς πρὸς τὸ οἴκαδε, ἀποδείξαντες ὡς δύο μέρη λόγου ἐστὶν τὸ οἶκον δέ. καὶ δὴ τὸ προκείμενον μόριον διὰ τὸ ἐπακολουθῆσαν πάθος τῇ φωνῇ οὐ προφανῆ τὰ τῆς συντάξεως κατέστησε, τῶν οὕτω γινομένων ἁπάντων κατ᾽ οὐδένα τρόπον ἐπιστάσεως τυχόντων, καθάπερ πρόκειται. — 74. παρὰ δὴ τὸ ἀφανής ὄνομα ἀπετελεῖτό τι θηλυκὸν κατὰ παρώνυ- μον σχηματισμόν, ἀφανία καὶ ἀφάνεια. δισσὰ γὰρ τὰ τοιαῦτα, εὐ- σεβής — εὐσέβεια, ἀφ᾽ οὗ πάλιν τὸ 2.2.493 εὐσεβίη τέθνηκεν { fort. Callimachi, frgm. 519 Schn. }, εὐμάθεια, ἀλλὰ μὴν καὶ εὐμαθία, εὐμαθίην ᾐτεῖτο διδοὺς ἐμέ { Callimachi epigr. 49 Schn., Anth. Pal. VI 310, I p 397, 12 Stadtm. }. οὕτως ἔχει καὶ τὸ ἀδρανίη τόδε πολλόν { fort. Callimachi, frg. 520 Schn. }. παρὰ δὴ τὸ προκείμενον ὄνομα παρείπετό τις σύνταξις ἐκ γενικῆς πτώσεως τὸ ἐξ ἀφανίας, ὡς καὶ παρὰ τὸ αὐτός πάλιν τι ἐγένετο θηλυκὸν ἐξ αὐτῆς κατ᾽ ἐπιρρηματικὴν σύνταξιν· ἐξ αὐτῆς ἴωμεν πρὸς Διονύσιον. παρὰ δὴ οὖν τὴν προκειμένην σύνταξιν συγκοπὴ μὲν [διὰ] τοῦ α κατὰ μέσην συλλαβὴν ἐγίνετο, μεθ᾽ ὑπερβιβασμοῦ κατὰ τὸ ἄρχον μέρος τοῦ παραλήγοντος ι, ὃ δὴ καὶ αἴτιον ἦν τοῦ εἰς α καταλήγειν τὸ μόριον. καὶ φαίνεται ὅτι ἀναγκαίως καὶ τὸ λῆγον α μεταλαμβάνει εἰς τὸ η, τοῦ αἰτίου τῆς λήξεως ἀφισταμένου κατὰ τὸ ὑπερβατόν· καὶ οὕτω τὸ ἐξαίφνης ἀποτελεῖται. — 75. Οὔτε δὲ τὸ α 2.2.494 συγκόπτεσθαι ξένον, ἐπεὶ οὕτως ἔχει τὸ σπάργανον, τὸ ἕδνον, τὸ τέκνον, τὸ δάκνω, τὸ Ἐριχθονίδαι, ἄλλα μυρία· οὔτε μὴν ὑπερ- βιβάζεσθαι τὰ στοιχεῖα· τὰ γὰρ ἀπειρέσια ἀπερείσια. ἴσως δὲ καὶ παρὰ τὸ δόρυ ἡ δόρυος γενική, ὅτε φαμὲν δουρός· γόνυος γουνός· ἔφην δὲ ἐν δισταγμῷ, μὴ ἄρα τοῦ γούνατος καὶ δούρατός εἰσι συγκοπαί. 