ΑΠΟΛΛΩΝΙΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ ΠΕΡΙ ΕΠΙΡΡΗΜΑΤΩΝ Πάσῃ λέξει παρέπονται δύο λόγοι, ὅ τε περὶ τῆς ἐννοίας καὶ ὁ περὶ τοῦ σχήματος τῆς φωνῆς. ὅθεν καὶ ἡ τῶν ἐπιρρημάτων διέξοδος εἰς τοὺς προκειμένους λόγους ὑποσταλήσεται. καὶ πρότερόν γε τὸν περὶ τῆς ἐννοίας λόγον ποιήσομαι. Ἔστιν οὖν ἐπίρρημα μὲν λέξις ἄκλιτος, κατηγοροῦσα τῶν ἐν τοῖς ῥήμασιν ἐγκλίσεων καθόλου ἢ μερικῶς, ὧν ἄνευ οὐ κατακλείσει διάνοιαν. Ὅτι μὲν οὖν ἑνὶ σχηματισμῷ κέχρηται, προῦπτόν ἐστιν, ἀποδείξεως παρεπομένης τοιαύτης. — Ἡ τῶν ὀνομάτων σύνταξις πρὸς τὰ ῥήματα παρίστησι διάθεσιν ἐγγιγνομένην τοῖς πτωτικοῖς, ἔσθ᾽ ὅτε καὶ τῶν πλαγίων πτώσεων συμπαραλαμβανομένων, ἐφ᾽ ἃς καὶ συντείνει ἡ διάβασις ἡ ἀπὸ τῆς ἐνεργείας. οἷον Τρύφων περιπατεῖ· ἡ διάθεσις ἡ ἐκ τοῦ περι- πατεῖ ἐπὶ τὸν Τρύφωνα συντείνει. Τρύφων τύπτει Διονύσιον· ἡ ἐκ τοῦ Τρύφωνος διάβασις ἐνεργητικὴ διαβιβάζεται ἐπὶ τὸν Διονύσιον. καὶ ἐπὶ παθητικῆς διαθέσεως, ὑπὸ Τρύφωνος τύπτεται Διονύσιος 2.1,1.120 Τὰ δὴ οὖν πτωτικὰ τὴν τοιαύτην σύνταξιν πρὸς τὰ ὀνόματα μὴ ἀνα- δεξάμενα, ἐπικείμενα δὲ τοῖς ῥήμασιν, ἅπερ πρὸς ἕτερα πτωτικὰ τὴν τοιαύτην σύνταξιν ἐποιοῦντο, ἐκαλεῖτο οὐκέτι πτωτικά, ἀλλ᾽ ἐπιρρήματα διὰ τὸ σύνταξιν ἐπιρρημάτων ἀναδέξασθαι. οἷον ὁ μὲν λέγων οὕτως ταχὺ περιπατεῖ κατηγορεῖ τάχα τινὸς πτωτικοῦ ταχέος, ὡς εἰ μειράκιον περιπατεῖ, καὶ εἰ οὕτως τις εἴποι, τὸ ταχὺ περιπατεῖ μειράκιον· τὸ τηνικαῦτα γὰρ τὸ ταχύ ἐπίκειται τῷ μειράκιον, καὶ ἔτι καλεῖται ὄνομα ἐπιθετικόν, καὶ διὰ τοῦτο συγκλίνεται τῷ μειρακίῳ, τοῦ ταχέος μειρακίου, τῷ ταχεῖ μειρακίῳ. ἡνίκα μέντοι οὐ κατηγορεῖ ὀνόματος, τοῦ δὲ συντασσομένου ῥήματος, ὡς ἐν τῷ ταχὺ περιπατεῖ τὸ μειράκιον, καλεῖται ἐπίρρημα, (ἴσον γάρ ἐστι τῷ ταχέως περιπατεῖ τὸ μειράκιον,) καὶ καθ᾽ ἕνα σχηματισμὸν ἐκφέρεται, ταχὺ περιπατοῦντος τοῦ μειρακίου, ταχὺ περιπατοῦντι τῷ μειρακίῳ. — Διὰ τοῦ τοιούτου ὑποδείγματος δεῖ τοὺς διακρίνοντας τὰς τοιαύτας συνεμπτώσεις τῷδε τῷ λόγῳ κεχρῆσθαι. — ἀπόδειξις οὖν ἱκανὴ τοῦ καθ᾽ ἕνα σχηματισμὸν ἐκφέρεσθαι τὰ ἐπιρρήματα, ὅπου γε καὶ τὰ πτωτικά, σύνταξιν ἐπιρρηματικὴν ἀναδεξάμενα, καθ᾽ ἕνα σχημα- τισμὸν ἐξηνέχθη. Ὡς δὲ καὶ κατηγορεῖ τῶν ἐν τοῖς ῥήμασιν ἐγκλίσεων, σαφὲς πάλιν καὶ διὰ τοῦ προκειμένου λόγου, ἐν οἷς πάντα τὰ πτωτικὰ ἐπιθετικά, κατηγοροῦντα οὐ τῶν ὀνομάτων, τῶν δὲ ῥημάτων, ἐπιρρήματα ἐγένετο, καὶ τὴν τούτων ἀκλισίαν ἀνεδέχετο. καὶ ὃν τρόπον ἔστι μὲν ὄνομα κύριον ἢ προσηγορικὸν ἐπινοῆσαι μὴ ἀπαιτοῦν ἐπιθετικὸν ὄνομα, ἐπι- θετικὸν δὲ ὄνομα πάντως ἀπαιτοῦν ᾧ ἐπίκειται, ἐξῃρημένων τῷ ἰδίᾳ τεταγμένων, λέγω τοῦ τερπικέραυνος, ἐννοσίγαιος, τὸν αὐτὸν ἀεὶ 2.1,1.121 τρόπον ἔστιν ἐπινοῆσαι ῥῆμα μὲν δίχα ἐπιρρήματος συγκλεῖον λόγον, ἐπίρρημα δὲ οὐ μὴν δίχα ῥήματος ἢ μετοχῆς, ἥ τις δυνάμει ἰδίωμα ἔχει τὸ τοῦ ῥήματος. καὶ οὐ τοῦτό φημι, ὅτι αἱ μετοχαὶ ἀπαρτίζουσι διάνοιαν, ἀλλ᾽ ὅτι τὰ ἐπιρρήματα καὶ ἐπὶ μετοχὰς φέρεται. Ἐντελέστερον μέντοι δεδείξεται ἐν τῷ περὶ συντάξεως, ὡς τὰ μὲν θεματικώτερα μέρη τοῦ λόγου ὀνόματά ἐστι καὶ ῥήματα, τὰ δ᾽ ὑπόλοιπα τῶν μερῶν τοῦ λόγου ὡς πρὸς τὴν τούτων εὐχρηστίαν ἀνάγεται, τὰ μὲν ἄρθρα πρὸς τὰ πτωτικὰ ἢ ὡς πτωτικά, τὰ δὲ ἐπιρρήματα ὡς πρὸς τὰ ῥήματα, αἵ τε προθέσεις πρὸς ἀμφότερα· διὸ καὶ μόναι ἀναστροφῆς τόνου ἔτυχον, καὶ τῇδε δύνανται συντάσσεσθαι, λέγω ὀνόμασι, καὶ τῇδε, λέγω ῥήμασιν. εἰρήσεται δὲ καὶ πότε ἀντωνυμίαι ἀντ᾽ ὀνομάτων παραλαμβάνονται, τίνες τε ἐν τῷ καθόλου σύνδεσμοι συνδέουσιν ὄνομα καὶ ῥῆμα, καὶ τί- νες εἰσὶ μερικοί. Οὐ μόνον δὲ ῥητοῖς οὖσι τοῖς ῥήμασι κατὰ τὴν σύνταξιν τοῦ λόγου τὸ ἐπίρρημα προσφέρεται, ἀλλὰ καὶ σιγωμένοις, εἴγε καὶ αἱ ἐπιφωνήσεις οὐδὲν ἄλλο εἰσὶν ἢ ἐπιρρήματα τῶν ῥημάτων οὐκ ἐπιγινομένων, καθὸ τοῖς εὖ ἀναγινώσκουσι τὸ κάλλιστα ἐπιφωνοῦμεν καὶ τοῖς εὖ διατιθεῖσιν ἡμᾶς τὸ ἥδιστα, καὶ τοῖς ἀκριβοῦσι τὰς ἰδίας πράξεις καὶ τέχνας τὸ καλῶς ἐπιφωνοῦμεν. Ἀλλ᾽ ἐκεῖνό τις εἴποι ἄν, ὡς κατὰ τὸν τοιοῦτον λόγον περιγεγράψεται τοῦ κατὰ τὰ ἐπιρρήματα μερισμοῦ τὸ οἴμοι καὶ τὰ τοιαῦτα τῶν ἐπιρρημάτων, λέγω τὰ σχετλιαστικὰ καὶ εὐαστικά. Πρὸς ὃν ἔστι φάναι, ὡς τάχα μὲν καταχρηστικώτερον τὰ τοιαῦτα ἐπιρρήματα εἰρήσεται, ᾧ λόγῳ καὶ αἱ μονογράμματοι συλλαβαί, οὐκ οὖσαι συλλήψεις στοιχείων. μή ποτε δὲ καὶ αὐτὰ δυνάμει ἀπὸ διαθέσεως ῥηματικῆς ἀνάγονται· οἱ γὰρ σχετλιάζοντες πεπόνθασι, τὸ δὲ παθεῖν πεῖσίν τινα τῶν ἐκ πράγματος δηλοῖ. Παρὸν δὲ καὶ ἐξ ὑποδείγματος πιστώσασθαι τὸν λόγον πάλιν. τὸ 2.1,1.122 Τρύφων ἀναγινώσκει ποιεῖ λόγον, οὐ μὴν τὸ Τρύφων καλῶς, εἰ μὴ προσθείημεν τὸ ῥῆμα. ᾧ λόγῳ καὶ ἐπὶ τοῦ ἄρθρου τὸ κατὰ ἀρσενικὴν προφορὰν ὁ πάλιν οὐ ποιεῖ λόγον ἐν τῷ ὁ ἀναγινώσκει, εἰ μὴ προσλάβοι ὄνομα ἐφ᾽ ὃ φέρεται, τὸ ὁ Τρύφων ἀναγινώσκει. διὸ καὶ ἐν τοῖς ὑποτακτικοῖς ἄρθροις κοινὸν λαμβάνεται τὸ προκείμενον ὄνομα, κατὰ ἀναφορὰν παριστάμενον, ἐπεὶ παρεπόμενόν ἐστι τοῖς ὑπο- τακτικοῖς τῶν ἄρθρων μετὰ ῥήματος ἀποτελεῖν διάνοιαν, ἄνθρωπος παρεγένετο ᾧ ἐλάλησα, κοινοῦ παραλαμβανομένου τοῦ ἄνθρωπος. εἰ γὰρ μὴ προτεθείη ὄνομα τοῦ τοιούτου ἄρθρου, οὐδ᾽ ἂν ἔτι τὸ ἄρθρον ὡς ἄρθρον ἀκούοιτο, ὡς δὲ ἀόριστον μόριον, εἰ τῇδε ἀποφαινόμεθα, ὃς μεθύει, βλάπτεται· ἴσον γάρ ἐστι τῷ εἴ τις μεθύει, βλάπτε- ται. τὸν τοιοῦτον λόγον ἀκριβέστερον ἐν τῷ περὶ συντάξεως ἐκτεθείμεθα. Καὶ τὸ καταφατικὸν δέ καὶ τὸ ἀποφατικόν, ἰδίᾳ λεγόμενον, πάλιν πρὸς ἀπαρτισμὸν τοῦ ῥήματος τοῦ λεγομένου παραλαμβάνεται· πρὸς γὰρ τὴν ἔγραψας; φωνὴν φαμὲν ναί ἢ οὔ. Ἔτι φαμὲν οὕτως, καλῶς ὁ ἄνθρωπος γράφει, καὶ ἔστι κατάλ- ληλος ὁ λόγος· ἕκαστον γὰρ τῶν μορίων συμφέρεται τῷ ἰδίῳ συντάγματι. ἀλλ᾽ ὁπηνίκα τὸ ἄρθρον ἐμπεριλαμβάνει τὸ ἐπίρρημα, οὐκέτι τὸ κατάλ- ληλον σώζεται, ὁ καλῶς ἄνθρωπος γράφει, διὰ τὸ τῆς οἰκειότητος ἀπεσπάσθαι τὸ μόριον· μεταξὺ γὰρ γινόμενον τὸ ἐπίρρημα δύο πτωτι- κῶν, λέγω τοῦ ἄρθρου καὶ τοῦ ὀνόματος, οὐκ ἔχει τὴν καταλληλότητα τὴν ἐπὶ τὸ ῥῆμα, ὡσανεὶ ὑπὸ τοῦ γένους συνεχόμενον. καὶ ἔνθεν οὔτε ἐπὶ τὸ ὄνομα δύναται ἐνεχθῆναι, ὅτι ἀλλοτρία ἡ σύνταξις, οὔτε ἐπὶ τὸ ῥῆμα, καθὼς προειρήκαμεν, συνεχόμενον ὑπὸ τοῦ γένους. μεταξὺ οὖν τούτων οὐκ ἄλλο τι πέπτωκεν ἢ μόνη ἡ μετοχή, δυναμένη καὶ τὸ γένος μηνῦσαι καὶ τὸ πρᾶγμα, ὅπερ ἐπιζητεῖ τὸ ἐπίρρημα. καὶ ἐπί γε πάλιν τῆς τοιαύτης συντάξεως οὐ γίνεται τὸ κατάλληλον ἄλλου του ἐπιφερομένου ἢ μόνης μετοχῆς, μεθ᾽ ἧς πάλιν καὶ ῥῆμα συγγενήσεται ὑπὲρ τοῦ συγκλεισθῆναι τὸν λόγον. ἐφ᾽ ὃ οὐκέτι τὸ προειρημένον ἐπίρρημα ἐπιφέρεται. διὸ καὶ προείπομεν, ὡς καὶ ἐπὶ μετοχὰς φέρεται τὰ ἐπιρρήματα. τὸ δὲ ὑπόδειγμα τοῦ λόγου τοιοῦτόν ἐστιν, ὁ καλῶς ἄνθρωπος γράψας ἐτιμήθη. — πάλιν ἡ τοιαύτη σύνταξις διὰ πολλῶν παραθέσεων ἐν τῷ περὶ συντάξεως ἀποδίδοται. — Καὶ τοσαῦτα μὲν περὶ τοῦ ὅτι κατηγορεῖ τῶν ῥημάτων τὸ ἐπίρρημα. 2.1,1.123 Φαμὲν δὲ ἢ καθολικῶς συνεῖναι τοῖς ῥήμασι τὰ ἐπιρρήματα ἢ μερι- κῶς, ἐπεί τινα μὲν σύνοιστά ἐστι, σημασίας οὐκ ἀντικειμένης, ἁπάσαις ταῖς ἐγκλίσεσιν, ἅπασι τοῖς χρόνοις, ἅπασι τοῖς προσώποις, ὡς ἕνεκα ὑποδείγματος τὸ καλῶς ἔστι παραλαμβάνειν, τὸ οὕτως, ἄλλα πάμπολλα, τῆς φράσεως, ὡς ἔφαμεν, οὐκ ἀντιπιπτούσης, καθότι πάλιν καὶ ἐπὶ τῶν ὀνομάτων οἷόν τέ ἐστι παραδέξασθαί τινα τῶν ἐπιθετικῶν δυνάμενα συντείνειν ἐπὶ πάντα τὰ ὀνόματα, τινὰ δὲ πάλιν μερικωτέραν ἔχει τὴν σύνταξιν (τό τε γὰρ μέλας ἢ λευκός ἐπὶ πᾶν σῶμα δύναται συντείνειν, οὐ μὴν τὸ λόγιος ἢ συνετός, ὅτι μὴ ἐπὶ τῶν δυναμένων ἀναδέξασθαι σύνεσιν ἢ λόγον, ἅπερ ἂν εἴη λογικὰ ζῶα)· τὸν αὐτὸν δὴ τρόπον καί τινα τῶν ἐπιρρημάτων εἴργεται τῆς συντάξεως ἕνεκα τοῦ σημαινομένου. τὸ ἄγε παρακελευστικὸν οὐ τετάξεται σὺν ὁριστικῇ προφορᾷ, ἀλλ᾽ οὐδὲ εὐκτικῇ ἢ ἄλλῃ τινὶ ἢ μόνῃ τῇ προστακτικῇ, οὕτως ὥστε καὶ τὰ ἀμφί- βολα τῶν ῥημάτων τῇ ἰδιότητι τῆς συντάξεως ἀπολύεσθαι τῆς ἀμφιβο- λίας διὰ τῆς ἰδίας αὐτοῦ παραθέσεως. τὸ λέγετε ὁριστικόν, ἀλλ᾽ οὐ τὸ ἄγε λέγετε, ἄγε τύπτεσθε. — τὰ χρονικὰ ἐπιρρήματα συμφωνοῦσαν τοῖς τοῦ ῥήματος χρόνοις ποιεῖται σύνταξιν. οἷον τὸ ἐχθές παρῳχημένῳ συντετάξεται, ἐχθὲς ἔγραφον, ἐχθὲς ἔγραψα. τὸ γὰρ αὔριον ἀντι- κείμενον τῷ παρῳχημένῳ, οὐ συντετάξεται ἢ πάλιν τοῖς ὁμολογοῦσι τὸ μὴ παρῳχῆσθαι, αὔριον γράφω, αὔριον γράψω, αὔριον ἀνα- γινώσκω. τὰ μέντοι οὐ διορίζοντα τὸν χρόνον, κοινὴν δὲ παράτασιν δηλοῦντα τοῦ παντὸς χρόνου, συμπαραλαμβάνεται κατὰ πάντα χρόνον, ὡς ἔχει τὸ νῦν ἐφρόνησα, νῦν φρονῶ, νῦν φρονήσω· ἤδη ἔγραψα, ἤδη γράφω, ἤδη γράψω. ὁ αὐτὸς λόγος συντεινέτω ἐπὶ πάντων τῶν τοιούτων. Ἔστιν οὖν πάντα τὰ συγκεχυμένα κατὰ χρόνον ἔν τε μετοχαῖς ἔν τε ῥήμασι διὰ τῆς τούτων παραθέσεως ἀπαλλάξαι τῆς ἀμφιβολίας. τὸ 2.1,1.124 λέγων μετάληψίς ἐστιν ἐνεστῶτος καὶ παρατατικοῦ, τὸ λέγειν ἀπαρέμ- φατον. ἀλλ᾽ ἡνίκα μέν φαμεν ἐχθὲς λέγων Δίων ἥμαρτεν ἢ ἐχθὲς Δίων λέγων ἐτιμήθη, τὸ τηνικαῦτα τὸ λέγων μόνον παρα- τατικοῦ ἐστιν. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ λέγειν· τὸ γὰρ μέλλω λέγειν αὔριον παράτασιν οὐ δηλώσει, τὸν δὲ ἐνεστῶτα χρόνον, ὃς συντάσσεται τῷ αὔριον, αὔριον λέγει Τρύφων. πάλιν ἡ τοιαύτη ἔννοια ἐπὶ τὰ ὅμοια διηκέτω. Ἡ οὔ ἀπόφασις, μαχομένη τῇ ναί καταφάσει, τὰ ἐν καταφάσει ῥήματα ἀναιρεῖ, ἅπερ ἐστὶν ὁριστικά, ἔχοντα ἐν αὑτοῖς τὴν κατάφασιν, ἀνθ᾽ ἧς καὶ πολλάκις παραλαμβάνεται, οὐ γράφω, οὐ ποιῶ· ἡ δὲ μή ἀπαγορεύουσα τὸ ἐν προστάξει πάλιν καταφατικὸν ἀναιρεῖ, γράφε μὴ γράφε, λέγε μὴ λέγε. ἔστι δὲ ὅπου καὶ τὸ μή, παραλαμβανό- μενον οὐ μόνον κατὰ ἀπαγόρευσιν, ἀλλὰ καὶ κατὰ διαπόρησιν, τοῖς κατ᾽ ἐρώτησιν προοιστοῖς συντάσσεται, μὴ ἔγραψας; μὴ ἐλάλησας; Καὶ ἐν παρῳχημένων δὲ διαφοραῖς πάλιν τὰ ἐπὶ παρῳχημένου χρόνου ἐπιρρήματα παραλαμβανόμενα οὐχ οἷόντε διήκειν ἐπὶ ἐνεστῶτος, ὡς ἐπὶ τοῦ πάλαι ἔστιν ἐπινοῆσαι ἢ πρώην. οἷόν τε μὲν γὰρ ἐπὶ τοῦ ὑπερσυντελικοῦ τοῦτο φάναι, πάλαι ἐγεγράφειν, πάλαι ἠριστή- κειν, οὐ μὴν ἔτι ἐπὶ τοῦ παρακειμένου, ἐπεὶ τὸ ἅμα νοήματι ἠνυσμένον δι᾽ αὐτοῦ νοεῖται, τὸ δὲ πάλαι ἠνυσμένης πράξεώς ἐστι παραστατικόν. ὁ γοῦν καλούμενος ἀόριστος, προσλαβὼν τὸ πάλαι, ὑπερσυντελικὸς μᾶλλον ἀκούεται. ἐμπεριέχει γὰρ τὸ παρῳχημένον τοῦ παρακειμένου καὶ τοῦ ὑπερσυντελικοῦ, ὥς γε καὶ ἐπὶ ὀνόματος ἔστιν ἐπινοῆσαι κοινό- τητα ἀρσενικοῦ καὶ θηλυκοῦ. ἔνθεν καὶ τῆς ὀνομασίας ἔτυχε, κατὰ ἀπόφασιν εἰρημένος τοῦ μὴ ὁρίζειν τὸν παρῳχημένον. [διὸ καὶ κατὰ ἀπόφασιν τῶν προειρημένων δύο χρόνων ἐθεματίσθη. ᾧ λόγῳ καὶ τὸ σώφρων τὸ ὁ προσλαβὸν νοεῖται μόνως ἀρσενικόν.] — Εἰς τὴν αὐτὴν 2.1,1.125 ἔννοιαν τοῦ προκειμένου λόγου πλεῖστα ἔστι παραθέσθαι, ἀπόχρη μέν- τοι εἰς ἀφορμὴν τὰ προκατειλεγμένα τοῦ διακρῖναι καὶ τὰ ὑπόλοιπα. Ἔτι δὲ κἀκεῖνο δεῖ προσθεῖναι, ὡς οὐδὲ κατὰ πᾶν πρόσωπον σύνεστι τὰ ἐπιρρήματα, ὡς ἔχει τὸ ὤμοι, περὶ οὗ καὶ ἐν τοῖς ἑξῆς εἰρήσεται, εἰ, ὡς ἔνιοι ὑπετόπησαν, ἔχει συγκειμένην τὴν μοί ἀντωνυμίαν. Μηδὲ ἐκεῖνό γε παραλελείφθω, τί δή ποτε, εἰ καὶ ἐν ὑποτάξει ἐστὶ τὰ ἐπιρρήματα τοῦ ῥήματος καὶ ἐν προτάξει, ἀπὸ τοῦ προτετάχθαι τὴν ὀνομασίαν ἔλαβε; Πρὸς ὃ ἔστιν ὑπαντῆσαι ὅτι ὅμοιόν ἐστι τῷ καὶ τὴν αὐτός ἀντωνυμίαν ἐπιταγματικὴν καλεῖν. ἐπιτάσσεται μέν, αὐτὸς ἑκών οἱ δῶκα (δ 649) καὶ αὐτῷ τοι μετόπισθ᾽ ἄχος ἔσσεται (Ι 249)· ὑποτάσσεται δὲ οὕτως, σοὶ δ᾽ αὐτῷ μελέτω (Ο 231)· καὶ ὁμοίως ἀπὸ τῆς κατὰ τὴν ἀρχὴν συντάξεως ἐπιταγματικὴ ὠνόμασται. οὐδὲν οὖν κωλύει καὶ τὸ ἐπίρρημα τῇδε ἐσχηματίσθαι. — Προσθείημεν δ᾽ ἂν κἀκεῖνο, ὡς ψευδὴς ὑπόληψίς ἐστι τοῦ καὶ τὸ ἐπίρρημα ὑποτάσ- σεσθαι. τὸ γὰρ δέον ἐστὶν ἡ πρόταξις, καὶ τὸ ὑποτεταγμένον δυνάμει ἐστὶν ὑπερβατόν· ἀλλὰ τὸ σύνηθες τοῦ λόγου ὡς ἐν ἴσῳ τὴν σύνταξιν ἐποιήσατο. καὶ τὸ τοιοῦτον ἐν τῷ περὶ συντάξεως ἀκριβέστερον εἰρή- σεται, εἰς μέντοι κατάστασιν βραχεῖάν τινα ἀπόδειξιν ληπτέον. εἴπομεν αὐτὰ δυνάμει ἐπιθετικὰ εἶναι τῶν ῥημάτων. ᾧ λόγῳ οὖν καὶ τὰ ἐπι- θετικὰ τῶν ὀνομάτων προηγεῖσθαι θέλει τῶν οἷς ἐπίκειται, τὸν αὐτὸν 2.1,1.126 δὴ τρόπον καὶ τὰ ἐπιρρήματα προηγεῖσθαι θέλει τῶν ῥημάτων. — Ἀλλ᾽ ἴσως τις φήσειε διάλληλον τὸ τοιοῦτον. τί γάρ ἐστι μᾶλλον ξανθὸς Ἀτρείδης ἢ Ἀτρείδης ξανθός; Πρὸς ὃν ἔστι φάναι, ὅτι καὶ τὸ τοιοῦτον ὑπερβατόν. καὶ σαφὲς μὲν ἐκ τῆς πολλῆς χρήσεως, νεφελη- γερέτα Ζεύς, γλαυκῶπις Ἀθήνη, ποδάρκης δῖος Ἀχιλλεύς· ἀλλὰ καὶ δι᾽ ἀποδείξεως ἔστι τὸ τοιοῦτον παραστῆσαι. ἰδοὺ γὰρ τὸ ἄρθρον, ὅτε μὲν μόνον ἐστὶ τὸ ὄνομα ἢ τὸ προσηγορικὸν ἢ τὸ κύριον, ἀκωλύτως πρόσεισιν, ὁ ἄνθρωπος διαλέγεται, ὁ ἵππος τρέχει· ὁπηνίκα μέντοι τὸ ἐπιθετικὸν σύνεστιν, οὐκέτι πρόσεισιν. οὐ γὰρ φήσομεν ὁ ἄνθρωπος σεμνὸς διαλέγεται, ὁ ἵππος λευκὸς τρέχει. εἰ δὲ ἀποκατασταίη εἰς τὸν δέοντα τόπον ἡ τοῦ ἐπιθετικοῦ σύνταξις, τὸ τηνικαῦτα ὁ λόγος καθίσταται, ὁ σεμνὸς ἄνθρωπος διαλέγεται, ὁ λευκὸς ἵππος τρέχει. — Ἔστι δὲ καὶ ἐπὶ τῶν ἐπιρρημάτων, εἰ καὶ μὴ δι᾽ ἄρθρου ἤ τινος τοιούτου ἔστιν ἀποδεῖξαι, ἀλλὰ οὖν γε ἐκ τῆς κατὰ πεῦσιν ἐπιρρηματικῆς συντάξεως. δεόμενοι γὰρ τῶν πράξεών φαμεν οὕτως, πῶς ἔγραψας; οὐκ ἀνάπαλιν ἔγρα- ψας πῶς; καὶ ἔτι ἐπὶ τοῦ ποῦ ἀπῆλθες; οὐ μὴν ἀπῆλθες ποῦ; — Εἰ δέ τις εἴποι· ἀλλ᾽ ἰδοὺ κατὰ τὴν ἀόριστον προφορὰν ὑποτάσ- σεται τὰ ἐπιρρήματα, ἔγραψέ πως, ἀπῆλθέ που, ἴστω ὅτι διὰ φυσικώτερον λόγον τὸ τοιοῦτον ὑπερεβιβάσθη. τὰ γὰρ ἀοριστούμενα ἐγκλιτικά ἐστι, τὰ δὲ ἐγκλιτικά, ἵνα ἐγκλινόμενα γένηται, ὑποτακτικά ἐστιν. ἐπεκράτησεν ἄρα ἡ φωνή, ἐγκλιτικὴ γενομένη, τῆς ἐπιρρηματικῆς συντάξεως. Καὶ τοσαῦτα μὲν περὶ τῆς ἐννοίας τοῦ ἐπιρρήματος. Ἐπεὶ δὲ καί τινα ἐν ἀμφιβόλῳ καθέστηκε τοῦ εἰς τὰ ἐπιρρήματα παραλαμβάνεσθαι ἢ μή, ἀκολούθως καὶ περὶ τούτων σκεπτέον. Οὔ φασι τὸ οἴμοι ἢ ὤμοι ἓν εἶναι, ἐκ δὲ ἀντωνυμικοῦ τοῦ ἐμοί καὶ τοῦ οἴ ἢ ὦ συντάσσεσθαι, πειρώμενοι πρῶτον μὲν ἐκ τῆς φωνῆς, ὡς ἔστιν εἰς μοι περατούμενον, καὶ καθότι διακρίνει πρόσωπον τὸ 2.1,1.127 πρῶτον, ὅπερ ἴδιον ἀντωνυμιῶν, εἴγε, φασί, τὸ μὲν ἐπίρρημα, μένον καθ᾽ ἕνα σχηματισμόν, κατὰ παντὸς προσώπου δίεισι, τὸ δὲ ἐν διακρίσει προσώπου πρώτου ἢ ἐν ῥήμασίν ἐστιν ἢ ἐν ἀντωνυμίαις· καὶ εἰ μὴ ῥῆμα τὸ ὤμοι, σαφὲς ὅτι ἀντωνυμία. πρὸς οἷς, ὅτι καί, ὡς ἔφαμεν, τὸ πλῆρες τῆς φωνῆς ἀκούουσιν ὢ ἐμοί, ὡς ἔχει καὶ παρὰ Παρθενίῳ ὢ ἐμὲ τὴν τὰ περισσά· καὶ ἐπίμεμπτον ἡγοῦνται τὸ ὤμοι ἐγώ (ε 299), προβιβάζονταί τε λέγοντες καὶ ἐν τρίτῳ εἶναι τὸ ὠοιοί. Ἀλλ᾽ ἔστι πρὸς τούτους τοὺς λόγους φάναι. διότι μὲν οὖν τὰ ἐπιρρήματα ταῦτα οὐ μέτεισι κατὰ πᾶν πρόσωπον, σαφὲς γενήσεται. — Καθόλου τὰ τοιαῦτα τῶν ἐπιφθεγμάτων, ἐξ αὐτοπαθείας ἀναπεμπόμενα, τὴν περὶ τὸν λέγοντα μόνον πεῖσιν ἀφηγεῖται, καὶ ἔνθεν οὐκ ἐπικοι- νωνεῖ δευτέροις καὶ τρίτοις. ἔφαμεν δέ, ὅτι οὐδὲ ἐπὶ ῥῆμα φέρεται. καὶ τὸ τοιοῦτον πάλιν ἐπελύετο, ὡς πᾶν πάθος γίνεται ἔκ τινος δια- θέσεως, ἴδιον δὲ τῶν ῥημάτων διάθεσις, καὶ ἦν κατὰ τοῦτό γε πάλιν ἐπίρρημα τὸ ὤμοι, ἐπεὶ διάθεσιν τὴν ἐκ ῥήματος ἀναπεμπομένην εἶχε. καὶ ὡς μὲν οὐ δίεισι κατὰ πᾶν πρόσωπον, σαφές. — Οὐδέποτε ἀντω- νυμίαι διπλασιάζονται, τὰ δὲ σχετλιαστικὰ τῶν ἐπιρρημάτων· τοῦ γὰρ πάθους ἐπιμένοντος ἐπεκτείνεται, αἴ αἴ αἴ, οἴ οἴ οἴ. ἐπὶ μὲν οὖν θρήνου αἰαί, οἰοί. τοιοῦτον δέ ἐστι καὶ τὸ οἰμοιμοῖ. — Ἡ οι δίφθογγος μακρά ἐστιν ἐν ἀπτώτοις, ὡς ἐπεδείχθη ἐν τῷ περὶ χρόνων, καὶ διὰ τοῦτο ἐπίρρημα μὲν τὸ ωμοι ὂν παροξύνεται, ὄνομα δὲ προπερισπᾶται. εἴπερ ἄρα δύο μέρη λόγου τὸ ὤμοι ἦν, καὶ πάντως ἡ τοῦ ὦ περισπω- μένη ἐσώζετο, εἴγε ἀμετάθετοι αἱ περισπώμεναι, κἂν ἐγκλιτικὸν ἐπι- φέρηται κἂν ἀνέγκλιτον. ὡς ἂν οὖν ἡνωμένου τοῦ σχήματος ἡ ὀξεῖα πρὸ τέλους ἐστὶν ἐν τῷ ὤμοι. — Πῶς δ᾽ οὐχὶ καὶ γέλοιον ἐν τῷ ὠοιοί τὸ οι ἐκ τρίτου ἀντωνυμικοῦ παρακεῖσθαι; πῶς πάλιν δεδιπλα- σίασται; ποῦ ἡ δασεῖα τῆς ἀντωνυμίας, ἢ ποῦ ἡ περισπωμένη; ἡνίκα γὰρ οὐκ ἐγκλίνεται, περισπᾶται. καθάπερ οὖν τῷ πόποι τὸ παπαί παράκειται καὶ τῷ ὀτοτοῖ τὸ ἀταταῖ, οὕτως καὶ τῷ ὠοιοί τὸ ὠαιαί, 2.1,1.128 ὅπερ συναλειφθὲν καὶ ἐν βαρείᾳ τάσει γινόμενον παρ᾽ Αἰολεῦσίν ἐστιν ᾤαι· διότι καὶ τὸ ι πρόσκειται, κράσεως γενομένης καὶ προσλήψεως. — Οὐδέποτε ἀπ᾽ ἀντωνυμιῶν τῶν κατὰ τὸ πρῶτον ἢ δεύτερον ῥήματα παράγεται (προστέθεικα δὲ δεύτερα, ἐπεὶ καὶ τὸ ἀπὸ τοῦ τρίτου παραγόμενον ἀπὸ συνάρθρου ἐστὶ καὶ ταύτῃ ἄλογον, λέγω τὸ σφε- τερίζω)· ἀπὸ μέντοι ἐπιρρημάτων, ὡς παρὰ τὸ αἰαί τὸ αἰάζω καὶ λίαν λιάζω. τάχα δὲ καὶ παρὰ τὸ οἰοί τὸ οἴζω ἐστί, καὶ καθ᾽ ἑτέραν παραγωγὴν καὶ διαίρεσιν τῆς διφθόγγου τὸ ὀΐζω ὀϊζύω, ἔστι δὲ καὶ παρὰ τὸ οἴμοι οἰμώζειν· ὅπερ ἴδιον ἐπιρρημάτων. Καὶ τὸ χρή δὲ καὶ τὸ δεῖ ἀκριβοῦς ἐπιστάσεως δεῖται, ἐπεὶ τὸ πλέον γε πρὸς ἁπάντων ὑπελήφθη ἐπιρρήματα. — Καὶ ἔστι γε ἀφορμὴ πλείστη ὑπὲρ τοῦ κατατάσσεσθαι αὐτὰ εἰς τὸν τῶν ἐπιρρημάτων ἀριθμόν. — Ἐκ μὲν οὖν συντάξεως γένοιτο ἂν ἐπιρρήματα τῇδε· ὅτι ἐπίκειται τὰ ἐπιρρήματα τοῖς ῥήμασιν (ὡς ἐν τοῖς προκειμένοις ἀπεδείξαμεν), καὶ ὅτι μετὰ πτωτικῆς συντάξεως καὶ τῶν συνόντων ῥημάτων λόγον ἀποτελεῖ, πῇ μὲν προτασσόμενον κατὰ παράθεσιν, πῇ δὲ ὑποτασσόμενον, ὀρθῶς μεταμέλει Διονυσίῳ, μεταμέλει ὀρθῶς Διονυσίῳ· καλῶς ἀναγινώσκει Δίων, ἀναγινώσκει καλῶς Δίων. τοιαῦτα δὲ καὶ τὰ προκείμενα ἐν συντάξει τῇ κατὰ τὰ ἀπαρέμφατα, Ἀπολλώ- νιον χρὴ γράφειν, Διονύσιον χρὴ περιπατεῖν, Διονύσιον δεῖ διαλέγεσθαι. καὶ μερικώτερόν γε, καθότι καὶ τὸ ἄγε ἐπίρρημα τοῖς προστακτικοῖς καὶ τὸ εἴθε τοῖς εὐκτικοῖς. — Ἔτι τὰ ἐν προσώποις ἀντωνυμικοῖς καθ᾽ ἕνα σχηματισμὸν ἐκφερόμενα κατὰ τὰ τρία πρόσωπα, ἐπιρρήματά ἐστιν. ἡ γὰρ ἐν ῥήμασι σύνταξις μετὰ ἀπαρεμφάτου συσχη- ματίζει κατὰ τὸ πρῶτον καὶ δεύτερον καὶ ἔτι τὸ τρίτον, βούλομαι ἐγὼ γράφειν, βούλῃ σὺ γράφειν, βούλεται ἐκεῖνος γράφειν· θέλω ἐγὼ διαλέγεσθαι, θέλεις σὺ διαλέγεσθαι, θέλει ἐκεῖνος 2.1,1.129 διαλέγεσθαι· μέλω ἐγὼ Σωκράτει, μέλεις σὺ Σωκράτει, μέλει ἐκεῖνος Σωκράτει· τύπτομαι ἐγὼ ὑπὸ Διογένους, τύπτῃ σὺ ὑπὸ Διογένους, τύπτεται ἐκεῖνος ὑπὸ Διογένους. τὰ δὲ ἐπιρρήματα καθ᾽ ἕνα σχηματισμόν, ἑλληνιστὶ λέγω ἐγὼ, ἑλλη- νιστὶ λέγεις σύ, ἑλληνιστὶ λέγει ἐκεῖνος. καὶ εἰ καθ᾽ ἕνα τὸν σχηματισμὸν ἤδη φαμὲν ἐμὲ δεῖ γράφειν, σὲ δεῖ γράφειν, ἐκεῖ- νον δεῖ γράφειν· ἐμὲ χρὴ γράφειν, σὲ χρὴ γράφειν, ἐκεῖνον χρὴ γράφειν, σαφὲς ὅτι καὶ κατὰ τὴν τοιαύτην ἔννοιαν ἐπιρρήματά ἐστιν. — Ἔτι ἐγκλίσεις διάφοροι κατὰ τὸ αὐτὸ οὐ παραλαμβάνονται, ὅτε μὴ τὰ ῥήματα προαιρετικά ἐστιν, οἷς παρακολουθεῖ τὸ μετὰ ἀπα- ρεμφάτων συντάσσεσθαι, βούλομαι γράφειν, θέλω ἀναγινώσκειν, βούλομαι φιλολογεῖν. ἄλλη γὰρ ἔννοια ῥημάτων οὐκ εὐπαράδεκτος. οὐ γὰρ φαμὲν γράφω τύπτεσθαι ἤ τι τῶν οὕτως λεγομένων. τὰ δὴ οὖν προκείμενα εἰ μὲν ῥήματά ἐστιν, ὀφείλει προαιρετικὰ εἶναι· εἰ δὲ οὐ προαιρετικά, οὐ ῥήματα, συντασσόμενα ἀπαρεμφάτοις. Ὅτι δὲ ῥήματά ἐστι τὰ προκείμενα μόρια, σαφὲς ἐντεῦθεν. — Πᾶν ἀπαρέμφατον ὄνομά ἐστι πράγματος, καὶ εἰ ἔστιν εἰπεῖν, αὐτὸ τὸ γενι- κώτατον ῥῆμα τὸ παρυφιστάνον τὸ οὐκ ἐγγινόμενον ἐν προσώποις, τουτέστιν ὃ δηλοῖ τὸ ἀπαρέμφατον. ὅθεν καὶ κατὰ τοὺς δέοντας λόγους ἄρθρου ἐστὶ προσδεκτικά, ἐπεὶ ἅπαξ παρυφίσταται ὀνοματικὴ κατηγορία τοῦ πράγματος. κἀκεῖνο δέ ἐστιν ἀληθές, ὡς τὰ ῥήματα θέλει συντάσ- σεσθαι τοῖς πτωτικοῖς ἢ ὡς πτωτικοῖς. καὶ δὴ τὰ προκείμενα τῶν μορίων, ῥήματα καθεστῶτα, σύνταξιν ποιεῖται τὴν εἰς τὰ ἀπαρέμφατα ὡς πτω- τικά, ὅτε λέγομεν οὕτως, δεῖ περιπατεῖν· σημαίνει γὰρ τὸ τοιοῦτον, λείπει ὁ περίπατος. διὸ καὶ δοκεῖ μοι διὰ τοῦτο ἐπ᾽ αἰτιατικὴν φέρεσθαι ὁ σχηματισμός. ὅσα γὰρ ἐπ᾽ εὐθείας νοεῖται μετὰ ῥήματος τοῦ συνόντος, ταῦτα τὴν ἐνέργειαν μετατίθησιν ἐπὶ τὴν αἰτιατικήν, τύπτει Διονύσιος Ἀπολλώνιον· ἔστι γὰρ ἡ διάθεσις ἀπὸ τοῦ τύπτειν ἐπ᾽ αἰτιατικὴν μετιοῦσα τὴν Ἀπολλώνιον. κἂν ἐν δοτικῇ δέ ποτε ὁ σχηματισμὸς γένηται ἢ γενικῇ, πάλιν ἔστιν ἐπινοῆσαι τὴν 2.1,1.130 κατ᾽ αἰτιατικὴν ἔσωθέν τινα δρᾶσιν γινομένην, ὡς ἔχει τὸ Διονύσιος τέμνει Ἀπολλωνίῳ· τοιοῦτον γάρ τί ἐστι, τέμνει τι εἰς περι- ποίησιν Ἀπολλωνίου. — Καὶ ἡ διάθεσις οὖν ἡ τοῦ δεῖ ἐλλειπτικὴ μετὰ τοῦ ἀπαρεμφάτου ἐν εὐθείᾳ συντασσομένου μέτεισιν ἐπὶ τὴν αἰτιατικήν, δεῖ γράφειν Ἀπολλώνιον, ἵνα ᾖ τι τοιοῦτον, λείπει τὸ πρᾶγμα τὸ ἐκ τοῦ γράφειν Ἀπολλώνιον. ὅπερ ὁ βίος ὡς ἐπιτατικὸν μᾶλλον ἀνεδέξατο, ὅπερ οὐκ ἦν, ἀλλὰ ἔλλειψις τοῦ πράγ- ματος, ὃ καὶ δέον ἦν ποιεῖν· καὶ ἐντεῦθεν ἡ δόκησις τῆς ἐπιτάσεως. Ἔστι γοῦν καὶ τὸ ῥῆμα ὅτε φθάνει ποτὲ ἐπὶ τὴν εὐθεῖαν τοῦ ὀνό- ματος, καὶ τὸ τηνικαῦτα καταλαβέσθαι τὸ ἀπαρέμφατον, ὡς οὐκ ἔστιν εὐθείας, ἀντιμετειλημμένον δὲ εἰς αἰτιατικήν. καὶ δι᾽ ἑτέρου δὲ ὑπο- δείγματος σαφὲς γινέσθω· ἀπολείπει Ἀπολλώνιος τὸν περί- πατον. ἀλλὰ καὶ ὁ περίπατος ἐν τῷ ῥήματι γινόμενος αἰτιατικὴν μεταποιεῖ τὴν Ἀπολλώνιον, ὡς εἰ καὶ αὐτὸ τὸ δεῖ ἀντιμεταλάβοι ἀντὶ τοῦ λείπει[ν], δεῖ Ἀπολλώνιος τὸν περίπατον, ὡς εἴ τις ἔλεγεν οὕτως, δέεται τοῦ περιπάτου Ἀπολλώνιος, καὶ ἀνάπαλιν. ἔστιν οὖν ὅτε μὲν ἐν εὐθείᾳ τὸ ἀπαρέμφατον, τὸ συνὸν πτωτικὸν πάλιν ἐν αἰτιατικῇ οὕτως, ἢ ἀνάπαλιν, δεῖ Ἀπολλώνιος τὸ γράφειν, 2.1,1.131 ἐν οἷς αἰτιατικῆς γίνεται τὸ γράφειν. