ΑΠΟΛΛΩΝΙΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ ΠΕΡΙ ΣΥΝΔΕΣΜΩΝ Ἡ προκατειλεγμένη σύνταξις περὶ συνδέσμων ὑπὸ πλειόνων γραμμα- τικῶν, ἐλλιπεστέρα καθεστῶσα, τοὺς συνεχέστερον ἡμῖν ἐν ταῖς σχολι- καῖς συγγυμνασίαις συνιόντας οὐκ ἔπειθε, καθότι οἱ μὲν αὐτὸ μόνον τὰ ὀνόματα τῶν συνδέσμων κατέλεξαν καὶ τὰς γινομένας μεταλήψεις ἐξ αὐτῶν εἰς αὐτούς, τουτέστι τοὺς ἰσοδυναμοῦντας ἀλλήλοις, οἱ δὲ περὶ προτάξεως καὶ ὑποτάξεως αὐτῶν, παρέντες τὰ ἀναγκαιότατα, λέγω τὰς ἐν αὐτοῖς δυνάμεις καὶ σχήματα καὶ ἄλλα πλεῖστα, ὑπὲρ ὧν εἰρήσεται· οἱ δὲ καὶ ὀνόμασιν ἀλλοτρίοις προσχρησάμενοι ἤπερ τοῖς εἰς γραμμα- τικὴν συντείνουσι, Στωικὰς παρεισφέρουσι δόξας, ὧν ἡ παράδοσις οὐκ ἄγαν χρειώδης πρὸς τὴν εἰς γραμματικὴν συντείνουσαν τεχνολογίαν. ἔστι γοῦν πολλή τις καὶ δυσπερίληπτος περὶ τὰς φωνὰς τήρησις .. κατορθοῦται πᾶσα διάλεκτος, πᾶς σχηματισμὸς συντείνων εἰς Ἑλληνικὴν παράδοσιν ἀναγνωσμάτων, ἧς οὐδὲ κατ᾽ ὀλίγον ἐπιψαύει ὁ παρὰ τοῖς Στωικοῖς περὶ φωνῆς λόγος. καὶ δῆλον ὡς καὶ ἐπὶ τῶνδε τῶν μορίων τὸ αὐτὸ παρακολουθήσει. πάλιν γὰρ ὑποσταλήσεται ὁ περὶ αὐτῶν λόγος ἐν φωνῇ καὶ δηλουμένῳ, ἐν ᾧ καὶ τὰ συνεμπεπτωκότα σχήματα διὰ τῆς συνούσης φράσεως ἐπικριθήσεται, τά τε ἁπλᾶ αὐτῆς καὶ τὰ σύνθετα, προσέτι καὶ τὰ δόξαν ἐσχηκότα συνδέσμων, οὐ μὴν ὄντα, τίνα τε αὐτῶν ἐγκλίσεως ἔτυχε καὶ τίνα οὔ. καὶ ἕνεκά γε τῶν τοιούτων παραδόσεων ἀναγκαίως εἰς σχολικὴν ἀντιβολὴν κατέστημεν, ἐκλεγόμενοι παρ᾽ ἑκά- 2.1,1.214 στου τῶν πρὸ ἡμῶν τὸ χρειῶδες. πρὸς οἷς καὶ αὐτοί τι ἐπινοήσαντες μετὰ τῆς δεούσης σαφηνείας παραδώσομεν, οὐκ ἐκτὸς γινόμενοι κατὰ τὸ παντελὲς τῆς τῶν Στωικῶν δόξης. Ποσειδώνιος ἐν τῷ περὶ συνδέσμων ἀντιλέγων πρὸς τοὺς φάσκον- τας, ὡς οἱ σύνδεσμοι οὐ δηλοῦσι μέν τι, αὐτὸ δὲ μόνον τὴν φράσιν συνδέουσι, φησὶν ὡς διαφέρει τὸ ἐπιδοῦναι τοῦ ἀποδοῦναι, ὡς τὸ ἀπαιτεῖν τοῦ προσαιτεῖν, καὶ ἄλλας τινὰς τοιαύτας συντάξεις, ἤδη πιστούμενος ὅτι ἓν μέρος λόγου ἥ τε πρόθεσις καὶ ὁ σύνδεσμος. ἐν γοῦν τῇ αὐτῇ πάλιν τῇ ἐναντιωτάτῃ πρὸς ἐκείνους ἀντιρρήσει ἐκτίθεται τοὺς κατὰ φύσιν συνδέσμους, φάσκων ὡς διὰ τὴν δύναμιν ..... τὸ ἵνα ἐπίρρημά φαμεν τοπικόν· ἡ γὰρ φράσις παρῃτεῖτο [εἰς] τὸ καλεῖν σύνδεσμον. ἀλλ᾽ οὐκέτι ἐν τῷ ἵνα εἴδομεν ἄμφω (Α 363). ὄφρα μὲν ἠὼς ἦν (Θ 66), χρονικὸν ἐπίρρημα· ὄφρα πεποίθῃς (Α 