2.2.495 76. Παρὸν δὲ κἀκ τοῦ ἀντιπαρακειμένου ἐπιρρήματος τὸ πάθος ἐπιδεῖξαι. ἰδοὺ γὰρ παρὰ τὸ ἀφανής ὄνομα ἦν ἀποτελούμενον ἐπίρρημα παρακείμενον ὁμότονον γενικῇ πληθυντικῇ τῇ ἀφανῶν, τὸ ἀφανῶς (ὡς καὶ εὐσεβῶν — εὐσεβῶς· ἃ δὴ ἔφαμεν συνυπάρχειν καὶ συντονοῦσθαι ταῖς τοιαύταις γενικαῖς). ἐφ᾽ οὗ δὴ πάλιν τὸ προκείμενον πάθος ἐπα- κολουθεῖ. καὶ ἐπεὶ οὐκέτι συνείχετο ὑπὸ τῆς συνούσης γενικῆς διὰ τὸ ἐπακολουθῆσαν πάθος, οὐδὲ τὴν ταύτης τάσιν ἀνεδέχετο (ὡς γὰρ ἔφαμεν, συνυπαρχουσῶν τῶν γενικῶν συνυπάρχει καὶ τὰ τοῦ τόνου). μετῄει οὖν εἰς βαρεῖαν τάσιν, δεόντως καὶ τὸ ς ἀποβάλλον. ἔσθ᾽ ὅτε γὰρ πάλιν ἡ τοιαύτη κατάληξις μετὰ τοῦ προκειμένου τόνου καὶ τὸ ς ἀνα- δέχεται· ἀποστάντος δὲ τοῦ τόνου ἦν ἔνδεκτον συναποστῆναι καὶ τὸ ς, καθότι καὶ τῶν εἰς ω ληγόντων ἐπιρρημάτων τὴν τάσιν μετελάμβανεν, 2.2.496 ἅπερ οὐκέτι τριγενέσιν ὀνόμασιν ἀνθυπήγετο, ὡς ἔχει τὸ ἔσω, κάτω, κύκλῳ, τόνῳ. — 77. ἔφαμεν δὲ καὶ ἐν ἑτέροις ὡς ἀπειράκις αἱ λέξεις πρὸς τὰς ἀποβολὰς τῶν στοιχείων καὶ τοὺς τόνους μεθιστᾶσιν. συνεῖχε τὴν ὀξεῖαν τὸ ξ ἐν τοῖς τοιούτοις ἐπιρρήμασιν, ὀδάξ, ὑποδράξ, ὀκλάξ· ἀλλ᾽ ἐλλεῖψαν ἐν τῷ ὑπόδρα μετέστησε καὶ τὴν ὀξεῖαν, ὅμοιον αὐτὸ καταστῆσαν τῷ ῥίμφα, μάλα, αἶψα, τοῖς οὕτω βαρυνομένοις. ὁμοίως καὶ τὸ ς ἐν τοῖς εἰς ις λήγουσι μετὰ μακρᾶς τῆς συνούσης κατὰ τὸ παρεδρεῦον, χωρίς, ἀμφίς, ἀμοιβηδίς· ἀλλ᾽ ἐπεὶ ἐν βαρυτόνοις ἡ ἀποβολὴ τοῦ ς ἐγένετο, ὡς ἐν τῷ πολλάκι καὶ δεκάκι, καὶ τὸ χωρίς ἀποβάλλον τὸ ς ἐγίνετο χῶρι, ὅμοιον καθεστὼς τῷ αὖθι καὶ τοῖς 2.2.497 παρακειμένοις. ἐδείξαμεν καὶ ἐπὶ τοῦ δεσποστής, ἐργαστής, ὡς τῇ ἀποβολῇ τοῦ ς ὅμοια ἐγίνετο τῷ ἐλάτης, ἀρότης· καὶ διὰ τοῦτο δεσπότης καὶ ἐργάτης κατὰ βαρεῖαν τάσιν. πλείστην τῶν τοιούτων παράθεσιν ἐποιησάμην ἐν ἑτέροις. τῇδε οὖν ἐσχηματίσθη καὶ τὸ ἄφνω. — 78. Ἔφαμεν ἐν τοῖς προκειμένοις ταῖς ἐκ προθέσεων γινομέναις παρα- θέσεσιν καὶ σημαινούσαις ἐπιρρηματικὴν σχέσιν ἀντιπαρακεῖσθαι ἐπιρρή- ματα. καὶ τῷ οὖν ἐξ αὐτῆς παράκειταί τι αὐτόθεν, ἴωμεν αὐτόθεν — ἀπέλθωμεν ἐξ αὐτῆς. οὕτως ἔχει καὶ τὸ αὐτόδιον δ᾽ ἄρα μιν {θ 449 }, ἀντὶ τοῦ ἐξ αὐτῆς οὐκ ἄλλοσε παρακλίναντα. παράκειται οὖν καὶ τῷ ἐξαίφνης ἄφνω παρεγένετο ὁ δεῖνα ἐν ἴσῳ τῷ ἐξαίφνης παρεγένετο.