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ χρή, συνωνυμοῦντος τῷ δεῖ. Ἀλλὰ πῶς ἄκλιτον, εἰ ῥῆμα; πῶς οὐ συσχηματίζεται τοῖς προσώποις; Ὅτι ἡ γινομένη αὐτοῦ σύνταξις οὐκ ἐπὶ τὰ πρόσωπά ἐστιν, ἐπὶ δὲ τὸ [πρὸς ᾧ] ἀπαρέμφατον, ὅ ἐστι μονοπρόσωπον, καὶ ἔνθεν μονοσχημά- τιστον τὸ ἐμὲ δεῖ γράφειν. τὸ γὰρ δεῖ ἐπὶ τὸ γράφειν φέρεται, ὅπερ οὐ προσώπου ἐστὶ δεκτικόν. καὶ ἔνθεν, συντεῖνον εἰς [αὐτὸ] τὸ γράφειν, καὶ αὐτὸ τὸν ἕνα σχηματισμὸν ἀναδέχεται. Πρόδηλον δὲ γινέσθω καὶ ἐκ ῥήματος τοῦ λείπει. οὐ γὰρ ἔστιν ὅστις ὀλίγον διστάσειεν, ὅτι τὸ λείπει ῥῆμά ἐστι· καὶ οὐ παρὰ τοῦτο οὐχὶ ῥῆμα γενήσεται, ἐὰν μονοσχημάτιστον γένηται μετὰ τῆς τοῦ ἀπαρεμφάτου συντάξεως. ἔχει γὰρ τῇδε τὰ τῆς συντάξεως, λείπει ἐμὲ τὸ γράφειν, λείπει σὲ τὸ γράφειν, λείπει ἐκεῖνον τὸ γράφειν. καὶ ἐπεὶ οὐκέτι μεταπε- ποίηται πρὸς τὸ πρῶτον ἢ δεύτερον ἢ τρίτον, οὐχὶ πάντως οὐ ῥῆμα. πάλιν γὰρ καθ᾽ ἕνα σχηματισμόν ἐστι διὰ τὴν σύνταξιν τὴν τοῦ ἀπα- ρεμφάτου, ὅπερ τρίτον ὂν ἀμέριστον ἦν κατὰ τὴν προσωποποιίαν. καὶ σαφὲς ἔτι, κατὰ τὴν τοιαύτην σύνταξιν ὡς τὸ γράφειν ὀρθῆς ἔσται πτώσεως διὰ τὸ λείπει. — Καὶ ὡς μὲν καθ᾽ ἕνα σχηματισμὸν ἐκφέρεται τὸ χρή καὶ δεῖ, ἐν διαφόροις προσώποις ἐγγινόμενον, ἀπεδείχθη. Ἔφαμεν δὲ καὶ τὰ ἐπιρρήματα συνηθέστερον πρὸς τὰς ἐγκλίσεις ἐπάγεσθαι, τὸ ἄγε καὶ τὸ εἴθε. καὶ κατὰ τὸ τοιοῦτον τὸ χρή καὶ τὸ δεῖ ὑπελαμβάνοντο ἐπιρρήματα. — Ἀλλὰ καὶ τοῦτο ἀπεδείχθη, ὡς ψυχικῆς παρεμφάσεως οὐκ ἦν ἐμφατικὰ τὰ ἀπαρέμφατα, οὐδὲ ῥήματα ἐγκλίσεως μεμοιραμένα, ὀνόματα δὲ τῶν πραγμάτων. τοῖς δὲ ὀνόμασι μᾶλλον τὰ ῥήματα σύνοιστά ἐστιν, ὡς ἐν ταῖς ἐγκλίσεσι τῶν ῥημάτων τὰ ἐπιρρήματα. τὸ δὴ λέγοι καὶ λέγε ἐγκλίσεις ῥημάτων εἰσί, καὶ διὰ 2.1,1.132 τοῦτο αἱ ἐοικυῖαι ἐπιρρηματικαὶ συντάξεις συμφέρονται. καὶ κατὰ τὴν τοιαύτην ἄρα σύνταξιν δέδεικται, ὅτι μᾶλλον ῥήματά ἐστι, συντασσόμενα ὡς ὀνόμασι. — ταύτῃ γὰρ καὶ τὰ προαιρετικὰ τῶν ῥημάτων συντάσσεται τοῖς ἀπαρεμφάτοις, καθὸ προαίρεσιν δηλοῦντα ἐλλέλοιπε τῷ πράγματι. τὸ γὰρ θέλω καὶ τὰ ὅμοια ῥήματά ἐστιν ἐλλείποντα πράγματι, ὅθεν τὸ λεῖπον τοῦ πράγματος κατὰ τὴν ἰδίαν ὀνομασίαν συντασσόμενον, ἀπα- ρεμφάτῳ πάλιν προφορᾷ συντάσσεται, θέλω γράφειν, προαιροῦμαι ἀναγινώσκειν, ὡς προαιροῦμαι τὴν ἀνάγνωσιν. καὶ σαφές ἐστι πάλιν, ὅτι καὶ κατὰ τοῦτο δείκνυται τὰ ἀπαρέμφατα, ὀνοματικῆς ἐχόμενα συν- τάξεως, τῷ λείποντι πράγματι τὴν ὀνομασίαν προσδιδόντα, βούλομαι γράφειν, κἂν μετὰ ἄρθρου, προῃρούμην τὸ φιλολογεῖν ἤπερ τὸ ῥᾳθυμεῖν. τὴν τοιαύτην σύνταξιν ἀκριβέστερον ἐν τῷ περὶ συν- τάξεως ἀποδώσομεν. — Καὶ κατὰ τοῦτο ἄρα ἐδείχθη, ὡς οὐκ ἐπιρρημα- τικῆς συντάξεως ἔχεται τὰ προκείμενα, ῥηματικῆς δέ. Ἴδιον ῥημάτων ἐστὶ τὸ ἐν παρῳχημένῃ προφορᾷ, εἰ ἀπὸ συμφώ- νων ἄρχοιτο, τὸ ε προσλαμβάνειν ἔξωθεν. καὶ οὐκ ἄλλῳ τῳ μέρει λόγου τοῦτο παρεπόμενόν ἐστι. πῶς οὖν κἂν κατ᾽ ὀλίγον τις διστάσειε τὸ δεῖ ὅτι ῥῆμά ἐστι, καὶ οὕτως ὥστε τὸ συγκεχυμένον τῶν χρόνων διαστέλλειν; ἐνεστῶτος γὰρ χρόνου γενήσεται τὸ δεῖ γράφειν, λέγω τὸ γράφειν· παρατατικοῦ δὲ τὸ ἔδει γράφειν, προσλαβὸν ἔξωθεν τὸ ε, ὅπερ ἴδιον ῥήματος, ὡς εἰ καὶ τὸ θέλω γράφειν εἴη ἐνεστῶτος διὰ τὸ θέλω, παρατατικοῦ δὲ ἐν τῷ ἔθελον γράφειν. τὸ δὲ αὐτὸ παρεπόμενόν ἐστι καὶ τῷ χρή. Καὶ κατὰ τὸ λῆγον δὲ ῥῆμά ἐστι τὸ δεῖ, εἴγε αἱ τοιαῦται προφοραὶ ἐν συναιρέσει εἰσί, πνέει πνεῖ, χέει χεῖ, ῥέει ῥεῖ. καὶ οὕτως δέει καὶ δεῖ καὶ ἔδει. οὐδὲ γὰρ ἔστιν ἐπινοῆσαι ἐπίρρημα εἰς ει λῆγον ἐν περισπασμῷ, κατὰ τὸ κοινὸν ἔθος, διὰ τὸ παρὰ Δωριεῦσι πεῖ γὰρ ἁ ἄσφαλτος (fr. Sophr. 35 Ahrens) καὶ εἷ τὰ τῶν χοιραγχᾶν (fr. Sophr. 86 Ahrens). τὸ μὲν γὰρ σὺν τῷ ν λεγόμενον πάλιν ἑτέρας ἐννοίας ἐστί, λέγω τὸ δεῖν, ἐκ μετοχικοῦ τοῦ δέον συνῃρημένον Ἀττικώτερον, καθὸ καὶ τὸ πλέον πλεῖν φασίν. — Ἡ μέντοι χρή φωνὴ τῇδε πάλιν καταστήσεται. — τὸ δέω καὶ τὸ χρέω συνωνυμεῖ, οὐκ ἀγνοοῦντός μου 2.1,1.133 ὅτι καὶ τὸ δέω πλείονα σημαίνει καὶ τὸ χρέω· ἀλλὰ καὶ αὐτὸ τὸ ἐνδεῖν σημαίνει τὸ χρέω. σαφὲς ἐκ τοῦ παρακειμένου οὐδετέρου, λέγω τοῦ χρέος, ὡς καὶ ἐν τῷ ἔπω ἔπος παράκειται. καὶ ἐξ ὑπομνήσεως τὸ τοιοῦτον δεῖ παραλαβεῖν, ὅτι παραγωγή τίς ἐστιν ἡ τοῦ χρῆμι, ἧς τὸ τρίτον πρόσωπόν ἐστι χρῆσι, καθότι καὶ παρὰ τὸ φημί φησί. καὶ ὃν τρόπον παρὰ Ἀνακρέοντι (fr. 41 Bergk3) τὸ φησίν ἀποκοπὲν φή ἐγέ- νετο, σὲ γάρ φη ταργήλιος, τὸν αὐτὸν τρόπον καὶ τὸ χρῆσι χρή ἐγένετο ἀποκοπέν. ὅπερ ἐπίμεμπτον ἐν τῇ κατὰ τὸν παρατατικὸν προ- φορᾷ κατὰ τάσιν, ἐχρῆν, καὶ ὅτι [καὶ] σὺν τῷ ν λέγεται [ἐχρῆν]. καὶ πάλιν οὐ κατὰ τὴν ἑτέραν παράθεσιν, καθότι καὶ τὸ ἦν ἐν τρίτῳ ἐνοεῖτο. καὶ τὸ συνὸν δὲ ἀπαρέμφατον χρῆναι ἐπιμαρτυρεῖ τῷ σχη- ματισμῷ. Ἐχομένως σκεπτέον περὶ τοῦ ἕκητι, περὶ οὗ καὶ ἐν τῷ περὶ συν- δέσμων ἐξεθέμεθα, πότερον αὐτὸ καταριθμητέον εἰς τοὺς αἰτιολογικοὺς συνδέσμους, ὡς ἴσην ἔχον δύναμιν τῷ ἕνεκα, ὥς γε ἔστι σημειώσασθαι ἐκ τῆς ἐπὶ αὐτὸ φερομένης συντάξεως, ἕκητι σέθεν, ὡς ἔχει καὶ τὸ ἕνεκα σοῦ, καθότι καὶ ὁ σύνδεσμος ἐπὶ γενικὴν φέρεται καὶ τοιοῦτόν τι σημαίνει, ἑκόντος σοῦ, ὡς ἐθέλοντος σοῦ. ᾧ παράκειται τὸ ἐθε- λοντί, καθότι καὶ ἄλλοις τὰ τοιαῦτα παράκειται, ἀθεωρητί, ἀκλαυτί. ἐντελέστερον μὲν οὖν, ὡς εἴπομεν, ἠκριβώθη ὁ περὶ αὐτοῦ λόγος ἐν τῷ περὶ συνδέσμων· καὶ νῦν δὲ δι᾽ ὀλίγων ἀποδεικτέον, ὡς μᾶλλον ἔχεται τοῦ μερισμοῦ τῶν ἐπιρρημάτων. — Ὅτι οἱ σύνδεσμοι τὰς ἀπο- φατικὰς φωνὰς ἢ τὰς στερητικὰς οὐ δύνανται ἀναδέχεσθαι, δῆλον ἐν- τεῦθεν. ἐπὶ καταφάσει τινῶν τὰ τοιαῦτα μόρια παραλαμβάνεται εἰς ἀναίρεσιν τῆς καταφάσεως. οἱ δὲ σύνδεσμοι οὔποτε κατ᾽ ἰδίαν σημαί- νουσί τι, συνδέουσι δὲ τοὺς λόγους, ἑξῆς τάσσοντες καὶ οὕτως ἐπισυν- 2.1,1.134 δέοντες καὶ ἑνοῦντες. οὐκ ἔνδεκτον οὖν, τὸν ἕκητι σύνδεσμον ὄντα ἐν συνθέσει στερήσεως γεγενῆσθαι ἐν τῷ ἀέκητι. οὐ γὰρ ὁ ἕνεκα τὸ τοιοῦτόν ποτε ἀνεδέξατο, οὔτε ἄλλος τις τῶν προκειμένων. Ἔστιν οὖν καὶ οὕτως φάναι. εἰ ὁ λόγος κατὰ ἀπόφασιν τὴν τῶν συνδεομένων παραλαμβάνοιτο, συνόντων καὶ συνδέσμων, οὐκ ἐν στερήσει τὸ τοιοῦτόν ποτε γενήσεται, ἐν δὲ παραθέσει τῆς οὔ ἀποφάσεως, ὅτι φιλῶ σε παραγίνομαι, οὐχ ὅτι φιλῶ σε παραγίνομαι· ἔγραψεν Ἀπολ- λώνιος, οὐ μὴν ἔγραψεν Ἀπολλώνιος, ἀνέγνω δέ· ἕνεκα σοῦ παρεγενόμην, οὐχ ἕνεκα σοῦ παρεγενόμην. εἰ δὲ τοῦτο ἀληθές, σαφὲς ὅτι καὶ τὸ ἕκητι μόνον ἂν τὴν οὔ ἀπόφασιν ἀνεδέχετο ἐν τῷ οὐχ ἕκητι, οὐχὶ καὶ στέρησιν. ἔστι δὲ ἐπινοῆσαι ἐν ἐπιρρήμασι καὶ παράθεσιν τῆς οὔ ἀποφάσεως καὶ σύνθεσιν τῆς α στερήσεως, οὐ φίλως ἀφίλως, οὐ σεμνῶς ἀσέμνως. τῇδε ἂν ἔχοι καὶ τὸ ἀέκητι. Ἀλλ᾽ ἴσως καὶ τὸ τοιοῦτον ἔχοι ἂν πάλιν ἐπίστασιν, ὡς οὐ τὰ ἐν στερήσει τῶν ἐπιρρημάτων γινόμενα ἰδίᾳ ἐγένετο, ἐν μεταλήψει δέ ἐστι συνθέτων· τὸ γὰρ ἀφίλως παρὰ τὸ ἄφιλος, καὶ τὸ ἀσέμνως παρὰ τὸ ἄσεμνος. ἔνθεν καὶ μένει ὁ τόνος ἐν τῷ ἀψευδῶς καὶ ἀσαφῶς, εἴγε καὶ τὸ ἀψευδής καὶ ἀσαφής συνέμεινε κατὰ τάσιν. Τρύφων (p. 39 Velsen) φησὶ καὶ διὰ τὸ ἀκατάστατον τοῦ τόνου μὴ ἔχεσθαι αὐτὸ τοῦ κατὰ τὰ ἐπιρρήματα μερισμοῦ. τὰ γὰρ τοιαῦτά φησιν ὀξύ- νεσθαι, ἀναιμωτί, ἀκονιτί, ἀδακρυτί, κἂν ᾖ σὺν τῷ ς, ἑλληνιστί, δωριστί, αἰολιστί. Πάνυ δὲ ἀπόβλητος ὁ λόγος. οὐ γὰρ τὰ παρὰ πνεύματα ἢ τόνον ἤ τι τῶν παρεπομένων ταῖς φωναῖς ἐκφερόμενα περιγράφεται τοῦ δέον- τος μερισμοῦ. οὐ γὰρ ἐπεὶ μὴ δεόντως τὸ πούς ὀξύνεται, οὐκ ὄνομα· ἢ ὅτι τὸ ἅπαξ βαρύνεται καὶ πέριξ, τῶν ἄλλων ὀξυνομένων οὐκ ἐπιρ- ρήματα. Πρὸς οἷς καὶ δεδείξεται, ὅτι κατὰ τὸν τόνον ἀνάλογόν ἐστι. Καταστατέον οὖν τὰ τοῦ σχηματισμοῦ τῇδε. ἀπὸ ῥήματος τοῦ ἀεκάζω, ᾧ συνήθως Ὅμηρος κέχρηται, πόλλ᾽ ἀεκαζομένη (Ζ 458) ἔπιπτεν ἐπίρρημα τὸ ἀεκαστί, καθότι τῷ ἰάζω παράκειται τὸ ἰαστί, ἑλληνίζω ἑλληνιστί. καὶ ἡ μὲν ὁλόκληρος προφορὰ τοιαύτη. ἐνδεήσαν- 2.1,1.135 τος δὲ τοῦ ς, καὶ Ἰωνικώτερον μετατεθέντος τοῦ α εἰς η, καθότι καὶ τὸ διπλάσιον διπλήσιον, ἀναγκαίως καὶ τὰ τοῦ τόνου συνανεβιβάζετο, καθ᾽ ὃν τρόπον καὶ ἄλλα μόρια, ἐνδεήσαντα τοῦ ς, ἀνεβίβαζε τὸν τόνον, δεσποστής δεσπότης, ἐργαστής ἐργάτης, οὐτασμένοι οὐτάμενοι, συν- εληλασμένοι συνεληλάμενοι. αἴτιον γὰρ τὸ ς τῆς ὀξύτητος ἐγένετο, ἐπεὶ τοῖς ἀπὸ ῥημάτων παραχθεῖσιν ἐπιρρήμασι καὶ ὀξυνομένοις σύνεστι τὸ ς, δωρίζω δωριστί, αἰολίζω αἰολιστί. τὸ δὴ οὖν αἴτιον τῆς ὀξύ- τητος ς ἐν πάθει ὑπεστέλλετο, καὶ ἐπεὶ οὐκέτι ὅμοιον ἐγίνετο τοῖς προ- κειμένοις, εἰς τὸν κοινὸν τῶν ἄλλων ἐπιρρημάτων τόνον μετῄει, ἅπερ ἐβαρύνετο, ὡς τὸ ὕψι, ἶφι, αὖθι. τὸ τοιοῦτον ἐντελέστατα ἐπιδεδεί- ξεται, ὡς πᾶν σχῆμα λέξεως, τὴν ὁμοιότητα τῶν προκειμένων μορίων ἀποβαλὸν ἐν πάθει, εἰς τὸν τόνον μεταβάλλεται τὸν δυνάμενον τὴν ὁμοιότητα τοῦ πάθους ἀναδέξασθαι. ὥς γε ἔστιν ἐκ τῶν προκειμένων μορίων ἐκθέσθαι. τὰ εἰς στης ῥηματικά, ὅτε ἐστὶν ὑπὲρ δύο συλλαβάς, ὀξύνεται, εἰλαπιναστής, λιθαστής, θεριστής· τὰ δὲ διὰ μόνου τοῦ της ἐκφερόμενα μετὰ βραχείας τῆς παρεδρευούσης βαρύνεται, οἰκέτης, ἀρότης, ἐλάτης. ἔνθεν οὐ συμμένει ἡ ὀξεῖα ἐπὶ τοῦ ἐργάτης ἡ τοῦ ἐργαστής, ἀλλ᾽ ἅπαξ ἂν ἀποβάλλῃ τὸ ς, ὅμοιον γινόμενον τῷ ἐλάτης καὶ ἀρότης, σὺν ἐκείνοις καὶ βαρύνεται. — Καὶ ὡς μὲν παρῆκται κατὰ λόγον τῶν ἐπιρρημάτων, σαφὲς ἐγένετο. Καταστατέον δὲ καὶ πῶς τὸ ἕκητι ἐγένετο. δόκησιν μὲν ἔχει προϋ- πάρχουσαν τοῦ ἀέκητι, καθὸ τὰ ἁπλᾶ προϋφέστηκε τῶν συνθέτων. ἀλλ᾽ ἔστι γε ἀποδεῖξαι πάμπολλα ἁπλᾶ ἀπὸ συνθέτων γεγονότα, ὡς ἔστι γε ἐπινοῆσαι καὶ ἐπὶ τῶν κατὰ σύμπηξιν σωμάτων ἀποβολάς τινων μερῶν, ἁπλότητος μὲν ἐχομένας, δηλούσας δὲ τήν ποτε γενομένην αὐτοῖς σύμ- 2.1,1.136 πηξιν, ὡς εἰ κλινιδίου ποὺς ἤ τι τοιοῦτον μερικόν τὸ ὑπόδειγμα ἐπὶ πολλὰ συντείνει. ἔστιν οὖν τις τρόπος καὶ τοιοῦτος ἐν λέξεσιν, ὃς δοκεῖ μὲν ἁπλοῦς εἶναι, ὑπόμνησιν δὲ ἔχει τοῦ ἐκπεπτωκέναι ἐκ συνθέτου λέξεως. καὶ ἕνεκά γε ὑποδείγματος ἕν που καὶ δεύτερον παραληπτέον. — Τὸ ἠνορέα, ἁπλοῦν νοούμενον ἁπάντοτε, οὐ καταστήσεται. πόθεν γὰρ παρὰ τὸ ἀνήρ ἢ τὴν ἀνέρος γενικήν, ἢ τὴν συγκεκομμένην ἀνδρός, τὸ ἠνορέα συστήσεται ἢ ἀνερία (ὡς αἰθέρος αἰθερία), τῆς δὲ ἀνδρός (ὡς καὶ ἔστιν) ἡ ἀνδρία; — ἀλλὰ καὶ τὰ τοῦ λόγου τῇδε ἔχει. τὸ ἀνήρ συντιθέμενον τὸ α εἰς η μεταβάλλει, τὸ δὲ η εἰς ω. ἀνήρ ἀντήνωρ, ἀγαπήνωρ, εὐήνωρ, Ἐλεφήνωρ· φαμὲν δὲ καὶ διὰ τοῦτο καὶ τὸ Νικά- νωρ, Εὐφράνωρ Δωρικά. ἦν οὖν καὶ τὸ εὐήνορα οἶνον (δ 622), ἀφ᾽ οὗ γέγονεν ἡ εὐηνορία καὶ εὐηνορέα, καὶ ἐλλείψει τῆς ευ διφθόγ- γου, ἠνορέα. καὶ γὰρ σαφές, ὅτι τὸ δόμοις ἔνι ποιητοῖσιν (ν 306) ἐν ἐλλείψει ἐστὶ τοῦ εὖ· ἐστὶ γὰρ ἐν τοῖς εὖ πεποιημένοις· καὶ τὸ κρητῆρα τετυγμένον (Ψ 741) σημαίνει τὸν εὖ τετυγμένον. καὶ ἄλλα δὲ πολλά ἐστιν, ἅπερ ἁπλῶς μὲν λέγεται, συνθέτως δὲ νοεῖται· ἀλλ᾽ ὑμεῖς ἔρχεσθε (Ι 649) ἀντὶ τοῦ ἀπέρχεσθε, καὶ πικρὰς ὠδῖνας ἔχουσαι (Λ 271) ἀντὶ τοῦ ἐπέχουσαι, καὶ τὸ οἵ σφιν γείτονες ἦσαν (ι 48) ἀντὶ τοῦ ἀστυγείτονες. καὶ ἀνάπαλιν παρὰ προθέσεις ἐλλείποντα ῥήματα, πάρα δ᾽ ἀνήρ, ὃς καταθήσει (π 45). ἀλλ᾽ ἄνα, εἰ μέμονάς γε (Ι 247). — Ἀλλ᾽ οὐδὲ τὸ φρονῶ πάλιν ῥῆμα συστήσεται. παρὰ γὰρ τὸ φρήν καὶ τὴν τούτου γενικὴν φρενός ἀπετελεῖτό τι φρενῶ, καθὸ καὶ παρὰ τὴν ἑνός φωνὴν ἑνῶ που γίνεται. οὐ δὴ οὖν ἔστι θαρρῆσαι, ὡς κατὰ πάθος τὸ ε εἰς τὸ ο μετετέθη ἐν τῷ φρονῶ. οὐ γὰρ ἦν ἡ αὐτὴ ἔννοια, εἴγε τὰ πάθη οὐ τῶν λεκτῶν, τῶν δὲ φωνῶν. ἄλλως τε τὸ μετατί- θεσθαι τὸ ε εἰς τὸ ο ἐν βαρυτόνοις ῥήμασίν ἐστι, φέρω φορῶ, πέρθω πορθῶ, νέμω νομῶ. ἔχει οὖν τὰ τῆς καταστάσεως τῇδε. τὸ φρήν πάλιν 2.1,1.137 συντιθέμενον τὸ η εἰς τὸ ω μεταβάλλει, φρήν ἄφρων, σώφρων. ἐγίνετο δὲ πάμπολλα πάλιν τοιαῦτα ῥήματα ὀνοματικά, ὡς παρὰ τὴν εὐδαίμο- νος γενικὴν γίνεται τὸ εὐδαιμονῶ, παρά τε τὴν ἀγνώμονος τὸ ἀγνω- μονῶ. παρὰ τὴν ἄφρων οὖν εὐθεῖαν ἐγίνετο ἀφρονῶ, κατὰ στέρησιν τοῦ φρονεῖν. ἐπεὶ δὲ τὰ ἐν στερήσει παραλαμβανόμενα καὶ ἐν κατα- φάσει παραλαμβάνεται, ἀφαιρουμένης τῆς στερήσεως, τὸ φρονῶ ἐγίνετο εἰς κατάφασιν τοῦ ἀντικειμένου τοῦ ἀφρονεῖν. — Εἰ δέ τις [καὶ] τὸ ἀκριβὲς ἐπιστήσειε, καὶ τὸ ἀψευδής καὶ ἔτι τὸ ἀσαφής πρότερα ἂν εὕροι τοῦ ψευδής καὶ σαφής [ἀλλὰ φήσει τις ὅτι, εἴπερ δοίημεν παρὰ τὸ ψευδῶ καὶ σαφῶ τὰ ὀνόματα ἐγίνετο]. τὰ δὴ ἐν ὀξείᾳ προφορᾷ καὶ ἐν κλίσει τῇ διὰ τοῦ ης ἐκ ῥημάτων παραγόμενα κατὰ σύνθεσιν παρα- λαμβάνεται. παρὰ τὸ σεβῶ εὐσεβής, παρὰ τὸ πήσσω πρωτοπαγής, καὶ ἴσως παρὰ τὸ ψεύδομαι ἦν τι ἀψευδής, καὶ εἰς κατάφασιν πάλιν τοῦ ψεύδεσθαι ψευδής ἐγίνετο. — Τούτων οὖν τῇδε ἐχόντων, προϋπάρ- χοντος ῥήματος τοῦ ἀεκάζω, προϋπάρχει τὸ ἐπίρρημα τὸ ἀεκαστί, ἀφ᾽ οὗ τὸ πεπονθὸς τὸ ἀέκητι. καὶ ἐπεὶ συνήθως πάλιν ἐκ συνθέτων ἁπλᾶ ἐγίνετο, καὶ μάλιστα ἐν ἐλλείψει τῆς α στερήσεως, πιστούμεθα ὅτι καὶ ἐκ παρασυνθέτου τοῦ ἀέκητι ἁπλοῦν παρελαμβάνετο τὸ ἕκητι. οὐκ ἄρα ἄπορον τὸ σχῆμα, δόκησιν ἔχον συνθέσεως, τὸ τοῦ ἀέκητι. Ἑξῆς ῥητέον καὶ περὶ τοῦ ὑπόδρα, περὶ οὗ Τρύφων ἐν τῷ περὶ ἐπιρρημάτων (p. 47 Velsen) φησίν, ὡς οὐ δεόντως βαρεῖαν τάσιν ἀνεδέδεκτο. τὴν γὰρ ἀποβολήν φησι φυλακτικὴν εἶναι τοῦ τόνου. τὸ ἄναξ, ἀποβαλὸν τὸ ξ, φυλάσσεται κατὰ τὴν αὐτὴν τάσιν, Ζεῦ ἄνα Δωδωναῖε (Π 233) καὶ κατὰ κλητικὴν τὸ γύναιξ, ἐν τῷ ὦ γύναι· ἔτι τὸ γάλαξ, ἀφ᾽ οὗ γενικὴ ἡ γάλακτος, ὅτε γίνεται πάλιν γάλα. ὅθεν εἰ καὶ τὸ ὑποδράξ ἐν ὀξείᾳ τάσει ἐστί, σαφὲς ὅτι καὶ τὸ ἐν ἀποβολῇ τοῦ ξ πάλιν τὸν ἐπόντα τόνον φυλάξει. — Τὸ τοιοῦτόν τινες ἐπιλύονται, φάμενοι μὴ ἐν ἀποβολῇ τοῦ ξ τὸ ὑπόδρα γεγενῆσθαι, συνδέσμων δὲ παραπληρωμα- 2.1,1.138 τικῶν ἐν ὑποστολῇ τοῦ η παραθέσει, τοῦ ἐντελοῦς ὄντος ὑπὸ δή ῥα ἰδών. οὐδὲ γὰρ πιθανόν, παρακειμένου τοῦ ἰδών, τὸ ὑποδράξ παρα- λαμβάνειν· ἐν γὰρ τῷ ὑποδράξ ἔγκειται τὸ ὑπιδών. ὥστε κατ᾽ αὐτοὺς μηδ᾽ ἐπίρρημα εἶναι τὸ ὑπόδρα, παράθεσιν δὲ προθέσεως καὶ παραπλη- ρωματικῶν συνδέσμων, ὥστε τὴν ὑπό τῷ ἰδών συντάσσεσθαι, καὶ εἶναι τὸ ἑξῆς ὑπιδών, τοῦ ῥά καὶ τοῦ δή μίαν καὶ τὴν αὐτὴν ἐχόντων δύναμιν. — Ἀλλ᾽ ἔστι γε πρὸς ἀμφοτέρους τοὺς λόγους φάναι. Καὶ πρὸς μὲν τὸν πρότερον, ὡς οὐκ ἔστιν ἀληθές, ὡς τὰ ἐν ὑποστολῇ τῶν συμφώνων, ἵνα μὴ μερικώτερόν τις ἐπὶ τοῦ ξ διαλάβῃ, πάντοτε φυλα- κτικά ἐστι τοῦ τόνου, εἰ μὴ ὁ τύπος ὁ ὑπολειπόμενος παραδέχοιτο τὸν τόνον. οἷον τὸ πολλάκις ἢ δεκάκις ἢ τὰ τοιαῦτα ἐν ἀποβολῇ τοῦ ς οὐ κωλύεται μένειν κατὰ τὸν αὐτὸν τόνον, εἴγε ἄπειρα τὰ εἰς ι λήγοντα ἐπιρρήματα κατὰ βαρεῖαν τάσιν· τὰ δὲ ὀξυνόμενα ἔν τινι τηρήσει ἐστὶ κατὰ τὴν ὀξύτητα, περὶ ὧν ἐκτεθείμεθα καὶ ἐν τῷ περὶ τοῦ ἕκητι. τούτῳ γὰρ τῷ λόγῳ καὶ τὸ χωρίς, ἀποβαλὸν τὸ ς, οὐκ ἐφύλαξε τὴν ἐπὶ τοῦ τέλους ὀξεῖαν, ἀνεβίβαζε δέ, οὐχ ὑποπῖπτον τῇ ὀξύτητι τῶν εἰς ι ληγόντων ἐπιρρημάτων, ἐν τῷ χῶρι διατμήγουσιν (Callim. fr. 48 Bentley Schneider). ἔφαμεν δὲ καὶ αὐτὸ τὸ ἕκητι εὐλόγως ἀναβεβιβακέναι τὸν τόνον. ἀλλὰ καὶ ἐπὶ τοῦ οὕτως· ἡνίκα ἀποβάλλεται τὸ ς ἐν τῷ οὕτω, οὐκ εἴργεται τῆς βαρύτητος τῆς κατὰ τὰ εἰς ως, ἐπεὶ πάμπολλα τὰ ἐν βαρείᾳ τάσει. καὶ ἐπ᾽ ὀνομάτων δὲ ἔστι τὸ αὐτὸ παραστῆσαι, καὶ ἐπ᾽ ἄλλων μερῶν λόγου, εἴγε, ὡς ἔφαμεν, τὸ συνεληλασμένοι, ἐνδεῆσαν του ς, ἀναγκαίως ἀνεβίβαζε τὸν τόνον, τὸ δεσπότης, τὸ ἐργάτης. τό γε μὴν συγχεῦαι δεῖ φυλάσσειν τὸν αὐτὸν τόνον. ἀναγκαίως δὲ καὶ τὸ ἄναξ, ἀπο- βαλὸν τὸ ξ, τὸν αὐτὸν τόνον φυλάσσει. πολλαὶ γὰρ αἱ εἰς α βαρυ- νόμενον κλητικαὶ τῶν ἀρσενικῶν, Ὀρέστα, Θυέστα. καὶ αὐτὸ δὲ τὸ τοῦ ἄναξ πάθος ἀνάλογον, ἐν οἷς τῆς μὲν εὐθείας τὸ ξ οὐκ ἀφείλετο, 2.1,1.139 κλητικῆς δὲ τῆς δυναμένης καὶ εἰς α λῆξαι, ὡς ἀνάπαλιν οἰκείως ἐπὶ τοῦ γάλαξ τὸ ξ ἀπέβαλλεν, ἀνεφίκτου οὔσης τῆς εἰς ξ καταλήξεως, ἐπεὶ οὐδὲν οὐδέτερον εἰς διπλοῦν λήγει. — ἄπειρος ἡ εἰς τὸ τοιοῦτον παράθεσις. ὅθεν χωρητέον καὶ ἐπὶ τὸν προκείμενον λόγον. Τὸ δὴ ὑπόδρα δύναται μὲν καὶ κατὰ φύσιν εἰς α λήγειν, δύναται δὲ καὶ κατ᾽ ἔλλειψιν τοῦ ξ ἐξενεχθὲν τάσιν ἀνάλογον ἀναδεδέχθαι. — ἐντελὲς μὲν οὖν ἐστὶν ἐν τῇ ληγούσῃ, εἰ τῇδε εἴη ἐσχηματισμένον. τὸ δρῶ σημαίνει καὶ τὸ ὁρῶ, ἀφ᾽ οὗ καὶ τὸ δρωπάζειν, καὶ τὸ δραπέτης ὁ ἐπιβλέπων τοὺς δεσπότας. καὶ σαφὲς ὅτι ἐγένετο ἐπίρρημα εἰς α περατούμενον, ὅμοιον τῷ ἀντῶ ἄντα, ἠρεμῶ ἠρέμα· ἀφ᾽ οὗ σύνθετον τὸ ὑπόδρα. — δύναται δὲ καὶ παρὰ τὸ ὁρῶ εἶναι τὸ ἀκόλουθον ὅρα, καθότι εἴπομεν καὶ τῷ ἀντῶ ἄντα παρακεῖσθαι, σιγῶ σῖγα. ὃ δὴ πλεο- νάσαν τῷ δ ἐγένετο ὑπόδρα, καθότι καὶ ἐν τῷ μίγα τὸ μίγδα, ὃ δὴ πάλιν παρέκειτο ῥήματι τῷ μίσγω· τῆς συναλοιφῆς Ἰωνικωτέρας γενο- μένης, καθότι καὶ ἐπὶ τοῦ ἀπηλιώτης. — Ἀλλ᾽ εἰ καὶ ἀπὸ τοῦ ὑποδράξ εἴη, ὅπερ πάλιν τῷ δέρκω παράκειται, ὡς ἐν τοῖς ἑξῆς δεδείξεται, δύναιτο ἄν, καθὼς ἐπεδείξαμεν, καὶ ἐν ἀποβολῇ τοῦ ξ γενόμενον βαρεῖαν τάσιν ἀναδέξασθαι. πρῶτον μὲν γὰρ οὐκ ἀνέφικτον τὸ πάθος, ἐπεὶ οἷόντε καὶ εἰς α λήγειν ἐπιρρήματα. ἀλλ᾽ ἐπεὶ τὰ εἰς α λήγοντα ὀξυνόμενα ὑποπίπτει λόγοις τοιούτοις, συνέχουσι τὴν ὀξύτητα τοῦ α, καθὼς ἐν τοῖς ἑξῆς εἰρήσεται, ὡς τὰ μὲν εἰς δα παρακείμενα τοῖς εἰς δον ὀξύνεται, τά τε ὁμοφωνοῦντα ὀνομαστικῇ πληθυντικῇ οὐδετέρᾳ, καὶ ὥς τινα τῶν εἰς θα· τὰ γὰρ μὴ οὕτως ἔχοντα ἐν βαρείᾳ τάσει εἰσίν, ὥσπερ τὸ αἶψα, τὸ τάχα, ῥίμφα, ὄφρα· δῆλον ὡς καὶ τὸ ὑπόδρα, οὐ 2.1,1.140 πῖπτον ὑπὸ τὸν λόγον τῶν ὀξυνομένων, τὸν τῶν βαρυτόνων ἐπιρρη- μάτων τόνον ἀναδέξεται. πρόκειται αὕτη ἡ ἀπόδειξις ἔν τε τῷ περὶ τοῦ ἀέκητι καὶ τοῖς κατειλεγμένοις κατὰ τὰς αἰτίας τῶν συμφώνων τῶν ἀναβιβαζόντων τὸν τόνον. Πρὸς δὲ τοὺς φαμένους μηδὲ ὅλως αὐτὸ ἐπίρρημα εἶναι, σύνδεσμον δὲ παραπληρωματικόν, ἔστιν ἀποφήνασθαι ὡς πρῶτον μὲν βιάζονται συγκοπὰς συνδέσμων παραδεχόμενοι, ὅπερ οὐκ ἂν ἔχοιεν ἐπιδεῖξαι. καθόλου γὰρ πᾶν πάθος ἐξ ὁμοίου πάθους κατορθοῦται. ὁ γὰρ λέγων περὶ συγκοπῆς τῆς ἐν ὀνόμασι, συγκοπὴν ἐπιδείξει καὶ ἐν ἑτέροις ὀνόμασι καὶ ἐν ἐπιρρήμασι καὶ ῥήμασι. παρὰ γοῦν Αἰολεῦσι συνεχέστερον μὲν αἱ προθέσεις συγκόπτονται, οἱ δὲ σύνδεσμοι οὐκ εὐθετίζονται μὲν εἰς συγκοπάς, εἰς δὲ συναλοιφάς. — ὅ τι δέ ἐστι τὸ ἐμποδίζον τὸ τὴν αὐτὴν σημασίαν ἐν παραλλήλοις κεῖσθαι, ὅπου γε καὶ ἄλλα πλεῖστά ἐστιν ἐν παραλληλότητι κείμενα, ὡς τὸ ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε (Α 361), καὶ ἐν ἀντωνυμίαις κὰδ δέ μιν αὐτόν (Φ 318), καὶ ἐν συνδέσμοις καί τε χαλιφρονέοντα (ψ 13), ἤτοι μὲν Μενέλαος (Γ 213), καὶ ἐν προθέσει ἀμφὶ περὶ κρήνην (Β 305), προπροκυλινδόμενοι (Χ 221)· καὶ ἐν συνθέτῳ πολλάκις ἁπλᾶ ἐπιφέρεται τὰ αὐτὰ, οὐδέ τί μοι ποδάνιπτρα ποδῶν (τ 343), κατὰ μεγαλήτορα θυμόν (ι 299). καὶ σαφὲς ὅτι τοῖς τοιούτοις ὑποπέπτωκε τὸ ὑπόδρα ἰδών. πρὸς οἷς ὑπάρχει ἡ αὐτὴ σύνταξις τοῦ ὑπιδών τῷ ὑπόδρα ἰδών, ὡς ἀμφο- τέρων τῶν ῥημάτων τὸ αὐτὸ δηλούντων. Καὶ τοσαῦτα μὲν περὶ τοῦ ὑπόδρα, ὡς εἴη ἐπίρρημα. 2.1,1.141 Ὅτι δὲ καὶ τὸ πύξ καὶ τὸ λάξ καὶ τὰ τούτοις ὅμοια σχήματα οὐ πάντως διὰ τὴν μετάληψιν τὴν εἰς τὸ πυγμῇ, καθότι τινὲς ᾠήθησαν, ὀνόματα ἂν εἴη, σαφὲς ἐκ τοῦ ἐπὶ ῥῆμα φέρεσθαι πάντοτε τὰς φωνάς, καθότι καὶ τὰ ἄλλα τῶν ἐπιρρημάτων, καὶ ἐκ τῆς παρεπομένης ἀκλισίας ἐπὶ τὰς πτώσεις καὶ τοὺς ἀριθμούς, ὅπερ παρεπόμενον ἦν, ὡς πρό- κειται, τῷ ἐπιρρήματι. καὶ γὰρ ἂν τὰ ὀνόματα ἐπὶ τὰ ῥήματα φέρηται, ἀλλ᾽ οὐ κατὰ τὴν αὐτὴν ἔννοιαν οὐδὲ καθ᾽ ἕνα σχηματισμόν. ἀλλ᾽ οὐδὲ ἐκεῖνο θαρσήσειέ τις φάναι, ὡς καὶ ἄλλα ὀνόματα ἄκλιτα ἂν εἴη, καὶ οὐ παρὰ τοῦτο ἐπιρρήματα, εἴγε τῆς ἀκλισίας ἐκείνων λόγον ἔστιν εὑρέσθαι, λέγω τοῦ πέντε ἢ ἕξ καὶ τῶν τοιούτων, ἢ καὶ τῶν στοι- χείων, ὡς κατὰ τὸ δέον ἐκτεθείμεθα· οὐκ ἔστι μέντοι ἐπινοῆσαι ὄνομά τι ἐς διπλοῦν λῆγον, ὃ οὐ πάντως κλίσεως ἔτυχε. καὶ ἕνεκα κλίσεως καὶ συντάξεως τὸ μὲν πτύξ ὄνομά ἐστιν, ἐπεὶ καὶ πτυχός καὶ πτύχες· τὸ δὲ πύξ ἐπίρρημα καὶ τὸ λάξ, συντασσόμενα τοῖς ῥήμασι καὶ οὐκ ἔχοντά τιν᾽ ἄλλην σύνταξιν ἢ τὴν ῥηματικήν. Ἀκολούθως διαληπτέον καὶ περὶ ἐπικρίσεως τοῦ πέντε καὶ τῶν τοιούτων, μὴ ἄρα καὶ αὐτὰ διὰ τὴν παρεπομένην ἀκλισίαν ἐπιρρή- ματα ὑπολάβῃ τις ἀριθμοῦ δηλωτικὰ εἶναι. — Διότι μὲν οὖν, ὀνόματα ὄντα, ἄκλιτά ἐστιν, ἐντελέστερον μὲν εἴρηται ἐν τῷ περὶ ἀντωνυμιῶν, ἔνθα καὶ ἐπεδείκνυμεν, καθ᾽ ὃν λόγον αἱ ἀντωνυμίαι ἄκλιτοι, ὡς ἕνεκά γε τῶν παρεπομένων φωνῶν. ἦν δὲ τὰ συνεκτικὰ τῶν λόγων, ὡς τὰ διὰ μιᾶς φωνῆς τριγένειαν ὑπαγορεύοντα οὐκ ἐφικτὰ εἰς κλίσεις. καὶ ἕνεκά γε τούτου τὸ μὲν τρεῖς καὶ τέσσαρες καὶ εἴ τις τοιοῦτος ἀριθμὸς οὐ μοναδικὸς κατὰ τριγένειαν, ἐκλίνετο, τὰ δὲ πέντε καὶ τὰ ὅμοια οὐκέτι. — ἄλλως τε καὶ οἱ κανόνες τῶν ὀνομάτων ἀρχὴν ἔχουσι τὴν θέσιν τῆς λέξεως, ὅτε φαμὲν τὰ εἰς ω λήγοντα ἢ εἰς υξ ἢ εἰς αξ, ἢ ὅτε φαμὲν τὰ πληθυντικὰ εἰς αι λήγειν ἢ εἰς ες ἢ εἰς οι, ἐφ᾽ ὧν τὸ δέον παρελαμβάνετο κατὰ τὰς κλίσεις. τὸ δὲ πέντε καὶ ἕξ οὐκ ἔχεται ἀρχῆς κανονικῆς· ποῖον γὰρ πληθυντικὸν εἰς εξ λήγει; ποῖον δὲ πλη- θυντικὸν εἰς ε λήγει; καὶ τὸ τοιοῦτον ἐντελέστερον ἐπιδειχθήσεται ἐν ἑτέροις. ἔνθεν οὖν ὑπεχώρησαν οἱ κανόνες, οὐ δυνάμενοι κατὰ τῶν 2.1,1.142 ἰδίων παραλαμβάνεσθαι λημμάτων. — φαμὲν κἀν τοῖς προκειμένοις, ὅτι ἑτέρα μὲν σύνταξίς ἐστιν ἡ τῶν ἐπιρρημάτων πρὸς τὰ ῥήματα, ἑτέρα δὲ ἡ τῶν πτωτικῶν ὡς πρὸς τὰ ῥήματα. τῇδε οὖν τούτων ἐχόντων, φαμὲν οὕτως, πεντάκις παρεγένετο, τετράκις παρεγένετο, οὐ μὴν ἔτι οὕτως, πέντε παρεγένετο, ὅπερ εἰ μὴ ὀνοματικὸν εἴη, κἂν καθ᾽ ἕνα σχηματισμὸν εἶχε τὸ πέντε ὡς πρὸς τὴν τῶν ῥημάτων σύν- ταξιν. φαμὲν δὲ [τὰ] πέντε παρεγένοντο, συμπληθυνομένου τοῦ ῥήματος ὡς πρὸς τὸ ὄνομα, ὡς εἰ καὶ ἄνθρωποι παρεγένοντο. Τὸ ὄφελον οἱ μὲν κατὰ συνεκδρομὴν ῥήματός φασι κεκλίσθαι παρὰ τῷ ποιητῇ εἰς πρόσωπα, εἴγε καὶ τὸ δεύτερον ὄφελες καὶ τὸ τρίτον ὄφελεν· οἱ δὲ ἐκ ῥήματος ὑποσυγκεκόφθαι τοῦ ὤφειλον, διὸ κατὰ τὴν τοῦ ἀπαρεμφάτου σύνταξιν οὐκ ἐν παραλληλότητι αὐτὸ τίθησι τῷ εἴθε, αἴθ᾽ ὤφελλες (Ξ 84). Φαίνεται δὲ ὅτι καὶ τὸ δεῦρο, ὁμοίως ὂν ἐπίρρημα, ἐχόμενον δὲ ὡς προστακτικῆς ἐννοίας, κατὰ συνεκδρομὴν πάλιν ὡς ἀριθμὸν ἀνεδέξατο ἐν τῷ δεῦτε, φίλοι· τὸν ξεῖνον ἐρώμεθα (θ 133). ᾧ λόγῳ καὶ τὸ ἄγε ἄγετε. Τὰ εἰς ων λήγοντα, ὀνόματα μὲν ὄντα, παρασχηματισμὸν ἔχει ἤτοι ἐν κοινότητι ὡς ὁ σώφρων ἡ σώφρων, ὁ γείτων ἡ γείτων, ἢ ἐν καταλήξει τῇ εἰς να, Λάκων Λάκαινα, δράκων δράκαινα· οἷς μέντοι παράκειται θηλυκὰ εἰς σα λήγοντα, τούτοις παρέπεται τὸ εἶναι μετοχάς, 2.1,1.143 λέγων λέγουσα, φρονῶν φρονοῦσα. καὶ διὰ τούτου γε τοῦ λόγου δείκνυται, ὅτι τὸ κρείων μετοχή, ἐκ τοῦ κρείουσα γυναικῶν (Χ 48). ὁμολόγως οὖν τὸ ἀκέων μετοχή· ἰδοὺ γὰρ παράκειται θηλυκόν, ἀλλ᾽ ἀκέουσα κάθησο (Α 565). — Ἔστι δὲ πρὸς τὸ τοιοῦτον φάναι, ὡς ταῖς μετοχαῖς πολὺ πρότερον προϋφέστηκε ῥήματα, φέρω φέρων, φρονῶ φρονῶν. εἴπερ οὖν τὸ ἀκέων μετοχή, σαφὲς ὅτι καὶ ῥῆμα προϋποστήσεται τὸ ἀκέω. ἀλλ᾽ οὐδεμία ὑπόμνησις τοῦ ῥήματος. — ἀλλ᾽ ἀσύστατον τὸ ῥῆμα· βαρυνό- μενα γὰρ οὐκ ἔστιν ἐπινοῆσαι ὑπὲρ δύο συλλαβὰς τῷ ε παρεδρευόμενα, δισύλλαβα μέντοι, πλέω, ῥέω, κέω, ἢ τὰ παρ᾽ Ἴωσι διῃρημένα, φιλέω, νοέω. εἰ δὲ [μὴ] τὸ τοιοῦτον μὴ παρέπεται, οὐ μετοχὴ τὸ ἀκέων· οὐ γὰρ ἔχει ῥῆμα. — Τὸ δὲ μεῖζον· τὰ πτωτικὰ συμμετασχηματίζεται τοῖς ἀριθμοῖς, τὰ δὲ ἐπιρρήματα καθ᾽ ἕνα σχηματισμὸν ἐκφέρεται. τοῦ μὲν προτέρου, ἄνθρωποι ὄντες διαλέγεσθε, ᾄδοντες ὑμνεῖτε, δια- χεόμενοι ᾄδετε· τοῦ δὲ δευτέρου, κρύβδην ᾄδετε, βοτρυδὸν παραγίνεσθε. εἴπερ οὖν καὶ τὸ ἀκέων μετοχή, σαφὲς ὅτι πρὸς μὲν τὸ ἑνικὸν καθ᾽ ἑνικὴν σύνταξιν παραληφθήσεται, ἀκέων εὐφραίνου, πρὸς δὲ τὸ πληθυντικὸν κατὰ πληθυντικήν, ἀκέοντες εὐφραίνεσθε, ὡς ἡσυχάζων εὐφραίνου, ἡσυχάζοντες εὐφραίνεσθε. ὅπερ οὐ παρείπετο ἐν τῷ ἀκέων δαίνυσθε (φ 89). ἐν ἴσῳ γάρ ἐστι τῷ ἡσυχῇ δαίνυσθε ἢ ἡσυχῶς δαίνυσθε. κατὰ τοῦτον δὴ τὸν τρόπον ἐπιρρηματικῆς ἔχεται συντάξεως μᾶλλον ἤπερ μετοχικῆς. — Περὶ τοῦ μετασχηματισμοῦ ἐκεῖνο ἔστι φάναι, ὡς ὁ τύπος ὡς μετοχικὸς γενόμενος τοῦ ἐπιρρήματος, κατὰ συνεκδρομὴν ἔσχε θηλυ- κὸν παρασχηματισμόν, ᾧ λόγῳ καὶ τὸ ἄγε, ἐπίρρημα ὄν, τῇ συνεκδρομῇ τοῦ ῥήματος ἔσχε παρακείμενον τὸ ἄγετε, ὡς καὶ δεῦτε, φίλοι· τὸν ξεῖνον ἐρώμεθα (θ 133). 