524), σύνδεσμος ἀποτελεστικός. — τί οὖν κωλύει [καὶ] κατὰ τοῦτον τὸν λόγον καὶ τὰ ἴσην δύναμιν ἀναδεδεγμένα συνδέσμοις μόρια καλεῖν συνδέσμους ὁμο- φωνοῦντας προθέσεσιν, οὐ μήν, ὡς ἐδόκει τῷ Ποσειδωνίῳ, καὶ τὰς ἐν τῷ τοιούτῳ δηλουμένῳ συνδέσμους καλεῖν, ἐπιδοῦναι, ἀποδοῦναι; — Οὐ λέληθε δ᾽ ἡμᾶς κἀκεῖνος ὁ λόγος, ὡς οὐδὲ κατὰ τὸ παντελὲς τοῖς συνδέσμοις ἀνθυπάγονται, εἰ δεινὰ δέδρακας· ἀνθ᾽ ὧν δεινὰ δέδρακας· ἰδοὺ γὰρ καὶ ἄρθρου παρέμπτωσις. καὶ ἔτι εἰ ἡμέρα ἐστί, φῶς ἐστί· διὰ τὸ ἡμέραν εἶναι φῶς ἐστί· καὶ πάλιν παρεισέδυ τὸ ἄρθρον, καὶ ἀντὶ ὁριστικῶν ἀπαρέμφατα παρελήφθη. ὅτι δὲ κατὰ πολὺ τὰ μόρια χωριστέον, καθότι καὶ νῦν οἱ γραμμα ... ...................... ἡμέρα ἐστίν ......... σκότος ἐστί .... συνδέσμου 2.1,1.215 διὰ τί ὁ ἄν ω οὐκ ἐπι ....... ν τοῖς προκειμένοις .. ....των, ἐν ᾧ ἐπεδείξαμεν ...αι. οὐ γὰρ ἐν τῷ καθόλου τὸ τοιοῦτόν ἐστι .....ον τέ ἐστιν εὑρέσθαι, ἐὰν θέλῃς .. ..κης ἀναγνοίην ἄν. ὥστε οὔτε περὶ .... ἐπιφόρας διὰ τῶν αὐτῶν τοῦ λόγου ... ἢ σύνθετον καταστήσεται. τὸ αὐτὸ ἄρα ...έσμου ὁ ἐάν ἐπιζευκτικὸς ἐδείχθη γινόμενος .... ι ουν καὶ τῷ ἐπεί παράκειται ἐπεάν .. ἅπαντός τε γὰρ συνθέτου σχήματος . μία ἐστὶν ... ἐὰν καὶ τὰ τῆς φωνῆς ὑπαγορεύει καὶ τὰ ... εἴπερ οὖν ὁ ἐπεί ἔχει καὶ τὴν φωνὴν τοῦ ... ἔχει δὲ καὶ τὸ δηλούμενον, ἐν οἷς ἀκολουθίας ἐστὶ παραστατικός, ἔχει δὲ καὶ δυνάμει τὸν ἐάν, συνεστῶτα ἐκ τοῦ εἴ καὶ ἄν, ἐν οἷς πάλιν φαμὲν ... πῶς οὐχὶ βίαιον μὴ οὐχὶ παραδέξασθαι . προκειμένων ἀνδρῶν τὴν δόκησιν; Ἠπορήθη πῶς σύνδεσμοι οἱ προκείμενοι, μαχομένην ἔχοντες τὴν ἐξ αὐτῶν δύναμιν τῇ θέσει τοῦ ὀνόματος, εἴγε τὸ συνδεῖν τῷ δια- ζευγνύειν μάχεται. Ἔχεται ἀπολογίας ἡ προκειμένη ἀπορία, ὡς καὶ ἐπ᾽ ἄλλων ἔστιν ἐπινοῆσαι ὡς τὰ αὐτὰ ὄντα μαχομένην πολλάκις ὀνομασίαν ἀνεδέξατο. φαμὲν τὸ μάχομαι παθητικόν, καὶ δῆλον ὅτι τῷ τύπῳ τῆς φωνῆς· εἰ γὰρ ἀπὸ τοῦ δηλουμένου, δῆλον ὅτι ἐνεργητικόν. ἀλλὰ μὴν καὶ τὸ παιδίον οὐδέτερον διὰ τὸν τύπον, ἐπεὶ ἀμφότερόν ἐστι διὰ τὸ δηλούμενον· παρατιθέμενος γοῦν τις ἀρσενικὸν καὶ θηλυκόν, εἴποι ἄν παρατίθεμαί σοι παιδία. ἀλλὰ καὶ τὸ Θῆβαι πληθυντι- 2.1,1.216 κόν, καὶ μία ἡ ὑποκειμένη πόλις. ἔστι καὶ ἐπ᾽ ἄλλων πλειόνων τὸ τοιοῦτον παραθέσθαι. — Οἱ δὴ προκείμενοι σύνδεσμοι εἴρηνται μὲν σύνδεσμοι ἕνεκα τοῦ συνδεῖν τὰς φράσεις, ὥστε τὸ κοινὸν τῶν