2.1,1.144 καὶ, ὡς ἔφαμεν, τὸ ὄφελον ὑπείληπται πρὸς ἐνίων κατὰ συνεκδρομὴν γεγονέναι ῥήματος ἐν τῷ ὡς ὄφελες (ω 30), [ὡς] εἰ μὴ τὸ ὤφειλον ὑποσυγκέκοπται. ἐν μέντοι ἐνίαις ἐκδόσεσιν ἦν θηλυκὸν τὸ ἀέκουσα, ἀλλ᾽ ἀέκουσα καθῆστο (Α 565). — Ἴσως δὲ [καὶ] παράκειται τῷ ἀκήν, μετατεθέντος τοῦ η εἰς ω καὶ πλεονάσαντος τοῦ ε, ὡς ἔφαμεν, τόνου ἐγγενομένου μετοχικοῦ διὰ τὸν τύπον, καθό τινες ᾠήθησαν καὶ τὸ χρήν χρεών. τὴν εἰς τοῦτο ἀκριβῆ παράθεσιν ἐντελέστερον ἐν τῷ περὶ μετοχῶν ἐκθησόμεθα. Καὶ περὶ τοῦ ἄνεῳ δὲ διαφορά τις κατὰ τὸν μερισμὸν εἰσήγετο πρὸς ἐνίων, ὡς εἴη μᾶλλον ὄνομα πληθυντικόν, Ἀττικῶς κεκλιμένον, ᾧ λόγῳ καὶ τὸ ι προσκείμενον. ἔχει δὲ τὰ τῆς καταστάσεως τῇδε. ἰά ἐστιν ἡ φωνή, καὶ ἴσως ἀπὸ τοῦ ἰέναι ἐπὶ πᾶσαν ἀκοήν. ἦν δὲ τὰ εἰς α λήγοντα θηλυκὰ ὀνόματα μεταπίπτοντα καὶ εἰς ος μετὰ τὰς συνθέσεις, σκιά ἄσκιος, ὥρα ἄωρος, μοῦσα ἄμουσος, ἡμέρα ἐφήμερος, πεῖρα πολύ- πειρος. κατὰ στέρησιν οὖν τὴν διὰ τοῦ α ἐγίνετο ἄνιος (σύνεστι δὲ ἐπ᾽ ἐνίων στερήσεων τὸ ν, ὡς ἐπὶ τοῦ ἀναίσχυντος, ἀναιδής). καὶ εἰς εὐθετισμὸν Ἀττικῆς ἐπεκτάσεως μετάθεσις ἐγένετο τοῦ ι εἰς τὸ ε, καθάπερ καὶ οἱ ἀγχίμαχοι ἀγχέμαχοι καὶ ἡ Σικυὼν Σεκυών παρὰ Σικυωνίοις. (καὶ εἰ τὸ ἀκριβὲς τοῦ λόγου τις ἐπιζητήσειεν, ἐπὶ τούτων ἁπάντων μετά- θεσιν τοῦ ι εἰς τὸ ε εὑρήσει, μάντεως ὄφεως· καὶ γὰρ αὐτὰ εἰς τοῦτο μετατίθεται ὑπὲρ Ἀττικῆς ἐπεκτάσεως)· ἀφ᾽ οὗ πληθυντικὴ ἐκφορὰ 2.1,1.145 Ἀττικὴ ἄνεω. — Ἔστι καὶ οὕτως φάναι. παρὰ ῥήματα ἀποτελεῖται ὀνόματα εἰς ος λήγοντα, τρίτην ἀπὸ τέλους ἔχοντα τὴν ὀξεῖαν, φοιτῶ νεόφοιτος, μυκῶ ἐρίμυκος, αὐδῶ ἄναυδος. οὕτω καὶ παρὰ τὸ αὔω ἄναυος, καὶ ἐλλείψει τοῦ υ ἄναος. ἀφ᾽ οὗ τὸ Ἀττικὸν ἄνεως, ὡς Μενέλαος Μενέλεως. — Ὅτι μὲν οὖν δύναται ὄνομα πληθυντικὸν εἶναι, σαφὲς ἐντεῦθεν. ἀλλὰ δῆλον, ὡς καὶ Ἀριστάρχῳ καὶ τοῖς ἀπὸ τῆς Ἀριστάρχου σχολῆς συνήρεσκε, τὸ μὴ μᾶλλον ὄνομα ἐκδέχεσθαι, ὡς ἐπίρρημα δὲ ἐκ τοῦ καθ᾽ ἕνα σχηματισμὸν ἐκφέρεσθαι καὶ ἐπὶ ἑνικῆς σχέσεως καὶ ἐπὶ πληθυντικῆς παραλαμβάνεσθαι, ὅπερ οὐ παρείπετο ὀνόμασι [καὶ γένους μὴ εἶναι διακριτικόν]. — ἔστι δέ που καὶ ἐπὶ ἑνι- κῆς ἐκφορᾶς τὸ τοιοῦτον, ἡ δ᾽ ἄνεῳ δὴν ἧστο (ψ 93). καὶ σαφὲς ὅτι, εἰ δοθείη ἡ γραφὴ σὺν τῷ ς, δοθείη ἂν καὶ τὸ ὄνομα εἶναι τὸ ἄνεως· εἰ δὲ μηδεμία ἀπόδειξίς ἐστι τῆς τοῦ ς προσθέσεως, ὁμολόγως, ὡς πρόκειται, ἐστὶν ἐπίρρημα. — ἔστι μέντοι γε ἐπικρῖναι τὸ σχῆμα τῷ τοῦ ὀνόματος μερισμῷ, ἐπεὶ ἀντικείσεται, ὡς ἀκριβέστερον ἐν τοῖς ἑξῆς δεδείξεται, τὸ μὴ εἰς ω περατοῦσθαι τὰ ἀπὸ τριγενῶν ὀνομάτων, ἀπὸ δὲ μονογενῶν. οὐ γὰρ δή γε τῷ φίλος παράκειται ἐπίρρημα εἰς ω περατούμενον, εἰς δὲ ως, καὶ .... καὶ ἐν τοῖς τοιού- τοις· τῷ μέντοι τόνος, μονογενεῖ ὄντι, παράκειται τὸ τόνῳ. εἴπερ οὖν καὶ τὸ ἄνεως, ἐκ κοινοῦ γεγονὸς τοῦ ἄναος ἢ ἄνιος, ἐπιθετικῶς παρα- λαμβανόμενον παράκειται ἐπιρρήματι, σαφὲς ὅτι οὐκ εἰς ω περατού- μενον, εἰς δὲ ως. δεδείξεται γάρ, ὡς ἔφην, καὶ ἐν τοῖς ἑξῆς, ὡς οὐ τοῖς τοιούτοις πάλιν τριγενέσιν οὖσι παράκειται ἐπίρρημα εἰς ω περα- τούμενον, ἀνώτερος ἀνωτέρω, ἐσώτερος ἐσωτέρω. 2.1,1.146 Ἐχομένως σκεπτέον καὶ περὶ τῶν ἐν ταῖς φωναῖς σχημάτων. Τὰ δὴ ἐπιρρήματα καὶ πρωτότυπά ἐστι καὶ παραγωγά. καὶ τὰ τούτων παραγωγὰ ἃ μὲν ἀπὸ ἐπιρρημάτων, ὡς παρὰ τὸ ἄνω ἀνωτέρω, ἢ παρὰ ὀνόματα, ὡς παρὰ τὸ βότρυς βοτρυδόν, ἢ παρὰ ῥήματα, ὡς παρὰ τὸ κλέπτω κλέβδην, ἢ παρὰ ἀντωνυμίαν, ὡς παρὰ τὸ ἐκεῖνος ἐκείνως, οὗτος οὕτως, αὐτός αὐτόθεν, ἢ παρὰ μετοχάς, ὡς παρὰ τὸ ἐπιστάμενος ἐπισταμένως καὶ ἐρρωμένος ἐρρωμένως, ἢ παρὰ προθέσεις ὡς ἔξ ἔξω καὶ παρὰ τὸ ἔν ἔνδον. καθὼς ἔστιν ἐπινοῆσαι καὶ τὰς τοῦ ὀνόματος παραγωγὰς ἢ καὶ ῥήματος παρὰ τὰς αὐτὰς ἰδέας τῶν λέξεων παραγομένας ἢ παρ᾽ ἑτέρας, εἴγε ἀπὸ μὲν ὀνόματος ὄνομα, ὡς λίθος λίθινος, ἢ καὶ ῥῆμα, ὡς παρὰ τὴν εὐδαίμονος εὐδαιμονῶ, ἢ καὶ παρ᾽ ἐπίρρημα, ὡς ὀψέ ὀψίζω, αἰαί αἰάζω, καὶ παρὰ πρόθεσιν, ὑπέρ ὑπέρ- τερος, πρό πρότερος, πάλιν καὶ τῆς τῶν ῥημάτων παραγωγῆς, ὡς πρό- κειται, εἰς ταῦτα παραγομένης. Ἐχθές ἢ χθές ῥητέον; Τρύφων (p. 48 Velsen) φησὶν ἐν τῷ περὶ ἐπιρρημάτων τὸ ἐχθές ἐντελέστερον εἶναι τοῦ χθές Ἀττικοῦ, παρατιθέμενος τὴν ἐν τοῖς μονοσυλλάβοις ἐπιρρήμασιν ἀναλογίαν, ὡς εἴη ἐν μακραῖς συλ- λαβαῖς ἑκάστοτε, ναί, μή, ποῦ, πῶς, οὔ, καὶ τὰ τοιαῦτα· μηκυνόμενα διὰ τοῦ διπλοῦ, γνύξ, πύξ. πιστοῦται δὲ καὶ ἐντεῦθεν μὴ ἐντελῆ εἶναι τό τε δίς καὶ τρίς, ἐκ δὲ τοῦ δυάκις καὶ τριάκις συγκεκόφθαι, ἐπειδὴ τὰ εἰς ς λήγοντα μετὰ βραχείας ἐκφορᾶς ἐστιν ὑπὲρ μίαν συλλαβήν, εἰκός, ἐγγύς, ἐντός, ἅλις, ἄχρις, πάρος· ἐξ οὗ πάλιν συνῆγε τὸ ἐχθές ἀναλογώτερον, ἀφῃρῆσθαι δὲ πρὸς τῆς Ἀττικῆς χρήσεως τὸ ε. — Οὐ γὰρ πάνυ ἐκεῖνο ὑγιές, τὸ τὰ εἰς ες λήγοντα φάναι ῥήματα, σχές, 2.1,1.147 σπές, ἕς, οἷς συνενεχθήσεται καὶ τὸ χθές, εἰ ἦν ἐντελές. ἀλλ᾽ οὗτός γε ὁ λόγος οὐ συστήσει οὐδὲ τὴν ἔς πρόθεσιν οὐδὲ τὴν εἴς, ἐπεὶ ἀμφο- τέροις τοῖς σχήμασι σύνεστι ῥηματικὴ κατάληξις. καὶ γὰρ τῷ εἴς τὸ αἵματός εἰς ἀγαθοῖο (δ 611), καὶ τὸ [εἰς] ἔς ὅμοιον τῷ θές. τὴν τοιαύτην οὖν παράθεσιν εἰς κατόρ- θωσιν λέξεων παραιτητέον, ἐπεὶ πολλὰ μέρη λόγου, διάφορα ὄντα, ἔσθ᾽ ὅτε ταῖς λέξεσι συνῳκείωνται. Ἄμεινον οὖν ἐκεῖνον τὸν λόγον παραθέσθαι, ὡς τὸ πλεονάζον ε ᾠκείωται λέξεσι ταῖς ἀπὸ φωνήεντος ἀρχομέναις, ὥς τε τὸ ἀφαιρούμενον λείπειν ἐθέλει λέξιν ἀπὸ συμφώνου ἀρχομένην. ἔχει δὲ τὰ ὑποδείγματα τῇδε. τὸ ἕεδνα πλεονάζει τῷ ε, τὸ ἔειπεν ἀρχόμενον ἀπὸ τοῦ ε [ἀπὸ] φωνήεντος, τὸ ἑώρων, καὶ εἰ μὴ διαίρεσις τοῦ ἧδε τὸ ἕαδεν, ἀπὸ δὲ τοῦ ἅδε δ᾽ Ἕκτορι μῦθος (Μ 80)· ἕηκεν, ἕεις. τοῦ δὲ ἑτέρου ἔφη φῆ, ἔβη βῆ, ἐθέλω θέλω, οἱ ἐρυτῆρες ῥυτῆρες· ἔνιοι δὲ καὶ τὴν χεῖρα παρὰ τὸ ἔχειν φασὶν ἐσχηματίσθαι. τούτῳ γὰρ τῷ λόγῳ δείκνυται καὶ ἐν τῷ περὶ ἀντωνυμιῶν, ὡς οὐ πλεονάζει τὸ ε ἐν τῷ ἐκεῖνος, τοὐναντίον δὲ λείπει ἡ κεῖνος φωνὴ τῷ ε. ἔνθα καὶ περὶ τοῦ πνεύματος ἐντελέστερον δείκνυται. κατὰ δὴ τοῦτον τὸν λόγον πάλιν ἐντελέστερον τὸ ἐχθές τοῦ χθές. συνᾴδει δὲ καὶ ἡ τοῦ ἐτύμου προφορά, εἴγε παρὰ τὸ ἐκτὸς τοῦ χρόνου πεπτω- κέναι τὸ κατάστημα ἐσχημάτισται, τῶν ψιλῶν ἀντιστοίχων εἰς τὰ δασέα μεταπεσόντων, καθὼς ἔστιν ἐπινοῆσαι καὶ ἐπὶ τοῦ ἔχθος· τὸ γὰρ ἀπό- βλητον καὶ ἐκτὸς ἡμῶν τοιοῦτον. Ἐχομένως σκεπτέον περὶ τοῦ εὖτε καὶ ηὖτε, καθώς τινες ἐπεχεί- ρησαν τὸ 2.1,1.148 εὖτ᾽ ὄρεος κορυφῇσι (Γ 10) διὰ τοῦ ε καὶ τοῦ υ γράφειν, τοῦ κατὰ φύσιν σχήματος ἀπαιτοῦντος τὴν διὰ τοῦ η καὶ υ γραφήν. ἐγένοντο δὲ αἱ φωναὶ τῇδε. ἡ μὲν ηὖτε κατὰ τὸ ἀκριβὲς τοῦ λόγου [ὡς] οὐ [δὲ] μία λέξις ἐστὶν ἁπλῆ, ἀλλ᾽ οὐδὲ σύνθετος, ἐν παραθέσει δὲ τοῦ τέ συνδέσμου, νῦν παραπληρωματικοῦ κα- θεστῶτος. — Τό γε μὴν εὖτε ἓν ἁπλοῦν ἐστι, γενόμενον οὕτως. χρο- νικὸν ἐπίρρημα καὶ ἀναφορικὸν ἦν τὸ ὅτε, ὃ δὴ πλεονασμῷ τοῦ υ, κατὰ μετάθεσιν τοῦ ο εἰς τὸ ε, εὖτε ἐγένετο, καθότι τὸ υ ἐπεντιθέμενον ψιλοῦ πνεύματος αἴτιον γίνεται, ὥσπερ ἔχει τὸ ἕκηλος εὔκηλος φορέοι το (Arat. Phaen. v. 100). τό τε εὖνις παρὰ τὴν ἑνός παρωνόμασται. — τῇδε εἶχε καὶ τὸ προκεί- μενον ἐπίρρημα. — Τοῖς εἰς ως περατουμένοις ἐπιρρήμασι συνυπάρχει ἐπιρρήματα εἰς α λήγοντα, ὀξύτονα ἢ καὶ ἔτι βαρύτονα, περὶ ὧν τοῦ τόνου κατὰ τὸ ἑξῆς εἰρήσεται. οἷον τῷ πυκνῶς παράκειται τὸ πυκνά, ὅπερ καὶ ὁμοφωνεῖ πληθυντικῇ ἐκφορᾷ οὐδετέρᾳ, τῷ καλῶς τὸ καλά, τῷ καλλίστως τὸ κάλλιστα, σαφῶς σάφα, ταχέως τάχα. καὶ δὴ τῷ ὥς παρακείσεται τὸ ἅ, τὴν αὐτὴν ἔχον σημασίαν τῷ ὥς, καὶ σχεδὸν τὴν αὐτὴν σύνταξιν. ὃν γὰρ τρόπον κατὰ πλεονασμὸν τῆς κατά προθέσεως λέγομεν καθώς, οὕτω καὶ καθά. ἀλλὰ μὴν καὶ ὥστε λέων ἐχάρη (Γ 23) φαμέν· τῇδε ἔχει καὶ τὸ ἅτε παρθένος (Χ 127). ὅτι γὰρ πάλιν ἐν δυσὶ μέρεσι λόγου, σαφὲς καὶ ἐκ τῆς μεταλήψεως καὶ τοῦ πνεύματος, εἴγε τὸ α πρὸ τοῦ τ καθ᾽ ἓν μέρος λόγου ψιλοῦται, ἀτμήν, ἄτη, ἀτηρός. [οὐ μὴν ἀλλὰ] καὶ παρὰ τοῦτο τὸ ἅ ἀποτελεῖται ἰωνικώτερον τὸ ἥ, κατὰ μετάληψιν τοῦ α εἰς τὸ η. πάλιν γὰρ τῆς αὐτῆς συντάξεως ἐχόμενόν ἐστι τὸ ἥτε ξείνων θέμις ἐστί (ι 268), καὶ δίχα τοῦ τέ συνδέσμου ἣ θέμις ἐστίν (Β 73), 2.1,1.149 ἐν ἴσῳ τῷ ὣς θέμις ἐστί. Οὐ μὴν ἀλλὰ καὶ οὕτως φαμέν· τοῖς εἰς ως λήγουσιν ἐπιρρήμασι συνυπάρχει τινὰ εἰς η λήγοντα, συντονούμενα τούτοις, οὐδαμῶς οὐδαμῇ, πάντως πάντῃ, ἄλλως ἄλλῃ, διχῶς διχῇ. ὀξυνομένῳ ἄρα τῷ ὥς συνο- ξυνθήσεται τὸ ἥ, ὅπερ, ὡς ἔφαμεν, ἐν τῷ ἣ θέμις ἐστί (Β 73), τοῦτο ἐν προσθέσει του τε καὶ πλεονασμῷ τοῦ υ ηὖτε, πάλιν ἀναγκαίως τοῦ η ψιλωθέντος, καθ᾽ ὃν εἴπομεν λόγον καὶ περὶ τοῦ εὖτε. — καὶ σαφὲς ὅτι ὁ ἐγγενόμενος πλεονασμὸς ὡς ἕνωσιν τοῦ σχηματισμοῦ ἀπετέλει. ἔσθ᾽ ὅτε γὰρ τὰ ἐπισυμβαίνοντα πάθη ὡς ἕνωσιν τῶν μορίων ἀπετέλει, ὅτε καὶ τὸ τί ποτε ὑπὸ συγκοπὴν πεσόντα ἥνωται ἐν τῷ τίπτε σὺ δείδοικας (Μ 244). τούτῳ οὖν τῷ λόγῳ δοκεῖ καὶ τὸ ηὖτε ὡς ἡνῶσθαι. Ἀλλὰ κἀκεῖνο ἐπιλυθήσεται, τί δήποτε τὸ μὲν ηὖτε καὶ ἠΰτε λέγεται ἐν τρισὶ συλλαβαῖς, ἠΰτε περ κλαγγὴ γεράνων πέλει (Γ 3), πάλιν ἀναγκαίως τοῦ η ψιλουμένου διὰ τὸ προηγεῖσθαι φωνήεντος· οὐ μὴν ἔτι τὸ εὖτε. — πρὸς ὃ ἔστι φάναι, ὡς ἕνεκα μὲν τῆς τοῦ υ ἐπενθέσεως ἀναγκαία ἡ δισύλλαβος προφορά. τὸ γὰρ υ καὶ τὸ ι πλεο- νάζοντα μετὰ φωνήεντος εἰς μίαν συλλαβὴν συνῄει, ἕαδεν εὔαδεν, ἕκηλος εὔκηλος, καὶ παρὰ Αἰολεῦσι ναός ναυός, καὶ παρ᾽ Ἴωσι νόσος νοῦσος, καὶ ἐπὶ τοῦ ἔρια εἴρια, ἕως εἵως. ἀναγκαίως οὖν καὶ τὸ ηὖτε ἀπὸ τοῦ 2.1,1.150 ἥτε τὰς ἴσας συλλαβὰς τηρεῖ. — τῆς δὲ διαστάσεως ἀφορμή ἐστιν ἥδε. οὐκ ἔστιν ἐπινοῆσαι τὸ η καὶ τὸ υ ἐν μιᾷ συλλαβῇ, ὅτε μὴ ἐν κλίσει ῥήματος, αὐλῶ ηὔλουν, αὐχῶ ηὔχουν. ἀναγκαία ἄρα ἡ διάστασις τοῦ ἠΰτε. ἔνθεν γοῦν φαμὲν ἕνεκα μὲν μεταλήψεως τοῦ α εἰς η κατωρ- θῶσθαι τὸ γρηῦς, ἕνεκα δὲ τοῦ τὴν τοιαύτην συλλαβὴν μὴ εὑρίσκεσθαι διαστατικώτερόν φαμεν τὸ γρηῢς Ἀπειραίη (η 8)· ὅτι γὰρ ἐκ μονοσυλλάβου διῄρηται, προῦπτον, διδάσκει δὲ καὶ ἡ γενική, δισυλλαβήσασα ἐν τῷ γρηὸς ὀδυρομένης. ἡ γὰρ εἰς ηυς εὐθεῖα δισύλλαβος γενικὴν τρισύλλαβον ἀποτελεῖ, καθάπερ ἡ γένυς τῆς γένυος. ἀποτελεῖ δὲ δισύλλαβον γενικὴν τὴν γρηός· ὅπερ παρείπετο ταῖς μονοσυλλάβοις εὐθείαις. — ἀπειράκις δὲ ἐδείχθη, ὅτι οὐ πρὸς τὰ πάθη αἱ κλίσεις ἀπαρτίζονται, πρὸς δὲ τὰ ὁλόκληρα. — Βραχεῖα δὲ ἀφορμή ἐστι τοῦ καὶ τὸ εὖτε παραλαμβάνεσθαι ἀντὶ τοῦ ηὖτε. ὃν γὰρ τρόπον τὸ ὥς ἀντὶ τοῦ ὅτε, Ἕκτωρ δ᾽ ὡς Σκαιάς τε πύλας (Ζ 237), κατὰ τὸν αὐτὸν δὴ τρόπον οὐδὲν κωλύει καὶ τὸ εὖτ᾽ ὄρεος, σημαῖ- νον τὸ ὅτε, παρειλῆφθαι ἀντὶ τοῦ ὥς. Τρύφων (p. 48 Velsen) φησὶν ὡς τὰ εἰς α λήγοντα ἐπιρρήματα βρα- χυκατάληκτά ἐστιν· οὐ γεγράψεται ἄρα τὸ ἰδία καὶ δημοσία σὺν τῷ ι. Ἔστι δὲ πρὸς τὸ τοιοῦτον ὑπαντῆσαι, ὡς οὐ κατά τινα νόμον τὰ ἐπιρρή- ματα πάντως εἰς βραχὺ θέλει λήγειν. τί γὰρ ἐμποδὼν τοῦ καὶ εἰς μακρὰν λήγειν καὶ εἰς βραχεῖαν; καὶ γάρ τινα βραχυκατάληκτά ἐστιν, ὡς τὸ τῆλε καὶ ὀψέ, καὶ μακροκατάληκτα, ὡς τὸ ἔσω καὶ ἔξω· καὶ τῷ ι βραχεῖ, ὡς ἑλληνιστί, ἰαστί, ἀλλὰ καὶ εἰς μακρὸν τὸ ι, ἀκονιτί, ἀναι- 2.1,1.151 μωτί. οὐκ ἄρα ἀπόδειξις τοῦ ὅτι τὸ ἰδίᾳ σὺν τῷ ι οὐ γεγράψεται τὸ τἆλλα εἰς βραχὺ α λήγειν. — καὶ γὰρ ἐπ᾽ ὀνομάτων ἐνὸν τὸ τοιοῦτον εὑρέσθαι. μοῦσά φαμεν, ἀλλὰ καὶ Ἀθηνᾶ καὶ σοφία. Ῥητέον οὖν ἑτέρῳ λόγῳ καὶ περὶ γραφῆς τῆς διὰ τοῦ ι. — ἡ ἀπὸ τῶν ὀνομάτων μετάπτωσις εἰς τὰ ἐπιρρήματα, καθ᾽ οὓς λόγους ἐδείξαμεν ἐν ἀρχαῖς, πάντως μετὰ τῶν παρεπομένων ἔχει καὶ τὰς γραφὰς συνυπαρχούσας, καθάπερ τὸ ἀτρεκές, συνεμπεσὸν ὀνόματι, καὶ γραφὴν καὶ τόνον ἀπηνέγκατο, τὸ καλόν, τὸ εὐρύ, τὸ κάλλιστα, τὸ πυκνά· σχεδὸν ἐπὶ πάντων ὁ λόγος συμφωνεῖ, περὶ ὧν καὶ κατὰ τὸ ἑξῆς εἰρήσεται. — Ἔστιν οὖν τι δημόσιος, ᾧ παράκειται θηλυκὸν τὸ δημοσία, οὗ σύνταξις ἐπιρρηματικὴ ἐγίγνετο, δημοσίᾳ ἀπήχθη, ὡς εἰ δημοσίως τις ἀπήχθη. καὶ τοῦτο εἰ μὲν ἀπὸ τῆς εὐθείας τὴν σύν- ταξιν ἀνεδέξατο, δίχα τοῦ ι γεγράψεται· εἰ δὲ παρὰ τὴν δοτικήν, σὺν τῷ ι. εἰς ἐπίκρισιν οὖν τοῦ τοιούτου παραληπτέον λόγον ἀποδεικνύντα, πότερα παρὰ δοτικὰς ἢ εὐθείας τὰ τοιαῦτα. τὸ τοιοῦτον γὰρ παρέπεται οὐ μόνον τοῖς εἰς α λήγουσιν ὀνόμασιν, ἀλλὰ καὶ τοῖς εἰς η λήγουσι μορίοις θηλυκοῖς. ἔστι τι ὄνομα οὐδαμός, ᾧ παράκειται ἐπίρρημα τὸ οὐδαμῶς καὶ οὐδαμόθεν, ᾧ ἀπὸ θηλυκοῦ πάλιν σχήματος ἐπίρρημα παράκειται τὸ οὐδαμῇ. καὶ εἰ μὲν ἀπὸ τῆς εὐθείας, ἐν ὀξεῖ τόνῳ καὶ δίχα τοῦ ι· εἰ δὲ οὐκ ὀξὺς ὁ τόνος, ὁ δὲ περισπώμενος, ὅς ἐστιν ἐν δοτικῇ, ὁμολόγως καὶ τόδε σὺν τῷ ι γεγράψεται, καθότι πάλιν συντο- νούμενον τῷ θηλυκῷ παράκειται καὶ τὸ ἄλλῃ. — Ἔστι δὲ καὶ ἄλλως ἐπιδεῖξαι. παρὰ ἀντωνυμικὸν τὸ αὕτη γίνεται ἐπιρρηματική τις προ- φορά, ἣν οὔ φαμεν οὕτως, αὕτη ἄγωμεν, ταύτῃ δέ. καὶ προφανὲς ὡς ἡ πρόσθεσις τοῦ τ τὴν δοτικὴν ὁμολογεῖ, ᾧ λόγῳ καὶ τὸ τῇδε ἄγωμεν. Δέδεικται ἄρα ὅτι παρὰ δοτικὰς αἱ τοιαῦται ἐπιρρηματικαὶ προφοραί· εἰ δὲ παρὰ δοτικάς, δῆλον ὡς καὶ γεγράψεται σὺν τῷ ι. καὶ εἰ τοῦτο, καὶ τὸ ἰδίᾳ ἄρα καὶ δημοσίᾳ παρὰ δοτικάς, καὶ οὕτως τὰ ἐπιρρήματα γεγράψεται σὺν τῷ ι [οὐχ ὥς φησι Τρύφων διὰ τὸ μακρὸν α]· Τὰ εἰς α λήγοντα ἐπιρρήματα ἢ ὀξύνεται, ὡς δηθά, καναχηδά, πυκνά, ἢ βαρύνεται, ὡς τάχα, λίγα, ἄντα, πρῶτα. τὰ πρωτότυπα μόνως βαρύνεται, αἶψα, αὐτίκα, ὄφρα, ῥίμφα, μάλα, μέσφα, καὶ ὅσα 2.1,1.152 παρ᾽ ἐνεστῶτας τῶν ῥημάτων ἀποτελεῖται, ἠρεμῶ ἠρέμα, μίγω μίγα, ἀντῶ ἄντα, μινύθω μίνυθα (καὶ μετὰ περισσοῦ τοῦ ν μίνυνθα), ῥέω ῥέα (τὰ γὰρ εὐχερῶς γινόμενα ῥύσει ἔοικε. καὶ σαφὲς ὅτι τὸ ῥέα μὲν γὰρ βριάει (Hes. Op. 5) ὁλόκληρον γέγονε, τὸ δὲ ῥεῖα ἐν πλεονασμῷ ἐστί τοῦ ι)· σιγῶ σῖγα, ἀτρεμῶ ἀτρέμα. — παραιτητέον οὖν τοὺς ἠξιωκότας ὀξύνειν τὸ μίγδ᾽ ἄλλοισι θεοῖσιν (Θ 436), ἐπεὶ τὰ εἰς δα, φασί, λήγοντα ἐπιρρήματα ὀξύνεται, ὡς ἔχει τὸ καναχηδὰ ῥέοντες (Hes. Theog. 367) καὶ τὸ χανδά. — ἔστι γὰρ πρὸς τὸ τοιοῦτον φάναι, ὡς ἰδού τινα εἰς δα λήγοντα καὶ βαρύτονά ἐστιν, ὡς τὸ ληκίνδα, ὀστρακίνδα, ὀνόματα παιδιῶν, καὶ ὡς τὰ ὀξυνόμενα συνυπάρχει τοῖς εἰς δον περατουμένοις, καναχηδόν καναχηδά, αὐτοσχεδόν αὐτοσχεδά, χανδόν χανδά· τῷ μέντοι μίγδα οὐ παράκειται ὁ τοιοῦτος σχηματισμός. ἦν οὖν ἐν πλεονασμῷ τοῦ δ, καθὼς καὶ ἡ ἄχερδος πλεονάζει καὶ ὁ δαίδαλος τῷ δ, παρὰ τὸ δαίω. καὶ ἐν ἐπιρρήματι δὲ τῷ ὑπόδρα δύναται πλεονασμὸς εἶναι τοῦ δ. (εἰ γὰρ μὴ παραδεξαίμεθα ὅτι ἔνδειά ἐστι τοῦ ξ, δύναιτο ἂν παρὰ τὸ ὁρῶ ἀποτελεῖσθαί τι ὅρα καὶ ὑπόδρα μετὰ περισσοῦ τοῦ δ, ὅπερ οὐ πάντως ἐπιζητήσει τὸ φ· καὶ γὰρ ἄλλα ἐστί τινα, ἃ οὐ μετέβαλε κατὰ συναλοιφὴν τὸ π εἰς φ, ὡς ἥλιος ἀπηλιώτης, ὡς τὸ ἐπ᾽ Ἡφαίστοιο θύρῃσιν, ὡς ἐπίστιόν ἐστιν ἑκάστῳ (ζ 265). ἐν τοῖς προκειμένοις εἴρηται ἱκανῶς περὶ τοῦ ὑπόδρα). τούτῳ ἄρα τῷ λόγῳ καὶ τὸ ληκίνδα ἐν βαρεῖ τόνῳ ἐστίν, οὐ συνυπάρχον τῷ εἰς δον λήγοντι ἐπιρρήματι. Βαρύνεται καὶ ὅσα οὐκ ἐν ὁμοφωνίᾳ γίνεται πληθυντικῶν οὐδε- 2.1,1.153 τέρων ὀνομάτων. παρὰ τὸ ταχύς ἐστιν ὄνομα πληθυντικὸν ταχέα, ἀφ᾽ οὗ ἐπίρρημα οὐχ ὁμόφωνον τὸ τάχα· λιγύς λιγέα λίγα· κρατύς κρατέα κράτα καὶ κάρτα· ὠκύς ὠκέα ὦκα. — Διὸ καὶ σημειωτέον παρὰ τὸ θαμύς, ἀφ᾽ οὗ καὶ τὸ θαμέες [καὶ] πληθυντικὸν καὶ τὸ θαμέα, [ὡς] τὸ θαμά, οὐχ ὡς ταχέα τάχα. ὅπερ πάλιν διελέγχεται καὶ ἐκ τοῦ ἅμα, εἴγε δύναται ἐν ἐνδείᾳ εἶναι τοῦ θ· τὸ γὰρ πυκνῶς γινόμενον ὑφ᾽ ἕνα καιρὸν γίνεται. Τρύφων μέντοι τοὐναντίον φησίν, ὡς τὸ θαμά ἐπλεόνασε τῷ θ, τῇ αὐτῇ ἐτυμολογίᾳ ἀρκούμενος. ἐπιστούμεθα δὲ τὸ θαμά ἐντελέστερον διὰ τῆς τοῦ θαμέα ὀνόματος παραθέσεως. Βαρύνεται καὶ ὅσα ἐν ὁμοφωνίᾳ καθέστηκε πληθυντικῶν βαρυτόνων ὀνομάτων· ἡδύτατος, καὶ πληθυντικὸν ἡδύτατα, ἀλλὰ καὶ ἐπιρρηματι- κῶς τὸ ἡδύτατα. ὀρθῶς ἔχει τὸ κάλλιστα, ἔσχατα, ἥδιστα, πρῶτα. Βαρύνεται καὶ ὅσα ἐκ μεταλήψεώς ἐστι τῶν εἰς θεν, ὅπερ ἐστὶ παρ᾽ Αἰολεῦσι καὶ Δωριεῦσι, περὶ ὧν καὶ τῆς μεταλήψεως ἐντελῶς ἐκτεθείμεθα. οὐ γὰρ ἐφικτὴ πᾶσα μετάθεσις τῶν εἰς θεν ληγόντων τοπικῶν εἰς τὸ α. οὐ γὰρ τὸ οὐρανόθεν οὐρανόθα φασίν, οὐδὲ τὸ ἄλλοθεν ἄλλοθα, τὸ δὲ ἔμπροσθεν ἔμπροσθα, ἔνερθεν ἔνερθα, ὄπισθεν ὄπισθα· ὁ δ᾽ ἐξύπισθα κασταθείς (fr. adesp. 67 Bergk3)· πρόσθεν πρόσθα· καὶ παρ᾽ Ἀλκμᾶνι οὕτω δεκτέον τὴν συναλοιφήν, πρόσθ᾽ Ἀπόλλωνος Λυκήω (fr. 73 Bergk3). Σαφές ἐστιν ὅτι καὶ τὸ ἔνθα τῇδε ἔχει, εἴγε τὰ μὴ οὕτως ἔχοντα 2.1,1.154 τῶν εἰς θα [λήγοντα] ὀξύνεται, δηθά οὐ παρακείμενον εἰς θεν λήγοντι, τριχθά [μέντοι] καὶ τετραχθά. — Ἀλλὰ καὶ τὰ τῆς σημασίας ὧδε ἔχει. τὰ παρὰ πρόθεσιν παραγόμενα τῶν εἰς θεν ληγόντων κοινῇ χρῆται σημασίᾳ κατὰ τὴν τοπικὴν ἐκφοράν, εἴγε τὰ μὲν ἄλλα τὴν ἐκ τόπου σχέσιν σημαίνει, λέγω τὸ οἴκοθεν, οὐρανόθεν, ἃ δὲ ἔχει τὰς τρεῖς διαστάσεις. ὡς γὰρ καὶ ἐπ᾽ ὀνομάτων ἔστι κοινότητα γένους παρα- δέξασθαι, οὕτω καὶ ἐπὶ τῶν προκειμένων ἐπιρρημάτων κοινότητα τὴν τόπων ἔστιν ἐπιδέξασθαι· καὶ καθάπερ ἔστιν ἐπινοῆσαι τῇ παραθέσει τῶν ἄρθρων διαστελλόμενα τὰ κοινά, οὕτω καὶ τῇ παραθέσει τῶν προ- θέσεων τὰ προκείμενα διαστέλλεται. φαμὲν γὰρ ἐκ τοῦ ἔμπροσθεν εἰς τὸ ἔμπροσθεν, ἐκ τοῦ ὕπερθεν εἰς τὸ ὕπερθεν, τῶν ἄλλων ἐπιρρημάτων τὸ τοιοῦτον οὐκ ἀναδεχομένων. καὶ δὴ παρὰ τὴν ἔν πρόθεσιν ἦν τι ἐπίρρημα ἔνθεν, ὃ δὴ ὤφειλε τρεῖς ἔχειν διαστάσεις τοπικάς. καὶ ἐπειδὴ ἅπαξ Δωρικώτερον τὸ ἔνθεν εἰς τὸ α μετετίθετο, καὶ ἦν κοινότερον μεταλαμβανόμενον τὸ ἔνθα, ἐμερίζετο μὲν τῇ συν- εκδρομῇ τῶν εἰς θεν ληγόντων τὸ ἔνθεν εἰς τὴν ἐκ τοῦ τόπου σχέσιν, εἶχε δὲ τὰς ὑπολοίπους δύο σημασίας ἐγκειμένας ἐν τῷ ἔνθα. διὰ τοῦτο τὸ ἔνθα καὶ τὸ εἰς τὸν τόπον σημαίνει καὶ ἐν τόπῳ, ἔνθα μὲν Αἴας κεῖται (γ 109), ἔνθα κατεπλέομεν (ι 142). δέδεικται ἄρα ἀναλόγως βαρυνόμενον τὸ ἔνθα. Βαρύνεται καὶ ὅσα ἀντιμεταλαμβάνεται ἑτέροις ἐπιρρήμασι, σχεδὸν ὑπὸ τὸν λόγον τῶν πρωτοτύπων παραλαμβανόμενα. τῷ ἔμπης παρά- κειται τὸ ἔμπα, ἔμπα γε μὴν ἴθι δεῦρο. (ὅτι γὰρ καὶ σύνδεσμός ἐστιν ἐναντιωματικὸς τὸ ἔμπης καὶ ἐπίρρημα, δείκνυται ἐν τῷ περὶ συνδέσμων· ᾧ λόγῳ καὶ ἄλλα συνεμπίπτει ἐν συνδέσμοις καὶ ἐπιρρήμασι. τὸ ὄφρα σύνδεσμος, ἀλλὰ καὶ ἐπίρρημα. οὕτως ἔχει καὶ τὸ ὅπως. καὶ τὸ ἵνα δὲ τοπικὸν ἐπίρρημά ἐστιν, ἵνα τ᾽ ἔτραφεν ἠδ᾽ ἐγένοντο (κ 417), καὶ σύνδεσμος αἰτιολογικός, καὶ ἔτι ἀποτελεστικός). καὶ τῷ μάλα δὲ τὸ 2.1,1.155 μᾶλλον ἀντιπαράκειται. ἴσως δὲ καὶ τὸ ἦκα, τὴν αὐτὴν ἔχον ἀντιμετά- ληψιν, ἐν ὑπερβατῷ ἐστι τοῦ φωνήεντος, ἀναγκαίως τοῦ ν ἀποστάντος, καθότι καὶ ἐπὶ τοῦ πρόσθεν πρόσθα, ἔνερθεν ἔνερθα. Τῇ αὐτῇ ἀκολουθίᾳ σκεπτέον καὶ περὶ τοῦ οὐδαμά. Ὀξύνεται τὰ εἰς α λήγοντα ἐπιρρήματα, ὡς πρόκειται, εἰς θα λήγοντα, οὐκ ἐκ μετα- θέσεως ὄντα τοῦ θεν. ὀξύνεται καὶ τὰ ἐν ὁμοφωνίᾳ οὐδετέρων πλη- θυντικῶν. παρὰ τὸ πυκνός πληθυντικὴ προφορὰ γίνεται οὐδετέρα πυκνά, ᾧ σύνεστι πάλιν ὁμόφωνον ἐπίρρημα τὸ πυκνά. οὕτως ἔχει καὶ τὸ δεξιά καὶ ἀριστερά, σημαίνοντα τὸ δεξιῶς καὶ ἀριστερῶς. τοιοῦτόν ἐστι καὶ τὸ καλά (ὃ δι᾽ ἑνὸς μὲν λ γράφεται κατὰ τὸ κοινὸν ἔθος, παρὰ Δωριεῦσι δὲ δι᾽ ἑτέρου λ, καὶ οὐχ, ὡς ἔνιοι ὑπέλαβον, κατ᾽ Αἰολίδα διάλεκτον· ἐβαρύνετο γὰρ ἄν, πρὸς οἷς οὐδὲ τὸ καλός Αἰολεῖς ἐν διπλασιασμῷ τοῦ λ προφέρονται). — πίστις δὲ τοῦ τὴν συνέμπτωσιν τοῦ τόνου ἐπικρατεῖν τῶν προκειμένων ἐπιρρημάτων τὸ βαρυνθῆναι τὸ πυκνά ἐνδεῆσαν τῷ ν, καθὸ ἐξέκλινε τὴν ὁμοφωνίαν. — Καὶ οὐ δεῖ ἀπορεῖν, διὰ τί παρὰ τὸ σαφῶς τὸ σάφα ἐβαρύνθη, παρὰ δὲ τὸ καλῶς οὐκέτι τὸ καλά· ὃ μὲν γὰρ τῇ ὁμοφωνίᾳ ἐκρατεῖτο τῇ πρὸς τὸ καλός καλά, ὃ δὲ οὐ τῇδε εἶχε. — καὶ τὸ οὐδαμά δέ, παρακείμενον τῷ οὐδαμῶς, ἔχοιτο ἂν τοῦ κατὰ τὸ τέλος ὀξέος τόνου λόγῳ τοιῷδε. οὐκ ἔστιν ὅμοιον τὸ σαφῶς τῷ οὐδαμῶς, ἵνα ὅμοιον τῷ σάφα τὸ οὐδαμά κατὰ τάσιν καθίστηται. παράκειται μὲν γὰρ τὸ σαφῶς τῷ σαφής, οὗ τὸ οὐδέτερον πληθυντικὸν οὐκ ἔχει συνέμπτωσιν ἐν τῷ σάφα· τῷ μέντοι οὐδαμῶς παράκειται τὸ οὐδαμός. πίστις δὲ τὸ τὰ εἰς θεν λήγοντα ἐπιρρήματα καὶ τῷ ο παρεδρευόμενα ἢ ἀπ᾽ εὐθειῶν τῶν εἰς ος λη- γουσῶν παρῆχθαι ἢ γενικῶν τῶν εἰς ος, Λεσβόθεν, οὐρανόθεν, Διόθεν. ἔστιν οὖν καὶ τὸ ἀμόθεν, καὶ ἔτι τὸ οὐδαμόθεν ἀπὸ τοῦ οὐδαμός. 2.1,1.156 ὁμολόγως οὖν τὸ μὲν οὐδαμῶς περισπᾶται. — καὶ ἔτι παρὰ Ἐπίκουρον τὸ ἀμῶς γέ πως, σημαῖνον κατά τινα τρόπον, ἀπὸ ὀξυτόνου τοῦ ἀμός. ἐπεὶ καὶ πόθεν περιεσπᾶτο τὸ ἀμῶς, εἰ μὴ παρέκειτο ὀξεῖα τάσις, καθὸ καὶ τὸ καλῶς τῷ καλός παράκειται; — Τοῖς δὴ τοιούτοις συμ- παράκειται ἐπιρρήματα ὀξυνόμενα, εἰς α λήγοντα, πυκνός πυκνῶς πυκνά, καλός καλῶς καλά. ὑγιὴς ἄρα ἡ τάσις κατὰ τὴν ὀξεῖαν ἐν τῷ οὐδαμά. Ἑξῆς ῥητέον ἐστὶ καὶ περὶ τοῦ ῥᾴ. Ἀλκμάν· τίς καν, τίς ποκα ῥᾲ ἄλλω νόον ἀνδρὸς ἐπίσποι; (fr. 42 Bergk3). ὅπερ ἐν πάθει προφανεῖ ἐστίν· ἡ γὰρ μακρότης τοῦ α ἀλλοτρία τῆς προλελεγμένης καταλήξεως. οὐδὲ γὰρ ἐκεῖνο ἔστι φάναι, ὅτι διὰ μονο- συλλαβίαν ἐξετείνετο τὸ α, εἴγε καὶ ἕτερον ἔστιν ἐπινοῆσαι βραχυκατά- ληκτον μονοσύλλαβον, τὸ ἅ, παρακείμενον τῷ ὥς, ὁμοφωνοῦν τε πληθυντικῇ προφορᾷ τῇ παρὰ τὸ ὅς, ἅ, ὡς πυκνός πυκνά· ὑπὲρ οὗ κατὰ τὸ προκείμενον εἴρηται, ἐν ᾧ διειλήφαμεν καὶ περὶ τοῦ ηὖτε καὶ περὶ τοῦ ἅτε. οὐδὲ μὴν ἐκεῖνο ἔστι παραδέξασθαι, ὡς ὅμοιόν ἐστι τῷ ἰδίᾳ καὶ δημοσίᾳ, καθὸ οὐ συνεμπίπτει ὀνόματι, καθάπερ καὶ τὰ προ- κείμενα. — Ἔστι γε μὴν περὶ τῆς γραφῆς ἐπιστῆσαι, εἰ καὶ σὺν τῷ ι γεγράψεται τὸ ῥά· οὐδὲ γὰρ ἡ τῶν ἀντιγράφων παράδοσις ἐξωμάλιστο, ἀφορμὴ μὲν οὖν ἐγένετο τοῦ δίχα τοῦ ι γράφεσθαι τὸ προκείμενον ἐπίρρημα ἡ τοῦ ῥέα συναλοιφή, τοῦ ε καὶ α εἰς μακρὸν α συνῃρημένων. ἣν οὐ παραδεξαίμεθα, κατὰ πρῶτον μὲν λόγον, καθότι οὐ περισπᾶται, καὶ καθὼς εἴπομεν, ὅτι καὶ πρόσθεσίς ἐστι τοῦ ι· κατὰ δὲ δεύτερον διαπορήσειέ τις, ποίῳ λόγῳ Αἰολεῖς τὸ β προσέθηκαν. μήποτε οὖν 2.1,1.157 γραπτέον σὺν τῷ ι, τῆς καταστάσεως οὕτως ἐχούσης· ὃν τρόπον τῷ ὄπισθεν τὸ ὀπισθίδιος παράκειται, ἔμπροσθεν ἐμπροσθίδιος, μαψίδιος, ἀΐδιος, οὕτως παρὰ τὸ ῥέα ἦν τι ῥεΐδιος, ὃ παρὰ τοῖς Ἴωσιν ἐγένετο ῥηΐδιος, ἀφ᾽ οὗ καὶ ἐπίρρημα ῥηιδίως ὡς μαψιδίως. ἀφ᾽ οὗ ἔπιπτεν, ἐκ μεταθέσεως τοῦ η εἰς τὸ α, ῥαΐδιος καὶ ῥαϊδίως, ἀφ᾽ οὗ κατὰ συναίρεσιν τὸ ῥᾳδίως, καθὰ καὶ ἐν ὀνόμασι τὸ ῥαΐδιος καὶ ῥᾴδιος καὶ ῥάϊος καὶ ῥᾷος, καὶ Λάϊος καὶ Λᾷος. καὶ ὃν τρόπον ἦν τι πάλιν ὄνομα τὸ λήϊος, ἀφ᾽ οὗ λάϊος καὶ λάϊον καὶ λάϊα καὶ ἐν συναιρέσει πάλιν τοῦ α λᾷα, τίς μοι τὰ λᾷα ἐκτίλλει, Σώφρων (fr. 85 Ahrens), καὶ σὺν τῷ ι γράφεται, τὸν αὐτὸν δὴ τρόπον καὶ τὸ προκείμενον σχῆμα ἦν τὸ αὐτὸ πάθος ἀναδεδεγμένον, ἀφ᾽ οὗ τὸ κατὰ ἀποκοπὴν ῥᾴ ἐγένετο, καθὸ καὶ τὸ βριθέως μὲν ἐντελές, παρακείμενον τῷ βριθύς, καὶ ἐν ἀπο- κοπῇ βρῖ. (ὅτι γὰρ καὶ δύο συλλαβῶν ἀποκοπαὶ γίνονται, ἐν τῷ περὶ παθῶν ἐδείχθη. τό τε γὰρ πρόπαρ οὕτως ἔχει, καὶ τὸ μάκαρ, πηδά, καὶ τὸ ὑμέν παρὰ Καλλιμάχῳ (fr. 461 Schneider).) — Καὶ τούτῳ γε τῷ λόγῳ καὶ τὰ τοῦ τόνου εὐκατάστατα γίνεται, καὶ ἔτι τὰ τῆς γραφῆς, καὶ ἔτι τὸ ἠπορημένον πρὸς τῶν Αἰολέων. μὴ γὰρ ἄλλοτε Αἰολεῖς προστίθενται τὸ β τῷ ρ, εἰ μὴ τὸ δ ἐπιφέροιτο κατὰ τὴν ἑξῆς συλλαβήν, ἢ τὸ συγγενὲς ζ, ἢ τὸ συμπαθέστερον τ· ἅπαξ γὰρ τοῦ κ ἐπιφερομένου ἡ πρόσθεσις ἐγίνετο. διὰ τοῦτο βρόδον φασὶ καὶ βρίζα καὶ βρυτῆρες, οὐ μὴν τὸ ῥέω ἔτι βρέω φασίν, οὐδὲ ἄλλο τι τῶν τοιούτων. πρόδηλον οὖν ὡς ὁμόλογος ἥ τε ἀποκοπή (οὐ γὰρ ἡ πρόσθεσις παρείπετο, εἰ μὴ δυνάμει ἐπεφέρετο τὸ δ, εἴγε καὶ ἀποκοπαὶ ὑπομνήσεις ἔχουσι τῶν ἀποκεκομμένων συλλαβῶν), οὐδέν τε ἐμπόδιον ἐπιγινομένου τοῦ βρᾳδίως τὴν ἀποκοπὴν γενέσθαι δεύτερον. Διὰ τῶν προκατειλημμένων λόγων καταλάβοιτο ἄν τις, ὅτι οὐδὲ τὸ α, σημαῖνον εὐχὴν ἐν τῷ ἆ πάντα συναγείρας (Callim. fr. 323 Schneider) οὐκ ἔστιν ὁλόκληρον. ὡς γὰρ ἔφαμεν, οὐκ ἔστιν ἐν μακρῷ τῷ α τὰ εἰς α λήγοντα ἐπιρρήματα. ἰδοὺ γὰρ καὶ τὸ ἅ 2.1,1.158 παρὰ τὸ ὅς ἐν μονοσυλλαβίᾳ ἐφύλαξε τὴν βραχύτητα, λεγόμενον ὁτὲ μὲν μετὰ συνδέσμου, ἅτε παρθένος (Χ 127), ὁτὲ δὲ μετὰ προθέσεως, καθά, καθάπερ, καθότι καὶ τὸ ἰσοδυναμοῦν, ὥστε λέων ἐχάρη (Γ 23), καθώς. — ἔστιν οὖν ἐν ἀποκοπῇ τοῦ βάλε (ὅτι δὲ καὶ δύο συλλαβῶν ἀποκοπὴ γίνεται, ἐντελῶς ἐν τῷ περὶ παθῶν παρεστήσαμεν). ἐντεῦθεν γὰρ ἂν καὶ τεκμήραιτό τις, ὡς οὐδ᾽ ἐντελές ἐστι τὸ βάλε, βάλε δή, βάλε κηρύλος εἴην (Alcm. fr. 26 Bergk3), [καθώς τινες ᾠήθησαν] ὅπερ οὐκ ἐπλεόνασεν ἐν τῷ ἄβαλε, καθώς τινες ᾠήθησαν, καθὸ οὐδέποτε πλεονασμὸς λέξεως λείπεται εἰς τὸ δη- λούμενον τῆς λέξεως. οὐδὲ γὰρ τὸ ἀσταφίς εἰς τὸ α ποτὲ μεταληφθὲν σημαίνει τὸ αὐτό, οὐδὲ τὸ ἔειπε τῷ ε. τὰ μέντοι ἐντελῆ ὄντα, καὶ ἀποκοπτόμενα καὶ ἀφαιρούμενα, φυλάσσει τὸ δηλούμενον· τῶν γὰρ φωνῶν τὰ πάθη, καὶ οὐ τῶν σημαινομένων. ἀποκοπὲν τὸ δῶ σημαίνει τὸ δῶμα· ἀφαιρεθὲν τὸ ἐθέλω τοῦ ε τὸ αὐτὸ σημαίνει, τὸ θέλω, καὶ ἔτι προσαφαιρεθὲν ἐν τῷ λῶ. — ὁ λόγος καθολικός, χωρὶς εἰ μὴ ὑπ᾽ ἀμφιβολίαν πέσοι τι, ἧς καὶ τὰ λοιπὰ τῶν λέξεων ἀπολύεται διὰ τῶν συμφερομένων. — τὸ ἄρα ἆ ἀπεκόπη διὰ τὸ ἐν αὐτῷ δηλούμενον, καὶ τὸ βάλε ἀφαίρεσις διὰ τὸ ἐν λεκτῷ καταλιμπάνεσθαι τὸ α. Τὰ εἰς αν λήγοντα ἐπιρρήματα ἐν μακρῷ ἐστὶ τῷ α, τάσει δὲ βαρείᾳ, ὡς ἔχει τὸ λίαν, ἄγαν, πέραν. — δεδείξεται γὰρ τὸ ὅταν, ὅτι δύο μέρη λόγου ἐστίν, ἔκ τε τοῦ ὅτε ἐπιρρήματος καὶ τοῦ ἄν συν- δέσμου, ἐν ᾧ δεδείξεται, ὅτι καὶ ἀνταποδοτικῷ χρῆται ὁ ποιητὴς τῷ τόταν, καὶ πότε περισσῶς ἔγκειται ὁ ἄν σύνδεσμος, λέγω ἐν παρα- πληρωματικῷ, καὶ πότε οὔ. — Ἀλλ᾽ οὐδὲ τὸ πάμπαν ἄλογον ἂν εἴη διὰ τὴν συστολὴν τοῦ α· ἅπαντα γὰρ τὰ ἐξ ὀνομάτων μεταλαμβανόμενα 2.1,1.159 εἰς ἐπιρρηματικὴν σύνταξιν, τὴν φωνὴν τοῦ ὀνόματος φυλάσσει, ὡς ἔχει τὸ εὐρύ, τὸ ἀτρεκές, τὸ πυκνά, τὸ καλά, τὸ ἰδίᾳ, τὸ δημοσίᾳ, ἄλλα πάμπολλα. ᾧ λόγῳ οὐδὲ τὸ πάμπαν [πρόπαν] ὠλιγώρηται κατὰ τὸ πρόπαν ἢ σύμπαν· πάλιν γὰρ ἀπὸ ὀνοματικῆς συντάξεως εἰς ἐπιρρη- ματικὴν ἐχώρησεν. ἔστι τὸ πᾶν, ὅπερ μονοσύλλαβον μὲν ὂν ἐν ἐκτάσει τοῦ α ἐστίν, ὑπὲρ μίαν δὲ συλλαβὴν καθεστηκός, εἴτε καὶ κατὰ σύνθεσιν εἴτε καὶ κατ᾽ ἐντέλειαν τοῦ ἐλλείποντος α, ἐν συστολῇ, σύμπαν, πρόπαν, ἅπαν· ὅπερ ἀνεδέδεκτο καὶ τὸ ἐπίρρημα ἐν τῷ πάμπαν. Ὁ αὐτὸς λόγος παρακουλουθήσει, ὡς ἕνεκά γε τοῦ τόνου, οὐ καὶ ἐπὶ τοῦ ὠτᾶν, τὴν μὲν μακρότητα τοῦ α φυλάξαν, οὐ μὴν τὴν τάσιν. καὶ κατ᾽ ἄλλον δὲ λόγον ἐπιστάσεως ἔτυχε, καθὸ διτονεῖ. — Γεγε- νῆσθαι δὲ οἱ μὲν παρ᾽ ἑταιρικὴν ἐκφώνησιν, ὡς Δίδυμος (p. 403 Schmidt) ἔφη, καὶ παραλαμβάνει αὐτὸ παρὰ τὸ ἔτης μετὰ μορίου τοῦ ὦ κλητικοῦ. — Πρὸς ὅν φησι Τρύφων (p. 49 Velsen), ὡς τὰ τῆς οὐ κατασταίη· βραχὺ γὰρ καὶ βαρὺ τὸ α ἀπαιτεῖ, ὥσπερ καὶ τῷ δώτης τὸ δῶτα παράκειται, θύτης θῦτα. αὐτός γε μήν φησιν, ὡς τὸ ὦ μόριον ἐπεκταθὲν διὰ τοῦ τα ἐποιεῖτο καὶ κλητικὸν ἐπίφθεγμα, καθότι καὶ τῷ δή τὸ δῆτα παρέκειτο· καὶ διὰ τὴν ἀντέμφασιν τὴν πρὸς τὰ ὦτα τὸ ν προσεληλύθει. — Δῆλον δὲ ὅτι οὐδὲ αὐτὸς κατέστησεν οὔτε περὶ χρόνου οὔτε περὶ τόνου. οὐ γὰρ περὶ συστελλομένου τοῦ ὦταν ἡ ζήτησις, περὶ δὲ τοῦ ἐκτείνοντος τὸ α καὶ περὶ τοῦ διτονοῦντος. πῶς δὲ οὐ γέλοιον αἰτεῖσθαι διὰ τὰς συνεμπτώσεις προσθέσεις συμφώνων ἢ ἀφαιρέσεις, ὅτε σχεδὸν πᾶσα λέξις ὑπ᾽ ἀμφίβολον πίπτει, καὶ οὐ πάντως διὰ τὰς συνούσας ἀμφιβολίας δεῖ προσνέμειν η ἀφαιρεῖν σύμφωνα ἢ φωνήεντα. οὐδὲ γὰρ αἰτησάμε- νος τὸ μὴ διδόμενον κατέστησε τὸ ἐπίρρημα. — Ἔνιοι μὲν οὖν ἀξιοῦσι τὸ ὠτᾶν Δωρικώτερον εἶναι γενικῆς πληθυντικῆς, νοουμένης ἐπὶ τῶν συνήθων, ὡς εἴ τις εἴποι ὦ τῶν ἑταίρων, ὦ τῶν φίλων, λειπούσης 2.1,1.160 τῆς φράσεως. — ἀλλ᾽ οὐδὲ τὸ τοιοῦτον εὐπαράδεκτον· οὐ γὰρ πιθανὸν ἐκ λειπούσης φράσεως λέξιν καθίστασθαι. — ἐπείτοι δόξει τῶν προ- κατειλημμένων ὑγιεστέρα ἥδε ἡ κατάστασις εἶναι. ἔστιν οὖν παρώνυμα εἰς αν λήγοντα, ἔσθ᾽ ὅτε καὶ κατὰ τοῦ αὐτοῦ σημαινομένου παρα- λαμβανόμενα, καθότι ἔστιν ἐπινοῆσαι καὶ κατὰ πλεῖστα τῶν παρωνύμων, ὡς ἐργάτης ἐργατίνης, ἄπειρος ἀπείρων, ἀνάγκη ἀναγκαία, ἀμαξαία. ἔστιν οὖν τι μέγιστος, καὶ παρὰ τοῦτο τὸ μεγιστᾶν, ξυνός τε καὶ ξυνᾶν. ἔφαμεν δὲ ἐν ἑτέροις, ὅτι καὶ παρὰ τὸ νέος νεᾶν τι ἦν, ἀφ᾽ οὗ τὸ νεανίσκος καὶ νεανίας. καὶ παρὰ τὸ ἔτης οὖν γενήσεταί τι ἐτᾶν, οὗ τὸ κλητικὸν ὁμόφωνον. καὶ ὡς ἀπὸ κλητικῆς πολλάκις ἐπιρρηματικαὶ συν- τάξεις γίνονται, ὡς Δάματερ, Ἥρακλες, τάλαν, οὕτως καὶ τὸ ὦ ἐτᾶν ...αιον παραπεμπομένων ἡμῶν καὶ τὸν ὀξὺν τόνον ἀντὶ περισπω- μένου μεταλαβεῖν. Καὶ τὰ παρ᾽ Αἰολεῦσι δὲ ἐκ τῶν εἰς δην ληγόντων μετατιθέντα τὸ η εἰς τὸ α πάλιν ἐστὶ βαρύτονα, ὡς ἔχει τὸ κλέβδαν καὶ σύδαν. καὶ ἐπεὶ τὸ δήν ὀξύτονον ἦν διὰ μονοσυλλαβίαν, καὶ τὸ Δωρικὸν ὀξύτονον, τὸ δάν. καὶ ἐπεὶ οἱ πλεονασμοὶ τὸν αὐτὸν τόνον τηροῦσι, σαφὲς ὅτι καὶ τὸ δοάν πλεονάσαν τῷ ο οὐκ ἀντέκειτο. Τὰ εἰς ας λήγοντα ὀξύνονται (ἰδιαίτερον μὲν παρὰ τὸν ἄνδρα παραχθὲν τὸ ἀνδρακάς). οὕτως ἔχει καὶ τὸ ἐντυπάς, ἑκάς, ἀνεκάς (ὅπερ Ἀττικοὶ οὐ δεόντως ἀναβιβάζουσιν, ὡς καὶ ἐν ἑτέροις ἐπιρρήμασι, χάριέν φασι καὶ ἄληθες, καθὼς δείκνυμεν καὶ ἐπὶ τοῦ σφόδρα). — ση- μειωτέον οὖν τὸ πέλας. τὸ γὰρ ἀτρέμας, ὄφρ᾽ εὕδῃσι μένος (Ε 524). δύναται ἐκ καταλήξεως τῆς εἰς α προσειληφέναι τὸ ς. ὡς γὰρ τῷ ἠρεμῶ τὸ ἠρέμα παράκειται, τῷ σιγῶ τὸ σῖγα, ἀντῶ ἄντα, οὕτως 2.1,1.161 ἀτρεμῶ ἀτρέμα καὶ ἀτρέμας, καθ᾽ ὃν λόγον ἔστι πολλάκις καὶ [ἐν] ἔνδεια τοῦ ς ἐν ἐπιρρήμασιν, εἴγε ἀδιάφορον καὶ τὸ πολλάκις καὶ πολ- λάκι, τουτάκις τουτάκι. Τὰ εἰς ι λήγοντα ἐπιρρήματα, παραγωγὰ ὄντα, ὀξύνεται. Καὶ ἀπὸ ὀνομάτων μὲν παραγόμενα, ταῖς τούτων γενικαῖς ἰσοσυλλαβεῖ, καὶ ἔστιν ἐν ἐκτάσει τοῦ ι. παρὰ τὴν ἀθεώρητος καὶ τὴν ἀθεωρήτου τὸ ἀθεωρητί, ἀκονιτί, ἀμογητί, ἀκλαυτί, πανθοινί. καὶ σαφὲς ὅτι τὸ ἐν ἐκτάσει τοῦ ι ἀμηνυτί ἀναλογώτερον. ὅτι γὰρ τὰ τοιαῦτα διὰ τοῦ ι, σαφὲς μὲν καὶ ἐκ τῶν διαλέκτων, σαφὲς δὲ καὶ ἐκ τῆς παραδόσεως καὶ ἔτι τῆς παρεπομένης ἔσθ᾽ ὅτε συστολῆς, ὅπερ ἴδιον τῶν διχρόνων· τὸ γοῦν Ἀρχιλόχειον συνεστάλη, ἀμισθὶ γάρ σε πάμπαν οὐ διάξομεν (fr. 41 Bergk3). Πάνυ γέλοιόν ἐστι τὸ τὴν αὐτὴν σημασίαν ἀπαιτεῖν ἔν τε τοῖς ἐπιρρήμασι καὶ τοῖς ὀνόμασιν· εἰ γὰρ ἀθεώρητον τὸ οὐ τεθεωρημένον, πῶς τὸ ἀθεωρητί σημαίνει τὸ μὴ θεωρῆσαι; καὶ πῶς, εἰ ἄκλαυτον τὸ μὴ κεκλαυσμένον, πῶς τὸ ἀκλαυτί τὸ μὴ κλαῦσαι σημαίνει; ἔστι γὰρ καὶ ἐν ἄλλοις μέρεσι λόγου πάμπολλα, οἷς ἡ τοιαύτη διαφορά. ἀπὸ παρα- κειμένων παθητικῶν ἐνεργητικὰ ὀνόματα γίνεται· παρὰ γὰρ τὸ ἔψαλται τὸ ψάλτης, λέλυται λύτης, κεκάθαρται καθαρτής. παρὰ τὴν ἔξ πρό- θεσιν, σημαίνουσαν τὸ ἐκ τόπου, τὸ ἔξω ἐπίρρημα καὶ τὸ ἐν τόπῳ καὶ εἰς τόπον δηλοῖ. παρὰ τὴν πρός πρόθεσιν, πλησιασμὸν σημαίνουσαν (προσελθεῖν γάρ φαμεν τὸ ἔγγιον ἐλθεῖν) πρόσω ἐστὶν ἐπίρρημα, οὐ σημαῖνον τὴν πλησιότητα. παρ᾽ ἐνεργητικὸν τὸ τέμνω παθητικὸν γίνε- ται τὸ τόμος, ἐν βαρείᾳ τάσει· οὐ γὰρ πιθανόν ἐστι παρὰ τὸ τέμνομαι, ἐπεὶ οὐκ ἀναλογεῖ ἡ φωνή. ἔστι πάμπολλα εἰς τὸ τοιοῦτον ἐπιδεῖξαι. Τὰ μέντοι διὰ τοῦ στι ἐκφερόμενα ἄμεινον ἡγητέον ἀπὸ ῥημάτων παρῆχθαι, εἰ καὶ συνυπάρχει τὰ ῥήματα, καὶ ταῦτα πάντα εἰς ζω περατούμενα. καὶ καθὼς ἀπὸ μιᾶς συζυγίας τῶν ῥημάτων μία σχεδὸν καὶ ἡ συζυγία τῶν ἐπιρρημάτων. εὔλογόν τε καὶ τὸ διηλλαγμένον τοῦ 2.1,1.162 ἐπιρρήματος συνδιηλλάχθαι τῷ πρωτοτύπῳ. οὐ γὰρ πιθανὸν παρὰ τὸ Ἕλλην τὸ ἑλληνιστί, μᾶλλον δὲ παρὰ τὸ ἑλληνίζω· παρὰ γοῦν τὸ Θρᾷξ πάλιν, διάφορον κατὰ τὴν κατάληξιν ὄν, οὐκ ἂν τὸ αὐτὸ παρακολου- θήσειε, θρᾳκιστί, παρὰ δὲ τὸ θρᾳκίζω, τῆς αὐτῆς πάλιν ἐχόμενον συζυ- γίας. οὕτως ἔχει παρὰ τὸ δωρίζω δωριστί καὶ αἰολιστί, βαρβαριστί, μηδιστί, συριστί, σκυθιστί. καὶ ἐπεὶ ἅπαξ τὸ ἰάζω συνεκόπη ἐκ τοῦ ἰωνίζω, ἦν καὶ τὸ συνὸν ἐπίρρημα συμμετειληφὸς τοῦ πάθους, ἰαστί. καὶ σαφὲς ὅτι πάλιν τὸ ἰωνιστί τῷ ἰωνίζω παρέκειτο. — Τούτοις δὴ ἐπιστήσας ὁ Τρύφων ἐζήτει περὶ τοῦ μεγαλωστί, ἱερωστί παρὰ Ἀνα- κρέοντι, καὶ ἔτι τοῦ παρὰ Ἀθηναίοις νεωστί, ὅπερ οὐκ ἀπιθάνως τῇ παρὰ Ἀθηναίοις συνήθει ἐπεκτάσει ἐξέτεινε τὸ ι, ἔδει γάρ, φησι, παρὰ τὸ μεγαλίζω μεγαλιστί, νεανίζω νεανιστί· καὶ δῆλον ὅτι καὶ τὸ ἱρωστί παρά τι τῶν εἰς ζω ληγόντων ῥημάτων. — Πρὸς ὃν ἔστι φάναι, ὅτι πολλάκις καὶ ἐκ διαφόρων μερῶν λόγου αἱ αὐταὶ παρα- γωγαὶ γίνονται. παρὰ ῥῆμα τὸ αἰτῶ γίνεται τὸ αἰτίζω, καὶ παρ᾽ ὄνομα τὸ βάρβαρος τὸ βαρβαρίζω· ἔστι δὲ ὅτε καὶ παρ᾽ ἐπιρρήματα, ὡς αἰαί αἰάζω. — οὐδὲν οὖν κωλύει καὶ τὰ προκατειλημμένα τὰ μὲν παρὰ ῥῆμα εἶναι, τὰ δὲ ὡς ἠλογημένα ἀπὸ ἐπιρρημάτων παρῆχθαι τῶν εἰς ως περατουμένων, ὥστε ἐν προσθέσει τοῦ τι ἀποτελεῖσθαι, μεγάλως μεγαλωστί, νέως νεωστί, ἱερῶς ἱερωστί. Ἐδείξαμεν ἐν τοῖς περὶ τοῦ ἀέκητι, ὡς τὰ μὴ ὑποπίπτοντα ὑπὸ τόνδε τὸν λόγον πίπτει ὑπὸ βαρεῖαν τάσιν, αὖθι, ἶφι. διὰ τοῦτο εὐμαρῶς τὰ τοιαῦτα καὶ τὸ ς ἀποβάλλει, πολλάκις, τετράκις. τὸ δὲ δίς καὶ τὸ τρίς οὐκέτι ἀποβάλλει διὰ τὸ εἰς ὀξεῖαν προάγεσθαι. ἕνεκα τούτου μοι δοκεῖ καὶ τὸ χωρίς, ἀποβαλὸν τὸ ς οὐ δεόντως, ἀνα- λόγως βεβαρύνθαι ἐν τῷ χῶρι διατμήγουσιν (Callim. fr. 48 Schneider)· ἀναλογώτερά τε τὰ τοιαῦτα εἴη ἐν βαρείᾳ τάσει, ᾗχι, ναίχι, τοῦ οὐχί ὀξυνθέντος οὐχὶ μεθίει (Ο 716)· τούτῳ γὰρ τῷ λόγῳ καί τινες ἀνέγνωσαν τὸ 2.1,1.163 πρῶι δ᾽ ὑπηοῖοι (Θ 530) ἐν βαρείᾳ τάσει. ἀνάλογος γὰρ καὶ ἡ παρ᾽ Αἰολεῦσι βαρεῖα τάσις, λέγω δὲ τοῦ ὄψι γὰρ ἄρξατο (lyr. gr. fr. adesp. 55 Bergk3), ἀφ᾽ οὗ τὸ ὀψιμαθής· οὐ γὰρ ὑγιὴς ἡ τοῦ ὀψέ τάσις, ὡς δεδείξεται ἐν τῷ περὶ τῶν εἰς ε ληγόντων ἐπιρρημάτων. Βαρύνεται καὶ ὅσα συνυπάρχει τοῖς εἰς θεν λήγουσιν ἐπιρρήμασιν, οἴκοθεν οἴκοθι, οὐρανόθεν οὐρανόθι, αὐτόθεν αὐτόθι, πόθεν πόθι, ἀγχόθεν ἀγχόθι. ἅπερ φυλάσσει τὸ θ, συνόντος τοῦ ο κατὰ τὴν παρεδρεύουσαν ἢ τοῦ σύνεγγυς ω, ὡς ἑτέρωθι, ἑκατέρωθι. τὰ γὰρ μὴ τῇδε ἔχοντα πάλιν μὲν βαρύνεται, ἀντί γε μὴν τοῦ θ τὸ ς παραλαμβά- νεται, Ἀθήνηθεν Ἀθήνῃσιν, Θήβηθεν Θήβῃσιν, Πιτάνηθεν Πιτάνῃσιν. — Διὸ καὶ σημειώσαιτο ἄν τις τὸ κεῖθι. ἀλλ᾽ ἦν γε ὑπὲρ τούτου φάναι, ὡς τὰ πεπονθότα οὐ τῷ ἐγγινομένῳ πάθει τὸ ἀκόλουθον ἀποτελεῖ, τῇ δὲ τοῦ ὁλοκλήρου προφορᾷ, ὡς ἐπ᾽ ὀνομάτων τὰ συνῃρημένα κατὰ τὰς εὐθείας οὐ τῷ συνῃρημένῳ κατὰ τὰς κλίσεις ἀκολουθεῖ, τῷ δὲ ὁλο- κληροτέρῳ (ὡς ἐν διαλέκτοις τὸ χαρίης καὶ τὰ τοιαῦτα οὐ τῇ λέξει τῶν εἰς ης ληγόντων ἠκολούθησεν, τῇ δὲ πρωτοτύπῳ προφορᾷ)· ὡς ἐν πρωτοτύποις πλεονασμοῖς, ἡνίκα τὸ β σύνεστι τῷ ρ παρ᾽ Αἰολεῦσι συνεχέστερον ἐπιφερομένου τοῦ δ ἢ τοῦ τ καὶ ἔτι τοῦ κ, καὶ ἕνεκα τούτου τὸ ῥᾴ τὸ β προσελάμβανεν, οὐ τῷ πάθει ἀρκούμενον τοῦ σχή- ματος, τῷ δὲ ἐντελεῖ ῥαδίως. τὸ τοιοῦτον ἐπ᾽ ἄλλων ἀπείρων ἔστι παραστῆσαι. καὶ δὴ καὶ τὸ κεῖθι οὐκ ἔχει φύσει τὴν παρεδρεύουσαν διὰ τοῦ ει, διὰ δὲ τοῦ νο. ὡς γὰρ παρὰ τὴν τούτου τουτόθεν τι γίνεται καὶ παρὰ τὴν αὐτοῦ αὐτόθεν, οὕτως καὶ παρὰ τὴν ἐκείνου ἐκεινόθεν. ἔφαμεν δὲ τὸ ο αἴτιον γίνεσθαι τῆς μονῆς τοῦ θ, καὶ εἰ οὐκ ἐπικρατεῖ τὰ πάθη, ἀναγκαία ἡ μονὴ τοῦ θ. Ὁμοίως καὶ τὰ διὰ τοῦ φι παραγόμενα βαρείας ἔχεται τάσεως, λέγω περὶ τοῦ ἧφι βίηφι, οὐρανόφι, ἅπερ ἔσθ᾽ ὅτε καὶ σὺν τῷ ν λέγεται, πασσαλόφιν, ἀριστερόφιν, δεξιόφιν ... ἔτι καὶ ἄλλα πλεῖστα 2.1,1.164 μόρια τοιαῦτά ἐστιν, αἱ Αἰολικαὶ ἀντωνυμίαι, ἄμμι ἄμμιν, τὰ τρίτα πρόσωπα, ἔχουσι ἔχουσιν, λέγουσι λέγουσιν, αἱ δοτικαὶ πληθυντικαί, παισί καὶ παισίν. Τὰ δὴ προκείμενα παρὰ πᾶσιν ὑπείληπται ὡς ἐπιρρήματα εἴη, ὧν ἐστὶ καὶ Τρύφων (p. 51 Velsen). — διὸ καὶ αὐτοί φαμεν, ὡς ἕνεκα τῆς παρα- γωγῆς εἶναι τὴν βαρεῖαν· ὡς ἕνεκα δὲ τῆς ἀκριβοῦς παραδόσεως, μήποτε παραγωγαί εἰσι κατὰ τοῦ αὐτοῦ δὴ δηλουμένου παραλαμβανόμεναι. — Φησὶν οὖν ὁ Τρύφων τὸ τηνικαῦτα αὐτὰ παράγεσθαι εἰς τὴν ταυτότητα, ἐπὰν ἡ φωνὴ ἡ τοῦ πρωτοτύπου ὁλόκληρος καθεστήκῃ, ὡς ἐν τῷ ἧφι βίηφι· εἰ δὲ μὴ τῇδε ἔχει, τὸ τηνικαῦτα ἐπιρρηματικῆς ἔχεσθαι συν- τάξεως τὰ μόρια, ὡς ἐπὶ τοῦ χαλκόφι χαλκός. ἰδοὺ γάρ, φησιν, αἱ παραχθεῖσαι γενικαὶ ἔχουσι τὸν ἀριθμὸν εὐδιάκριτον, ἡ καλοῖο, ἡ Ἀτρείδαο· τὸ δέ φησι κατ᾽ ὄρεσφι τί μᾶλλον κατ᾽ ὄρους ἢ κατ᾽ ὀρῶν; ἴδιον δὲ τὸ μὴ διακρίνειν ἀριθμὸν ἐν συντάξει ἐπιρρήματος. κατὰ δὴ ταύτην τὴν ἔννοιαν ἀπεφαίνετο τὰ τοιαῦτα ἐπιρρήματα εἶναι. — Ἔστι μέντοι, ἀναλαβόντα τὸν λόγον, ἐκεῖνο φάναι, ὡς πρῶτον παρὰ Σικυωνίοις ἐν γενικῇ ἑνικῇ ἀπειράκις παραλαμβάνεται· καὶ ὡς τὸ ἀπὸ χαλκόφι τὴν ἀπὸ χαλκοῦ γενικὴν σημαίνει, οὐχὶ χαλκῶν, οὕτω καὶ τὸ κατ᾽ ὄρεσφιν οὐκ ἄλλο τι σημαίνει ἢ τὴν κατ᾽ ὄρους. — πρός τε τὸν ἀπὸ τῆς φωνῆς λόγον, ὡς πάνυ ἐστὶ βίαιον τὸ διὰ τῆς μονῆς τῆς τῶν πρωτοτύπων φωνῶν παραδέξασθαι τὴν ταυτότητα τοῦ πρωτοτύπου, διὰ δὲ τῆς ἐλλείψεως παραδέξασθαι ἐπιρρηματικὴν παραγωγήν. καὶ γὰρ κατὰ τὸ ἐναντίον φωναὶ μένουσαι ἐν συντάξει ἐπιρρήματα γίνονται, ὡς τὰ ὀνοματικὰ ἅπαντα οὐδεμιᾶς παραφθορᾶς γινομένης ἐν ταῖς φωναῖς (τὰ δὲ ὑποδείγματα πρόκειται, ἄπειρα ὄντα)· καὶ αἱ φωναὶ παραχθεῖσαι καὶ παραφθαρεῖσαι τὰ τέλη μένουσιν ἐν ταῖς ἐννοίαις τῶν πρωτοτύπων. οὐ γὰρ ἐπεὶ τὸ χαλκόφιν ἀπέβαλε τὸ υ κατὰ τὴν παραγωγήν, παρὰ τοῦτο οὐ γενική, ἐπεὶ οὐδὲ τὸ ἐμεῦ, ἀποβαλὸν τὸ υ ἐν τῷ ἐμέθεν, οὐκ ἀντωνυμία. — οὐκ ἄρα πάντως παρὰ τὰς ἀποβολὰς τῶν στοιχείων ὁ μερισμός, παρὰ δὲ τὰς γινομένας συντάξεις, ὥς γε καὶ ἐντελῶς παραστήσομεν περὶ τῶν εἰς θεν ληγόντων ἐπιρρημάτων, τίνα τε ὄντως ἐστὶν ἐπιρρήματα, καὶ τίνα αὐτὸ μόνον παραγωγῇ κέχρηται τῇ διὰ τοῦ θεν, φυλάσσει δὲ τὴν τῶν πρωτοτύπων ἔννοιαν. — Ἔτι ἡ γινομένη παραγωγὴ ἐν ἐπιρρήμασι κατὰ μιᾶς ἐστὶ συντάξεως, ὡς ἡ διὰ τοῦ θι ἐν συντάξει ἐστὶ τῇ κατὰ δοτικήν, οἴκοθι ἐν οἴκῳ, Ἀβυδόθι ἐν Ἀβύδῳ, 2.1,1.165 ἥ τε διὰ τοῦ δε ἐν συντάξει τῇ κατ᾽ αἰτιατικήν, οἴκαδε εἰς οἶκον, ἄγραδε εἰς ἀγρόν, καὶ ἐπὶ τῶν ἄλλων ὁ αὐτὸς λόγος· ἡ δὲ προκειμένη παραγωγὴ οὐκ ἔχει τῇδε, ὡς οὐκ ἂν ἐπιρρηματικὴ γινομένη. καὶ γὰρ κατὰ γενικήν ἐστιν, ὡς τὸ χαλκόφιν καὶ πασσαλόφιν, καὶ ἐν δοτικῇ, ὡς φρήτρηφι, καὶ ἐν αἰτιατικῇ, δεξιόφιν, ἀριστερόφιν. καὶ κατὰ τοῦτο ἄρα τὰ προκείμενα μόρια οὐκ ἔχεται ἐπιρρηματικῆς παραγωγῆς. ἔστι δὲ καὶ παρὰ Ἀλκμᾶνι (fr. 59 Bergk3) καὶ κατὰ κλητικῆς τὸ οὐρανία οὐρανίαφιν, τῶν τοιούτων πλεονασμῶν οὐ κρατούντων τὰς πτώσεις. καὶ γὰρ τὸ τοιόσδε καὶ τὸ τοιοῦδε καὶ τοιῷδε, παραγωγῆς ἐχόμενα τῆς διὰ τοῦ δε, ὡς εἰ πάλιν ἦν ἐπιρρηματικὴ παραγωγή, κατὰ μίαν πτῶσιν ἦν. — Προαλὲς δὲ καὶ τὸ λαβεῖν ὅτι ἐν τῷ ἧφι βίηφιν ὁλόκληρος ἡ παραγωγή. εἰ γὰρ αὖ ἡ παραγωγὴ στοιχείου γίνεται ἀφαιρετική, ὡς ἐπὶ γενικῆς τοῦ υ, ἐκ πασσαλόφι καὶ χαλκόφιν, ὡς ἐπ᾽ αἰτιατικῆς τοῦ ν, δεξιόν δεξιόφιν, ἀριστερόν ἀριστερόφιν, δοθήσεται ὅτι καὶ κατὰ τὸν λόγον τῆς δοτικῆς ὑφιᾶσι τὸ ι, καὶ τὰ τῆς ὀρθογραφίας οὕτως κατα- στήσεται δίχα τοῦ ι γραφόμενα. καὶ σαφές ἐστιν ὅτι τὰ προκείμενα, ἀκουόμενα ἔχοντα στοιχεῖα, πρόδηλον ἔσχε καὶ τὴν ἀφαίρεσιν· τὰ δὲ ἐν τῇ δοτικῇ οὐκ ἐξεφώνει τὸ ι· σαφὲς γοῦν ὅτι, κἂν ἐλλείψῃ τὸ ι, οὐ πρόδηλον ἕξει τὴν ὑποστολήν. Τὰ εἰς ω λήγοντα βαρύνεται, ἔσω, κύκλῳ, τόνῳ, πόρρω, πρόσω, ἑκαστάτω, ἀνωτέρω, ἀνωτάτω, περαιτέρω. ὥστε ἕνεκα τούτου σημει- οῦσθαι τὸ ἐπισχερώ καὶ ἰώ. Ἀλλ᾽ ἴσως ἡ μὲν προκατειλεγμένη τῶν εἰς ω βαρεῖα τάσις ἔχει τὴν ὁμοείδειαν συνῳδὸν τοῦ τόνου· ἦν γὰρ ἅπαντα ἐν παραγωγῇ, ὡς εἰ καί τις οὕτως εἴποι· τὰ εἰς ω λήγοντα ἐπιρρήματα παραγωγὰ ἐν βαρείᾳ τάσει ἐστί. καὶ εἰ μὲν ἀπὸ προθέσεων γέγονεν, ἰσοσυλλαβοῦντα μὲν ταῖς προθέσεσιν, εἰ καὶ δισύλλαβοι εἶεν αἱ προ- θέσεις· περισσοσυλλαβοῦντα δέ, εἰ ἀπὸ μονοσυλλάβων προθέσεων εἴη ἡ παραγωγή. διότι δὲ τὸ τοιοῦτον παρέπεται, ἐν ἄλλῳ τόπῳ καθολι- κώτερον εἰρήσεται. τὰ δὲ ὑποδείγματα ἐκκείσθω· παρὰ τὴν ἀνά ἄνω, κατά κάτω, πρός πρόσω, ἔς ἔσω. τό τε τόνῳ καὶ κύκλῳ πρὸς ὁμοφω- νίαν τὴν ἀπὸ τοῦ τόνος καὶ κύκλος ἐν δοτικῇ πτώσει. ἦν οὖν καὶ ταῦτα ἐκ προκειμένου γεγονότα. ἀλλὰ μὴν καὶ τὸ ἑκαστάτω καὶ ἑκαστέρω 2.1,1.166 ἦν ἐν συγκριτικῇ παραγωγῇ. τά γ᾽ οὖν προκατειλεγμένα δέδεικται ὡς εἴη παραγωγά. ἦν οὖν τὰ προκείμενα, λέγω τὸ ἐπισχερώ καὶ ἰώ, οὐκ ἐνεχόμενα τῇ δοτικῇ παραγωγῇ, καὶ ἕνεκα τούτου οὐδὲ τῇ ταυτότητι τῆς τάσεως ἐχρήσατο. ὅτι δὲ καὶ ἐν παραγωγῇ τινὰ γινόμενα διαλλάσσει κατὰ τὴν τάσιν τῶν πρωτοτύπων ἢ τῶν μὴ κατὰ τὸ αὐτὸ γενομένων, ἐδείξαμεν περὶ τῶν εἰς ι ληγόντων ἐπιρρημάτων, εἴγε ἃ μὲν αὐτῶν πάλιν ὀξύνεται, ἃ δὲ βαρύνεται ἐν διαστολῇ τῇ δεούσῃ· οὐ γὰρ τὸ νόσφι καὶ τὸ ἶφι ὁμοίως εἰρήσεται τῷ ἑλληνιστί. καὶ εἰ δέδοται τὸ παρηλλαγμένον τοῦ τόνου ἐν διαφόρῳ εἴδει, σαφὲς