συν- δέσμων αὐτοὺς ἀναδεδέχθαι· ἕνεκα δὲ τοῦ ἀπ᾽ αὐτῶν δηλουμένου διαζευκτικοὶ ὠνομάσθησαν. ὅλης γὰρ τῆς φράσεως ὄντες συνδετικοί, τὰ ἐν αὐτῇ πράγματα διαζευγνύουσιν. ἔτι δὲ οὐκ αὐτοτελὲς τὸ ἡμέρα ἐστὶ καί, ἀλλ᾽ ἐζήτει ἑτέραν φράσιν, καὶ ἡμέρα ἐστὶ καὶ φῶς ἐστί. — τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῶν διαζευκτικῶν· ἢ ἡμέρα ἐστὶν ἢ νύξ ἐστι. Καὶ ὡς μὲν σύνδεσμοι κατὰ τὸ συνδεῖν τὰς φράσεις εἰσίν, ἀπεδείχθη· ὡς δὲ τὸ ἐπιφερόμενον πρᾶγμα παρελήφθη μὲν ὑπὸ τῆς συνδέσεως, διαζεύγνυται δὲ ὑπὸ τοῦ δηλουμένου τοῦ ἀπὸ τοῦ συνδέσμου, σαφὲς γενήσεται ἐκ τοῦ ἢ νύξ ἐστι. μόνον γὰρ ἓν ἔστι τῶν νοουμένων πραγμάτων κατὰ τὸ αὐτὸ παραλαμβάνεσθαι. ἡ ἐπαγγελία τῶν δια- ζευκτικῶν ἑνὸς ὕπαρξιν ἐπαγγέλλεται, τοῦ δ᾽ ὑπολειπομένου ἢ τῶν ὑπολειπομένων ἀναίρεσιν. — καὶ ἔστι πάλιν αὐτῶν ἃ μὲν ἀληθῆ 2.1,1.217 τὴν διάζευξιν ἀναδεδεγμένα, ἃ δὲ οὐκ ἀληθῆ τὴν διάζευξιν παρειλη- φότα. τὸ γὰρ λεγόμενον ἢ ἡμέρα ἐστὶν ἢ νύξ ἐστιν ἐν ἀληθεῖ καθέστηκε διεζευγμένῳ· ταῦτα γὰρ τὰ καταστήματα οὐδέποτε κατὰ ταὐτὸ γενήσεται. τὸ δὲ λεγόμενον ἢ Ἀπολλώνιος παρέσται ἢ Τρύφων ὡς πρὸς καιρὸν τὴν διάζευξιν ἐπαγγέλλεται. τὸ γοῦν πρό- τερον ὑπόδειγμα, κἂν μὴ λάβῃ τὸν διαζευκτικὸν σύνδεσμον, πάλιν ἐν διαζεύξει ἔσται, ἡμέρα ἐστί, νύξ ἐστι. τὸ ἕτερον ἀληθές, εἰ φαίημεν οὕτως· ἡμέρας οὔσης ἡμέρα ἐστί· τὸ δὲ ἕτερον οὐ πάν- τως, Τρύφων παρέσται, Ἀπολλώνιος οὐ παρέσται· οὐ δια- ζεύγνυται γὰρ τὰ τοιαῦτα, ἐὰν μὴ λάβῃ τὸν διαζευκτικὸν σύνδεσμον. ἐφ᾽ ὧν ἔστι καὶ τοὺς μαχομένους τοῖς διαζευκτικοῖς συνδέσμους παρα- θέσθαι, καὶ Ἀπολλώνιος παρέσται καὶ Τρύφων παρέσται· εἰ Τρύφων παρέσται, καὶ Ἀπολλώνιος παρέσται. ἐπὶ μέντοι τῶν κατὰ φύσιν διεζευγμένων οὐκέτι· οὐ γὰρ συστήσεται τὸ καὶ ἡμέρα ἐστὶ καὶ νύξ ἐστιν, οὐδὲ τὸ εἰ ἡμέρα ἐστί, νύξ ἐστιν. ὡς εἰσί τινες λόγοι ὑπὸ τῶν συνδέσμων διαζευγνύμενοι ἢ συμπλεκό- μενοι, τινὲς δὲ συναπτόμενοι, τινές τε οὐ πάντως ὑπὸ τῶν συνδέσμων τὸ συναφὲς ἐπαγγελλόμενοι, ἀλλὰ καὶ δι᾽ αὑτῶν δηλοῦντες· ἢ καὶ διαζευγνύμενοι πάλιν οὐχ ὑπὸ τῶν διαζευκτικῶν, ἀλλ᾽ ἐξ αὑτῶν τὴν διάζευξιν δηλοῦντες. ἐφ᾽ ὧν οὐκ ἐναλλαγαὶ γενήσονται συνδέσμων. ἐκκείσθω δὲ ὑποδείγματα. ὁ λέγων τὸ ἡμέρα ἐστί δεδήλωκεν ὅτι καὶ φῶς ἐστίν. ἐπὶ τούτου οὐκέτι ἐγχωρήσει τὸ ἤτοι ἡμέρα ἐστὶν ἢ φῶς ἐστι. καὶ ζῶ καὶ ἀναπνέω· οὐ γὰρ ἔτι ἐγχωρήσει τὸ ἤτοι ζῶ ἢ ἀναπνέω. ἡ συνάφεια γὰρ ἐν τῷ ζῆν τοῦ ἀναπνεῖν ἀπαράδεκτός ἐστι τοῦ διαζευκτικοῦ, καθὼς προείπομεν. διὰ δὲ τὸ κατὰ φύσιν διεζεῦχθαι ἡμέραν εἶναι, νύκτα εἶναι, τὸ ἕτερον ἀληθεύει. 