ὅτι οὐδὲ ἐπὶ τοῦ τοιούτου βίαιον καὶ τὸ ἐπισχερώ ὀξύνεσθαι καὶ τὸ ἰώ, ἐν παραλλαγῇ καθεστῶτα τοῦ πρόσω καὶ τόνῳ καὶ τῶν ὁμοίων. Ἔτι τὰ εἰς ω λήγοντα ἐπιρρήματα παροξύνεται, καθὼς ἔχει τὰ προκατειλεγμένα, πρόσω, ἔσω, κάτω, ἐγγυτέρω. σαφὲς οὖν ὅτι, καθὼς προείπομεν, εἰ ἐπίρρημα τὸ ἄνεῳ, σεσημειώσεται. — ἀλλ᾽ εἰ παρεστή- σαμεν ὡς τὰ συνεμπίπτοντα ὀνοματικῇ πτώσει ἐπιρρήματα τὴν τάσιν τῶν ὀνομάτων φυλάσσει, σαφὲς ὅτι προπαροξυνόμενον ἕνεκα τοῦ τόνου κατώρθωται. ἐδείκνυτο γὰρ τὸ προκείμενον, ὡς ἀπὸ Ἀττικῆς γραφῆς τῆς ἄνεως ἐσχημάτιστο· ἦν δὲ τὸ παρὰ Ἀττικοῖς ἄνεως τρίτην ἀπὸ τέλους ἔχον τὴν ὀξεῖαν. ὅθεν εὐλόγως τὰ μὲν ἄλλα βαρυνόμενα τὴν ὀξεῖαν πρὸ τέλους ἔχει, οὐ δυναμένης τῆς ὀξείας εἰς τρίτην ἀπὸ τέλους πίπτειν. Ἔτι τὰ εἰς ω λήγοντα ἐπιρρήματα βραχείᾳ κέχρηται τῇ παρεδρευούσῃ, ὡς ἔχει τὸ ἑκαστέρω καὶ τὸ τόνῳ, ἄνω. — καὶ οὐκ ἀντίκειται τὸ εἴσω· δέδεικται γὰρ καὶ ἡ ἔς πρόθεσις ὁλοκληροτέρα καὶ τὸ ἔσω. — Τὸ ἄρα πόρρω ἐκτέταται ὡς Ἀττικώτερον, καθὸ καὶ τὸ προπέρυσι πρωπέρυσίν φασι, καὶ ὅτι μᾶλλον μηκυντικοί εἰσι κατὰ τὰ φωνήεντα· περισσοσυλ- λάβου πάσης γενικῆς κατάληξίς ἐστι βραχεῖα, ἀλλὰ Ἀθηναῖοι πόλεώς φασι καὶ τὰ τούτοις ὅμοια. κτητικῶν τῶν εἰς κος ληγόντων ἡ παρεδρεύ- ουσα βραχεῖά ἐστιν, ἀλλὰ κεραμεικός τέ φασι καὶ βοεικός. τὸ α πρὸ τῶν δύο λλ συστέλλεται, σκάλλω, θάλλω, σφάλλω, ἄλλος, μαλλός, φάλλος· ἐδείχθη καὶ κατὰ τοῦτο τὸ μᾶλλον Ἀττικόν. ἄπειρος ἡ εἰς τὸ 2.1,1.167 τοιοῦτο παράθεσις. — Ἄλλως τε, ὃν τρόπον παρὰ τὴν τόνῳ δοτικὴν τὸ ὁμόφωνον γίνεται ἐπίρρημα τόνῳ, οὕτως καὶ παρὰ τὴν πόρω δοτι- κὴν τὸ ἀκόλουθον ἐγένετο πόρῳ. ἴσως δὲ καὶ ὁ πλεονασμὸς τῆς δια- λέκτου. διὸ καὶ ὁ πυρρίας· τῇ γὰρ πυρός γενικῇ παρωνόμασται. καὶ ὁ πυρρός τῇδε ἔχει. — Οὐκ ἀγνοῶ δὲ ὡς ἔνιοι παρὰ πρόθεσιν τὴν πρός φασι γεγενῆσθαι, ὥστε ἐν ὑπερβατῷ τοῦ ρ γεγενῆσθαι πόρσω, καὶ μεταθέσει τοῦ ς εἰς τὸ ρ πόρρω. οὐκ ἀήθως δὲ καὶ τὸ ς εἰς τὸ ρ μεταπίπτει, ὡς ἡ μυρσίνη μυρρίνη, θαρσεῖν θαρρεῖν. Ἔτι καὶ τὸ οὕτω εἰ κατὰ φύσιν εἰς ω λήγει, ἕνεκα τοῦ χρόνου τοῦ παρεδρεύοντος σεσημειώσεται. — ὅθεν διακριτέον, πότερον ἐν προσθέσει ἐστὶ τοῦ ς τὸ οὕτως ἢ ἐν ὑφαιρέσει τοῦ ς τὸ οὕτω. — Οὐδὲν τῶν εἰς ω ληγόντων ἐπιρρημάτων τὸ ς ποτὲ προσλαμβάνει, ἀπειράκις μέντοι τὰ εἰς ς λήγοντα βαρύτονα ἐπιρρήματα τὸ ς ἀποβάλ- λει· δεύτερον ἄρα ἐστὶ τὸ οὕτω τοῦ οὕτως. — Τὰ εἰς ω λήγοντα ἐπιρρήματα δείκνυται ἢ ἀπὸ ὀνομάτων τῶν οὐ τριγενῶν ἐσχηματισμένα ἢ ἀπὸ προθέσεων, ὡς ἔχει τὸ τόνῳ, κύκλῳ, κάτω καὶ τὰ ὅμοια· τὰ δὲ εἰς ως περατούμενα πάντως ἀπὸ τριγενῶν πτωτικῶν, κούφως, φίλως, μέσως, ταχέως, εὐσεβῶς, καλῶς. ἔστι δέ γε τὸ οὗτος οὐ μονα- δικόν, τριγενὲς δέ. σαφὲς οὖν ὅτι καὶ κατὰ τοῦτο τὸ οὕτως ἐντε- λέστερον. Ἴσως τις οἰήσεται τὸ παράδειγμα ἐνέχεσθαι πολλοῖς ἀντικειμένοις, πρόληψιν ἔχων τοῦ ὅτι παρὰ τὸ ἐγγύτατος τὸ ἐγγυτάτω ἐγένετο, παρά τε τὸ ἐσώτατος τὸ ἐσωτάτω, καὶ ἔτι ἐπὶ τῶν τοιούτων ὑπερθετι- κῶν. ὅπερ ἐχρῆν καὶ τὸν Τρύφωνα, ἀποφαινόμενον τὸν προκείμενον κανόνα, περὶ τῶν δοκούντων ὡς ἀντικειμένων ἀπολογήσασθαι. τὰ δὴ οὖν προκείμενα ἐπιρρήματα οὐ παρὰ τὰ προκείμενα ὑπερθετικὰ ὀνόματα 2.1,1.168 ἐσχημάτισται, ἦν δὲ ὑπερτεθειμένα ἐξ ἐπιρρημάτων συγκριτικῶν. τὰ δὲ τῆς ἀποδείξεως ἔχει τῇδε. εἴπερ παρὰ τὸ ἐγγύτατος καὶ ἀνώτατος τὸ ἐγγυτάτω ἦν καὶ ἀνωτάτω, δῆλον ὡς καὶ παρὰ πάντα τὰ ὑπερθετικὰ τὸ τοιοῦτον ἂν παρείπετο, ὥστε ἀπὸ τοῦ γοργότατος φάναι ἡμᾶς τὸ γοργοτάτω, ταχύτατος ταχυτάτω, ἡδύτατος ἡδυτάτω, γραμματικώτατος γραμματικωτάτω. ἀλλ᾽ οὐχ ὡς ἔστι τὰ τοιαῦτα ἐπιρρήματα, παντὶ προῦπτον. εἴπερ οὖν τὰ προκείμενα ἐπιρρήματα παρ᾽ ὄνομα ἐγεγόνει, ἄπορον ἂν τὸ τοιοῦτον ἦν, παρὰ τί ἡ κακία τῶν τοιούτων ἐπιρρημά- των, γενομένη ἐν Ἑλληνισμοῦ παραδοχῇ [λέγω ἡ τοῦ ἀνωτάτω ἢ κατωτάτω]. — Τὰ ἐπιρρήματα οὐχ ἅπαντα μὲν τὴν σύγκρισιν ἀναδέ- χεται, ὅτι μὴ μόνον τὰ ἀναδεχόμενα εἴη τοπικά, ἅπερ ἀπὸ πρωτο- τύπων πάλιν ἐπιρρημάτων ἐστί, ποιεῖται δὲ διττὴν τὴν ἐπίτασιν, εἰς μὲν ὄνομα, ἡνίκα φαμὲν παρὰ τὸ ἐγγύς ἐγγύτερος, παρά τε τὸ ἄφαρ ἀφάρτερος, ἔσω ἐσώτερος, ἄνω ἀνώτερος, ἅπερ οὐκ ἐπίτασιν πεποίηται τῶν τόπων ἢ τῶν μετειληφότων προσώπων τῆς τοπικῆς σχέσεως· ποι- εῖται δὲ καὶ τοπικὴν ἐπίτασιν, ἅπερ αὐτὴν τὴν τοπικὴν σχέσιν ἀφηγεῖ- ται, ἐγγύς ἐγγυτέρω, ἔσω ἐσωτέρω, ἑκάς ἑκαστέρω. — ὥστε διαφέρειν τὰ ἀπὸ ὀνομάτων συγκρινόμενα τῶν ἀπὸ ἐπιρρημάτων, τῷ τὰ μὲν ἀπὸ ὀνομάτων εἰς μόνα ὀνόματα συγκρίνεσθαι, κοῖλος κοιλότερος, ταχύς ταχύτερος, τὰ δὲ ἀπὸ ἐπιρρημάτων καὶ εἰς ὀνόματος καὶ εἰς ἐπιρρή- ματος ἐπίταξιν, ὡς πρόκειται. — τοῖς δὴ οὖν συγκριτικοῖς τῶν ἐπιρρη- μάτων παρεπόμενόν ἐστι τὸ ὑπερτίθεσθαι, ὡς πρόδηλον κἀκ τῆς κατα- λήξεως, καθὸ καὶ ἐπ᾽ ὀνοματικῆς συγκρίσεως ἡ αὐτὴ πάλιν κατάληξις ἐγγίνεται, γοργότερος γοργότατος, ταχύτερος ταχύτατος. καὶ πάλιν παρὰ τὸ ἀνωτέρω τὸ ἀνωτάτω. σαφὲς οὖν, ὅτι συνυπάρχοντα ταῖς συγκριτικαῖς ἐκφοραῖς τῶν ἐπιρρημάτων ὁμολογεῖ τὴν ἀπ᾽ αὐτῶν ἐπί- τασιν. οὐ γάρ ἐστιν εὐμαρὴς ἡ εἰς ω κατάληξις τῶν ὑπερθετικῶν, εἰ μὴ πρότερον ἡ συγκριτικὴ γένοιτο κατάληξις. ἐπεὶ γὰρ οὔ φαμεν βραδυτέρω, οὐδὲ βραδυτάτω· οὐδὲ γὰρ τὸ προκείμενον ἦν ἐπίρρημα. τῷ ἐγγύς παράκειται καὶ ἐγγύτερος καὶ ἐγγυτέρω, καὶ συνυπάρχει τὸ ἐγγυτάτω. ἀπεδείχθη οὖν, ὡς οὐ παρὰ τὸ ἐγγύτατος ἢ ἀνώτατος ἡ 2.1,1.169 ἀνωτάτω καὶ τὰ τούτοις ὅμοια ἐγίνετο. ἔστι γε μὴν ἀπὸ ὀνομάτων συγκριτικῶν ἐπιρρηματικὴ κατάληξις συνεμπίπτουσα. ἐπὶ μὲν οὖν συγκρί- σεως ἑνικῷ οὐδετέρῳ, ἐπὶ δὲ ὑπερθέσεως πληθυντικῷ οὐδετέρῳ· ταχύς ταχύτερον, ἀλλὰ καὶ ἐπίρρημα ταχύτερον· καὶ πληθυντικὸν ταχύτατα, ἀλλὰ καὶ ἐπίρρημα ταχύτατα. οὕτως ἔχει καὶ τὸ κάλλιστα καὶ ἥδιστα. ἔστι μὲν οὖν παρὰ μὲν ὄνομα τὸ ἐγγύτερος ἐπίρρημά τι συγκριτικὸν ὀνοματικὸν τὸ ἐγγύτερον, οὗ ὑπερθετικὸν τὸ ἐγγύτατα· καὶ ἔτι παρὰ τὸ ἀνώτερος ἐπίρρημά τι τὸ ἀνώτερον, οὗ ὑπερθετικὸν τὸ ἀνώτατα· ὡς μέντοι πρόκειται, παρὰ τὸ ἀνωτέρω ὁμοιοκατάληκτον πεσεῖται τὸ ἀνωτάτω, ὥστε διαφέρειν τὸ ἀνωτάτω τοῦ ἀνώτατα, ᾗ τὸ μὲν ὀνομα- τικόν ἐστιν ἐπίρρημα, τὸ δὲ ἐπιρρηματικόν. Καὶ τὸ ἄφνω δέ, ἐν πάθει γενόμενον καὶ οὐ προφανῶς ἐπιδεξά- μενον τὴν προκειμένην ὀνοματικὴν τριγένειαν, συνεξῆλθε τοῖς εἰς ω λήγουσιν ἐπιρρήμασιν. ἔστι μὲν γὰρ αὖ τούτου προκείμενον ὄνομα ἀφανής, καὶ ἔτι τὸ ἀφανῶς, ἡ δὲ συγκοπὴ ἄφνω, πάλιν καὶ τοῦ τόνου εὐλόγως ἀναβιβασθέντος, ᾗ ἀπεδείχθη τὰ εἰς ω λήγοντα ἐπιρρήματα, μοναδικὰ ὄντα λέγω, κατὰ βαρεῖαν τάσιν. ὅτι δὲ ἔσθ᾽ ὅτε πάθος ἐγγι- νόμενον ἀμαυροῖ τὰς ἰδιότητας τοῦ δεόντως πως σχηματίζεσθαι, ἐντελῶς ἐν τοῖς περὶ παθῶν ἐδείχθη. Τὰ εἰς ως λήγοντα ἐπιρρήματα κοινολεκτούμενα δυσὶ τόνοις ὑπο- πίπτει. ἢ γὰρ βαρύνεται, ὡς κούφως, φαύλως, μετρίως, ἢ περιέσπασται, ὡς τὸ σεμνῶς καὶ εὐσεβῶς. καὶ ἔτι παρὰ Δωριεῦσιν ἔνια ὀξύνεται, ὥστε κατ᾽ ἔγκλισιν ἀνεγνώσθη ἦ ῥα καλὼς ἀποκαθάρασα ἐξελε- πύρωσεν (Sophr. fr. 87 Ahrens). περὶ ὧν καὶ κατὰ τὸ ἑξῆς εἰρήσεται. Ὑπέλαβον ὅτι καὶ κατὰ τὸ ἔθος τὸ ὥς Δωρικόν ἐστι, περὶ οὗ ἐν εὐτάκτῳ εἰρήσεται ἐν τῷ περὶ τῶν διεψευσμένων τόνων. καὶ νῦν δὲ κεφαλαιωδέστερον ἔστι περὶ αὐτοῦ ἐκθέσθαι, ὡς προσήκοντα τὸν τόνον ἀνεδέξατο. Τὰ προκείμενα τῶν ἐπιρρημάτων, ἰδίας παραγωγῆς οὐ τυχόντα, οὐδὲ τὸν ἴδιον τόνον ἔχει, ἀναμένει δὲ τὸν πτωτικὸν τόνον, ὅς ἐστιν 2.1,1.170 ἀπὸ γενικῆς πληθυντικῆς. καὶ ἕνεκα τούτου ἢ περισπᾶται ἢ βαρύνεται, καθὸ πᾶσα γενικὴ πληθυντικὴ ἤτοι περισπᾶται ἢ βαρύνεται. ἅμα καὶ συναποδεικτέον, ὡς παράγεται τὰ ἐπιρρήματα· καὶ συνηγορητέον τῷ προκειμένῳ μορίῳ, ὅτι δεόντως ὠξύνθη. — Ἔκκειται μὲν οὖν πρῶτος λόγος, ὅτι διὰ τοῦτο ἢ περισπᾶται ἢ βαρύνεται, διὰ τὸν παρεπόμενον τόνον τῇ γενικῇ πληθυντικῇ· καὶ συνυπάρχειν γὰρ θέλει τῇ γενικῇ πλη- θυντικῇ. τὸ μέγας ἑτερόκλιτον ἔχει τὸ μεγάλου, καὶ τὸ ἐπίρρημα οὐ παρὰ τὴν μέγας, ὡς παρὰ τὴν μεγάλων τὸ παντός ὀξύνεται, ἡ δὲ πάντων γενικὴ βαρύνεται· ἔνθεν καὶ τὸ συνὸν ἐπίρρημα συμβαρύνεται. — καὶ ὅτι τοῦτο αἴτιον, σαφὲς καὶ ἐκ τοῦ Δωριεῖς συμπερισπᾶν τὸ ἐπίρρημα, ἐπεὶ καὶ τὴν γενικὴν παντῶν φασίν. οὕτως ἔχει καὶ τὸ ἀλλῶς καὶ τηνῶς. τοῦτο γὰρ καὶ ἐνίους ἠπάτησεν ἀποφήνασθαι ὡς τὰ παρ᾽ ἡμῖν βαρύτονα τῶν ἐπιρρημάτων περισπῶσι Δωριεῖς. ὅπερ οὐκ ἦν ἀληθές· οὔτε γὰρ τὸ κούφως οὔτε τὸ φίλως οὔτε τὰ τοιαῦτα περισπῶσι. διὰ τί οὖν τὸ παντῶς; ὅτι καὶ τὴν ποιοῦσαν τὸν τόνον γενικὴν περιεσπάκεισαν. διότι δὲ τὴν παντῶν γενικὴν περισπῶσι καὶ ἔτι τὴν ἀλλῶν, ἐν ἑτέροις ἐδιδάξαμεν κατὰ τὰς ἀντωνυμικὰς γενικάς. — Ἔτι καὶ τὰ τὴς φωνῆς ἐγγίζει (τοῦ γὰρ ν ἅπαξ μετάθεσις εἰς τὸ ς γίνεται) καὶ τὰ ἐγγινόμενα πάθη· ἕνεκα τίνος τὸ σοφῶς οὐ διαιρεῖται; ὅτι οὐδὲ ἡ σοφῶν γενική. ἕνεκα τίνος τὸ ψευδέως, εὐσεβέως, ἀτρεκέως, ἢ ὅτι καὶ ἡ εὐσεβέων καὶ ἀτρεκέων; Ἐταράχθησαν ἔνιοι καὶ κατὰ τὰ σχήματα τῶν ἐπιρρημάτων, ὑπο- λαμβάνοντες μὴ ἐξομαλίζεσθαι τὰ τῆς τάσεως τῶν ἐπιρρημάτων, εἴγε ἀπὸ τοῦ καλῶς φασι παγκάλως καὶ ἀπὸ τοῦ σεμνῶς ἀσέμνως, οὐ μὴν ἀπὸ τοῦ ψευδῶς ἀψεύδως, σαφῶς ἀσάφως ἦν. οὐδὲ γὰρ ἡ σύνθεσις αὐτῶν, τῶν δὲ προεκκειμένων πτωτικῶν, οἷς παρείπετο ἀναβιβάζειν μὲν τὸν τόνον, εἰ εἰς ος λήγοιεν, φυλάσσειν δέ, εἰ εἰς ης. καὶ ἐπεὶ καλός πάγκαλος παγκάλων, διὰ τοῦτο παγκάλως· ψευδής δὲ καὶ ἀψευδής καὶ ἀψευδῶν, καὶ διὰ τοῦτο ἀψευδῶς, καὶ ἀσαφῶς. Δέδεικται ἄρα διὰ πλειόνων, ὅτι οὐκ ἴδιον τόνον ἀνεδέχετο τὰ εἰς ως παρηγμένα παρ᾽ ὀνοματικὰς ἐκφοράς· ὅθεν μοι δοκεῖ καὶ τὸ 2.1,1.171 προκείμενον ἐπίρρημα εὐθύνεσθαι, εἰ ἐλέγχοιτο ἀπὸ γενικῆς περισπω- μένης, ᾗ ὤφειλεν ἕπεσθαι. οὐ δὴ ἔχει γενικήν· ἡ γὰρ παρεκκειμένη γενικὴ τῶν. — Καὶ ἴσως ὑπολάβοι τις, ὅτι καὶ τὸ τώς ἄλογόν ἐστιν, ὅπερ πάλιν χρὴ περισπᾶν. — ἀλλ᾽ ὡς δεύτερόν ἐστι τὸ τώς τοῦ ὥς, παντί τῳ δῆλον. οὐ γὰρ τῆς γενικῆς τὸ τ ἔχει, τῆς δὲ ἀνταποδόσεως τοῦ ὥς, ᾧ λόγῳ καὶ τῷ ἕως τὸ τέως παράκειται καὶ τῷ ἡνίκα τὸ τηνίκα, τῷ τε ὄφρα τὸ τόφρα. μάρτυς ἡ χρῆσις ἡ παρ᾽ Ἕλλησι. — Τίς οὖν αἰτία τοῦ ὀξυνθῆναι τὸ ὥς; τὸ προκείμενον αὐτοῦ μόριον πτω- τικὸν ὅς. ἐντεῦθεν γὰρ ἔστιν ἐπινοῆσαι, ὡς παρ᾽ εὐθεῖαν παρήχθη, εἴγε αἱ μὲν ἄλλαι τῶν πλαγίων μετὰ τοῦ τ λέγονται, αἱ δὲ εὐθεῖαι μόναι δίχα τοῦ τ. ὅς γὰρ καὶ τοῦ καὶ τῷ καὶ τόν. λέγω νῦν τὸ ὅς σημαῖνον τὸ οὗτος, ὡς ἐν τῷ ὅς ῥα μάλιστα (Λ 123). οὔτε γὰρ ἀπὸ τοῦ ἀορίστου μορίου, οὔτε ἀπὸ τῆς συνάρθρου ἀντωνυ- μίας, οὔτε ἀπὸ τοῦ ὑποτακτικοῦ ἄρθρου· λέγω δὲ ἀντωνυμικοῦ τοῦ ὅς. διὸ καὶ τὸ ἐπίρρημα τῆς δείξεώς τε καὶ ἀναφορᾶς ἐστι παραστατικόν. τὸ γοῦν ἑτερόζυγον, λέγω τὸ ἐπεκτεταμένον, πάλιν μεμίμηται τὴν εὐθεῖαν πτῶσιν· πάλιν γὰρ τὸ οὕτως οὐ παρὰ γενικὴν οὐδὲ παρὰ δοτικήν, μόνην δὲ εὐθεῖαν τὴν δίχα τοῦ τ λεγομένην. ἀμφοτέροις γοῦν τὸ πάθος σύνεστι, τουτέστιν ἡ ἀποβολὴ τοῦ ς, οὕτω, καὶ ὥ τε χερνᾶτις γυνή (lyr. gr. III3 p. 1359 Bergk), σημασία τε ἡ αὐτή. — Ἀλλ᾽ ἐκεῖνό τις φήσει· κατὰ τοῦτό γε σεση- μειώσεται, ὅτι μὴ ἀπὸ γενικῆς ἐσχηματίσθη. — Πρὸς ὃν ἔστι φάναι, ὅτι καὶ ἄλλαι πάμπολλοι παραγωγαί, ἀπὸ γενικῶν σχηματιζόμεναι, ἔχουσί τινα παρεκδεδραμηκότα παρὰ τὰς εὐθείας· τὰ κτητικὰ τῶν εἰς κος ληγόντων παρὰ γενικὰς σχηματίζεται, ποιμενικόν, Ἀτλαντικόν· ἀλλὰ τὸ θηλυκόν παρ᾽ εὐθεῖαν, τὸ πανηγυρικός. παρὰ τὴν ἔρωτος τὸ 2.1,1.172 ἐρωτύλος, ἀλλὰ καὶ παρὰ εὐθεῖαν τὴν ἡδύς τὸ ἡδύς τὸ ἡδύλος. οὐδὲν οὖν τὸ ἐμποδὼν τὸ πάντα μὲν τὰ ἐπιρρήματα παρὰ γενικὰς σχηματίζεσθαι, τό γε μὴν ὥς καὶ τὸ οὕτως παρ᾽ εὐθείας. — ῎Ηδη ἀπεδείχθη τὰ προκεί- μενα τῶν ἐπιρρημάτων ἰδίῳ μὲν τόνῳ μὴ κεχρημένα, ἀναμένοντα δὲ τὴν τάσιν τὴν ἐν πτωτικοῖς. σαφὲς ὅτι, εἰ τὸ ὥς περιεσπᾶτο, ἠλογεῖτο ἄν, τοῦ ὅς ὀξυνομένου. βίαιοι ἄρα οἱ ὑπολαμβάνοντες αὐτὸ Δωρικόν· καὶ γὰρ τῶν Δωρικῶν πρόκειταί τινα περισπώμενα. Συζυγεῖ τῷ προκειμένῳ μορίῳ ἀνταποδοτικὸν μὲν τὸ τώς, πυσμα- τικὸν δὲ τὸ πῶς, καὶ ἔτι ἀναφορικὸν τὸ ὅπως, καθὸ καὶ ἄλλοις ἡ τοιαύτη τάξις παρέπεται, ᾗ τῇ πῇ ὅπῃ, οὗ τοῦ ποῦ ὅπου, ἡνίκα τηνίκα πηνίκα ὁπηνίκα. — Ἴσως οὖν τις φήσει τὰ κατὰ πεῦσιν ὁμοτονεῖν τοῖς κατὰ ἀπόλυσιν. τὸ ποῦ περισπᾶται, ἀλλὰ καὶ τὸ οὗ τῆς αὐτῆς τάσεως ἔχεται. ἡνίκα, καὶ τὸ πηνίκα. τὸ ᾗ περισπᾶται, ἀλλὰ καὶ τὸ πῇ. εἰ δὴ καὶ τὸ πῶς περισπᾶται, ὁμό- λογον ὅτι καὶ τὸ ὥς περισπασθήσεται. Ἀλλὰ πρός γε τὸ τοιοῦτον ἔστι φάναι. τί γὰρ μᾶλλον, εἰ τὸ ὥς ἀποδέδεικται εὐλόγως ὀξυνόμενον, οὐχὶ τὸ πῶς περισπώμενον ἡμαρτῆσθαι ὁμολογήσουσι τοῦ ἀπὸ τοῦ τ ἀρχομένου κατ᾽ ὀξεῖαν προφοράν, λέγω τοῦ τώς; — Ἔστιν οὖν ὑπὲρ ἀμφοτέρων ἀναλαβόντα τὸν λόγον ἐκεῖνο φάναι, ὡς εὐλόγως καὶ τὸ πῶς περιεσπᾶτο, προαποδεδειγμένου τοῦ ὅτι τὸ ὥς ὀξύνεται. — τὰ πύσματα ἢ φύσει θέλει βαρύνεσθαι ἢ δυνάμει. τὰ γοῦν ὑπὲρ μίαν συλ- λαβήν, ἔχοντα τόπον τῆς βαρείας, πάντα βαρύνεται· τὰ δὲ μονοσύλλαβα, οὐ δυνάμενα ἐκτὸς τῆς ὀξείας γενέσθαι, δυνάμει ἐβαρύνθη περισπασθέντα. 2.1,1.173 ὅθεν τὸ μὲν ὥς, οὐχ ὑποπῖπτον πύσματι, τὸν ἴδιον τόνον ἐφύλαξε· τὸ δὲ πῶς, γενόμενον πύσμα, οὐ διὰ τὴν φωνὴν οὕτω περιεσπάσθη ὡς διὰ τὴν πεῦσιν τὴν ἐγγενομένην. οὕτως γοῦν τὰ ἀπ᾽ αὐτῶν ἀναφορικά, προσλαμβάνοντα τὸ ο, ὡς ἂν τῶν τόνων ἐν τοῖς μονοσυλλάβοις κατη- ναγκασμένων, γενόμενα δισύλλαβα δέχεται καὶ τὴν προοφειλομένην τάσιν, ἡνίκα γίνεται ὅπου καὶ ὅπῃ καὶ ὅπως, τῶν ὑπὲρ μίαν συλλαβὴν οὐ ταὐτὸν ἀναδεχομένων διὰ τὸ κατὰ φύσιν ἔχειν τὸν τόνον, πότε ὁπότε, ποῖος ὁποῖος, πηνίκα ὁπηνίκα. ὅθεν δοκεῖ μοι καὶ [κατὰ] τὴν Δωρικὴν διάλεκτον τῷ μὲν προκατειλεγμένῳ λόγῳ ὅπως ἀναγινώσκειν, οὐδ᾽ ὅπως ἄριστα (Sophr. fr. 88 b Ahrens), τῷ μέντοι μᾶλλον αὐτοὺς συγκαταβιβάζειν τὰ ἐπιρρήματα ὁπῶς, ὥστε ἀμφοτέρας τὰς ἀναγνώσεις λόγου ἔχεσθαι. Ὅτι δὲ οὐ συμπαθείας ἔχεται ἡ πεῦσις ὡς πρὸς τὰ δίχα τοῦ τ καὶ μετὰ τοῦ τ λεγόμενα, σαφὲς ἐντεῦθεν. ὃν τρόπον συνυπάρχουσιν οἱ ἐνεστῶτες τοῖς παρατατικοῖς, καὶ οἱ παρακείμενοι τοῖς ὑπερσυντελικοῖς, καὶ αἱ γενικαὶ ταῖς δοτικαῖς, καὶ ἄλλα πλείονα, τὸν αὐτὸν τρόπον καὶ τὰ πύσματα ὡς πρὸς τὰς ἀναφορικὰς προφοράς, καὶ τὰ δίχα τοῦ τ ὡς πρὸς τὰ ἀνταποδοτικά, λέγω τὰ μετὰ τοῦ τ. συνυπάρχει γοῦν ἑαυτοῖς καὶ συνεξέρχεται. καὶ ἐπεὶ ἅπαξ τὸ πότερος διὰ τοῦ π, καὶ τὸ ὁπό- τερος. ἀλλ᾽ οὐ πάντως κατηνάγκασται τὸ ὅτερος καὶ τότερος. καὶ ἐπεὶ πάλιν τὸ ἕως, εὐθέως καὶ τὸ τέως, καὶ ὄφρα καὶ τόφρα, οὐ πάντως ἐξηναγκασμένου τοῦ φάναι καὶ πέως καὶ ὁπέως, καὶ πόφρα καὶ ὁπόφρα. οὕτως καὶ ἐπὶ τῶν προκειμένων μορίων οὐ πάντως καταναγκάζεται τὰ ἑξῆς. οὐ γὰρ ἐπεὶ τὸ ἀναγινώσκω καὶ ἀνεγίνωσκον, εὐθέως καὶ τὰ ἑξῆς κλίματα· οὐδὲ ἐπεὶ τὸ ὕδωρ ὀρθῆς καὶ αἰτιατικῆς, εὐθέως καὶ γενικῆς καὶ δοτικῆς. ἔνθεν οὖν [καὶ] κατὰ συμπάθειαν καὶ τὸ τώς τῷ ὥς συνετονώθη, οὐ μὴν τὸ πῶς, καθὸ οὔτε πάντως συνυπάρχον ὀφείλει εἶναι, καὶ καθὸ ἐδείξαμεν, ὅτι αἱ πεύσεις κατὰ φύσιν ἐβαρύνοντο. Καὶ τοσαῦτα μὲν περὶ τῶν παρὰ τὰ πτωτικὰ παρηγμένων. Δοκεῖ δὲ πρωτότυπον εἶναι τὸ ἕως· οὐ γὰρ προϋφέστηκέ τι· τό τε ἀνταποδοτικὸν αὐτοῦ τέως. 2.1,1.174 Ἠπόρηται δὲ καὶ τὸ αὔτως πῶς ἐγένετο. οὐ γὰρ ἔχει τὴν ἔννοιαν τῆς αὐτός ἀντωνυμίας, καθότι τὸ ἐκεῖνος ὡς πρὸς τὸ ἐκείνως καὶ τὸ οὗτος ὡς πρὸς τὸ οὕτως. πρὸς οἷς καὶ τὰ τοῦ τόνου διελέγχει. Τρύφων (p. 52 Velsen) περὶ τοῦ σημαίνοντος τὸ οὕτως ἐκδέχεται μετάπτωσιν τοῦ ο εἰς τὸ α γεγενῆσθαι. ἀλλὰ ἐλείπετο καὶ περὶ τοῦ σημαίνοντος τὸ μάτην διαλαβεῖν. ὅθεν ἢ καὶ αὐτὸ δεκτέον θεματικόν, ἢ συγκαταθετέον Ἡρα- κλείδῃ, φαμένῳ ὡς κατὰ στέρησίν ἐστι τὴν διὰ τοῦ α αὔτως, συνα- λοιφῆς γενομένης τοῦ α καὶ ο εἰς α μακρόν, ὡς τὸ Μενέλαος — Μενέλας, Δορύλαος Δορύλας, Πτερέλαος Πτερέλας. τὰ γὰρ ἐν τῷ δέοντι μὴ γενόμενα ματαίως γίνεται· φαμὲν γὰρ τὰ ἐν τῇ δεούσῃ ποιότητι ποίησον οὕτως. Ἔστι καὶ ἰδία παραγωγὴ [περὶ] τῶν εἰς χως ληγόντων, ἃ μάλιστα παρὰ τὴν τῶν ἀριθμὸν δηλούντων πάλιν ἐπιρρημάτων ἀντιπαράθεσιν ἀποτελεῖται, τοῦ τελοῦς εἰς τὸ χως τρεπομένου. ἅπερ οὐκέτι ἀναμένει τόνον ἀλλότριον, ἰδίᾳ δὲ περισπᾶται ἅπαντα, τετράκις τετραχῶς, πεντάκις πενταχῶς, πολλάκις πολλαχῶς. ἐν ἰσοσυλλαβίᾳ οὖν ἀντι- παράκειται τοῖς προκειμένοις ἐπιρρήμασι. Καὶ κατὰ τοῦτο οὖν τις σημειώσαιτο τὸ διχῶς καὶ τριχῶς, ὅτι πλεονοσυλλαβεῖ τοῦ δίς καὶ τρίς. Ἀλλ᾽ ἴσως ἐπεὶ οὐδὲ ὁλόκληρα αὐτὰ τὰ ἐπιρρήματα, ἐν δὲ συγκοπῇ, καὶ τὰ παρακείμενα οὐ τῇ συγκοπῇ ἠκολούθει, τῇ δὲ ὁλοκλήρῳ προφορᾷ. — Ἀλλ᾽ ἐπεὶ ἐμποδίζει τὸ μὴ συνισοῦσθαι αὐτὰ τῷ δυάκις καὶ τριάκις, ἄμεινον ἐκεῖνο φάναι, ὡς πολλάκις τὰ ἀπὸ μονοσυλλάβων λέξεων παραγόμενα ἢ καὶ συντιθέμενα φυλακτικά ἐστι τῶν ἰδίων φωνηέντων ὑπὲρ τοῦ μὴ παραναλίσκεσθαι εἰς τὰς παραγωγὰς αὐτὰς τὰς πρωτοτύπους λέξεις, εἴγε καὶ ἡ πρό πρό- θεσις συντιθεμένη οὐκ ἀποβάλλει τὸ ο, φωνήεντος ἐπιφερομένου, ἡ δὲ ἀπό καὶ ὑπό· καὶ τὸ γήδιον ὑποκοριζόμενον ἐφύλαξε τὸ η τοῦ γῆ, τοῦ τέλους τῶν τοιούτων γενικῶν εἰς τὸ ιδιον μεταλαμβανομένου, κυνός κυνίδιον, ἄρτου ἀρτίδιον, λέγω τῶν μετὰ συμφώνου ἐκφερο- μένων καὶ τὸ μνααῖος ἐφύλαξε τὸ α. — ἔστι καὶ ἄλλα πάμπολλα εἰς τὸ τοιοῦτον παραθέσθαι. ἀναγκαία ἄρα καὶ ἡ μονὴ τοῦ ι ἐν τῷ διχῶς καὶ τριχῶς. 2.1,1.175 Καὶ περὶ τάσεως δὲ τοῦ ἡσύχως ἢ ἡσυχῶς καὶ τοῦ παρακειμένου ἐπιρρήματος, λέγω τοῦ ἡσύχῃ ἢ ἡσυχῇ, ἦν τις διαφορά. — Καὶ οἱ μὲν ἠξίωσαν ἀμφότερα βαρύνειν, λέγω τὸ ἡσύχως καὶ ἡσύχῃ, καθὸ συμβαρύνεται τὰ τοιαῦτα τῶν ἐπιρρημάτων ταῖς συνούσαις γενικαῖς. φαμὲν κούφως, ὅτι καὶ κούφων, καθὼς πρόκειται· εἰ δέ φαμεν ἡσύχων, δῆλον ὅτι καὶ ἡσύχως. — καὶ εἰ τὰ τοιαῦτα ἔχει τὰ παρα- κείμενα εἰς ῃ ἐπιρρήματα τὸν αὐτὸν τόνον τηροῦντα, δῆλον ὅτι καὶ ἡσύχῃ. φαμὲν γὰρ πάντῃ, ὅτι καὶ πάντως, καὶ ἄλλῃ, ὅτι καὶ ἄλλως, ἄλλῃ μὲν γὰρ ἔγωγε (Ν 49)· οὐδαμῇ δέ, ὅτι καὶ οὐδαμῶς. διχῇ τε καὶ τριχῇ, ὅτι καὶ διχῶς καὶ τριχῶς. τούτῳ γὰρ τῷ λόγῳ καὶ Δωριεῖς παντᾷ φασιν, ὅτι καὶ τὸ ἐπίρρημα παντῶς, καὶ ἀλλᾷ, ὅτι καὶ ἀλλῶς. κατὰ τοῦτον τὸν λόγον, δεδομένου τοῦ ἡσύχως, συνδοθήσεται καὶ βαρύτονον τὸ ἡσύχῃ. — Ἔστι καὶ ὑπὲρ τοῦ ἑτέρου λόγου ἐκεῖνο φάναι, ὅτι καὶ ἄλλα μόρια, ὀφείλοντα κατὰ ἀκολουθίαν τινὰ ἢ ὀξύνεσθαι ἢ περισπᾶσθαι, συνεκδρομῇ γραφῆς παρακολουθήσαντα ἀπέφευγε τὸν δέοντα τόνον. παρὰ τὸ ἵστημι ἐστὶ τὸ ἱστάς καὶ παρὰ τὸ βίβημι τὸ βιβάς, κίχρημι κιχράς, τί- θημι τιθείς. ἔδει οὖν καὶ παρὰ τὸ ἴσαμι τὸ ἰσάς εἶναι· ἀλλ᾽ ἐπεὶ ἅπαξ αἱ εἰς σας λήγουσαι μετοχαὶ βαρύνονται, τῷ ι παραληγόμεναι, γεμίσας, λεπίσας, λακτίσας, συνεξέδραμε καὶ ἡ ἴσας τοῖς τοιούτοις. οὐδὲν οὖν κωλύοι καὶ τὸ ἡσυχῶς περισπᾶν τῇ συνεκδρομῇ τῇ τῶν εἰς χως ληγόντων ἐπιρρημάτων, καὶ πάλιν συμπαρακεῖσθαι τὸ ἡσυχῇ συμ- περισπωμένως ὡς διχῇ καὶ τριχῇ. Τὸ παρὰ Μενάνδρῳ νουνεχόντως δοκεῖ ἀσύστατον εἶναι, καθότι τῶν τοιούτων ἐπιρρημάτων προϋφέστηκε καὶ πτωτικόν. τὸ νουνεχῶς ἀναλογώτερον καθέστηκε, καθότι καὶ τὸ νουνεχής παράκειται. καθὸ οὖν οὐ δοκεῖ ἐπιρρηματικῶς ἐξενηνέχθαι, σεσημειώσθω· ἐπεί τοί γε πολλάκις σχήματά τινα ἐκ διεστώτων εἰς ἑνότητα παραλαμβάνεται. 2.1,1.176 παρὰ δύο διεστῶτα τὸ Ἄρειος πάγος Ἀρειοπαγίτης, παρὰ τὸ τὸ αὐτό ἕν που ἀποτελεῖται τὸ ταὐτότης, παρὰ τὸ Νέα πόλις ἓν τὸ Νεαπολίτης. συσταίη ἂν οὖν καὶ παρὰ τὸ νοῦν ἔχων τὸ νουνεχόν- τως κατὰ τὸν τοιοῦτον λόγον, οὐ μήν, ὡς προείπομεν, κατὰ σύστασιν τῶν προκειμένων ἐπιρρημάτων. Τοσαῦτα περὶ τῶν εἰς ως ληγόντων ἐπιρρημάτων. Τὰ εἰς ου λήγοντα ἐπιρρήματα, ἐάν τε παρ᾽ ὀνόματα ᾖ ἐσχημα- τισμένα, ἐάν τε παρ᾽ ἄλλο μέρος λόγου, περισπᾶται. τῷ ὕψος παρά- κειται τὸ ὑψοῦ δ᾽ ἐν νοτίῳ τήν γ᾽ ὥρμισαν (δ 785)· τῷ τῆλε τὸ τηλοῦ (ὃ μήποτε ἐδύνατο καὶ τῷ τέλος παρακεῖσθαι, ὥστε τὸ μὲν ἐντελὲς εἶναι τελοῦ, εἶτα κατ᾽ ἐπέκτασιν τηλοῦ· τὰ γὰρ ἐπὶ τέλους συντείνοντα μεγεθύνεται)· τῷ ἄγχι τὸ ἀγχοῦ· τῇ αὐτός ἀντωνυμίᾳ τὸ αὐτοῦ (ἔνθεν καὶ δοκεῖ τὰ τῆς παραθέσεως ἀμφίβολα γίνεσθαι, ὅτι καὶ ἡ γενικὴ συνεμπίπτει. τὸ γοῦν ὀφθαλμοὶ δὲ χαμαὶ πέσον ἐν κονίῃσιν αὐτοῦ πρόσθε ποδῶν (Π 741) ἤτοι ἀντὶ τοῦ αὐτοῦ πρόσθε ποδῶν ἔπεσαν, ἢ τοπικὴν σχέσιν σημαίνει· καὶ τὸ αὐτοῦ καὶ κριοῖο θοώταταί εἴσι κέλευθοι (Arat. Phaen. 