2.1,1.218 ἐπὶ τοῦ τοιούτου τὸ συναπτικὸν οὐ συστήσεται. ἐπεὶ ἅμα τῷ λέγειν ἡμέρα ἐστίν δεδήλωται ὅτι οὐ νύξ. τὸ δ᾽ ἐν συναφείᾳ δεῖ καὶ ἐν ἀκολουθίᾳ καθίστασθαι. τὰ μέντοι ὑπολειπο···τα τῶν λόγων, λέγω τὰ μὴ ὑποπίπτοντα ὑπὸ τὸ τοιοῦτον εἶδος, ὑπ᾽ αὐτῶν τῶν συνδέσμων πείσεται τὸ διεζεῦχθαι ἢ συνῆφθαι. ὡς εἴ τις λέγοι ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι (Σ 511) καὶ διαπραθέειν καὶ ἄνδιχα πάντα δάσασθαι. καὶ ὃν τρόπον οὐχ οἷόν τε παντὶ πτωτικῷ ἄρθρον προσνέμειν, τῷ δὲ δυναμένῳ ἐπιδέξασθαι, τὸν αὐτὸν τρόπον οὐχ οἷόν τέ ἐστι παντὶ λόγῳ πάντα σύνδεσμον συντάττειν. λέγω δὲ λόγον τὸν δι᾽ ἑαυτοῦ ἐπαγγελλό- μενον συνάφειαν. ἐφ᾽ οὗ γὰρ ὁ διαζευκτικός, ἐκεῖ οὐχ ὁ συναπτικός· καὶ ὅπου ὁ συναπτικός, ἐκεῖ οὐκέτι ὁ διαζευκτικός. καὶ σαφὲς ἐκ τοῦ προκειμένου, ὡς μάχεται ἥ τε τῶν συναπτικῶν ἐπαγγελία, καὶ ἔτι τῶν συμπλεκτικῶν, πρὸς τὴν τῶν διαζευκτικῶν, καθ᾽ ἕνα τρόπον τῶν συμπλεκτικῶν ἀδιαφορούντων. ὡς γὰρ οἱ διαζευκτικοὶ οὐκ ἐν ἀκολου- θίᾳ, οὐδ᾽ οἱ συμπλεκτικοί. εἰ γὰρ ὧδ᾽ ἀποφαινοίμεθα, ἤτοι ἡμέρα ἐστὶν ἢ νύξ ἐστιν, ἢ καὶ κατὰ ἀναστροφήν, ἤτοι νύξ ἐστιν ἢ ἡμέρα ἐστίν, ἀδιαφορεῖ, ὡς εἰ καὶ Ἀπολλώνιος παρέσται καὶ Τρύφων παρέσται, καὶ Τρύφων παρέσται καὶ Ἀπολλώνιος. Μηδὲ τὸ πρὸς τῶν Στωικῶν λεγόμενον παραλείπωμεν, παρ᾽ οἷς ἐστί τις διαφορὰ ἐν τοῖς κατὰ φύσιν διεζευγμένοις μαχομένου καὶ ἀντικειμένου. καὶ ἦν μαχόμενον τὸ μὴ δυνάμενον κατὰ τὸ αὐτὸ παρα- ληφθῆναι, ὑπὲρ οὗ καὶ ἐν τοῖς προκειμένοις εἴρηται, ἡμέρα ἐστὶν ἢ νύξ ἐστιν, ἢ φθέγγομαι ἢ σιγῶ, καὶ ἔτι τὰ τούτοις ὅμοια. ἀντι- κείμενον δὲ τὸ πλεονάζον ἀποφάσει, ὅπερ δυνάμει πάλιν μαχόμενον, ἢ φθέγγομαι ἢ οὐ φθέγγομαι, ἢ ἡμέρα ἐστὶν ἢ οὐκ ἔστιν ἡμέρα. ὁ γὰρ ἕτερος λόγος ἐπλεόνασε τῇ ἀποφάσει. ἡ γὰρ φ.... ἢ κάθημαι ἢ οὐ κάθημαι. καὶ τοῦτό φασιν διαφέρειν τὸ ἀντικεί- μενον τοῦ μαχομένου, ᾗ τῷ μὲν μαχομένῳ πάντως τι ἀντιστατοῦν 2.1,1.219 ἐπιφέρεται, τῷ δὲ ἀντικειμένῳ οὐκέτι. μὲν γὰρ εἰ οὕτως ἐπηνέχθη ...... οὐκ ἔστιν ἡμέρα. δύο δὲ εἰ ουτ.... ἐστὶν ἡμέρα ἢ ἡμέρα ἐστίν. πλ....