225) ἤτοι τοῦ κριοῦ καὶ τοῦ σκορπιοῦ θοώταται αἱ κέλευθοί εἰσιν, ἢ τοπικῶς πάλιν τὸ ἐπίρρημα κεῖται). — Ὅθεν ἀναλογώτερον δοκεῖ εἶναι τὸ ποῦ τοῦ ὅπου. ἔχοι δ᾽ ἂν καὶ τὸ ὅπου ἀναλογίαν, καθὸ τὰ ἐν περισπασμῷ λεγόμενα μονοσύλλαβα, προσλαμβάνοντα τὸ ο κατὰ ἀναφορικὴν ἔννοιαν, βαρύνεται. τὸ πῶς ὅπως λέγεται καὶ τὸ πῇ ὅπῃ· καὶ τὸ ποῦ ἄρα ὅπου εἴρηται. Ὁμοίως καὶ τὰ εἰς οι λήγοντα παραγωγὰ περισπᾶται, παρ᾽ οἷα μέρη λόγου ἂν ᾖ παρηγμένα, Μεγαροῖ, Ἰσθμοῖ, καὶ παρὰ ἐπίρρημα τὸ ἐνταῦθα ἐνταυθοῖ. σεσημειώσεται οὖν τὸ οἴκοι οὐ μόνον τῇ 2.1,1.177 τοιαύτῃ τάσει, ἀλλὰ καὶ ἔτι ἐν τῷ οἴκοθεν, ὡς δεδείξεται ἐν τῷ περὶ τῶν εἰς θεν. — Καὶ ἕνεκα τοῦ τύπου καὶ τὸ πόποι, ὦ πόποι· καὶ γὰρ τὰ πρωτότυπα θέλει ὁπωσδήποτε περισπᾶσθαι, ὡς ἔχει τὸ οἰμοιμοῖ καὶ τὸ ὀτοτοῖ καὶ τὸ οἰοιοῖ. — Φαίνεται ὅτι καὶ τὸ εὐοἵ κατὰ τοῦτο σεσημειώσεται. — τὸ γὰρ παρὰ τοῖς περὶ τὸν Ἀλκαῖον μέσσοι δῆλον ὅτι κατὰ τὴν ἰδίαν διάλεκτον ἀνὰ λόγον βαρυνθείη ἄν. οὐ γάρ ἐστιν ἐλλειπὴς τῇ ἔν προθέσει, συστελλομένου τοῦ ω εἰς τὸ ο, ὥς τινες ὑπενόησαν, ἐν μέσσῳ· ἀλλ᾽ ὃν τρόπον παρὰ τὸ οἶκος τὸ οἴκοι ἐγένετο, σημαῖνον τὸ ἐν οἴκῳ, παρά τε τὸ Πυθώ τὸ Πυθοῖ, καὶ παρὰ τὸ Μέγαρα τὸ Μεγαροῖ, σημαῖνον τὸ ἐν Μεγάροις, τὸν αὐτὸν τρόπον καὶ παρὰ τὸ μέσος τὸ μέσσοι ἐγένετο, σημαῖνον τὸ ἐν μέσῳ. ὅπερ ἔφην κατὰ τὸ Αἰολικὸν ἔθος βαρύνεσθαι. Τὰ εἰς δε λήγοντα τοπικὰ ἐπιρρήματα, ἐν ἑνὶ μέρει λόγου καθεστῶτα, καὶ προπαροξύνεται καὶ τῷ α παρεδρεύεται, ὡς ἔχει τὸ οἴκαδε, ἅλαδε. ἐν τόνῳ οὖν σεσημειώσεται τὸ ἐνθάδε, ᾗ τε τὰ τοιαῦτα τῶν ἐπιρρημάτων παράκειται ὀνόμασι, τὸ ἐνθάδε δὲ οὐδὲ τῇδε ἔχει. τὰ προκείμενα τῶν ἐπιρρημάτων οὐδέποτε ἀποβολῇ τοῦ δε σχέσιν τοπικὴν ἀποτελεῖ· πῶς οὖν παρὰ τὸ ἐνθάδε τὸ ἔνθα σχέσιν τοπικὴν σημαίνει; ἔνθα κατεπλέομεν (ι 142). — Πρόσκειται δὲ ἐν ἑνὶ μέρει λόγου, ἐπεὶ καὶ ἔστιν ἐκ συντάξεως τῆς κατ᾽ αἰτιατικὴν καὶ συνδέσμου τοῦ δέ πάλιν ἡ εἰς τόπον σχέσις, ὡς ἔχει τὸ Οὔλυμπον δέ καὶ ἀγρὸν δέ καὶ οἶκον δέ. διὸ οὐδὲ κατὰ τὸ τοιοῦτον ὅμοιόν ἐστι τὸ ἐνθάδε, ὅτι οὔτε ἔγκειται αἰτιατική, οὔτε ὁ τόνος τοῦ πρωτοτύπου διαφυλάσσεται, καθάπερ ἐπὶ τῶν προκειμέ- νων. τὸ γὰρ οἶκον προπερισπᾶται, καὶ πάλιν ἐν τῇ προσθέσει τοῦ δέ μένει ὁ αὐτὸς τόνος, οἶκον δέ, μετὰ τοῦ καὶ τὴν ὀξεῖαν ἐπὶ τέλους εἶναι. ὁ αὐτὸς λόγος ἐπὶ τοῦ Ὄλυμπον καὶ Οὔλυμπον δέ. — διὸ καὶ δοκεῖ τὸ ἅλαδ᾽ ἑλκομενάων (Ξ 100) ἀμφίβολον εἶναι, δυνάμενον καὶ τῇ παραγωγῇ κεχρῆσθαι τοῦ οἴκαδε, δυνάμενον καὶ ἐν αἰτιατικῇ εἶναι τοῦ ἅλα καὶ προσθέσει τοῦ δέ, ἐφ᾽ 2.1,1.178 οὗ καὶ δύο τόνοι ἐπιτεθήσονται, ἅλα δέ. — σαφὲς οὖν ὅτι οὐδὲ κατὰ τοῦτον τὸν λόγον τὸ ἐνθάδε ὑποπίπτει τῷ λόγῳ, πάλιν τοῦ τόνου καταβιβαζομένου. — Μή ποτ᾽ οὖν τῇδε ἐσχηματίσθη. ἔστι καὶ ἑτέρα παραγωγὴ ἡ διὰ τοῦ δε, ἥ τις οὐχ ἕνεκα σχέσεως τοπικῆς παραλαμβά- νεται, αὐτὸ δὲ μόνον κατὰ παραγωγήν, τῆς σημασίας πάντοτε μενούσης τῆς αὐτῆς καὶ φωνῆς τῆς ὁλοκλήρου τῆς κατὰ τὸ πρωτότυπον, ἐφ᾽ ἧς καὶ ὁ τόνος ἐφέλκεται πρὸ τοῦ τέλους, ὥσπερ ἔχει παρὰ τὸ τοῖος τὸ τοιόσδε, τόσος τοσόσδε, καὶ ἐν ἐπιρρήμασι τὸ τῆμος τημόσδε, τηνίκα τηνικάδε. εἴπερ οὖν ἴδιον τῆσδε τῆς παραγωγῆς τὸ ἐν ἀπο- βολῇ τοῦ δε τὴν αὐτὴν ἔχειν σημασίαν τοῖς πρωτοτύποις, καὶ τὴν ὀξεῖαν ἐφέλκεσθαι πρὸ τοῦ τέλους, δῆλον ὡς καὶ τὸ ἐνθάδε τῆσδε τῆς παραγωγῆς ἂν εἴη, ἐπειδὴ τὰ προκείμενα δύο παρεπόμενά ἐστιν ἐν τῷ ἐνθάδε. — κατὰ τοῦτό γέ τοι μόνον σεσημειώσεται, καθὸ ἡ τοιαύτη παραγωγὴ οὐχ οἱαισδήποτε λέξεσι πρόσεισιν, ἀλλὰ μορίοις ἀνταποδοτι- κοῖς τοῖς ἀπὸ τοῦ τ ἀρχομένοις, ὡς ἔχει τὸ τοσόσδε καὶ τὸ τοιόσδε. οὐδὲ γὰρ τὰ ἄλλα σύζυγα, μὴ ἔχοντα τὸ τ, τῆς παραγωγῆς τυγχάνει, λέγω τὸ ἦμος, ἡνίκα, εἰ μὴ γένοιτο τῆμος καὶ τηνίκα. οὐ παρεί- πετο οὖν τῷ ἐνθάδε τὸ τοιοῦτον· κατὰ τοῦτο ἄρα σεσημειώσεται. Τοῖς αὐτοῖς ἐπιχειρήμασι χρήσαιτο ἄν τις καὶ ἐπὶ τοῦ ἔνθεν καὶ ἐνθένδε· οὐδὲν γὰρ τῶν εἰς θεν ληγόντων ἐπιρρημάτων ἔξωθεν παραγωγὴν ἴσχει τὴν διὰ τοῦ δε. φαίνεται δὲ ὅτι οὐδὲ δύο λέξεις εἰσὶν ἡμαρτημέναι, ἀλλὰ μία, εἴγε καὶ τὸ ἔνθεν Δωρικώτερον ἀπεδεί- χθη γενόμενον ἔνθα, καθὼς ἐπεδείξαμεν καὶ περὶ τοῦ πρόσθεν πρόσθα, ὕπερθεν ὕπερθα. Ἔχοι δ᾽ ἂν ἐπίστασιν καὶ τὸ ὧδε, συνήθως μὲν τὴν εἰς τόπον σχέσιν δηλοῦν, ἐν δὲ τοῖς Ὁμηρικοῖς, ὡς Ἀριστάρχῳ δοκεῖ, ἐν τῷ καθόλου μὴ τοπικῆς ἔχεσθαι σχέσεως, τῆς δὲ κατὰ ποιότητα. καὶ σαφές ἐστιν, ὅτι τῇ μὲν παραγωγῇ τῇ διὰ τοῦ δε οὐκ ἀπιθάνως τὸ σύνηθες 2.1,1.179 τοπικὸν ἐξεδέξατο ἐπίρρημα, οὐ μὴν καὶ τὰ τῆς παραγωγῆς ὁμολογεῖ, καθὼς ἐδείχθη ὡς ἡ τοπικὴ παραγωγὴ τὴν διὰ τοῦ α γραφὴν ἔχει πρὸ τοῦ τέλους, ἀπό τε ὀνομάτων παρήγετο, τὸ δὲ οὐ τῇδε εἶχεν. — Ἀλλ᾽ ἦν καὶ ἑτέρα σύνταξις ἐν αἰτιατικῇ πάλιν ὀνομάτων καὶ προσθήκῃ τοῦ δε, ὡς ἔχει τὸ οἶκον δέ καὶ τὰ τούτοις ὅμοια. ὅπερ πάλιν οὐ τῇδε εἶχε τὸ προκείμενον ἐπίρρημα, οὔτε κατὰ γραφήν, οὔτε κατὰ τάσιν. διὸ καὶ ἕνεκα τῶν τοιούτων μᾶλλον ἄν τις παραδέξαιτο τὸ τὸ δέ ἐπὶ τοπι- κῶν ἐπιρρημάτων, πολλοῖσιν γὰρ ἔγωγε ὀδυσσάμενος τὸ δ᾽ ἱκάνω (τ 407)· δύναται γὰρ ἐγκεῖσθαι αἰτιατικῆς ἄρθρον κατ᾽ οὐδετέραν προφοράν. — Σαφὲς οὖν ὅτι ἔχοιτο ἂν λόγου του κατὰ παραγωγὴν τὴν δε συλλαβὴν προσλαβὸν κατὰ τὸ αὐτὸ σημαινόμενον, ὡς ἔχει παρὰ τὸ τῆμος τὸ τημόσδε, τὴν αὐτὴν ἔχον σημασίαν τῷ πρωτοτύπῳ, τηνίκα τηνικάδε. σημαίνοντος οὖν τοῦ ὥς ἐπιρρήματος τὸ οὕτως, εἴη ἂν ἡ προκειμένη παραγωγὴ κατὰ τὸ αὐτὸ δηλούμενον ἐν τῷ ὧδε, ἀναγκαίως προπερισπω- μένη, ἐπεὶ ἡ φύσει μακρὰ ἐν τῇ τοιαύτῃ παραγωγῇ περισπωμένην ἀνα- δέχεται, τοιοῦδε, τοιῷδε. Ὁμοίως δ᾽ ἂν ἔχοιτο καὶ τὸ τοιοῦτον ἐπιστάσεως. — Ὁλοκλήρους γὰρ τὰς τῶν πρωτοτύπων φωνὰς ἥδε ἡ παραγωγὴ φυλάσσει, τοῖος τοιόσδε, τηλίκος τηλικόσδε, τῆμος τημόσδε· χρῆν οὖν καὶ παρὰ τὸ ὥς ὧσδε. — Ἀλλὰ τοῦτο μὲν δύναται ἀπολογίας ἔχεσθαι, τῇ μὲν ἀπὸ Δωρικοῦ δυνάμενον ἐσχηματίσθαι τοῦ ὥ, ὅπερ ἀντὶ τοῦ ὥς παρα- λαμβάνουσι, τῇ δὲ ἀπὸ τοῦ πτωτικοῦ τοῦ προϋφεστῶτος κατ᾽ ἔλλειψιν τοῦ ς· καὶ γὰρ παρὰ τὸ ὅς ὤφειλεν ὅσδε εἶναι, ὅπερ ἐγένετο ὅδε. ἀλλὰ καὶ τοῦτο συνήθως ἀποβάλλει τὸ ς· τὸ γὰρ αὐτὸ σημαίνει ἔσθ᾽ ὅτε τὸ ὁ καὶ τὸ ὅς, ὁ γὰρ ἦλθε θοάς (Α 12)· ὃς γὰρ δεύτατος ἦλθεν (α 286). Ἔχοιτο δ᾽ ἂν ἔτι καὶ ἐπιστάσεως τοιαύτης, καθὼς εἴπομεν ὅτι ἡ διὰ τοῦ δε παραγωγὴ πολὺ πρότερον τὴν ἀνταπόδοσιν τὴν διὰ τοῦ τ παραλαμβάνει· οὐ γὰρ παρὰ τὸ οἷος τὸ τοιόσδε, οὐδὲ παρὰ τὸ ἡνίκα τηνικάδε. — Καὶ πάλιν ὑπὲρ τούτου ἔστι φάναι, ὅτι ἔλλειψίς ἐστι 2.1,1.180 τοῦ τ ἐπὶ τῶν προκειμένων μορίων, ὡς δείκνυται καὶ ἐν τῷ περὶ ἀντωνυμιῶν, ὡς καὶ ἡ οὗτος ἀντωνυμία, παραχθεῖσα ἀπὸ τοῦ ὅς, λείπει τῷ τ, ἀποδεικνυμένου τοῦ τοιούτου καὶ διὰ τῶν πλαγίων πτώ- σεων, τούτου, τούτῳ, καὶ οὐδετέρου τοῦ τοῦτο, καὶ διὰ Δωρικοῦ τοῦ τοῦτοι. ὅπερ καὶ διὰ τοῦ ἀρθρικοῦ δείκνυται καὶ διὰ τοῦ ἀντω- νυμικοῦ· τὸ γὰρ οἱ τοί φασι Δωριεῖς, καὶ τὸ αἱ ταί, ταύται ταὶ θύραι μᾶτερ (Sophr. fr. 88 Ahrens). λέγω δὲ ὅτε κατὰ προτακτικὴν θέσιν ἐστὶ τὸ ἄρθρον· ἐπεὶ ὅτε γε καθ᾽ ὑπόταξίν ἐστι, τὸ τ οὐ πάντως προστίθησιν, ἐπεὶ φυσική ἐστιν ἡ ἀπόστασις τοῦ τ, οὐκ ἐν πάθει γενο- μένη. ὅθεν οὐδ᾽ ἐπίμεμπτον ταὶ γυναῖκες αἳ τὰν θεὸν φαντὶ ἐξελᾶν (Ahrens dial. II p. 468). ἐτέτακτο γὰρ οὐ κατὰ πρόταξιν, ἀλλὰ καθ᾽ ὑπόταξιν. Ἑξῆς ῥητέον καὶ περὶ τοῦ οἶκον δέ. — Τὰ μὲν οὖν προκατειλεγ- μένα ἐπιρρήματα, τύπου ἰδίου ἐχόμενα, τὴν εἰς τόπον σχέσιν ἐσήμαινε, παραγωγῆς τυγχάνοντα τῆς διὰ τοῦ δε· τὰ μέντοι τοιαῦτα, οἶκον δέ, ἀγρὸν δέ, Οὔλυμπον δέ, σύνταξιν ἔχει ἐπιρρηματικήν, οὐ μὴν με- ρισμὸν τὸν κατὰ τὰ ἐπιρρήματα. καὶ γὰρ τὸ ἐξ οἴκου ἔχει τὴν ἐκ τόπου σημασίαν, οὐ μήν ἐστιν ἐπίρρημα, μέρη δὲ δύο λόγου, τὴν ἐκ τόπου σχέσιν παριστάντα, καθὸ συνεχέστερον αἱ προθέσεις, μετὰ καὶ ἄλλων πλειόνων σημαινομένων, καὶ παρεμφατικαί εἰσι τόπου. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ἐν οἴκῳ· οὐ γὰρ ταὐτόν ἐστι τῷ οἴκοθι. ὡς καὶ ἐπὶ τοῦ νῦν ἐπιρρήματος, δηλοῦντος τὸ ἐν τούτῳ τῷ χρόνῳ, οὐ ταὐτὸν παράγεται. — Ὑπενόησαν δ᾽ ἔνιοι, ὡς ἓν εἴη μέρος λόγου τὸ οἶκονδέ, ἐκ λόγων τοιούτων· ὅτι κατὰ μίαν σχέσιν ἐκφέρονται, ὅπερ ἴδιον ἐπιρρημάτων· ὅτε εἰ ὀνόματα ἦν τὸ οἶκονδέ, οὐκ ἂν ἐνεποδίζετο μετασχηματίζεσθαι εἰς πτώσεις καὶ ἀριθμούς, ὅπερ παρείπετο ὀνόμασιν. — οἱ συμπλεκτικοὶ σύνδεσμοι εἰς συμπλοκὴν παραλαμβάνονται, καὶ οὐ παρὰ τοὺς ἀριθμοὺς ἢ τὰς πτώσεις ἐμπόδιοι καθεστᾶσιν· ἑκάστης γὰρ πτώσεως καὶ παντὸς ἀριθμοῦ δεκτικοί εἰσιν. εὖ γὰρ λέγοι τις ἀνθρώ- πους μὲν ἐθεασάμην, ἄλλα δὲ ζῶα οὔ, ἢ ἄνθρωπος μὲν ἦν, ὅπως δὲ ἀφανὴς ἐγένετο οὐκ ἐπίσταμαι· ἀδιαφόρως γὰρ ἔχουσι, καθ᾽ οἱανδήποτε ἂν ὦσι πτῶσιν, συμπλέκειν καὶ παραλαμβάνεσθαι. ὅπερ 2.1,1.181 ἐπὶ τοῦ οἶκον δέ καὶ Οὔλυμπον δέ οὐκ ἔστιν ἐπινοῆσαι· οὔτε γὰρ σύνδεσις οὔτε μετάπτωσίς τις εἰς ἀριθμὸν ἢ πτῶσιν ἔνεστιν. — Ἔτι τὰ ὀνόματα, προσλαμβάνοντα ἄρθρα, φυλάσσει τὴν ἰδίαν σύνταξιν λόγον τε τὸν αὐτόν, δίχα τοῦ πλέονι ἀναφορᾷ κεχρῆσθαι, ἄνθρωπος δὲ παραγενόμενος, ὁ ἄνθρωπος δὲ παραγενόμενος· ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ὁμοίων. οὐ μὴν ταὐτόν ἐστιν ἐν τῷ οἶκον δέ καὶ τὸν οἶκον δέ· οἶκόνδε γὰρ ἐλεύσομαι, οὐ μὴν τὸν οἶκόνδε ἐλεύσομαι. — Τοῖς τοιούτοις λόγοις ἐπανέχοντές φασιν ἡνῶσθαι τὰ τοιαῦτα εἰς ἐπιρρηματικὴν παραγωγήν. καὶ πάλιν ἀντείχοντο τῶν τονι- κῶν παραγγελμάτων, καὶ οὕτως ἐπηπόρουν ἐπὶ τῶν σχημάτων. — Ἔστι δὲ πρὸς ἓν ἕκαστον τῶν προκειμένων ὑπαντῆσαι, καὶ ὡς πρό- κειται, δείξομεν ὅτι ἐστὶν ἐπιρρηματικὴ σύνταξις, οὐ μὴν ἐπιρρηματικαὶ φωναί. — Τὰ μὲν οὖν ἐκ τῆς τάσεως προφανῆ. πῶς γὰρ τρίτη ἀπὸ τέλους ἡ περισπωμένη; πῶς τετάρτη ἀπὸ τέλους ἡ ὀξεῖα; λέγω ἐν τῷ οἶκονδέ, Οὔλυμπονδέ. — Πρὸς οἷς καὶ αἱ φωναὶ κλινόμεναι ὁλόκληροί εἰσι κατ᾽ αἰτιακὴν πτῶσιν. (ἀλλ᾽ οὐ τοῦτό φημι συνεκτικὸν τοῦ δύο μέρη λόγου εἶναι, ἐπεὶ κἀν τοῖς κατ᾽ ἀρχὴν ἐδείξαμεν τὰς ὀνοματικὰς πτώσεις εἰς σύνταξιν ἐπιρρηματικὴν τιθεμένας καὶ ἐπιρρή- ματα καλουμένας.) Διαφέρει τὸ οἴκοθεν τοῦ ἐξ οἴκου, ᾗ ὃ μὲν ἓν μέρος λόγου, τὸ δὲ δύο, ἐκ προθέσεως καὶ ὀνόματος, καὶ τὸ οἴκοθι τοῦ ἐν οἴκῳ, καὶ τὸ οἴκαδε τοῦ εἰς οἶκον. καὶ ᾧ λόγῳ τὸ εἰς οἶκον δύο μέρη λόγου, οὕτως καὶ τὸ οἶκον δέ, ἐγκειμένου τοῦ δέ συνδέσμου. Ἴδιόν ἐστι τοῦ δέ συνδέσμου ἐπάγειν ἐς αὑτὸν τὴν ὀξεῖαν· τοιοῦτον δὲ καὶ τὸ οἶκον δέ, ὡς εἰ καὶ τὸ Ζεὺς δέ. ἡ διὰ τοῦ δε παραγωγή, οὐκ οὖσα συνδεσμική, ἀποφεύγει τὴν τοῦ συνδέσμου τάσιν, παροξυνο- μένη μὲν ἐν τῷ τοσόσδε, προπαροξυνομένη δὲ ἐν τῷ οἴκαδε, καθὸ κα ἡ διὰ τοῦ γε παραγωγὴ εἰς τὸ ἐναντίον μεθίσταται τῆς τάσεως τοῦ γέ συνδέσμου. ἔστι γὰρ ἐγκλιτικὸς ὁ γέ, τὴν πρὸ αὑτοῦ ὀξύνων, καὶ διὰ τοῦτο τὸ ἔγωγε καὶ ἔμοιγε παρὰ Ἀττικοῖς τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, ἵνα διὰ τοῦ τόνου φύγῃ τὸ ἀμφίβολον τοῦ γέ συνδέσμου. Ἀλλὰ πῶς τοπικὴ σχέσις ἐστὶν ἐκ συνδέσμου τοῦ δέ; — Ὅτι καὶ προθετικῇ παραθέσει συνδεσμικὴ δύναμις ἐγγίνεται, διὰ τὸ ἡμέραν 2.1,1.182 εἶναι φῶς ἐστι, διὰ Διονύσιον παρεγένετο Ἀπολλώνιος, ἐκ τῆς ῥᾳθυμίας αἱ κακίαι γίνονται, ὡς εἰ ἕνεκα τῆς ῥᾳθυμίας. τί οὖν βίαιον τὸ καὶ σύνδεσμον προθετικὴν δύναμιν ἀποτελέσαι; — πρὸς οἷς οὐδὲ πάντοτε συμπλέκει ὁ δέ σύνδεσμος, παραλαμβάνεται δὲ καὶ κατ᾽ ἔμφασιν, οὐδὲ ἐλάλησέ μοι, οὐδ᾽ ἐλεαίρεις παῖδά τε (Ζ 407). τάχα δὲ καὶ εὐλόγως οὕτως ἀνθυπήχθη ἀντὶ τοπικῆς σημασίας. — τὸ δὲ συνεκτικώτατον, ὅτι ἐμιμήσατο τοπικὴν παραγωγήν, λέγω τὴν οἴκαδε, ἄγραδε· καὶ ἐντεῦθεν, οὐ συνδέων ἐν τῷ οἶκον δέ, ἠκούετο τοπικῶς. — Προστεθείη δ᾽ ἂν ἔτι καὶ τοῦτο. εἴπερ τὸ μέρος τοῦ λόγου ἀνθυ- πήλλακται, σαφὲς ὅτι καὶ ὁ τόπος, λέγω ὁ κατὰ τὴν ἀρχήν. τοῦτο δέ φημι, ἐπεὶ οὔτε ὁ καί σύνδεσμος ἐδύνατο παραλαμβάνεσθαι, οὔτε ἄλλος τις τῶν προτακτικῶν. ἀλλ᾽ οὐδὲ τῶν ὑποτακτικῶν, ὅτι μὴ μόνον αὐτὸς ὁ δέ, ὡς ἔφην, μιμούμενος τὴν τοπικὴν παραγωγήν, μετάβασίν τε τοῦ πράγματος σημαίνων. διὸ καὶ στιγμῆς αἴτιός ἐστι καὶ αὐτοτελείας παρα- στατικός· στιγμὴ γὰρ πᾶσα σημεῖον αὐτοτελείας ὁ τέ οὐκ ἐδύνατο παραλαμβάνεσθαι, ἐπεὶ οὐκ αὐτοτέλειαν ποιῶν ἕτερον λόγον ἀπῄτει ἐπὶ τοῦ οὔτε τιμῶ σε οὔτε λαλῶ σοι. — Κατὰ τούτους δὴ τοὺς τρό- πους οἶμαι ἀναγκαίως τὸν δέ σύνδεσμον παραληφθῆναι. Ἀλλὰ πῶς τὸ ὄνομα οὐ κλίνεται τὸ μετὰ τοῦ δέ; Ὅτι ἑκάστῃ πτώσει κατὰ παράθεσιν προσιοῦσα ἡ πρόθεσις ἴδιον ἔχει σημαινόμενον. διαφέρει γοῦν τὸ δι᾽ Ἀπολλωνίου τοῦ δι᾽ Ἀπολλώνιον, ᾗ τὸ μὲν αἰτιολογικὸν ἀκούεται, ὃ δὲ τοιοῦτόν τι, γινώσκοντος Ἀπολλωνίου. ἦν οὖν τοπικὴ σχέσις ἐν τῷ οἶκον δέ, ἥ τις αἰτιατικὴν πτῶσιν ἀπαιτεῖ· ὅθεν οὐ κλίνεται, ἵνα μὴ τὸ σημαινόμενον φθαρῇ. Διὰ τί ἄρθρον οὐ προσλαμβάνει; Ὅτι τὰ πτωτικά, τοπικὴν σχέσιν σημαίνοντα ἐκ προθέσεως, οὐ δύνανται παράθεσιν ἄρθρου παραδέξασθαι, εἰ μὴ προστεθείη ἡ πρόθεσις. οὔ φαμεν τῆς Λέσβου παρεγενόμην, οὕτως δέ, ἐκ τῆς Λέσβου παρεγενόμην· καὶ ἔτι οὔ φαμεν τῷ 2.1,1.183 οἴκῳ μένει με, ἐν δὲ τῷ οἴκῳ μένει με. εἰ δὲ τοῦτο ἀληθές, σαφὲς ὅτι δεῖ πρότερον ἐπικαλέσαι τὸ ἄρθρον τὴν πρόθεσιν, εἶτα οὕτως ἐγγενέσθαι τὴν σχέσιν. τούτου δὲ μὴ γενομένου, οὐδὲ τὸ ἄρθρον προσελεύσεται. — Τοσαῦτα περὶ τῶν προκειμένων σχημάτων. Τὰ εἰς ος λήγοντα ἐπιρρήματά ἐστι μὲν σπάνια, ὀξύνεται δὲ κατὰ τὸ πλεῖστον, ἐντός, ἐκτός, εἰκός. Τὸ πάρος σημειωτέον. Τὸ γὰρ τῆμος τῇ πρὸς τὴν πεῦσιν βαρείᾳ ἐκφορᾷ ἀναγκαίως ἀπέβαλε τὴν ὀξεῖαν, ἐπεὶ ὁμοτονεῖ τὰ πύσματα τοῖς ἀνταποδοτικοῖς, τοῖος ποῖος, τόσος πόσος, τηλίκος πηλίκος. ἀνάγκη δὲ πάντως τὰ τοιαῦτα μόρια βαρύνειν καὶ τὰ τούτοις σύζυγα, λέγω ὁπηλίκος, ὁπόσος. ἀναγκαίως οὖν τὸ τῆμος ἐβαρύνθη, καθὸ καὶ τὸ ἦμος καὶ τὸ ὁπῆμος. ᾧ λόγῳ καὶ τὰ εἰς ου λήγοντα ἁπάντοτε μὲν περισπᾶται, τηλοῦ, ἀγχοῦ, αὐτοῦ, τὸ δὲ ὅπου διὰ τὴν ἀναφορικὴν πάλιν προφορὰν ἐβαρύνθη. — φαίνεται δὲ ὅτι τὸ ποῦ διὰ μονοσυλλαβίαν ἀναγκαίως συνεξῆλθε τῷ τηλοῦ καὶ ἀγχοῦ. Ἔνιοι τὸ ἐναγχός ἐβάρυναν, οἰόμενοι τὴν ἐπισυμβαίνουσαν σύν- θεσιν αἰτίαν εἶναι τῆς βαρύτητος. — Πρὸς ὃ ἔστι φάναι, ὅτι πρῶτον ἡ ἐκ συνθέσεως προφορὰ πολὺ πρότερον οἶδε τὴν ἐν ἁπλότητι· οὐ λέγεται δὲ κατ᾽ ἰδίαν τὸ ἀγχός. πρὸς οἷς οὐδὲ ἔχουσιν ἄντικρυς ἐπιστῆσαι τοιαύτην σύνθεσιν ἐπιρρημάτων. — δεύτερον τῇ συνεκδρομῇ τῶν ὀξυτόνων ὀφείλει ὀξύνεσθαι. — Ἔχει δὲ καὶ ὁ σχηματισμὸς τῇδε. ὃν τρόπον καὶ ἐπ᾽ ὀνομάτων μεταπλασμοὶ γίνονται, καθάπερ τὸ ἐρυ- σάρματες, τὸ λῖτα, τὸ παρὰ Σαπφοῖ αὔα (fr. 152 Bergk3), τὸ πυργοκέρατα παρὰ Βακχυλίδῃ (fr. 51 Bergk3), δυνατὸν καὶ ἐπὶ τοῦ προκειμένου τῇδε γεγενῆσθαι τὸν σχηματισμόν. παρὰ τὸ ἀγχοῦ δύναται γεγενῆσθαι τὸ ἀγχός, προσλαβὸν τὴν ἔν πρόθεσιν κατὰ παρολκήν, ὡς ἔχει τὸ ἐναλίγκιος, ἐναντίος, ἐνέπειν. αἱ δὴ τοιαῦται τῶν προ- 2.1,1.184 θέσεων παρελκόμεναι, καθάπερ πλεονάσματα οὖσαι, οὔτε τάσιν οὔτε ἄλλο τι τῶν παρεπομένων ἐναλλάσσουσι. καὶ γὰρ τὸ ἐναντίος οὐκ ἀνεβίβαζε τὸν τόνον, ὀφεῖλον. εἴπερ οὖν σύνθετον, τί οὐ συμμεταβάλλει τὸ γένος, ὅπερ ἴδιον συνθέσεως; ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ἐναλίγκιος. καὶ τὸ ἐνέπω ἐκλίθη ὡς ἁπλοῦν, ἤνεπον. — τούτων οὖν τῇδε ἐχόντων, παρελκομένης τῆς ἔν προθέσεως ἐν τῷ ἐναγχός, περισσὸν ἀφιστάνειν τὸν κατὰ τὸ τέλος τόνον, ὅπου γε, ὡς ἔφημεν, τῷ τύπῳ, καὶ εἰ ἦν σύνθετον, ἐχρῆν ὀξυτονεῖν. Οὕτως ἔχει καὶ τὸ συνεχέστερον λεγόμενον παρ᾽ Ἴωσι κηγχός, ὃ ἐν δυσὶ μέρεσι λόγου, ἐξ Ἰωνικοῦ τε τοῦ κῇ ἀντὶ τοῦ πῇ, καὶ τοῦ μεταπεπλασμένου, λέγω τοῦ ἀγχός, ἴσως συναληλιμμένου τοῦ α εἰς τὸ η. Αἱ διὰ τοῦ θεν παραχθεῖσαι λέξεις τοπικαὶ ἐπιρρηματικῶς τὴν ἐκ τόπου σχέσιν σημαίνουσιν. (εἶπον δὲ παραχθεῖσαι τοπικῶς, ἐπεὶ καὶ ἔνια τὴν αὐτὴν ἔχει σημασίαν τοῖς πρωτοτύποις, ὡς δεδείξεται.) καὶ διὰ τοῦτο διαφέρει τὸ δίχα τοῦ διχόθεν, ᾗ τὸ μὲν δίχα εἰς δύο ἐστί, τὸ δὲ διχόθεν ἐκ δύο, καθάπερ καὶ ἐπ᾽ ἄλλων παραγωγῶν μετὰ τοῦ παράγεσθαι τὰς φωνὰς καὶ τὰ δηλούμενα συμμεταπίπτει. — καὶ παρά- γεται μὲν ἡ φωνή, οὐ μὴν τὸ σημαινόμενον, ὡς ἐπ᾽ ὀνομάτων ἔχει τὸ ἀναγκαίη γὰρ ἐπείγει (τ 73) καὶ παρθενικῇ εἰκυῖα (η 20) καὶ τὸ Αἰτωλός Αἰτώλιος, κάπρος κάπριος, ἄπειρος ἀπείρων, καὶ τὸ πομπῆες ἀγαυοί (ν 71), καὶ τὸ Ἀϊδωνῆι προΐαψεν (Ε 190), καὶ ἐπὶ ῥημάτων ἀρδεύειν, ἀρχεύειν, καὶ ἐπ᾽ ἄλλων πλειόνων, καὶ ἐπὶ ἐπιρρημάτων τηνίκα τηνικαῦτα, τῆμος τημοῦτος, τόσος το- σόσδε. τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τῆς προκειμένης παραγωγῆς ἔσθ᾽ ὅτε τοπικὴ μὲν ἐκφορὰ δηλοῦται, λέγω ἐκ τύπου, ἔσθ᾽ ὅτε τὸ αὐτὸ τῷ πρωτοτύπῳ σημαινόμενον μένει. Ὅθεν πρὶν ἢ τῶν κατὰ μέρος ἄρξασθαι, διαληπτέον πρότερον περὶ τῶν ἀπ᾽ ἀντωνυμιῶν παραγομένων, λέγω τοῦ ἐμέθεν, σέθεν, ἕθεν. 2.1,1.185 — Ὅτι μὲν γὰρ αἱ φωναὶ ὅμοιαι κατὰ τὴν παραγωγὴν τοῖς ἄλλοις ἐπιρρηματικοῖς, σαφὲς ἐκ τούτου παρὰ τὴν Λέσβου γενικὴν τὸ υ ἀποτέθλιπται ἐν τῷ Λεσβόθεν, ὡς καὶ παρὰ τὴν οὐρανοῦ οὐρανόθεν, καὶ παρ᾽ ἐπίρρημα τὸ τηλοῦ τηλόθεν· καὶ δὴ παρ᾽ ἀντωνυμίαν τὴν ἐμεῦ ἦν τὸ ἐμέθεν, σεῦ σέθεν. ἐντεῦθεν γὰρ καὶ ὁμόλογον, ὅτι οὐχ ἡ ἐμοῦ ἐστι παραχθεῖσα Ἀττική, ἀλλ᾽ Ἰωνικὴ ἢ Δωρικὴ ἡ ἐμεῦ. Τὰ μὲν οὖν τῆς φωνῆς τῇδε ἔχει, ὡς ὁμοίως παρήχθη· τὰ δὲ τοῦ σημαινομένου πρὸς ἐνίων οὕτω καθίστατο, ὡς οὐκ εἴη ἐπιρρήματα τὰ προκείμενα, καθότι, φασί, τὰ ἐπιρρήματα οὐκ ἔστι προσώπων διασταλτικά, ἔστι δὲ τό τε ἐμέθεν καὶ σέθεν προσώπων παραστατι- κόν. — Καὶ ὡς ἕνεκα τοῦ τοιούτου οὐκ ἀπελύθη τὸ ζητούμενον. δύναται γὰρ κατὰ πρόσωπον ἡ παραγωγὴ τοῦ ἐπιρρήματος ἐγγεγενῆσθαι, καθὸ καὶ ἐπὶ τρίτου προσώπου παρὰ τὴν αὐτοῦ τὸ αὐτόθεν ἐγένετο, καὶ παρὰ τὴν τούτου τὸ τουτόθεν (ἀφ᾽ οὗ καὶ τὸ Δωρικὸν τουτῶ, καθότι καὶ τῷ πόθεν παράκειται τὸ πῶ), παρὰ τὴν αὐτόθεν αὐτῶ. οὐδὲν οὖν ἐμποδών ἐστι παρὰ τὴν ἐμεῦ γεγενῆσθαι τὸ ἐμέθεν, παρά τε τὴν σεῦ τὸ σέθεν, καὶ ἔτι παρὰ τὴν εὗ τὸ ἕθεν. — Χρὴ οὖν ἀποδείξει τῇδε χρῆσθαι. καθάπερ καὶ ἐπ᾽ ὀνομάτων ἔσθ᾽ ὅτε παραγωγαὶ γίνονται κατὰ τῶν αὐτῶν σημαινομένων, ὡς τὸ ἀναγκαίη καὶ τὸ εὐναίας ἐβάλοντο καὶ τὸ ἀπείρων καὶ τὸ πομπῆες καὶ τὸ Ἀϊδωνεύς καὶ ἄλλα πλεῖστα, τὸν αὐτὸν δὴ τρόπον ἔστι καὶ ἐπὶ τῆς παραγωγῆς τῆς διὰ τοῦ θεν εὑρέσθαι. οὕτω γὰρ καὶ τὰ Ὁμηρικὰ ἐπιλυθήσεται, τὸ σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη (β 267) οὐ σημαῖνον τὸ ἐκ τόπου, τὸ δὲ αὐτὸ τῷ πρωτοτύπῳ, τῷ σχεδὸν ἦλθεν· οὐ γὰρ ἐκ τοῦ σύνεγγυς τόπου, ἐπεὶ ἀνέφικτον τὸ τοιοῦτον. οὕτως γὰρ ἔχει καὶ τὸ Αἴας δ᾽ ἐγγύθεν ἦλθεν (Η 219)· ἐν ἴσῳ γάρ ἐστι τῷ ἐγγὺς ἦλθεν. οὕτως [γὰρ] ἔχει καὶ τὸ Ἴδηθεν μεδέων (Γ 276). οὐ γὰρ ἄλλο ἐστὶν ἢ Ἴδης μεδέων· πιθανὸν γὰρ τοὺς Τρῶας καὶ τοὺς πλησιοχώρους τὸν Ἰδαῖον Δία ἐπικαλεῖσθαι. τοῦ τοιούτου σχημα- τισμοῦ τινες ἄπειροι ὄντες ὑπέλαβον αὐτοὺς ἐπικαλεῖσθαι τὸν ἐξ Ἴδης 2.1,1.186 παραγενόμενον καὶ βασιλεύσαντα, λέγω τῆς κατὰ Κρήτην. — οἶμαι δὴ ὅτι, εἰ κατάπυκνος εἰς τὸν τοιοῦτον σχηματισμόν ἐστι, καὶ τὸ ἐξ οὐρανόθεν ἀπολογίαν ἕξει (ἀφορμὴν δεδωκός τισι τοῦ κακοῦν τὰς φράσεις· ἐπεὶ γὰρ οὐχ ὑγιὲς τὸ λέγειν ἐξ οἴκοθεν, φασὶν ὡς καὶ Ὅμηρος οὐκ εἴη κεχρημένος τῷ ἐξ οὐρανόθεν), εἴγε οὐκ ἄπειρός ἐστι τοιαύτης παραγωγῆς κατὰ τοῦ αὐτοῦ σημαινομένου, τοῦ οὐρα- νόθεν παρ᾽ αὐτῷ σημαίνοντος τὸ οὐρανοῦ, ὡς καὶ τὸ Ἴδηθεν τὸ Ἴδης· καὶ οὕτως ἡ ἔξ πρόθεσις ἕξει χώραν. — ἡ αὐτὴ ἐπιχείρησις ἐπὶ τῶν οὕτως εἰρημένων παρ᾽ αὐτῷ. Αἱ δὴ παρηγμέναι ἀντωνυμίαι σύνταξιν μὲν ἐπιρρηματικὴν οὐδέποτε ἀναδέχονται, ὅσας δὲ συντάξεις ἀναδέχονται αἱ γενικαί, ταύτας ἀναδέ- χονται. ἀδύνατον τοῖς τοιούτοις ἐπιρρήμασι προσελθεῖν τινα ἄλλην πρόθεσιν. οὐ γάρ τις ἐρεῖ ἀπὸ Λεσβόθεν ἢ πρὸς Λεσβόθεν, ἐν γενικῇ δὲ ἀπὸ Λέσβου πρὸς Λέσβου, καὶ ὅσας ἄλλας ἐπιδέχονται προθέσεις αἱ γενικαί. ἀπεδέδεικτο οὖν, ὅτι πολλάκις κατὰ τοῦ αὐτοῦ σημαινομένου αἱ παραγωγαὶ λαμβάνονται. καὶ ἦσαν τῇδε ἀντωνυμίαι παρηγμέναι. καὶ σαφὲς ἐκ τῶν συντασσομένων προθέσεων, ἀπὸ ἕθεν ἧκε χαμᾶζε (Μ 205), ἐξ ἐμέθεν γεγαῶτα (Ι 456), πρὸ ἕθεν κλονέοντα φάλαγγας (Ε 96). ταύτῃ δὲ τῇ συντάξει εἰς τὸν λόγον τῶν ἀντωνυμιῶν καταριθμηθῆναι χρή. Τὰ προκείμενα ἐπιρρήματα παράγεται ἢ παρ᾽ ὄνομα, ὡς τὸ Διόθεν, Ἀβυδόθεν, ἢ παρ᾽ ἐπίρρημα, ὡς τὸ κάτωθεν, ἄνωθεν, ἢ παρὰ πρόθεσιν, πρόσθεν, ἔνθεν, ὕπερθεν. πρόκειται γὰρ ὡς καὶ ἀπ᾽ ἀντωνυμιῶν. — καὶ ἀπ᾽ ὀνομάτων ἢ ἐπιρρημάτων ἢ τῶν ἔτι παρακει- μένων στοιχείου ἀποβολῇ τοῦ κατὰ τὸ τέλος παράγεται, ἀπὸ μὲν ἀντω- 2.1,1.187 νυμιῶν [ἐμεῦ ἐμέθεν] αὐτοῦ αὐτόθεν, καὶ ἀπὸ ὀνομάτων Λέσβου Λεσβόθεν, παντός πάντοθεν, καὶ ἐπιρρημάτων τηλοῦ τηλόθεν. — εἰ μέντοι ἓν εἴη τὸ φωνῆεν τὸ κατὰ τὸ τέλος, οὐ τῇδε ἔχει ὁ λόγος· φυλάσσεται γάρ, ὡς ἐπὶ τοῦ κάτω κάτωθεν, ἔσω ἔσωθεν. — ἀναγκαίως τὰ παρὰ τὰς προθέσεις φυλάσσει τὰ τέλη, ὡς ἔχει τὸ πρόσθεν, ὕπερθεν. Ἐπιστατέον οὖν τῷ χαμαῖθεν καὶ ἔτι τῷ παρὰ Ἀττικοῖς χαμᾶθεν. καὶ ἔχοι ἂν συνηγορίαν ἐν τῇ αι διφθόγγῳ τήνδε. τὰ μακρᾷ παρεδρευόμενα ἀποβολῇ τοῦ θεν ποιεῖ τὸ ἐπίρρημα τὸ πρωτότυπον, κάτωθεν κάτω, πρόσωθεν πρόσω· προσκείσθω τῷ λόγῳ, ὅτε ἀπὸ ἐπιρρήματος ἐσχημάτισται. εἴπερ οὖν μακρᾷ παρεδρεύεται τὸ χαμαῖθεν, ὀρθῶς ἀπο- βολῇ τοῦ θεν ἐποίησε τὴν χαμαί φωνήν. ἀλλὰ πρόσκειται, ὅτι οὐδέ- ποτε δίφθογγος φυλάσσεται· διὸ σημειούμεθα τὸ ἐκεῖθεν, περὶ οὗ κατὰ τὸ ἑξῆς εἰρήσεται. τὸ οὖν πρὸς Ἀττικῶν πάλιν λεγόμενον ἀναλογώ- τερον καθέστηκεν. ὥστε ἕνεκα μὲν τῆς μακρότητος ἡ δίφθογγος μένουσα ἀναλογωτέρα καθέστηκεν, ἕνεκα δὲ τοῦ τὸ δεύτερον φωνῆεν ἀποβάλ- λεσθαι, τὸ Ἀττικόν. — καὶ μή ποτε ὄντως ἀναλογώτερον καθέστηκε. τὰ ἐκ διφθόγγου γινόμενα τὸ ληκτικὸν φωνῆεν βραχὺ καταλιμπάνει, τηλοῦ τηλόθεν αὐτοῦ αὐτόθεν, οἴκου οἴκοθεν. σαφὲς οὖν, ὅτι δεῖ καὶ παρὰ τὸ χαμαί[θεν] χαμάθεν ἐν βραχεῖ τῷ α. ἀλλ᾽ ἐκεῖνο ἀληθές ἐστιν, ὡς Ἀθηναῖοι ἐκτατικοί εἰσι τῶν φωνηέντων. καὶ ἔτι ἐκεῖνο ἀληθές ἐστιν, ὡς ἀεὶ ἡ ὑποστολὴ τοῦ ι, δευτερεύοντος τοῦ φωνήεντος, ἔκτασιν ποιεῖται τοῦ α. οὕτως ἔχει καὶ τὸ ἰθαγενέεσσιν ἐτίμα (ξ 203) παρὰ τὸ ἰθαίνω. οὕτως ἔχει καὶ τὸ ἀεί (τὸ γὰρ ἀναλογώτερον ἐν μακρῷ τῷ α). οὕτως ἔχει καὶ τὸ κλάω παρὰ Ἀττικοῖς καὶ τὸ φανῶ καὶ τὸ ῥανῶ, κατά τι παράλογα ὄντα, ὅτι μακρᾷ παρεδρεύεται· ἔχει δὲ ἀπολογίαν, καθὸ ἡ τοῦ ι· ὑποστολὴ ἔκτασιν τῷ α παρέχει. κατὰ τοῦτον ἄρα τὸν τρόπον παρὰ τὸ χαμαί τὸ χαμᾶθεν ἀναγκαίως ἐξέτεινε τὸ α. καὶ περὶ τοῦ τετριμμένου δὲ κατὰ τὸ ἑξῆς εἰρήσεται, λέγω τοῦ χαμόθεν. Καὶ τὸ ἐκεῖθεν δέ, οὐ φύσει ἔχον τὴν ει δίφθογγον παραλήγουσαν, ἀναγκαίως ἐφύλαξε τὴν ποσότητα τῶν φωνηέντων. παρὰ γὰρ τὴν ἐντελῆ φωνὴν τὴν ἐκεῖνος καὶ τὴν ἐκείνου τὸ ἀκόλουθον ἦν ἐκεινόθεν, τὸ δὲ κατὰ συγκοπὴν ἐκεῖθεν. ταῖς δὲ ληγούσαις τῶν διφθόγγων κατὰ 2.1,1.188 τὰ πρωτότυπα τὸ τοιοῦτον παρακολουθεῖ, ὡς πρόκειται ἐπὶ τοῦ χαμᾶ- θεν, τηλόθεν, ἀγχόθεν· τὸ γὰρ ἐκεῖθεν οὐ τῇδε ἔχει. Τὰ εἰς θεν λήγοντα ἐπιρρήματα παραλήγεται φωνήεντι, ᾧ καὶ τὸ τέλος τῆς γενικῆς τοῦ ὀνόματος· εἰ δὲ καὶ ἀπὸ ἐπιρρήματος εἴη, πάλιν τῷ αὐτῷ παραλήγεται, δι᾽ οὗ τὸ λῆγον τοῦ πρωτοτύπου· εἰ δὲ δίφθογγος εἴη, καθὼς πρόκειται, ἀποπίπτει τὸ ἐν τῷ τέλει φωνῆεν, ἀρχῆς ἀρχῆθεν, θύρας θύραθεν, τηλοῦ τηλόθεν, οὐρανοῦ οὐρανόθεν, Θήβης Θήβηθεν, Λυκίας Λυκίαθεν, ἀγορῆς ἀγορῆθεν, ἀγχοῦ ἀγχόθεν, ποῦ πόθεν. πῶς οὖν παρὰ τὸ ἀμφοτέρου καὶ ἑκατέρου καὶ ἑτέρου οὐ μένει τὸ ο ἐν τῷ ἀμφοτέρωθεν, ἑκατέρωθεν, ἑτέρωθεν; — Φησὶν οὖν ὁ Τρύφων (p. 53 Velsen) ἰδιαίτερον ὡς τὰ διὰ τοῦ τερος πρωτότυπα διὰ τοῦ ω παράγεται κατὰ τὰ ἐπιρρήματα. — Μή ποτε δὲ βίαιόν ἐστιν, ὅτι δι᾽ αὐτοῦ τοῦ ζητουμένου ἡ ἀπόλυσίς ἐστι. μή ποτ᾽ οὖν, εἰ δέδοται καὶ ἀπὸ ἐπιρρημάτων παράγεσθαι τὴν προκειμένην παραγωγήν, ἐγγύς ἐγγύθεν, ἑκάς ἑκάθεν, ἀποπίπτοντος τοῦ ς (ἀλλὰ καὶ λήγοντος τοῦ φωνήεντος, ἄνω ἄνωθεν, κάτω κάτωθεν), δοθήσεται καὶ ἀπὸ ἐπιρρήματος τοῦ ἑκατέρως, ἀμφοτέρως, ἑτέρως τὴν παραγω- γὴν γεγενῆσθαι. Ἔτι ἐπηπόρει, πῶς γεγόνοι τὸ γειόθεν, παραδεχόμενος ὡς ἀνά- λογον τὸ γῆθεν· παρὰ γὰρ τὴν γῆς γενικήν, ὡς ἀρχῆς ἀρχῆθεν. καὶ ἔτι περὶ τοῦ Δεκελειόθεν (Callim fr. 234 Schneider)· ἐν οἷς ἔλεγε μὴ παρὰ τὸ Δεκέλεια παρῆχθαι, παρὰ δὲ τὸν μετειληφότα τοῦ δήμου Δεκελέα, ὥστε παρὰ γενικὴν τὴν Δεκελέος Δεκελεόθεν εἶναι, καὶ μετὰ περισσοῦ τοῦ ι Δεκελειόθεν. — Ἄμεινον δὲ καὶ οὕτως ὑπὲρ τούτων φάναι, ὡς οὐκ ἀσυνήθως τὸ α ἔσθ᾽ ὅτε μεταπίπτει εἰς τὸ ο κατὰ σύνθεσιν καὶ παραγωγήν, θάλασσα θαλασσομάχος, σφαῖρα σφαι- ρομάχος, τραγῳδία τραγῳδιογράφος, χίμαιρα χιμαιροφύλαξ, καὶ ἐπὶ τέλους, ἀθάλασσος, εὔμουσος. καὶ εἰ τοῦτο, οὐ βίαιον ἐν τῇ τοι- αύτῃ παραγωγῇ τὸ α εἰς τὸ ο μετατίθεσθαι, ὥστε γεγενῆσθαι παρ᾽ ἐντελέστερον τὸ γαῖα τὸ γαιόθεν καὶ γειόθεν, καὶ παρὰ τὸ Δεκέλεια, τὸν δῆμον τοῦ σημαινομένου δηλοῦντος, τὸ Δεκελειόθεν. ἰδοὺ γὰρ καὶ παρὰ τὸ ῥίζα ῥιζόθεν, ἐσχάρα ἐσχαρόθεν, Μήθυμνα Μηθυμνόθεν, Μέγαρα Μεγαρόθεν. Οὐ βίαιον δὲ καὶ τὸ χαμόθεν κατὰ τὸ σύνηθες, τοῦ σχή- ματος ἀπαιτοῦντος τὸ χαμᾶθεν. 2.1,1.189 Καὶ ἐπεί, ὡς πρόκειται, τὸ ο τὸ ἐν τῷ πρωτοτύπῳ, ἐάν τε μόνον ᾖ, ἐάν τε σὺν ἑτέρῳ φωνήεντι, φυλάσσεται, Διός Διόθεν, παντός πάντοθεν, τηλοῦ τηλόθεν, καὶ παρὰ τὴν ἠπείρου γενικὴν τὸ ἠπειρόθεν, οὐ μὴν ὑγιῶς ἔχον τὸ ἀπείρηθεν. — Ἔστι πρὸς τοῦτο φάναι, ὡς πλείστη μετάθεσίς ἐστι τοῦ ο εἰς τὸ η κατὰ τὴν Ἰάδα διάλεκτον, οὐ μὴν ἀλλὰ καὶ κατὰ τὸ κοινὸν ἔθος. — παρὰ τὴν βάλα- νον βαλανηφόρος· παρὰ τὸ κάλαθος καλαθοποιός, ἀλλὰ καὶ καλαθη- φόρος· παρὰ τὸ ἔλαφος ἐλαφοκτόνος Ἄρτεμις, ἀλλὰ καὶ ἐλαφηβόλος· στεφανοποιός, ἀλλὰ καὶ στεφανηφόρος. — Ἴωνες δὲ καὶ τοὺς ὁρκιοτό- μους ὁρκιητόμους φασί, καὶ τοὺς αἱμοπότας αἱμηπότας. — τοῦ τοιούτου λόγου εἴχετο καὶ τὸ κοτήεις· ὡς γὰρ παρὰ τὸ ἄνεμος ἀνεμόεις, ψόλος ψολόεις, οὕτως καὶ ὁ κότος κοτόεις καὶ κοτήεις. — παρὰ γοῦν τὸ θύος πάλιν ἐστὶν ὁτὲ μὲν διὰ τοῦ ο λεγόμενον, θυόεν νέφος (Ο 153), ὁτὲ δὲ διὰ τοῦ η, βωμός τε θυήεις (Θ 48). — εἰς τὸν τοιοῦτον λόγον πάμπολλα ἔστιν ἐκθέσθαι. — οὐδὲν οὖν κωλύει ποτὲ μὲν τὸν αὐτὸν φάναι ἠπειρόθεν, ποτὲ δὲ ἀπείρηθεν, ποτὲ δὲ ἀπειρόθεν. Ἔνια καὶ ὑπὸ πάθος πίπτει, καθὼς ἐκτεθείμεθα καὶ περὶ τοῦ κεῖθεν. — Τῆς γὰρ τοιαύτης συγκοπῆς ἔχεται καὶ τὸ ὄπισθεν· ὡς γὰρ ἄνω ἄνωθεν, ἔσω ἔσωθεν, οὕτως ὀπίσω ὀπίσωθεν. ὃ δὴ ἔσθ᾽ ὅτε καὶ μετὰ τοῦ ς συγκόπτεται, ὅτε γίνεται ὄπιθεν. Καὶ τὸ ἔνερ- θεν δὲ δύο πάθη ἀνεδέξατο, συγκοπὴν καὶ ἀφαίρεσιν. ἦν γάρ τι ὄνομα τὸ ἔνερον, ἀφ᾽ οὗ τὸ ἐντελὲς ἐπίρρημα ἐνερόθεν, ἀφ᾽ οὗ κατὰ συγκοπὴν ἔνερθεν, τάχα τῆς ὀξείας εὐλόγως ὑπερτεθείσης κατὰ τὸ ἄρχον μέρος, ἐπεὶ τὰ παραληγόμενα τῶν ἐπιρρημάτων τῷ ο, ὡς δεδεί- ξεται, κατάφορά ἐστιν ἐπὶ τὸ παροξύνεσθαι, τῶν ἄλλῳ φωνήεντι παρε- δρευομένων οὐ τῇδε ἐχόντων. σαφὲς οὖν, ὅτι καὶ ἐν ἀφαιρέσει ἐστὶ τὸ νέρθεν ὑπ᾽ ἐγκεφάλοιο (Π 347). 2.1,1.190 τροπικώτερον μέντοι ἡ λέξις τίθεται ἐπὶ παντὸς τοῦ κάτωθεν, ᾧ λόγῳ καὶ ἄριστος μέν ἐστιν ὁ ἐν πολέμῳ ἰσχυρός, τροπικώτερον δὲ καὶ ἐπὶ παντὸς τοῦ προσήκοντος· τῇ γοῦν κυριολογίᾳ μαρτυρεῖ τὸ παρώνυμον ἀριστεύς. Ἔφαμεν ὡς τὰ δύο φωνήεντα ἀποβάλλει τὸ δεύτερον φωνῆεν. οὐχὶ οὖν δόξει τὸ ἄνευθεν σεσημειῶσθαι; — Πρὸς ὃ φήσομεν, ὅτι οὐ τῆσδε τῆς παραγωγῆς ἔχεται, τῆς δὲ διὰ τοῦ θε, ἥ τις καὶ τὴν δίφθογγον φυλάσσει, εἴθε, αἴθε. ἦν οὖν καὶ παρὰ τὸ ἄνευ ἄνευθε. καὶ σαφές ἐστιν ἐκ τοῦ ἁπάντοτε τὸ σημαινόμενον φυλάσσειν τὴν θε συλλαβήν. ἡ γοῦν κατάληξις ἡ διὰ τοῦ θεν οὐδέποτε τὸ ν ἀποβάλλει· τὸ γὰρ Λεσβόθεν οὐκέτι Λεσβόθε, οὐδὲ ἄλλο τι τῶν τοιούτων· ἐν δὲ τῷ ἄνευθε δέ σε μέγα νῶιν (Χ 88) ἡ θε συλλαβή ἐστιν. — Ἀλλὰ πῶς ποτὲ ἔχει τὸ ν; Ὧι λόγῳ καὶ τὸ ἔλεγεν καὶ τὸ ἔφερεν, οὐ λήγοντα εἰς ν, προσλαμβάνοντα δὲ τὸ ν διὰ τὴν τοῦ ε κατάληξιν. ᾧ λόγῳ καὶ ὁ κέ σύνδεσμος κέν ἔσθ᾽ ὅτε λέγεται παρὰ Δωριεῦσι. Τὰ τῷ ο παρεδρευόμενα παρὰ Δωριεῦσι τῶν ἐπιρρημάτων ἀπει- ράκις ἐν ἀποκοπῇ γίνεται τοῦ θεν καὶ ἐν μεταθέσει τοῦ ο εἰς ω, καθὼς προείπομεν, αὐτόθεν αὐτῶ, αὐτῶ ὁρῇς, Φύσκα; (Sophr. fr. 45 Ahrens), τουτόθεν τουτῶ, τουτῶ θάμεθα (Sophr. fr. 42 Ahrens). — Τῇδε εἶχε καὶ τὸ πόθεν λεγόμενον οὕτως, πῶ· πῶ τις ὄνον ὠνασείται; (Sophr. fr. 89 Ahrens.) — Καὶ τὸ πώμαλα δὲ παρὰ Ἀττικοῖς ἐν παρολκῇ τοῦ μάλα οὕτως ἐγένετο, καθάπερ καὶ τὸ ἦ μάλα δὴ τέθνηκεν (Σ 12)· ἦ μάλ᾽ ἐλαφρὸς ἀνήρ· ὡς ῥεῖα κυβιστᾷ (Π 745). 2.1,1.191 τοῦ δὲ πόθεν συνεχέστερον καὶ οὕτως λεγομένου· ἔγραψας; πόθεν; ὅπερ κατὰ τὴν τοιαύτην σημασίαν τὸ πώμαλά ἐστι παρὰ τοῖς Ἀττικοῖς κατὰ τὸ πλεῖστον. Τὰ συμφώνῳ παρεδρευόμενα τῶν εἰς θεν ληγόντων ἐπιρρημάτων παρὰ Δωριεῦσι καὶ Αἰολεῦσιν ἀμείβει τὸ ε εἰς τὸ α, καὶ κατ᾽ ἐπακολού- θησιν τὸ ν ἀποβάλλει, καθάπερ καὶ ἐπ᾽ ἄλλων παθῶν τὸ τοιοῦτον εὑρέσθαι ἔστι. τὸ ᾔδειν παρ᾽ Ἴωσι λεγόμενον ᾔδεα, πεποιήκειν ἐπεποιήκεα, καὶ πάντα τὰ τούτοις ὅμοια· καὶ ἐπ᾽ αἰτιατικῆς Ξέρξεα, Πολυδέκτεα, Γύγεα· καὶ ἐπὶ συνδέσμου τοῦ ἕνεκεν ἕνεκα, καὶ ἔτι τοῦ κέν καὶ κά. ὥσπερ πάλιν εἰ τὸ α εἰς τὸ ε μεταπέσοι, τὸ τηνικαῦτα πρόσεισι τὸ ν παρ᾽ Αἰολεῦσι· τὸ λεγόμεθα λεγόμεθεν καὶ πάντα τὰ τοιαῦτα τῶν ῥημάτων. Ταῦτα οὖν τῶν ἐπιρρημάτων ἐστὶ διὰ τοῦ α μεθιστανόμενα, ὡς ἔφαμεν, κατὰ τὸ πλεῖστον, πρόσθεν πρόσθα, ἔνερ- θεν ἔνερθα, ὄπισθεν ὄπισθα, ὁ δ᾽ ἐξύπισθα κασταθείς (lyr. gr. III3 fr. adesp. 67 Bergk), ἔνθεν ἔνθα. καὶ ἐν ἄλλοις δὲ ἐπιρρήμασιν, ὡς ἐν τοῖς ἑξῆς δεδεί- ξεται, τὸ ε εἰς τὸ α μεταπίπτει παρὰ ταῖς προκειμέναις διαλέκτοις. Παρείπετο τοῖς προκειμένοις ἐπιρρήμασιν, εἰ μὲν ἀπὸ ὀνομάτων εἶεν καὶ μὴ τῷ ο παρεδρεύοιτο, τάσις ἡ αὐτή, ἣ ἦν κατὰ τὸ τέλος τῆς γενικῆς. τὸ ἀρχῆς περισπᾶται· τῇδε ἔχει καὶ τὸ ἀρχῆθεν. ὁμοίως καὶ Ἰωνικὸν τὸ ἀγορῆς· τῇδε ἔχει καὶ τὸ ἀγορῆθεν. βαρύνεται τὸ Θή- βης· τῇδε ἔχει καὶ τὸ Θήβηθεν. ἀλλὰ καὶ τὸ Ἀθήνης Ἀθήνηθεν, σιπύης σιπύηθεν, ἐκ δ᾽ ἄρτους σιπύηθεν (Callim. fr. 454 Schneider). πάλιν τοῦ γῆς περισπωμένου τὸ γῆθεν συμπερισπᾶται. κἂν διὰ τοῦ α, Λυκίας Λυκίαθεν. — Ἐπὶ μέντοι τῶν τῷ ο παρεδρευομένων οὐ ταὐτὸν παρέπεται· σχεδὸν γὰρ ἅπαντα ὀφείλει παροξύνεσθαι. παρὰ βαρυνομένην γὰρ γενικὴν τὴν Λέσβου τὸ Λεσβόθεν παροξύνεται· τῇδε ἔχει καὶ παρὰ τὴν Κύπρον τὸ Κυπρόθεν, Ἀβυδόθεν, οὐρανόθεν, Διόθεν, 2.1,1.192 αὐτόθεν, σχεδόθεν. ἁπάντων τῷ λόγῳ τούτῳ ὑποπιπτόντων ἰδιαίτερον ἐβαρύνθη τὸ οἴκοθεν καὶ ἄλλοθεν (ἔνιοι μὲν γὰρ τὸ παντός πάντοθεν καὶ παρώξυναν)· καὶ παρ᾽ ἐπίρρημα δὲ τὸ ἐκτός τὸ ἔκτοθεν καὶ ἔνδον ἔνδοθεν. καὶ εἰ ἔστιν εἰπεῖν ὡς οὐκ ἄλλο τι ἐθέλει παροξύνεσθαι, ὃ μὴ τῷ ο παρεδρεύεται (καὶ γὰρ ὀξυνομένου τοῦ ἑκάς τὸ ἕκαθεν προ- παροξύνεται, καὶ ἅπαντα τὰ τῷ ω παρεδρευόμενα, ἄνω ἄνωθεν, κάτω κάτωθεν. τῇδε ἔχει καὶ τὸ ἑκατέρωθεν, ἀμφοτέρωθεν, ἑτέρωθεν. πάλιν δὲ παρὰ τὸ ἐγγύς παροξυνόμενον τὸ ἐγγύθεν), οὐκ ἔστιν ἀφορμὴ οὐδεμία τῶν προπαροξυνθέντων. ἴσως γὰρ τὸ ἄλλοθεν ἠδύνατο ἔχειν ἀπολογίαν διὰ τὴν βαρύτητα τῆς γενικῆς, καὶ τάχα τὸ οἴκοθεν· οὐ μὴν ἐπὶ τῆς παντός γενικῆς ὀξυνομένης τὸ πάντοθεν. ἢ ἐπιρρήματος τοῦ ἐκτός ὀξυνομένου τὸ ἔκτοθεν, ὅπου γε καὶ αἱ βαρυνόμεναι γε- νικαὶ παρωξυτονήθησαν κατὰ παραγωγήν, Κύπρου Κυπρόθεν, Ἀβύδου Ἀβυδόθεν. Παράκειται τοῖς εἰς θεν λήγουσι τὰ ἐν τόπῳ, τοῦ τέλους εἰς τὸ ι μεταλαμβανομένου, παρεπομένης τῆς τάσεως τῆς αὐτῆς καὶ μετὰ μὲν μονῆς τοῦ θ, εἰ τὸ ο προκείμενον εἴη· τὰ γὰρ μὴ οὕτως ἔχοντα καὶ τὸ θ εἰς τὸ ς μεταλαμβάνει. τοῦ μὲν οὖν προτέρου οἴκοθεν οἴκοθι, ἔνδοθεν ἔνδοθι, Ἀβυδόθεν Ἀβυδόθι, οὐρανόθεν οὐρανόθι, τηλόθεν τηλόθι, αὐτόθεν αὐτόθι καὶ ἐν συγκοπῇ αὖθι, ὑψόθεν ὑψόθι, ἀφ᾽ οὗ πάλιν τὸ κατὰ συγκοπὴν ὕψι. καὶ ἴσως καὶ παρὰ τὸ ἀγχοῦ ἦν τὸ ἀγχόθεν καὶ ἀγχόθι, καὶ πάλιν κατὰ συγκοπὴν ἄγχι. σαφὲς δὲ ὅτι καὶ τὸ κεῖθι πάλιν τὸ αὐτὸ πάθος ἀνεδέδεκτο τῷ κεῖθεν, τῆς συγ- κοπῆς συνούσης τῆς παρὰ τὸ ἐκεινόθι. — Τὰ μὲν οὖν γεγονότα 2.1,1.193 τῇδε ἐγεγόνει· οὐ γὰρ ἐξ ἀνάγκης παρεπόμενόν ἐστι τοῖς εἰς θεν τὸ τοιοῦτον οὔτε γὰρ τῷ ἔνθεν παράκειται οὔτε ἄλλοις πλείοσι τοιούτοις. τοῦ γε μὴν ἑτέρου ὑποδείγματά ἐστι τοιαῦτα, Θήβηθεν Θήβῃσιν, Ἀθήνηθεν Ἀθήνῃσιν, θύρηθεν θύρῃσι. Τὰ διὰ τοῦ ε ἐκφερόμενα ἐπιρρήματα (λέγω δὲ τὰ προκείμενα κατὰ παραγωγὴν τοῦ θε· καὶ τὰ τοιαῦτα δὲ λέγω, τὰ διὰ τοῦ τε, ἄλλοτε, τότε, ὑπὲρ ὧν καὶ κατὰ τὸ ἑξῆς εἰρήσεται, καὶ ἔτι τὰ διὰ τοῦ σε, κυκλόσε, πάντοσε, πόσε, καὶ ἔτι τὰ διὰ τοῦ δε, οἴκαδε, καὶ ἔτι τὰ τούτοις ὅμοια) οὐ τρέπει πάντοτε τὸ ε εἰς τὸ α παρ᾽ Αἰολεῦσι καὶ Δωριεῦσιν, ἀλλὰ τρέψαντά ἐστιν ἢ διὰ τοῦ θε ἐκφερόμενα ἢ διὰ τοῦ τε. καὶ σχεδὸν μία ἦν ἀπολογία· πνεύματι γὰρ διαφέρει τὸ τ τοῦ θ. τὰ γὰρ μὴ τῇδε ἔχοντα τὸ ε φυλάσσει. — εἴρηται μὲν οὖν περὶ τῶν εἰς θεν, λέγω περὶ τοῦ ὕπισθα καὶ ὕπερθα καὶ τῶν τοιούτων· ἔστι δὲ καὶ ὑποδείγματα τῶν διὰ τοῦ τε τὸ πότε πότα, ὅτε ὅτα, ἑτέρωτε ἑτέρωτα, ἄλλοτε ἄλλοτα. — διαφέρει δὲ πάλιν τὰ Αἰολικὰ τοῦ Δωρικοῦ, ᾗ τὸ μὲν Δωρικὸν τὸ τ εἰς κ μεταλαμβάνει, ὅτε τὸ πότε πόκα ἐστί, τὸ ἄλλοτε ἄλλοκα, ὅτε ὅκα, καὶ μετὰ περισσοῦ τοῦ κ, ὅκκα δὴ γυνά (Alcm. fr. 94 Bergk3). οὐ μὴν ἐπὶ τοῦ κυκλόσε ἢ ἔραζε ἢ τῶν προκατειλεγμένων. [Τὰ εἰς ου λήγοντα ἐπιρρήματα περισπᾶται, ἐστὶ δὲ παραγωγά. παρὰ τὸ ὕψος ἦν τὸ ὑψοῦ, παρὰ τὸ τῆλε τὸ τηλοῦ (δύναται καὶ τῷ τέλος παρακεῖσθαι, γενομένης ἐκτάσεως τοῦ ε εἰς τὸ η, τελοῦ τηλοῦ· τὰ γὰρ ἐπὶ τέλους διικνούμενα μεγεθύνεται) καὶ παρὰ γενικὴν τὴν αὐτοῦ ὁμόφωνόν τι ἐκπίπτει ἐπίρρημα τὸ αὐτοῦ. — δύναται καὶ τῷ ἄγχι παρακεῖσθαι τὸ ἀγχοῦ. — ἦν δὲ καὶ τὸ οὗ παρὰ πτωτικὸν τὸ ὅς, ἀφ᾽ οὗ ἀνταποδοτικὸν τὸ τοῦ, πευστικὸν δὲ τὸ ποῦ. — καὶ ἐπεὶ τὰ μονοσύλλαβα τῶν πευστικῶν, προσθέσει τοῦ ο ἀοριστούμενα, βαρύνεται, οὐκ ἂν εἴη παράλογον τὸ ὅπου κατὰ τάσιν. — τῇδε ἔχει καὶ τὸ οὐδα- μοῦ, παρακείμενον τῷ οὐδαμός.] 2.1,1.194 Ἔστι καὶ συνύπαρξις τῶν εἰς τε ληγόντων ἐπιρρημάτων. — παρὰ τὴν ἄλλος φωνὴν πάλιν τὸ ἄλλοτε, παρά τε τὴν παντός τὸ πάντοτε, καὶ παρὰ τὸ οὗ τὸ ὅτε, ποῦ πότε, ὅπου ὁπότε. — τῇδε ἔχει καὶ παρὰ τὸ ἕτερος τὸ ἑτέρωτε (ἢ παρ᾽ ἐπίρρημα τὸ ἑτέρωθε), ἀφ᾽ οὗ καὶ τὸ παρ᾽ Αἰολεῦσιν ἑτέρωτα· πρόκειται γάρ, ὅτι τὸ τοιοῦτον ε εἰς α τρέπουσιν Αἰολεῖς καὶ Δωριεῖς, ὥσπερ ἔχει καὶ τὸ πότα. — σαφὲς ὅτι καὶ παρὰ τὸ νέος τὸ μὲν κοινὸν ἦν νέοτε, κατ᾽ Ἀττικὴν δὲ ἐπέκτασιν νέωτα, Αἰολικώτερον τοῦ ε εἰς α τραπέντος. καὶ τὸ ἐνίοτε δὲ παρὰ τὸ ἔνιος ἢ ἔνιοί ἐστιν. Καὶ τὰ διὰ τοῦ σε παραγόμενα εἰς τόπον. παρὰ τὸ οἶκος οἴκοσε, ἄλλος ἄλλοσε, παντός πάντοσε, παρά τε πάλιν τὸ ποῦ τὸ πόσε φεύγετε; (Π 422) κύκλος κυκλόσε. Χρὴ δὲ νοεῖν, ὅτι πάλιν οἱ αὐτοὶ τόνοι παρέπονται τοῖς προκατειλεγμένοις τῶν εἰς θεν καὶ τῶν εἰς θι. ἄλλοθεν ἄλλοθι, εὐθέως καὶ ἄλλοσε· καὶ ἐπεὶ πάντοθεν καὶ πάντοθι, πάντοσε δαιδάλλων (Σ 479)· καὶ ἐπεὶ κυκλόθεν κυκλόθι, εὐθέως καὶ τὸ κυκλόσε, ἀγχόσε, τηλόσε. Τὰ διὰ τοῦ ζε παραγόμενα ἔχει τὸ α παρεδρευόμενον ἐν βραχεῖ χρόνῳ, Ἄφιδνα Ἀφίδναζε, ἔρα ἔραζε, θύρα θύραζε. σημειωτέον οὖν τὸ χαμᾶζε· καὶ δῆλον ὅτι τῆς Ἀττικῆς ἐκτάσεώς ἐστι, καθὸ καὶ τὸ χαμᾶθεν. Εἴπομεν ὡς τὰ διὰ τοῦ φι παραγόμενα αὐτὸ μόνον τῆς παραγωγῆς ἔχεται τῆς διὰ τοῦ φι, καθὸ καὶ ἄλλα πολλά ἐστι τὰ διὰ τοῦ δε παρα- γόμενα, τοσόσδε, τοιόσδε, ἅπερ τοῦ αὐτοῦ μέρους λόγου ἔχεται, καθὸ καὶ πλεῖστα τῶν εἰς θεν ληγόντων, ὡς ἡ ἐμέθεν ἀντωνυμία καὶ αἱ σύζυγοι. — ἔχεται μέντοι καὶ ἕτερα ἐπιρρηματικῆς ἐννοίας, ὥσπερ παρὰ τὴν ἰνόφιν φωνὴν τὸ ἶφι συνεκόπη, σημαῖνον τὸ ἰσχυρῶς. τὸ μέντοι νόσφι πρὸς ἐνίων οὕτως ἀπεδίδοτο, ὡς τὸ νο ἔσθ᾽ ὅτε στερητικόν ἐστι, καθὸ καὶ τὸ νόσος ἐν στερήσει τοῦ σοεῖν· ἦν δὲ καὶ παρὰ τὸ 2.1,1.195 ἕπεσθαι, κατὰ στέρησιν τὴν διὰ τοῦ νο, ἐσχηματισμένον τὸ νόσφιν, ὅπερ ἐναντίον σημαίνει τῷ συνέπεσθαι. Σαφὲς δὲ ὅτι καὶ Σέλευκος καὶ οἱ πλεῖστοι ὑγιῶς ἐφίστων τῷ οὐρανόθι πρό (Γ 3). ἡ γὰρ εἰς θι παραγωγὴ τὸ ἐν τόπῳ σημαίνει. ὅπερ τινὲς μετέγραψαν τὸ οὐρανόθεν, ἵνα τὸ ἐκ τόπου δηλωθῇ. ἀλλὰ πάλιν ἐδόκει καὶ τὸ πρό ἀντικεῖσθαι· ἐπεὶ γὰρ τὸ οὐρανόθεν τὸ ἐξ οὐρανοῦ σημαίνει, οὐ συνίσταται δὲ τὸ πρὸ ἐξ οὐρανοῦ, σαφὲς ὅτι παραπεμπτέον καὶ τὴν διὰ τοῦ θεν γραφήν. χωρὶς εἰ μὴ ἐκεῖνό τις εἴποι, ὡς ἔσθ᾽ ὅτε ταῖς γενικαῖς μόνον ἡ παραγωγὴ ἰσοδυναμεῖ, οὐ δηλουμένης τῆς ἔκ προ- θέσεως, ὡς τὸ Ἴδηθεν μεδέων (Γ 276), ὡς ἡ ἐμέθεν ἀντωνυμία, ὡς τὸ Αἴας δ᾽ ἐγγύθεν ἦλθε (Η 219). καὶ τὸ οὐρανόθεν προσλαμβάνει τὴν ἔξ πρόθεσιν, ἐξ οὐρανόθεν, ὡς αὖ τοῦ θεν νῦν οὐ λεκτικῶς προσεληλυθότος, ἐν δὲ μόνον παραγωγῇ, καθὼς προαπεδόθη. τῇδε οὖν ἕξει καὶ τὸ οὐρανόθεν πρό. — εὐμαρέσ- τερον μέντοι τὴν διὰ τοῦ φι παραγωγὴν παραδέχεσθαι, ἥ τις συνήθως καὶ ἐπὶ γενικῆς παραλαμβάνεται. ἣ παραλαμβανομένη ποικίλας ἔχει τὰς προθέσεις προσιούσας, ἐκ πασσαλόφιν, ἀπὸ χαλκόφι. — διὸ καὶ ἐν παραγωγῇ μόνον κατὰ τὰς ἀρχὰς τὰ τοιαῦτα τῶν ἐπιρρημάτων παρελαμβάνομεν. — τῇδε οὖν ἔχει καὶ τὸ οὐρανόφι πρό. Τὰ εἰς ω λήγοντα ἐπιρρήματα σημαίνει καὶ τὸ ἐν τόπῳ καὶ τὸ εἰς τόπον (τὴν γὰρ διὰ τοῦ θεν παραγωγὴν ἔχει τὸ ἐκ τόπου)· λέγω δὲ ὅτι μάλιστα. ἃ ἀπὸ προθέσεως ἐσχημάτισται, ἰσοσυλλαβεῖ μὲν [μάλιστα] ταῖς προθέσεσιν, ἐὰν ὦσι δισύλλαβοι, μιᾷ δὲ πλεονάζει, εἰ εἶεν μονο- σύλλαβοι, ἐν λήξει τῇ εἰς ς ἢ φύσει ἢ δυνάμει. τοῦ μὲν προτέρου ἀνά ἄνω, κατά κάτω· τοῦ δὲ δευτέρου πρός πρόσω καὶ εἴς εἴσω. δυνάμει καὶ ἡ ἔξ εἰς ς λήγει· οὕτως ἔχει τὸ ἔξω. φαμὲν οὖν ἄνω 2.1,1.196 μένει Δίων, ἄνω ἀπέρχεται Ἀπολλώνιος· ἔξω μένει, ἔξω ἀπέρχεται (τὰ εἰς θεν τούτων ἐκ τόπου ἐστίν, ἔξωθεν παρα- γίνεται). — Ποία οὖν ἀλογία ἐν τῷ καὶ εἴσω δόρπον ἐκόσμει (η 13); (χρῆν γάρ, φασίν, ἔνδον·) προαποδεδειγμένου τοῦ ὅτι δύο τοπικὰς σχέσεις σημαίνει τὰ τοιαῦτα τῶν ἐπιρρημάτων. — ἐγώ γε μὴν ὑπο- λαμβάνω, ὡς μᾶλλον τὸ ἔνδον ἀλογώτερον καθέστηκεν. οὐδὲ[ν] γὰρ ἄλλο τι τῶν εἰς δον ληγόντων ἐπιρρημάτων τοπικόν ἐστι, ποιότητος δὲ παραστατικόν. ἀπειρότερον οὖν ἀναστρέφοντες περὶ τῶν τοιούτων σημασιῶν καὶ ἐπιμέμφονται τὸ εἴσω δόρπον ἐκόσμει (η 13). Ὡς προείπομεν, τὰ εἰς δον λήγοντα ἐπιρρήματα ἀεὶ ποιότητός ἐστι παραστατικά, ἀγεληδόν, ταυρηδόν, σκηνηδόν, βοτρυδόν, ἰλαδόν, συνωχαδόν ἦν οὖν τὸ ἔνδον κατὰ τοῦτο σημειούμενον. — ἀλλὰ καὶ ὀξύνεται ἅπαντα, καθὼς κατείλεκται· καὶ ἕνεκα τούτου σημειωτέον πάλιν τὸ ἔνδον. — τὸ γὰρ ἔμπεδον οὐκ ἔχεται τῆς παραγωγῆς τῆς διὰ τοῦ δον, ἀλλ᾽ ἔστιν ἐν συνεμπτώσει ὀνοματικῇ σύνταξις ἐπιρρή- ματος παραλαμβανομένη, καθὼς ἔχει τὸ καλόν, οὐ μὲν καλὸν ἀτέμβειν (υ 294), καὶ τὸ νέον ἐρχομενάων (Β 88), καὶ ἄλλα πάμπολλα, συνυπάρχοντα οὐδετέρᾳ θέσει ὀνομάτων. ἦν γὰρ παρὰ τὸ ὄνομα τὸ πέδον ἀρσενικὸν ὄνομα ἀποτελούμενον ἔμπεδος, καὶ ἔχον τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν, καθὸ καὶ τοῖς πλείστοις τῶν τοιούτων ὀνομάτων παρεπόμενόν ἐστι, τέκνον εὔτεκνος, βλέφαρον καλλιβλέφαρος, ξύλον ἄξυλος· ἦν οὖν καὶ παρὰ τὸ πέδον τὸ ἔμπεδος, ἀφ᾽ οὗ οὐδέτερον τὸ ἔμπεδον, κατὰ ἐπιρρηματικὴν σύνταξιν εἰλημμέ- νον. — Ἔστιν οὖν ὑπὲρ τῆς τάσεως τοῦ ἔνδον ἐκεῖνο φάναι, ὥς ἐστί τινα ὑπεξαιρούμενον τῆς τάσεως, ὅτι ἃ μὲν ποιότητος, ὃ δὲ τόπου 2.1,1.197 δηλωτικόν ἐστι· καὶ ἃ μὲν ὑπὲρ δύο συλλαβάς, ὃ δὲ δισύλλαβον· καὶ ὅτι μόνον ἀπὸ προθέσεως ἐσχημάτισται. ἦν δὲ καὶ τὸ πέριξ ἀλόγως μὲν βαρυνόμενον, ἔχον δὲ πάλιν ἀπολογίαν τὴν ἐγκειμένην πρόθεσιν. — Τινὲς μέντοι τὸ ἐντελέστερον ἐξεδέξαντο τὸ ἔνδοι εἶναι, ὅπερ ἐν χρήσει Συρακουσίοις καὶ Αἰολεῦσίν ἐστι, γενόμενον ἐκ συγκοπῆς τοῦ ἐνδόθι, καθότι καὶ παρέκειτο τῷ ἀγχόθι τὸ ἄγχι, τῷ ὑψόθι τὸ ὕψι· ἀφ᾽ οὗ ἐκ μεταλήψεως τοῦ ι εἰς τὸ ν ἔνδον ἐγεγόνει, καθότι καὶ τῷ ἀεί παράκειται τὸ αἰέν· ἔνθεν ἐβαρύνετο εὐλόγως, καὶ τοπικὸν ἦν. Οὐκ ἀγνοῶ μέντοι γε, ὅτι τινὲς τὸ ἔνδοι πειράζουσα περιέσπασαν τῷ λόγῳ τῶν εἰς οι ληγόντων ἐπιρρημάτων, ὅπερ, ὡς προείρηται, ἐχόμενον τοῦ πάθους ἀναγκαίως βαρύνεται. τῇδε γὰρ ἔχει καὶ τὸ ἐπίρρημα παρ᾽ Αἰολεῦσι τὸ μέσοι, γαίας καὶ νιφόεντος ὠράνω μέσοι (Alcaei fr. 17 Bergk3)· τῇδε ἔχει καὶ ἀπὸ τοῦ τηλόθι τὸ τήλοι. Ἔτι τὰ προκείμενα τῶν εἰς δον ληγόντων, ἀπὸ ὀνόματος εἰς ἐπιρρήματα παρηγμένα, ἢ τῷ η παρεδρεύεται ἢ τῷ α, σκηνηδόν, ἀγεληδόν, ταυρηδόν, πανθυμαδόν, κατωμαδόν, σπανιάκις ἀπὸ τῶν εἰς ξ ληγόντων, ὡς τὸ κλιμακηδόν, δονακηδόν. — ἐσημειοῦτο πρὸς Τρύφωνος (p. 53 Velsen) τὸ βοτρυδόν, ὅπερ διὰ τὴν φυλάσσουσαν γενικὴν τὸ υ ἐδύνατο [ἂν] ἔχειν ἀπολογίαν. — σχηματίζεται καὶ ἀπὸ μετοχῶν, ὡς τὸ ἐθελοντηδόν καὶ ἑκοντηδόν. [σπανιάκις ἀπὸ τῶν εἰς ξ ληγόντων, ὡς τὸ κλιμακηδόν, δονακηδόν.] — καὶ ἔτι ἀπὸ ἐπιρρημάτων· τοῦ λάθρᾳ τὸ λαθρηδόν, χωρὶς εἰ μὴ ὀνόματι τῷ λαθραῖος παράκειται, ὥστε τὸ ἐντελὲς εἶναι λαθραιηδόν, καὶ ἐν συγκοπῇ λαθρηδόν. — καὶ παρὰ ῥῆμα σχηματίζεται, ἐκ μὲν βαρυτόνου τοῦ βρύχω τὸ βρυχηδόν· καὶ ἴσως τῷ κρυφῷ περισπωμένῳ παράκειται τὸ κρυφηδόν. τῷ πελάζω καὶ ἐμπελάζω παράκειται τὸ ἐμπελαδόν, τῷ σχέθω σχεδόν, τῷ κρίνω κριδόν καὶ δια- κριδόν, φαίνω φανδόν καὶ ἀναφανδόν, χαίνω χανδόν. μένει δὲ τὸ ν ἐπὶ τοῦ χανδόν καὶ ἀναφανδόν, καθὸ καὶ ἐν παρακειμένῳ τῷ πέφαγκα καὶ κέχαγκα, οὐ μὴν ἐν τῷ κέκρικα ἢ κέκλικα, ἀφ᾽ οὗ τὸ κριδόν καὶ διακριδόν, κλίνω κλιδόν καὶ παρακλιδόν. καὶ φαίνεται ὅτι τῷ μὲν 2.1,1.198 βαίνω οὐ παράκειται τὸ ἐμβαδόν, μᾶλλον δὲ τῷ βῶ ἢ βίβημι, ὡς τῷ ἱστῶ ἵστημι τὸ σταδόν. Τὰ εἰς δην ἐν βαρείᾳ τάσει ἐστί, καὶ παράγεται καὶ ἀπὸ ὀνομάτων, ὡς τῷ λόγος τὸ λογάδην παράκειται, μόνος μονάδην, τρόχος τροχάδην, σπόρος σποράδην. ἢ παρὰ ῥῆμα, διὰ τοῦ δ καὶ τοῦ συγγενοῦς β παρα- λαμβανομένου ἐν πρώτῃ συζυγίᾳ, κλέπτω κλέβδην, κρύπτω κρύβδην, γράφω γράβδην, ὄπτω ὄβδην καὶ ἐσόβδην. καὶ παρὰ τοὺς εἰς ξω λήγοντας μέλλοντας διὰ τοῦ γδ, πλέξω πλέγδην, μίξω μίγδην, νύξω νύγδην. καὶ παρὰ τὴν πέμπτην δὲ συζυγίαν, αἴρω ἄρδην, φύρω φύρδην. καὶ παρὰ τὸ σύω δὲ τὸ σύδην· ὅπερ ἐσχημάτιστο, ἐκ μεταθέσεως τοῦ ε εἰς τὸ υ, παρὰ τὸ σέω, ἀφ᾽ οὗ καὶ τὸ σόος, καθότι καὶ τῷ ῥέω τὸ ῥύω παράκειται, ἀφ᾽ οὗ καὶ τὸ ῥύβδην καὶ ὁλόκληρον εἰς ον λῆγον ῥυδόν· καὶ παρὰ τὸ χύω τὸ χύδην. σεσημείωται τὸ βύζην, καὶ διὰ τὴν ἔκτασιν τοῦ υ, καὶ διὰ τὴν μονὴν τοῦ ζ. καὶ παρὰ ῥῆμα δὲ τὸ ῥῶ, ἀφ᾽ οὗ τὸ ῥητόν καὶ ἄρρητον, παράκειται τὸ ῥήδην, καθὸ καὶ τῷ τμήγω τὸ τμήδην. φαίνεται ὅτι καὶ τῷ ἥδω τὸ ἥδην παράκειται καὶ ἅδην. καὶ παρὰ τὰ εἰς μι λήγοντα ἔστιν εὑρέσθαι, βίβημι βάδην, ἵημι ἀέδην καὶ ἀνέδην. ἔδει οὖν καὶ παρὰ τὸ πρίημι τὸ πριάδην ἐπιρρημα- τικῆς ἐχόμενον συντάξεως. Ὅτι πρωτότυπόν ἐστι τῶν εἰς ως ληγόντων τὸ ἕως, δῆλον, οὐ μὴν τὸ ἰσοδυναμοῦν εἰς ὅ, καθὸ καὶ ἐν τόνῳ καὶ ἐν πνεύματι ἐπιστά- σεως ἐδέετο. ἐν πνεύματι μὲν οὖν, ὡς ἀδύνατόν ἐστι τὴν ἐν φωνήεντι δασεῖαν ἐπὶ τέλους εὑρέσθαι· ἐν τόνῳ δέ, καθὸ οὐδεμία λέξις εἰς ο λήγουσα τόνου ἔχεται τοῦ ὀξέος, καὶ ἕνεκά γε τούτου τὸ αὐτό ἐση- μειοῦτο, περὶ οὗ εἴρηται περὶ τῶν ἀντωνυμιῶν. ὅτι μὲν οὖν καὶ ἄλλα ἐσημειοῦτο ἕνεκα τοῦ ἐπὶ τέλους πνεύματος, εἴρηται καὶ ἐν τῷ περὶ δασείας καὶ ψιλῆς ..... 