γων ἔχει περισσὴν τὴν ἀπό- φασιν ..... ἡμέρα οὐκ ἔστιν ἢ οὐχ ἡμέρα ἐστίν ... τῶν λόγων μιᾷ ἀποφάσει πλεον·····τήρησις παρὰ τοῖς Στωικοῖς ἀντικειμένου καὶ μαχομένου. χρὴ μέντοι γινώσκειν ο .. ... τὸ δηλούμενον. ἐν ᾧ γὰρ ἀποφάσκομεν τὸ ἡμέραν εἶναι, ἐν τούτῳ καταλείπεται τὸ νύκτα εἶναι. ο... δὲ εἴρηται μαχό- μενον ἀπὸ τῶν ἐν μάχῃ ... οἷς παρέπεται τὸ μὴ συνεῖναι. φαμὲν γ...τησιν καὶ ἔτι ξυμβασίας τὰς φιλίας .... καὶ τὰ κατὰ φύσιν ἦν διαζευκτικά. Ἔστι καὶ τρίτη διαφορὰ τῶν προκειμένων συνδέσμων, ἡ παραδια- ζευκτικὴ καλουμένη, ἐπαγγελίαν ἔχουσα τοιαύτην, ἢ τὸ ἓν ἢ καὶ τὸ συνὸν ἢ καὶ τὰ συνόντα τιθέναι. διαφέρει δὲ τοῦ διαζευκτικοῦ τοῦ ἓν μόνον ἐπαγγελλομένου. καὶ ἡ γινομένη ἐν αὐτοῖς σύνδεσις οὐκ ἂν δύναιτό ποτε ἀπὸ τῶν μαχομένων παραληφθῆναι, ἀπὸ δὲ τῶν ἑτέρων λόγων. οἷόν τε γάρ ἐστι τὸν παραδιαζευκτικὸν καὶ εἰς τὸν καί μεταλαμβάνεσθαι, παρεστήσαμεν δὲ ὡς τὰ φύσει διεζευγμένα οὔ ποτε συμπλακήσεται. ἐκκείσθω δὲ ὑποδείγματα. ὁ ἀποφηνάμενος οὕτως, ἢ νέος ἠὲ παλαιός (Ξ 108), οὐχὶ τὸ ἕτερον ἀπαγορεύει, ὡς νέος μὲν βουλὴν εἰσηγησάσθω, πα- λαιὸς δὲ μή, ἢ παλαιὸς μέν, νέος δὲ μή, ἀλλὰ τοιοῦτόν τι ἀπαιτεῖ, κἂν νέος εἰσηγῆται κἂν παλαιός, παραδέξομαι. ὥστε ἢ τὸ ἓν αἰτεῖ ἢ τὰ δύο. καὶ αἱ τοιαῦται δὲ φράσεις οὕτως ἔχουσιν, ἢ Ἀλκαϊκόν μοι χρῆσον ἢ Σαπφικόν. οὐ γὰρ ἐν ἀποφάσει τὸ ἕτερον, ὥσπερ ἐστὶν ἐπὶ τοῦ ἰατροῦ ἀποφαινομένου ἢ ῥοφημάτιον δὸς ἢ σευτλίον.. ....... γένοιτο. λέγω δὲ ἐπὶ τοῦ προ..... τοῦ 2.1,1.220 χρήσαντος. ἐφ᾽ οὗ δὲ ἄγαν .....αυται τῶν ἐλέγχων ἐπι- γραφαὶ ..... Ἀχαιοὶ ἢ Πελοποννήσιοι· καὶ ...... οὕτως ἂν ἔχοι. φωνή ἐστιν ......η τὸ ἴδιον αἰσθητὸν ἀκοῆς ..... ἐζητήθη διότι οὐ τακτέοι εἰσὶν εἰς τοὺς συμ- πλεκτικούς, εἴγε ἀκώλυτον ἔχουσι τὴν εἰς αὐτοὺς μετάληψιν, καὶ νέος παλαιός καὶ παλαιὸς ...μα ἐστι τοι οἷόν τε δρᾶσαι ἢ παθεῖν ... δρᾶσαι. καί φησι Τρύφων (p. 35 Velsen), ὡς οὐ πάντως τὰ μετα- λαμβανόμενα εἰς τὸ αὐτὸ εἶδος ἐπάγεται. τὸ ἀκολουθεῖ ῥῆμα μετά- ληψιν ἔχει τὴν εἰς τὸν εἴ σύνδεσμον· ἀκολουθεῖ τῷ ἡμέραν εἶναι τὸ φῶς εἶναι· ἴσον γὰρ τῷ εἰ ἡμέρα ἐστί, φῶς ἐστίν. ἄλλως τε τὸ μὲν συμπλεκτικὸν ἐξ ἀνάγκης πάντα τίθησι, καὶ νέος καὶ παλαιός· τὸ δὲ παραδιαζευκτικὸν οὐκέτι, ἀλλὰ ἢ καὶ τὸ ἓν ἢ καὶ τὰ ἕτερα ἢ καὶ τὰ ἐπιφερόμενα. προσθείημεν δ᾽ ἂν καὶ τοῦτο. ὃν τρόπον ὁ καλούμενος παρασυναπτικός, ἔχων καὶ ἐπαγγελίαν τὴν τοῦ συμπλε- κτικοῦ, ἐν οἷς συμπλέκει