2.1,1.199 ..... οὐ μὴν τὸ προκείμενον μόριον ..... ὀφείλει καὶ περισπᾶσθαι καὶ γράφεσθαι σὺν τῷ ι. — Ἀλλ᾽ οὔτε περισπᾶται, οὔτε σὺν τῷ ι γράφεται, μετάληψιν δὲ ἔχει εἰς δύο μέρη λόγου κατ᾽ αἰ- τιολογικὴν ἔννοιαν. καὶ ἄπορόν γε, πότερον ἐπίρρημά ἐστιν αἰτίας παραστατικόν, ἤ σύνδεσμος αἰτιώδης. ἡ σύνταξις αἰτιολογική, ὡς εἰ καὶ ἐπ᾽ ὀνόματος καὶ τῆς διά προθέσεως, λέγω δὲ ἐπ᾽ ὀνόματος τοῦ κατ᾽ αἰ- τιατικὴν νοουμένου, ἐφ᾽ ἧς καὶ μάλιστα ἡ αἰτιολογικὴ φράσις γίνεται. τὸ γὰρ φάναι δι᾽ Ἀριστάρχου ἢ δι᾽ Ἀλεξανδρείας δῆλον ὡς σημαίνει ἐπὶ μὲν τῶν ἐμψύχων τὸ γινώσκοντος Ἀριστάρχου, τὸ δὲ ἐπὶ τῶν τοπικῶν τὴν δι᾽ αὐτῶν γινομένην πορείαν, δι᾽ Ἀλεξανδρείας, διὰ τοῦ Ἑλλησπόντου· τὸ γὰρ ἐπ᾽ αἰτιατικῆς παραλαμβανόμενον αἰτιολογικὴν ὑπαγορεύει φράσιν, δι᾽ Ἀλέξανδρον, δι᾽ Ἀρίσταρχον, διὰ τὴν πόλιν, διὰ τὴν Λέσβον, διὰ τὴν Ἴλιον. ὅθεν δοκεῖ μοι καὶ τόδε τὸ μόριον ταύτης ἔχεσθαι τῆς συντάξεως. ὡς μὲν οὖν οὐ δύ- ναται δοτικῆς εἶναι πτώσεως, προφανὲς ἐκ τοῦ σημαινομένου (δοτικὴ γὰρ οὐδέποτε αἰτιολογικὴν φράσιν παρίστησι), καθὼς ἔφαμεν, μαρ- τυρούσης καὶ τῆς παραδόσεως καὶ κατὰ τάσιν καὶ κατὰ γραφήν. ὅτι δὲ οὐδὲ αἰτιολογικὸς σύνδεσμος, προῦπτον. οὐ γὰρ δή γε ἀντιμεταλήψεις εἰσὶν ἐν αὐτοῖς τοῖς αἰτιολογικοῖς συνδέσμοις, λέγω τῷ ὅτι ἢ γάρ ἢ ἕνεκα ἤ τινι τῶν τοιούτων. — Ῥητέον οὖν ὡς ἐθιμώτερον οἱ ποιηταὶ ἐλλείπουσι προθέσεσιν, ὡς ἐπὶ τοῦ ἴθυσε μάχη πεδίοιο (Ζ 2), ἀλλ᾽ ὑμεῖς ἔρχεσθε (Ι 649), πικρὰς ὠδῖνας ἔχουσαι (Λ 271), καὶ τίσις ἔρχεται Ἀτρείδαο (α 40) καὶ ἐπί γε μάλιστα τοῦ προκειμένου μορίου. οὐ γὰρ ἂν ἄλλως αἰτιο- 2.1,1.200 λογικὴν φράσιν ὑπέφαινεν, εἰ μὴ ἔλιπε τῇ διά, ἀεὶ σημαινούσῃ καὶ αἰτιολογικὴν σύνταξιν, ὡς ἔφαμεν, ἐπ᾽ αἰτιατικῆς πτώσεως. — Ἀλλ᾽ ἐκεῖνό τίς φησι· ποῦ οὖν ἡ αἰτιολογικὴ πτῶσις; Πρὸς ὃν φαίημεν, ὡς ἀνεπέκτατός ἐστιν ἐν τῷ τὸ καὶ οὔ τι πολὺν χρόνον (Μ 9), ὅθεν δοκεῖ καὶ τὰ τῆς τάσεως συμμεμενηκέναι κατ᾽ ὀξεῖαν τάσιν, καὶ τὰ τῆς γραφῆς. τὸ λεῖπον οὖν ἡ μετάληψις ἀπέλαβε, λέγω τὴν διά πρόθεσιν. ἀεὶ γὰρ τὰ μεταλαμβανόμενα πρὸς ποιητῶν ἀνάγεται εἰς σαφήνειαν καὶ συνήθη προφοράν. καὶ γὰρ μεταλαμβανόμενον τὸ ἴθυσε μάχη πεδίοιο (Ζ 2) ἀπολαμβάνει τὴν διά, καὶ τὸ λεῖπον τῆς προθέσεως, ῥῆμα λέγω ἀλλ᾽ ἄνα εἰ μέμονάς γε (Ι 247) εἰς ἐντελῆ προφορὰν τοῦ ἀνάστηθι. Οὐκ ἀήθως δὲ καὶ τὸ ὑποτακτικὸν πάντως ἐπιζητήσει τὴν διά, οὐ δυνάμενον ἐν ἀρχῇ παραλαμβάνεσθαι, τό γε μὴν προτακτικόν, ἠθισμένον κατ᾽ ἀρχὰς λόγων παραλαμβάνεσθαι, οὐκ ἀήθη ἔσχε τὴν κατ᾽ ἀρχὰς θέσιν. Εἴπερ τὸ ἄντικρυς βαρύνεται, τί δή ποτε οὐχὶ καὶ τὸ κατ᾽ ἀπο- βολὴν τοῦ ς, καθὸ καὶ ἐπ᾽ ἄλλων ἔστιν ἐπινοῆσαι, πολλάκι, ἑπτάκι, τουτάκι; ῍Η καθὸ τὰ εἰς υ λήγοντα ἐπιρρήματα ἐθέλει ὀξύνεσθαι, ὡς ἔχει τὸ μεταξύ καὶ τὸ εὐθύ; (τὸ γὰρ ἔϋ ἴσως ἀπὸ διαιρέσεώς ἐστι τοῦ εὖ, ἢ καὶ τάχα παράλογον ἔχει τὴν τάσιν, ὡς δεδείξεται). — Ἔστι καὶ τῇδε ἀποφήνασθαι, ὡς μᾶλλον κατώρθωτο τὸ ἀντικρύ, τῆς ὑγιοῦς τάσεως ὑπόμνησις καθεστηκός, τὸ δὲ ἄντικρυς ἠλόγηται βαρυνόμενον, εἴγε τὰ τοιαῦτα τῶν ἐπιρρημάτων ὀξύνεται, ἰθύς, ἐγγύς· καὶ ἕνεκα τούτου παράλογον τὸ ἄντικρυς. Τοῖς εἰς υς λήγουσιν ὀξυτόνοις παράκειται εἰς υ λήγοντα, ὁμόφωνα οὐδετέροις, ἐπιρρήματα, ὡς τὸ εὐρὺ ῥέει παρὰ τὸ εὐρύς, ὡς τὸ ταχὺ ἦλθεν παρὰ τὸ ταχύς. καὶ τῷ οὖν ἐΰς ὤφειλε παρακεῖσθαι ὀξύτονον τὸ ἐΰ, ὅπερ συναιρεθὲν ἀναγκαίως περιεσπάσθη διὰ τὴν ἐν αὐτῷ δίφθογγον· προλήψει μέντοι τοῦ διῃρῆσθαι τὴν ευ ἐβάρυναν τὸ ἐπίρρημα. 2.1,1.201 [Τὰ τοπικὰ τῶν ἐπιρρημάτων τρεῖς ἔχει διαστάσεις, τὴν ἐν τόπῳ, τὴν εἰς τόπον, τὴν ἐκ τόπου. καὶ δῆλον ὅτι ἀρκτικώτερά ἐστι τὰ ἐν τόπῳ· τὰ γὰρ ἐκ τόπου πολὺ πρότερον ὁμολογεῖ τὸ ἐν τόπῳ εἶναι, καὶ ἔτι τὸ εἰς τόπον τὸ ἐκ τόπου τὴν μετάβασιν ποιεῖσθαι. ἤδη δὲ καὶ διὰ τῶν φωνῶν σαφὲς τοῦτο γενήσεται. τὸ γὰρ ποῦ σημαίνει τὸ ἐν τόπῳ· ἀφ᾽ οὗ γίνεται τοπικὸν εἰς τόπον παραγωγὸν πόσε καὶ ἔτι τὸ πόθι, καὶ ἐκ τόπου τὸ πόθεν. παρά τε τὸ ὕψος ὑψοῦ γίνεται, ἀφ᾽ οὗ τὸ ὑψόθεν καὶ ὑψόθι. Ὃν τρόπον ἐν τῷ παρεπομένῳ γένει τοῖς ὀνόμασίν ἐστι μοναδικὰ κατὰ ἀρρενικὴν προφοράν, καὶ ἔτι κατὰ θηλυκὴν καὶ οὐδετέραν, μονο- γενῆ καλούμενα, καὶ ὡς ἔστι τινὰ τριγενῆ, ἐν ἑκάστῃ φωνῇ λεγόμενα, καλός καλή καλόν, ἐπικοινωνοῦντά τε τῷ ἀρρενικῷ γένει καὶ θηλυκῷ, ὁ ψευδής καὶ ἡ ψευδής καὶ τὸ ψευδές, ἔνιά τε ἐν δυσὶ γένεσι νοεῖται [γὰρ] ἀρσενικὰ καὶ θηλυκά, ὡς ἵππος καὶ τὰ παραπλήσια, τοῦτον τὸν τρόπον ἔστιν εὑρέσθαι καὶ τὴν τῶν τοπικῶν ἐπιρρημάτων σχέσιν ἢ μόνον μοναδικὴν οὖσαν, ὥστε μὴ καὶ ἐξ ἀκολουθίας ἐγγίνεσθαι τὰς ὑπολοίπους σχέσεις τῶν τόπων, ὥσπερ ἐπὶ τοῦ πῇ ἐπιρρήματος καὶ ἄλλων ὧν παρεθέμεθα, ἢ ἐξ ἀκολούθου προφορᾶς τὴν τρισσὴν διάστασιν ποιεῖσθαι ὥσπερ τὰ τριγενῆ, ὡς παρὰ τὴν οἴκου ἀποτελεῖται τὸ οἴκοθι οἴκοθεν οἴκαδε, καὶ τοῦ ἐπιρρήματος κατὰ τὸ δέον τὴν ἀκόλουθον φωνὴν ἀπενεγκαμένου. ἔστιν ἃ καὶ ἐπικοινωνεῖ, κατὰ τὸν αὐτὸν χαρακτῆρα σημασίαν ἔχοντα τὴν εἰς τόπον καὶ ἐν τόπῳ, οὐ μὴν τὴν ἐκ τόπου, ὡς τὸ ἄνω καὶ τὰ τοιαῦτα, ὑπὲρ ὧν εἰρήσεται. σπάνια μήν ἐστι τὰ διὰ μιᾶς φωνῆς τὴν τρισσὴν τῶν τοπικῶν ἐπιδεχόμενα διάστασιν, ὡς ἔχει τὸ πρόσθεν καὶ εἴ τι τοιοῦτον. καὶ ἔστι τὸ προειρημένον τοπι- 2.1,1.202 κὸν ἐπίρρημα συνεκδρομῇ τῶν φωνῶν κατά τινα προσπάθειαν τῶν ἐν τόπῳ ἐπιρρημάτων καὶ εἰς τόπον (καθὸ τὸ τοιοῦτον καὶ ἐπ᾽ ἄλλων μερῶν λόγου δείκνυται, ἐν πτώσεσι μὲν εὐθείας πρὸς αἰτιατικὴν καὶ κλητικήν, γενικῆς τε πρὸς δοτικήν, καὶ διὰ τοῦτο πάμπολλος ἡ συμμονὴ τῶν πτώσεων καὶ συνέμπτωσις, δυϊκῶν ἁπάντοτε συμπιπτόντων, οὐδετέρων τε κατ᾽ εὐθεῖαν καὶ αἰτιατικὴν καὶ κλητικήν, καὶ ἐπὶ τῶν πλείστων ἀρρενικῶν κατ᾽ εὐθεῖαν καὶ κλητικήν, ὥστε καὶ μέχρι σχημά- των ἀνάγεσθαι τὴν συμπάθειαν, ὡς ἠέλιος ὃς πάντ᾽ ἐφορᾷς (Γ 277) καὶ τὰ τούτοις ὅμοια, καὶ ἐπὶ πληθυντικῶν ἁπάντων· ἔν τε ῥήμασιν ἐνεστώτων πρὸς παρατατικοὺς καὶ παρακειμένων πρὸς ὑπερσυντελικούς. καὶ περισσὸν τὸ νῦν τούτων ἁπάντων παράθεσιν ποιεῖσθαι)· ἐντεῦθεν οὖν καὶ τὰ προκείμενα ἐπιρρήματα διὰ τὴν προκειμένην συμπάθειαν συντρέχει, καθ᾽ ἕνα σχηματισμὸν παραλαμβανόμενα, τῆς χρήσεως ἔσθ᾽ ὅτε καὶ τὴν ἐν αὐτοῖς διαστολὴν διασυγχυνούσης. τὸ γὰρ ποῦ ἀπῆλθεν ἢ ποῦ μένει ἓν ἔμεινε κατὰ τὰς δύο διαστάσεις τῶν τόπων, τοῦ ποιη- τικοῦ ἔθους τὸ πλέον διαστείλαντος, ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα; (Κ 406) κατὰ τὴν ἐν τόπῳ σχέσιν, κατὰ δὲ τὴν εἰς τόπον πῇ ἔβη Ἀνδρομάχη; (Ζ 377) ἐπ᾽ ἐκείνου τοῦ σημαινομένου ..... πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; πῇ δὲ καὶ αὐτός; (ν 203) ἀντὶ τοῦ εἰς τίνα τόπον. Τὰ εἰς δε λήγοντα ἐπιρρήματα τὴν εἰς τόπον σχέσιν σημαίνει, οἴκαδε, ἄγραδε, ἅλαδε (καὶ ἐκ συντάξεως αἰτιατικῆς πτώσεως καὶ τοῦ δέ συνδέσμου ἀποτελεῖται, σχεδὸν μίμημα καθεστὸς τῆς προκειμένης παραγωγῆς, οἶκον δέ, Οὔλυμπον δέ). — διὰ ταύτην τὴν ἀφορμὴν καὶ τὸ ὧδε ἀπηνέγκατο τὴν εἰς τόπον σχέσιν, ὧδε ἦλθεν ὁ δεῖνα, καὶ τὴν ἐν τόπῳ κατὰ τὴν προκειμένην συμπάθειαν τῶν εἰς τόπον καὶ ἐν τόπῳ, ὧδέ σε μένω. — Ἴσως δόξει τὸ Ὁμηρικὸν ἔθος ἀντικεῖσθαι τῇ προειρημένῃ συντάξει τοῦ τοπικοῦ ἐπιρρήματος, ὡς παρ᾽ αὐτῷ οὐ τοπικόν ἐστι, ποιότητος δὲ παραστατικόν, καὶ ἰσοδυναμοῦν τῷ οὕτως· περὶ οὗ ἐξ ἐπικρίσεως ἐντελῶς εἴπομεν ἐν τῷ περὶ ἐπιρρημάτων, ὡς εἴη μὲν ἡ δέουσα αὐτοῦ προφορὰ σημαίνουσα τὸ οὕτως, ἡ δὲ προκει- μένη πολλὴ παράθεσις ἐπὶ τῶν τοπικῶν ἐπιρρημάτων ἀπηνέγκατο καὶ τὸ προκείμενον μόριον εἰς τὴν τοπικὴν σχέσιν. 2.1,1.203 ῎Ηδη μέντοι ἔνια, ἅπερ καὶ σπανιώτατά ἐστιν, ἀνεδέξατο τὴν εἰς δε παραγωγὴν οὐκ οὖσαν τοπικήν, κοινὴν δὲ καὶ ἄλλων μερῶν λόγου, οὐδὲν πλέον σημαίνουσαν τοῦ ἀφ᾽ οὗ παρήχθη, εἴγε τοῖς οὕτως ἐπεκτεταμένοις παρεπόμενόν ἐστιν ἐν ἀνταποδοτικῷ μορίῳ καταγίνεσθαι διὰ τοῦ τ, τοσόσδε, τοιόσδε, τηλικόσδε. οἷς ὅμοιον παρὰ τὸ ἡνίκα καὶ τηνίκα τὸ τηνικάδε, ἦμος τῆμος τημόσδε. — [πρόσκειται δὲ τὸ τοιοῦτον] χρὴ μέντοι νοεῖν, ὡς τὰ ἐπεκτεταμένα ἕξει τὴν ἀνταπόδοσιν τοῦ τ, οὐ μὴν τὰ ἀνταποδοθέντα τὴν ἐπέκτασιν ἔχει. ἰδοὺ γὰρ παρὰ τὸ ὄφρα καὶ τόφρα τὰ τῆς ἐπεκτάσεως οὐκ ἐγένετο· καὶ τὸ ἕως καὶ ἔτι τέως· ἴσως ὅτι καὶ ἐν ἄλλοις ἐλλιπῆ ἐστι τὰ τοιαῦτα σχήματα. παρείπετο γὰρ τὸ τοιοῦτον τοῖς ἐπεκτεταμένοις, καὶ ἐν πύσμασι καταγίνεσθαι· ἃ δὲ ἐλλιπῆ πυσματικῆς ἦν προφορᾶς. — καὶ ἐκ τῆς ἀναστροφῆς δὲ τοῦ λόγου πάλιν ἐστί τινα ἀντικείμενα, ὡς παρὰ τὸ ὥς τὸ ὧδε οὐκ ἀρξά- μενον ἀπὸ τοῦ τ, καὶ παρὰ τὸ ἔνθα τὸ ἐνθάδε. ὅτι γὰρ οὐκ ἔστι τῆς τοπικῆς παραγωγῆς, σαφὲς ἐντεῦθεν. τὰ τοπικὰ παραχθέντα μετὰ τοῦ σημαινομένου καὶ τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, ἄγραδε, οἴκαδε· τοῦτο δὲ οὐχ οὕτως ἔχει. — τὰ τοπικὰ παραχθέντα ἀποβολῇ τοῦ δε οὐκ ἀπολιμπάνει λέξιν σημαίνουσάν τι, χωρὶς εἰ μὴ ἐκ παραγωγῆς μὲν μὴ εἴη, ἐκ δὲ συντάξεως τοῦ δέ συνδέσμου καὶ πτώσεως αἰτιατικῆς, ὡς τὸ Οὔλυμπον δέ καὶ τὰ ὅμοια. (καὶ διὰ τοῦτο ἀμφίβολον τὸ ἅλαδε. ὅπερ πάλιν τῷ ἐνθάδε οὐ παρακολουθεῖ). εἴπερ οὖν τὸ ἔνθα κατα- λιμπάνεται ὑποστελλομένου τοῦ δε, ἴδιον δ᾽ ἐστὶ τοῦτο τῶν διὰ τοῦ δε ἐπεκτεταμένων, τὸ πάλιν ἀποβολῇ τοῦ δε τὸ αὐτὸ σημαίνειν, ὥς γε ἔχει τὸ τηνικάδε καὶ τηνίκα, τημόσδε καὶ τῆμος, ὧδε ὥ, ὃ δὴ Δωρικόν ἐστιν, ὥτε χερνῆτις γυνή (lyr. gr. III3 p. 1359 Bergk) καὶ ἐπὶ ὀνομάτων τοιόσδε τοῖος, τοσόσδε τόσος· τῆς προκειμένης παραγωγῆς καὶ τὸ ἐνθάδε. εἴπερ οὖν ἴδιον τὸ τὴν πρὸ τέλους ὀξύνειν, βραχεῖαν οὖσαν, τῶν διὰ τοῦ δε παρηγμένων, τημόσδε, τηνικάδε, τοιοῦτον ἄρα καὶ τὸ ἐνθάδε. — πρόδηλον ὅτι καὶ τὸ ἐνθένδε τῆς αὐτῆς παρολκῆς ἐστιν· ὅπερ ὅλως οὐδὲ τὴν εἰς τόπον σχέσιν σημαίνει. ἔτι ὃν τρόπον διαφέρει τὰ τοιαῦτα, καθὸ ὃ μέν ἐστι παρηγμένον διὰ τοῦ δε, ὃ δὲ ἐν δυσὶ μέρεσι λόγου, τὸν ἴδιον ἔχον τόνον καὶ τὸν τοῦ δέ, ὃ δὲ προσέειπεν ἄνακτα (ξ 36), 2.1,1.204 τοῦτον τὸν τρόπον καὶ τὸ ἐνθάδε διοίσει τοῦ ἔνθα δ᾽ ἐνὶ Σκύλλη ναίει (μ 85)· τὸ μὲν γὰρ παροξυνόμενόν ἐστι, τὸ δὲ προπαροξυνόμενον ἐν παραθέσει τοῦ συμπλεκτικοῦ συνδέσμου, ἔνθα δ᾽ ἔναιεν Αἴολος Ἱπποτάδης (κ 2). Μόνως τὰ διὰ τοῦ ζε τὴν εἰς τόπον σχέσιν σημαίνει, ἔραζε, θύραζε, Ἀφίδναζε, Θήβαζε, οὐκ ἀπιθάνως, τοῦ ζ καὶ τοῦ δ ἰσοδυναμοῦντος σχεδόν, κλύζω κλύδων, κνίζω κνίδη, ἕζω ἕδος. Τὰ εἰς ω λήγοντα ἐπιρρήματα, ἡνίκα μὲν ἀπὸ προθέσεως παρῆκται, πάντως ἐστὶ τοπικά, ὡς τὸ ἄνω καὶ τὰ ὅμοια· ἡνίκα δὲ ἀπ᾽ ὀνομάτων, τὴν τοῦ ὀνόματος σχέσιν παραλαμβάνει ἐπιρρηματικῶς νοουμένην. παρὰ τὸ τείνειν ὁ τόνος εἴρηται, ἧς ἔχεται πάλιν ἐννοίας τὸ τόνῳ· ἐπίτασιν γὰρ ἐνεργήματος σημαίνει. ὁμοίως τὸ ἄνεως σημαίνει τὸν ἄφωνον, λέγω ὀνοματικῶς, ἀφ᾽ οὗ πάλιν ἐπίρρημα πίπτει, τῆς αὐτῆς ἐννοίας ἐχόμενον τὸ ἄνεῳ καὶ τὸ ἀναύδως. καὶ δῆλον ὅτι τὸ κύκλῳ οὐ διὰ τῆς παραγωγῆς τὴν εἰς τόπον σχέσιν σημαίνει, ἀλλὰ καθὸ καὶ τὸ κύκλος κατηγορεῖ σχέσεως τοπικῆς. ὁμοίως καὶ τὸ πόρρω, Ἀττικώτερον ἐκταθέν, παρακείμενον τῷ πόρος, πάλιν τοπικῆς ἐννοίας οὔσης. — τά γε μὴν ἀπὸ προθέσεως παραχθέντα πάντοτε τοπικὴν σχέσιν ἐπαγγέλλεται, ἴσως ὅτι καὶ αὐταὶ αἱ προθέσεις, μετὰ καὶ ἄλλων σημαινομένων, τοπικὰς σχέσεις παρεμφαίνουσιν, ἀναβαίνει, καταβαίνει, καὶ μάλιστά γε ἐπὶ τῆς τῶν ῥημάτων συνθέσεως, ὅτε καὶ αὐτὰ τὴν ἐν τόπῳ κίνησιν σημαίνει· ἐπὶ γὰρ τῶν πτωτικῶν καὶ ἄλλα πάμπολλα σημαίνει, κατὰ Κτησι- φῶντος, διὰ Τρύφωνα, περὶ ἐμοῦ. ἔστι δὴ τὰ ὑπόλοιπα ταῦτα, ἀνά ἄνω, κατά κάτω, πρός πρόσω, ἔς ἔσω, ἔξ ἔξω. καὶ ἕκαστον τῶν προκειμένων σημαίνει καὶ τὴν εἰς τόπον σχέσιν καὶ τὴν ἐν τόπῳ, ἄνω ἔρχομαι, ἄνω μένε· ἄττα, πρόσω φέρε τόξα (φ 369)· καὶ ἐπὶ τῶν ἄλλων τὸ αὐτό. πῶς οὖν ἄλογον καὶ τὸ εἴσω δόρπον ἐκόσμει (η 13), κειμένου τοῦ εἴσω ὁμοίως τοῖς ἄλλοις κατὰ τήνδε τὴν σχέσιν; καὶ τὴν ἐν τόπῳ καὶ τὴν εἰς τόπον, 2.1,1.205 δι᾽ εὐπετείας τειχέων εἴσω μολεῖν (Eur. Phoen. 262 Kirchhoff). Ἀλλά φασιν, ὡς ἐχρῆν φάναι ἔνδον. ὅπερ ἐκ τῶν ἐναντίων ἴσως ἄλογον, καθὸ πᾶν εἰς δον λῆγον ἐπίρρημα ποιότητός ἐστι παρεμφατι- κόν, οὐ τόπου, βοτρυδόν, οἰακηδόν, ἀγεληδόν, δονακηδόν. πῶς οὖν οὐ γέλοιον τὸ μὲν ἔχον λόγον παραιτεῖσθαι, τὸ δὲ ἄλογον καὶ κατὰ φωνήν, ὅτι μὴ ὀξύνεται, καὶ κατὰ τὸ δηλούμενον, ὅτι μὴ τὸ αὐτὸ τοῖς ἅπασι σημαίνει, ἀναλογώτερον εἰπεῖν; Ἔστιν ὑπὲρ τῆς χρήσεως ἐκεῖνα παραθέσθαι, ὡς τὰ μὲν ἄλλα τῶν ἐπιρρημάτων, λέγω τὰ παρὰ τὰς προθέσεις ἐσχηματισμένα, οὐκ ἔχοντα ἕτερον τὸ παρακείμενον, δηλοῦν τὴν ἐν τόπῳ σχέσιν, ἀνέμενε τὴν δισσὴν χρῆσιν τῶν τοπικῶν· τὸ δὲ εἴσω, ἔχον τὸ ἔνδον ἀντιπαρακείμενον, ἐδόκει ἀλόγως τίθεσθαι σημαῖνον τὴν τοῦ ἔνδον σχέσιν. ὅπερ παντὶ μέρει λόγου παρακολουθεῖ τὸ διελ- έγχεσθαι εἰς ἀκαταλληλότητα, ὅταν ἑτέρα τις χρῆσις ᾖ κατ᾽ ἰδίαν μόνον σημασίαν. τὸ γράφει οὐκ ἄν ποτε ἐπὶ πρώτου προσώπου ἢ δευτέρου τεθείη, ἐπεὶ ἀπομεμέρισται τὸ γράφω καὶ γράφεις εἰς τὰ πρόσωπα· τὸ γράφεις δὲ οὔτε ἐπὶ πρώτου οὔτε ἐπὶ τρίτου, καθὸ ἀνεμερίσθη τὰ τοι- αῦτα. τά γε μὴν ἀπαρέμφατα, εἰς πρόσωπα οὐ μερισθέντα οὐδ᾽ εἰς ἀριθμούς, οὐκέτι ἀκατάλληλα παρὰ τὴν τούτων ἀνωμαλίαν ἐστίν. ἔστιν εἰς τὸ τοιοῦτον πάμπολλα παραθέσθαι. ἐξαιρέτως οὖν ἀναμερισθὲν τὸ ἔνδον ἀναγκαίως διελέγχει τὴν δισσὴν χρῆσιν τοῦ εἴσω. — Ἀλλά φαμεν αὐτὸ ἠλογῆσθαι, ὅπερ εἶχεν ὑπεξαίρεσιν τοῦ μὴ ὅμοιον εἶναι τοῖς εἰς δον περατουμένοις, πρῶτον ὅτι δισύλλαβον, ἔπειτα μόνον ἀπὸ προ- θέσεως ἐσχημάτισται, τῶν ἄλλων οὐ τῇδε ἐχόντων, ἀλλ᾽ ἐξ ὀνόματος ἢ ῥήματος παρηγμένων. πρόκειται δὲ ὅτι αἱ προθέσεις, παραγόμεναι εἰς ἐπιρρηματικὴν προφοράν, τόπου σχέσιν ἐπαγγέλλονται. εἰ οὖν μόνον ἀπὸ προθέσεως, μόνον καὶ τοπικὴν σχέσιν σημαίνει, οὐκ ὀξυνό- μενον, καθὸ τὸ πλέον πάλιν αἱ προθέσεις ἐν βαρείᾳ τάσει ἔχουσι τὰ ἐπιρρήματα παραγόμενα. Ὁμοίως δὲ καὶ τὰ διὰ τοῦ σε ἐκφερόμενα τὴν αὐτὴν σχέσιν τοῖς εἰς δε λήγουσι σημαίνει, τὸν αὐτὸν τόνον ἀναδεχόμενα καὶ παράθεσιν τὴν τῶν εἰς θεν, ἄλλοθεν ἄλλοσε, πόθεν πόσε, πάντοθεν πάντοσε· οὐ τοῦτό μου ἀποφαινομένου, ὡς πάντως τὰ εἰς θεν λήγοντα ἀντιπαρά- κειται τοῖς εἰς σε, ἀλλ᾽ ὡς τὰ εἰς σε τοῖς εἰς θεν παράκειται, ὧν καὶ τὴν ταυτότητα τῆς τάσεως ἀναδέχονται. — οἷς πάλιν σύνεστιν ἡ διὰ τοῦ θι παραγωγή, τὴν ἐν τόπῳ σχέσιν ἁπάντοτε δηλοῦσα, πάλιν τῆς 2.1,1.206 αὐτῆς τάσεως συνούσης, γραφῆς τε τῆς διὰ τοῦ θ, εἰ συνείη κατὰ τὸ πλέον καὶ ἡ διὰ τοῦ ο γραφὴ παρεδρεύουσα· εἰ δὲ μή γε ἡ διὰ τοῦ ος γραφὴ ἐγγίνεται, ὡς ἔχει τὰ τοιαῦτα, οὐκ ἐν μονῇ μὲν τοῦ θ Ἀθήνη Ἀθήνηθεν Ἀθήνησιν, Θήβη Θήβηθεν Θήβησι, συνόντος δὲ τοῦ ο οὐρανόθεν οὐρανόθι, Ἀβυδόθεν Ἀβυδόθι, οἴκοθεν οἴκοθι. — πρόσκειται δὲ κατὰ τὸ πλέον διὰ τὸ κεῖθεν καὶ κεῖθι, ὅπερ ἴσως τοῦ ἐκεινόθι δύναται συγκοπὴ εἶναι· ἀλλὰ καὶ πάλιν διὰ τὸ ἐγγύθεν καὶ ἐγγύθι. — καὶ σαφὲς ὅτι δεόντως ἐν τοῖς πλείστοις ἡ τοιαύτη γίνεται ἀπαράδεκτος γραφή, λέγω τὴν οὐρανόθι πρό (Γ 3)· οὐ γὰρ νῦν τὴν ἐν τόπῳ σχέσιν ὁ λόγος ἀπαιτεῖ, ἀλλὰ τὴν ἐν γενικῇ σύνταξιν, πρὸ οὐρανοῦ, εἴγε οὐκ ἐν οὐρανῷ ἡ πτῆσις ἦν. χρῆν οὖν οὐρανόφιν ἢ οὐρανόθεν, οὐ τοῦτό μου ἀποφαινομένου, ὡς τὰ διὰ τοῦ θεν ἐκφερόμενα τὴν ἐκ τόπου σχέσιν σημαίνει, ἣ ἐν γενικῇ θέλει παρα- λαμβάνεσθαι, ἢ καθόλου ὅτι ἐστὶν ἐν τῇ συντάξει ἐπίρρημα· δεδείξεται γὰρ μὴ τὴν ἐκ τόπου σχέσιν δηλοῦν, τὸ δὲ αὐτὸ τοῖς ἀφ᾽ ὧν ἐσχηματίσθη. — Τά γε μὴν εἰς φι λήγοντα αὐτὸ μόνον παραγωγῆς δόξαν ἔσχεν ἐπιρρηματικῆς, οὐ μὴν ἐστὶν ἐπιρρήματα τῇ φύσει, καθάπερ τοὐναντίον ὀνόματα πολλάκις τῇ φύσει ὄντα, σύνταξιν ἐπιρρηματικὴν ἀναδεξάμενα, λέγεται ἐπιρρήματα. ἔχει δὲ τὰ τοῦ λόγου οὕτως. πᾶσα παραγωγὴ ἐπιρρηματική, τοπικὴν σχέσιν ἀναδεξαμένη, μιᾷ ὑπακούει πτώσει κατὰ τὴν διάλυσιν, οἴκοθι ἐν οἴκῳ, οἴκοθεν ἐξ οἴκου, οἴκαδε εἰς οἶκον. χρὴ οὖν καὶ τὰ παρόντα τοῦ λόγου ἔχεσθαι. — γενικὴ δέ ἐστι τὸ πασσαλόφι, καὶ δοτικὴ ὡς φρήτρη φρήτρηφιν (Β 363), ἢ αἰτιατική, ὡς ἐπὶ δεξιόφιν (Ν 308). καὶ εἰ τοῦτο, δοθήσεται ὡς τὸ ἀναπεμπόμενον ἐν πτώσεσιν ὀνόματος μᾶλλον σύνταξιν ἀναδέξεται ἤπερ ἐπιρρήματος, ὥστε καὶ κλινομένων τῶν πτώσεων τὴν παραγωγὴν γίνεσθαι. ὅπερ οὐκ ἴδιον ἐπιρρημάτων· οὐδὲ γὰρ τὸ τοιόσδε καὶ τοσόσδε, τὸ τοῦ ἐπιρρήματος ἀναδεξάμενα κατὰ τὸ τέλος, ἐπιρρήματα ἐκαλέσαμεν διὰ τὸ συνημμένον τῆς πτώσεως καὶ διὰ τὸ αὐτὸ δηλούμενον. — ἔστι δὲ καὶ ἐκ παραθέσεως προθετικῆς 2.1,1.207 ἔσθ᾽ ὅτε τοπικὴν σχέσιν σημαίνοντα, ἐπιρρήματα δὲ διὰ τῆς παραγωγῆς μόνον τὴν τοπικὴν σχέσιν δηλοῖ. διὸ καὶ εἰς ταῦτα ἀντιμεταλαμβάνεται, οἴκοθι ἐν οἴκῳ· οὐ γὰρ δή γε ἐν οἴκοθί τις φαίη. οἴκαδε εἰς οἶκον, οὐκ εἰς οἴκαδε. διὸ καὶ τὰ τοιαῦτα κακία, ἐξ οἴκοθεν, παρολκαὶ δὲ ποιητικαὶ ἐξ οὐρανόθεν· ὑπὲρ ὧν κατὰ τὸ ἑξῆς εἰρήσεται. εἰ δὴ τοῦτο, οὐκ ἐπιρρηματικὴ σύνταξις τοῦ ἐκ πασσαλόφιν, κατ᾽ ὄρεσφιν, τῶν παραπλησίων. ὅθεν προκρίνειεν ἄν τις καὶ τὴν τοῦ φι γραφὴν ἐν τῷ οὐρανόθι πρό, ἐπεὶ ἰδίας παραγωγῆς ἔχεται ἡ διὰ τοῦ θεν. Τὰ εἰς ου λήγοντα τὴν ἐν τόπῳ σχέσιν σημαίνει καὶ μόνως περισπᾶται, ὡς ἔχει τὸ αὐτοῦ. καὶ ἐκεῖνο ἐπιρρηματικόν ἐστιν, αὐτοῦ καὶ κριοῖο (Arat. Phaen. 225), ὑψοῦ δ᾽ ἐν νοτίῳ (δ 785), ἀγχοῦ, τηλοῦ. — καὶ ἐντεῦθεν δείκνυται, ὅτι τὸ ποῦ τὴν ἐν τόπῳ σχέσιν σημαίνει, καθότι καὶ ἡ Ὁμηρικὴ συνήθεια ὁμολογεῖ, καὶ κατὰ τὴν προειρημένην συμπάθειαν τίθεται καὶ ἐπὶ σχέσεως τῆς εἰς τόπον, ποῦ ἀπέρχῃ; — πρόσκειται Δώρια μὲν τὰ τοιαῦτα μεταποιούμενα, εἷ τὰ τῶν χοιραγχᾶν (Sophr. fr. 86 Ahrens)· πεῖ γὰρ ἁ ἄσφαλ- τος (Sophr. fr. 35 Ahrens)· αὐτοῦ αὐτεῖ. — τὸ ὅπου κατὰ τάσιν οὐχ ἡμάρτηται. ἅπαντα γὰρ τὰ ἀοριστώδη ὑπὸ τοῦτον τὸν τόνον πίπτει. — παράκειται [γὰρ] τὰ διὰ τοῦ θεν παραγόμενα, σημαίνοντα τὴν ἐκ τόπου σχέσιν, ἀγχοῦ ἀγχόθεν, ὑψοῦ ὑψόθεν, τηλόθεν, αὐτόθεν, ὅθεν. τὸ πόθεν παρὰ τὸ ποῦ. — αὕτη δέ ἐστιν ἡ παραγωγὴ καὶ ἐπ᾽ ὀνο- μάτων παραγομένη, Ἀθήνηθεν, Θήβηθεν, ἀρχῆθεν, ἀγορῆθεν, οἴκοθεν. περὶ τῆς τούτων τάσεως καὶ γραφῆς εἴρηται ἰδίᾳ ἐν τῷ περὶ ἐπιρρη- μάτων. — καὶ φαίνεται ὅτι οὐ παρὰ τὸ ἑκάτερος τὸ ἑκατέρωθεν, παρὰ δὲ τὸ ἐπίρρημα τὸ ἑκατέρωσε, ἑκατέρωθεν, ἑτέρωθεν. καὶ πάλιν παρὰ τὸ ἄνω ἄνωθεν, ἔσω ἔσωθεν, κάτω κάτωθεν. — ἔστι καὶ παρὰ ἀντω- νυμίαν παρηγμένα παρὰ Δωριεῦσι, τουτόθεν, ὃ δὴ συνήθως ἀποκόπτοντες τὴν λοιπὴν συλλαβὴν ἐκτείνουσιν εἰς τὸ ω, τουτῶ θάμεθα (Sophr. 2.1,1.208 fr. 42 Ahrens), καθὸ καὶ παρὰ τὸ αὐτόθεν αὐτῶ ὁρῇς, Φύσκα (Sophr. fr. 45 Ahrens). οὕτως ἔχει καὶ τὸ πῶ τις ὄνον ὠνασείται (Sophr. fr. 89 Ahrens); ὅτι γὰρ τὰ τοιαῦτα Δώρια ἐπιρρήματα, σαφὲς ἐκ τοῦ πάμπολλα μὲν εἶναι ἐπιρρήματα ἐκ τόπου εἰς θεν, μὴ μέντοι γε τὰ εἰς ω λήγοντα τὴν ἐκ τόπου σχέσιν δηλοῦν· ἐκείνου γε προ- δήλου καθεστῶτος, ὡς τὰ ἐγγινόμενα πάθη κατὰ τὰς ἑτεροιώσεις τῶν διαλέκτων τῶν φωνῶν ἐστιν, οὐχὶ τῶν δηλουμένων. ὅθεν πρὸς τὸ σημαινόμενον τοῦ πόθεν ἔμεινε τὸ δηλούμενον ἐν τῷ πῶ καὶ τοῦ αὐτόθεν ἐν τῷ αὐτῶ. Ἡ προκειμένη παραγωγὴ κατὰ τοῦ αὐτοῦ δηλουμένου παραλαμβά- νεται, ἡνίκα ἀπ᾽ ἀντωνυμιῶν μέν φαμεν ἐμεῦ ἐμέθεν, σεῦ σέθεν. τὸ πλέον γὰρ αἱ ἀντωνυμίαι κατὰ πρόσωπα ἐθέλουσι παράγεσθαι. ἀλλὰ φήσει τις· τί δέ, εἰ ἐπιρρηματικά ἐστι σχήματα, ἀπ᾽ ἀντωνυμιῶν γεγονότα; Πρὸς ὃν ἔστι φάναι, ὡς σχέσιν τὴν τῶν ἐπιρρημάτων ἀποτελοῦσιν, οὐχὶ σύνταξιν τῆς γενικῆς ἐπιρρηματικήν, [ὡς] εἴγε τὰ ὁπωσδήποτε γενόμενα ἐπιρρήματα μιᾶς ἐννοίας ἐστὶ παρεμφατικά, οὐ δεόμενα παραθέσεως προθετικῆς, αἱ μέντοι γενικαί, ἐχόμεναι συντάξεως τῆς πρὸς τὰς προθέσεις, ταύτας καὶ ἀπολαμβάνουσιν, ἀπὸ Ἀρι- στάρχου, ἐξ Ἀριστάρχου, ἐξ οἴκου, ἀπ᾽ οἴκου· ὁ αὐτὸς λόγος ἐπὶ πάντων. οὐ μὴν ἔστι φάναι ἀπὸ Δηλόθεν, οὐδ᾽ ἀπ᾽ οἴκοθεν. ἔτι γε μὴν ἐπὶ τῶν προκειμένων ἀνθυπάγονται αἱ γενικαὶ τῶν ὀνομά- των, ὅπερ ἴδιον ἀντωνυμιῶν. — ἀλλὰ καὶ ἐπ᾽ ὀνομάτων· ἀντὶ γὰρ γενικῆς τῆς Ἴδης φασὶν Ἴδηθεν μεδέων (Γ 276). οὕτως ἔχει καὶ τὸ εἴσομαι δ᾽ ἐξ ἁλόθεν (Φ 335). σαφὲς ἐκ συντάξεως τῆς ἔξ· αὕτη γὰρ ἡ παραγωγὴ ἔχει ἐγκείμενον τὸ ἔξ. οὕτως ἔχει καὶ τὸ ἐξ οὐρανόθεν (Θ 19). Καὶ ἐξ ἐκείνων δὲ συμφανές, Αἴας δ᾽ ἐγγύθεν (Η 219)· οὐ γὰρ νῦν τὴν ἐκ τόπου σχέσιν βούλεται δηλοῦν, τὴν δὲ εἰς τόπον. οὕτως ἔχει καὶ τὸ 2.1,1.209 σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη (β 267). οὐ γὰρ ἐκ τοῦ σύνεγγυς τόπου, ὅπερ γέλοιον· τὸ γὰρ μέγιστον ἔξαλμα οὐρανὸς καὶ γῆ. ἐν ἴσῳ οὖν ἐστι τῷ σχεδόν. ἐν τῷ περὶ Ἰάδος τὸ τοιοῦτον ἀπεδείξαμεν. Οὐ χρὴ νοεῖν, ὅτι παρ᾽ ἐπίρρημα τὸ ἐκεῖ τὸ ἐκεῖθεν ἐγένετο ἢ τὸ κεῖθι [ἐγένετο ἀπὸ κεῖθι], πρῶτον ὅτι ἐνέμεινεν ἡ δίφθογγος (πρό- κειται γὰρ ὡς ἡ τοιαύτη παραγωγὴ ὑποστολὴν ποιεῖται τοῦ ἐν τῷ τέλει φωνήεντος, τηλόθεν, ἀγχόθεν), δεύτερον ὅτι μᾶλλον ἀπο- κοπή ἐστι τὸ ἐκεῖ τοῦ ἐκεινόθι· οὐ γὰρ τοῦ ἐκεῖθεν, ἐπεὶ κἂν τὴν ἐκ τόπου σχέσιν ἐσήμαινεν. — ἔστιν οὖν κατ᾽ ἐντέλειαν τὸ ἐκεινόθεν παρὰ τὸ ἐκεῖνος, ἀφ᾽ οὗ κατὰ συγκοπὴν τὸ ἐκεῖθεν, ἐκεινόθι καὶ ἐκεῖθι, ἐκεινόσε ὡς κυκλόσε, καὶ ἔτι ἐκεῖσε, κεῖσε δ᾽ ἂν οὐκ ἂν ἐῷμι (π 85). ἀπὸ δὴ τοῦ ἐκεῖθι καὶ ἐκεῖσε χρὴ νοεῖν ἀποκοπὴν γεγενῆσθαι τὴν ἐκεῖ, ἐπεὶ καὶ τὸ ἐν τόπῳ σημαίνει, ἐκεῖ μένε, καὶ τὸ εἰς τόπον, ἐκεῖ ἀπέρχομαι· οὐ μὴν τὸ ἐκ τόπου, διὸ οὐδὲ τοῦ ἐκεῖθεν ἀποκοπὴν ἔφαμεν γεγενῆσθαι. πρόκειται γὰρ ὅτι τῶν φωνῶν τὰ πάθη καὶ οὐ τῶν δηλουμένων. Τὸ ᾗχι τοπικὸν οὐ διὰ τὴν ἐπὶ τέλους παραγωγὴν τὴν εἰς τόπον σχέσιν σημαίνει· ἔστι γὰρ παρολκὴ ὁμοία τῷ ναίχι, οὔ καὶ οὐχί. σαφὲς δὲ καὶ ἐξ αὐτῆς τῆς φωνῆς· ἡ γὰρ φυσικὴ πρόταξις τοῦ η οὐκ ἂν ἐδασύνετο, καθὸ οὐδέποτε τὰ φωνήεντα πρὸ τοῦ χ δασύνεται. ὃν οὖν τρόπον ἰδίᾳ ῥητόν ἐστι τὸ ναί, οὐ πάντως ἐπιζητοῦν τὸ χι, ὁμοίως τὸ οὔ, τοῦτον τὸν τρόπον καὶ τὸ ᾗ, σημαῖνον τὴν εἰς τόπον σχέσιν, ἐντελές ἐστι. — σαφὲς ἐκ τῶν ἀνταποδιδομένων, οἷς οὐκέτι παρα- κολουθεῖ τὸ ἐπεκτείνεσθαι, λέγω τὸ τῇ καὶ πευστικῶς τὸ πῇ καὶ ἔτι τὸ ἀοριστωδῶς ὅπῃ, προστιθεμένου τοῦ ι, καθὼς καὶ ἡ παράδοσις ὁμολογεῖ, καὶ ὡς μᾶλλον τὰ τοιαῦτα συμφέρεται φωνῇ [τῇ] πρὸς τὰς δοτικάς, ὡς ἔχει καὶ τὸ ταύτῃ πορευθῶμεν. τὸ μέντοι πεῖ καὶ εἷ παρὰ Δωριεῦσι χρὴ νοεῖν, ὅτι οὐ παράκειται τῷ πῇ καὶ ἔτι τῷ τῇ ἀνταποδοτικῷ, καθὸ τὴν ἐν τόπῳ σχέσιν δηλοῦντα τῷ ποῦ μᾶλλον καὶ 2.1,1.210 τῷ ὅπου ἀντιπαράκειται· τὸ γὰρ εἷ τὰ τῶν χοιραγχᾶν (Sophr. fr. 86 Ahrens) ἐν ἴσῳ ἐστὶ τῷ ὅπου, καὶ τὸ πεῖ γὰρ ἁ ἄσφαλτος (Sophr. fr. 35 Ahrens) ἐν ἴσῳ τῷ ποῦ. ἄλλως τε τὰ διὰ τοῦ ῃ ἐκφερόμενα τροπὴν μᾶλλον τὴν διὰ τοῦ α παραδέχεται ἢ τὴν διὰ τοῦ ει, πάντῃ παντᾷ, ἄλλῃ ἀλλᾷ.]