λόγους, ἔχων δὲ καὶ τὴν τοῦ συναπτικοῦ, ἐν οἷς ἀκολουθίας ἐστὶ παραστατικός, οὐκ ἀπὸ τῆς δυνάμεως τῶν συν- δέσμων τὴν ὀνομασίαν εἴληφε, καλούμενος συμπλεκτικὸς ἢ συναπτικός, παρὰ δὲ τὸ συνημμένον ληφθεὶς παρασυναπτικὸς ὠνομάσθη, τὸν αὐτὸν τρόπον καὶ οἱ καλούμενοι παραδιαζευκτικοί, ἔχοντες μὲν τοῦ διαζευ- κτικοῦ τὸ ἓν παραλαμβάνειν, ἔχοντες δὲ καὶ τοῦ συμπλεκτικοῦ τὸ καὶ ἓν καὶ τὰ ἕτερα, πάλιν ἔτυχον τῆς ὀνομασίας, κληθέντες παραδια- ζευκτικοί. Καὶ τοσαῦτα μὲν περὶ τῆς ἐννοίας τῶν προκειμένων συνδέσμων. ῥητέον δὲ καὶ ὑπὲρ τῆς τάξεως. ὁ ἤ καὶ ὁ ἠέ διαφέρουσι τοῦ ἤτοι, καθότι οἱ μὲν καὶ προτακτικοί εἰσι καὶ ὑποτακτικοί, κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδόν (α 296), ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι (Σ 511). ὁ δὲ ἤτοι μόνως προτακτικός· οὐ γὰρ ἄν ποτε φήσαιμεν ἢ ἡμέρα ἐστὶν ἤτοι νύξ ἐστι. καὶ ἔτι ὁ μὲν ἤτοι ἅπαξ παραλαμβάνεται, οἱ δὲ ἄλλοι ἐπὶ πλεῖον παραλαμβάνονται κατὰ τὰς συνδέσεις, ἤτοι Ἀπολλώνιος παρέσται ἢ Διονύσιος ἢ Τρύφων. ὁ δὲ ἠέ τοῦ ἤ 2.1,1.221 διαφέρει, ᾗ ὁ μὲν συνηθέστερος .. ὁ δὲ ποιητικός. — Τὴν τῶν προκατειλεγμένων τάξιν ἔστιν οἰκείως ἐκδέξασθαι. οἱ συναπτικοὶ καὶ ὅσοι ἀκολουθίαν ἐπαγγέλλονται ἐν ἀρχῇ τῶν λόγων παραλαμβα- νόμενοι, οὐκ ἂν εὖ τεθεῖεν ἐν μεταξύτητι· οἱ δὲ διαζευκτικοὶ οὐκ ἂν παραληφθεῖεν, εἰ μὴ ἐν μεταξύτητι τεθεῖεν. ὡς ἔφαμεν οὖν, τῇ δυνάμει τῶν συνδέσμων ἡ θέσις ᾠκείωται. τὸ μὲν γὰρ συναπτικὸν τὴν συνάφειαν ἐπαγγελλόμενον ἔχει ἡνωμένην τῷ λόγῳ τὴν τάξιν, τὸ δὲ διαζευκτικὸν δηλοῦν τὸ ἀσυνύπαρκτον μεσάζεται κατὰ τὴν τάξιν τῶν λόγων, ὡσανεὶ ἀπεῖργον τὸν ἕτερον τοῦ ἑτέρου λόγον. καὶ διὰ τοῦτο ἐν ἀρχῇ τοῦ λόγου τιθέμενοι οἱ διαζευκτικοὶ οὔ ποτε συνδέουσι τοὺς λόγους· ἤτοι ἡμέρα ἐστί νύξ ἐστιν. εἰ δὲ οὕτως ἀποφαινοίμεθα· ἤτοι ἡμέρα ἐστὶν ἢ νύξ ἐστίν, οἰκείως ὁ λόγος συνδέδεται. καὶ ἀποβληθεὶς μὲν ὁ ἤτοι ἔτι τὴν διάζευξιν ἕξει, καθὸ εἰς τὴν οἰκείαν χώραν ἐτάχθη ὁ σύνδεσμος· ἀποβληθεὶς δὲ ὁ ἤ οὐ ποιήσει λόγον, εἴγε πάλιν μὴ δεόντως ἐτέτακτο ὁ ἤτοι. Ἔστι καὶ τρίτη διαφορὰ τοῦ ἤ συνδέσμου, ἥτις καλεῖται δια- σαφητική. τοῦ μὲν γὰρ προτέρου ὕπαρξιν διασαφεῖ, τοῦ δὲ ἐπι- φερομένου ἀναίρεσιν, βούλομαι πλουτεῖν ἢ πένεσθαι, βούλομαι φιλολογεῖν ἢ σχολάζειν. ποιεῖται καὶ μετὰ τοῦ πέρ τὴν σύνταξιν, ἡμέρα ἐστὶν ἤπερ νύξ. ἴδιον δὲ ἔχει παρὰ τοὺς προκειμένους συνδέσμους τὸ ἐν ἀρχῇ μὴ παραλαμβάνεσθαι, καθάπερ ἔχουσιν οἵ τε διαζευκτικοὶ καὶ παραδιαζευκτικοί, ἤτοι ἡμέρα ἐστὶν ἢ νύξ ἐστιν. τῷ μέντοι διασαφητικῷ συνδέσμῳ οὐκ ἄλλο τι σύνεστι μόριον ἢ τὸ μᾶλλον καὶ ἧττον. καὶ ἦν ἡ τοιαύτη ἀφορμὴ ἀποδεικτική, καθότι προείπομεν ἐν τοῖς κατ᾽ ἀρχήν, τοῦ τὸ μᾶλλον καὶ ἧσσον συνδέσμους εἶναι, καὶ καθὸ δύναμις ἦν ἀντηρη 2.1,1.222 Ἔστι μέντοι καὶ ὑπὲρ τοῦ ἤ ζήτησις, πότερον εἰς τὰ ἐπιρρήματα καταταγείη ἢ εἴπερ εἰς τοὺς συνδέσμους. — δῆλον ὡς καὶ τὸ ἀνθυ- παγόμενον μόριον, λέγω δὲ τὴν οὔ ἀπόφασιν, εἰς τοὺς συνδέσμους παραλαμβάνοιτο ἄν· ἡμέρα ἐστὶν ἢ νύξ· πλουτεῖν βούλομαι ἢ πένεσθαι. ἔστι τὸ αὐτὸ οὕτως ἀποφήνασθαι· πλουτεῖν βούλο- μαι, οὐ πένεσθαι· ἡμέρα ἐστίν, οὐχὶ δὲ νύξ. Ἀλλὰ δείξομεν ὡς οὔτε ὁ προκατειλημμένος σύνδεσμος ἄλλο τι κεκλήσεται ἢ σύνδεσμος, οὔθ᾽ ἡ ἀπόφασις ..σει ἢ ἐπίρρημα. πρῶτον, ὡς καὶ ἄλλοτε ἐδείξαμεν, τὰ ἀνθυπαγόμενα οὐκ εἰς τὰ αὐτὰ μέρη λόγου παρα- ληπτά ἐστιν ἐν τῷ καθόλου, εἴγε ἐδείξαμεν ἐν τῷ .. ῥηματι τὸν ἄν σύνδεσμον ἀντιπαραλαμβανόμενον κατὰ πλείονα, ὥστε οὐδὲ κατὰ τοῦτο τῷ ἤ τὸ οὔ τὸ αὐτό. δεύτερον οἱ σύνδεσμοι συσσημαί- νουσιν, αὐτόθεν δὲ ἡ ἀπόφασις τὸ δηλούμενον προφανὲς ἔχει. τρίτον οἱ σύνδεσμοι κατ᾽ ἰδίαν οὐ ῥητοί, ἐπεὶ πόθεν σύνδεσμοι; ... τὸ[ν] μὲν ἤ, σύνδεσμον ἐπαγγελλόμενον, οὐ ῥητὸν κατ᾽ ἰδίαν, ἡ δὲ οὔ ἀπόφασις. τέταρτον τὰ ἐπιρρήματα παράγεται, οὐχὶ οἱ σύνδεσμοι. τὸ οὔ ἐν τῷ οὐχὶ παράγεται, τοῦ ἤ οὐχ οὕτως ἔχοντος. τὸ δὲ πάντων συνεκτικώτατον· ἡ ἀπόφασις πρὸ ῥήματος ἐπιτασσομένη ποιεῖ αὐτοτέλειαν οὐ γράφω, οὐ περιπατῶ. ἦν δὲ τὸ τοιοῦτον ἴδιον ἐπιρρημάτων. ὁ δὲ ἤ οὐδέποτε τὸ τοιοῦτον ἀπετέλεσε .. τοῦ δ᾽ ἑτέρου λόγου ἐξ ἀνάγκης παραλαμβανομένου .. ὅπερ ἦν ἴδιον συν- δέσμου, γράφω ἤπερ λέγω, διαλέγομαι ἤπερ ἀναγινώσκω. ὑγιῶς ἄρα ὃ μὲν ἐπίρρημα κεκλήσεται, ὃ δὲ σύνδεσμος. Φαίνεται δὲ ὅτι ἡ τοιαύτη διαφορὰ τοῦ συνδέσμου ἀπὸ τῆς δια- ζευκτικῆς συνδέσεως μετέβαλεν εἰς τὴν διασαφητικήν, ὡσεὶ ἐπικριτικὴ γενομένη τῆς διαζεύξεως. ἐκκείσθωσαν γὰρ αἱ διαφοραί. ἐπαγγέλλεται γὰρ τὸ διαζευκτικόν, ἐὰν τοῦτο, οὐ τοῦτο· εἰ τοῦτο μή, τοῦτο. καὶ ἔτι, ἢ τοῦτο ἢ καὶ τὸ συνὸν ἢ τὰ συνόντα ... ὅπερ καλεῖται 2.1,1.223 παραδιαζευκτικόν. τὸ δὲ λειπόμενον, τοῦτο, οὐ τοῦτο. τέθειται γὰρ τὸ πλουτεῖν βούλομαι ἀνῃρημένου τοῦ πένεσθαι. καί μοι δοκεῖ ἕνεκα τούτου σύνδεσμον ἔξωθεν μηκέτι παραδεδέχθαι ὁ τοιοῦτος λόγος, εἰς δὲ ἐπίτασιν τὸ ἐπιτατικὸν ἐπίρρημα, λέγω τὸ μᾶλλον. ἐπεὶ δὲ τὸ μὲν ἐν ἀρχῇ τοῦ λόγου ἀναδεξάμενον τὸν ἤ ἢ τὸν ἤτοι ἀναμφίλεκτόν ἐστιν ἢ διαζευκτικὸν ἢ παραδιαζευκτικόν, τὸ δὲ μὴ οὕτως ἔχον ἤτοι πάλιν διαζευκτικόν ἐστιν ἢ καὶ διασαφητικόν, φαίνεται ὅτι διὰ τὸ τοιοῦτον ἀμφίβολον ... τοῦ τε διασαφητικοῦ καὶ τοῦ διαζευ- κτικοῦ. ἐπὶ μὲν τοῦ βούλομ᾽ ἐγὼ λαὸν σάον ἔμμεναι ἢ ἀπολέσθαι (Α 117) οὐ διστάζομεν, ὅτι ὁ ἤ νῦν διασαφητικός, εἴγε ἐν διαζεύξει γινό- μενον γέλοιον· ἐπὶ μέντοι τοῦ πάντες κ᾽ ἀρησαίατ᾽ ἐλαφρότεροι πόδας εἶναι ἢ ἀφνειότεροι χρυσοῖό τε ἐσθῆτός τε (α 164) ὅ .... τὸν ἕτερον νῦν παραδέξασθαι. τὸν δὲ ἕτερον . .... δύναται γὰρ διαζευκτικὸς εἰρῆσθαι τοῦ ... πληροῦν- τος. εὔξονται ταχεῖς γενέσθαι, ἵνα ἀποφύγωσιν Ὀδυσσέα, ἢ ἄγαν πλούσιοι, ἵνα πείσωσι ... εἴη παραπληρωματικὸς ὁ κέ. φαίνεται ὅτι διασαφητικός ἐστι. μᾶλλον γὰρ εὔξονται ταχεῖς γενέσθαι ἤπερ ἄγαν πλούσιοι. ὅπερ καὶ μᾶλλον, καὶ καθόλου .... σύνδεσμος καὶ καθὸ ὑποβάλλει ὁ λόγος .... που Εὐρύμαχ᾽, οὐδ᾽ εἴ μοι πατρώια πάντ᾽ ἀποδοῖτε (χ 61). Ἑξῆς ῥητέον περὶ τῶν διαπορητικῶν. Ἆρα. Οὗτος κατὰ πᾶσαν διάλεκτον, ὑπεσταλμένης τῆς κοινῆς καὶ Ἀττικῆς, ἦρα λέγεται· ἦρ᾽ ἔτι παρθενίας ἐπιβάλλομαι, Σαπφώ (fr. 52 Ahrens, 102 Bergk3). ἦρ᾽ ἔστι θ᾽ ὕδωρ ς .... (lyr. gr. III3 p. 1358 Bergk) ἐπὶ τοῦ τοιούτου οὐκ ἐμποδίζοντός τινος συναλοιφὴν ἐκδέξασθαι, Τρύφων (p. 35 Velsen) φησὶν ἀποκοπὴν παρηκολουθηκέναι. καὶ ἔτι ἦρά κεν ἐν δεσμοῖς ἐθέλοις. παρ᾽ Ἀλκμᾶνι (fr. 61 Bergk3) 2.1,1.224 ἦρα τὸν Φοῖβον ὄνειρον εἶδον. Ἀρχίλοχος (fr. 86 Bergk3) μέντοι κοινότερον ἔφη ὡς ἆρ᾽ ἀλώπηξ καἰετὸς ξυνωνίην. Καί πού τινες τὸν ἤ τὸν αὐτὸν ἐξεδέξαντο τῷ ἄρα, ὡς ἀποκοπῆς γεγενημένης ἀπὸ τοῦ ἦρα, ὡσεὶ καὶ εἴ τις ἐκδέξαιτο τὸ δῶμα καὶ τὸ δῶ. ἀλλ᾽ οὐκ ἔστιν ὑγιές, οὐ τοῦτό μου ἀποφαινομένου, ὡς οὐκ ἔνδεκτον ἀποκοπῆναι σύνδεσμον· δεδείξεται γὰρ τὸ τοιοῦτον. τὸ γοῦν ὅ μοι γέρας ἔρχεται ἄλλῃ (Α 120) οὐκ ἄν ποτε ἀποδεξαίμην, καθό τινες ᾠήθησαν, ἄρθρον ἀντὶ συν- δέσμου παρειλῆφθαι, μᾶλλον δὲ ἀποκοπὴν εἶναι τοῦ ὅτι. ἀλλ᾽ οὐχ, ὥς τινες, ὁ ἤ ἐν ἀποκοπῇ γενόμενος τοῦ ἦρα. σαφὲς ἐντεῦθεν. πᾶσα λέξις ὁτιδήποτε παθοῦσα ἔχει καὶ τὸ ἴδιον δηλούμενον, καὶ εἴ τινος τάξεως τύχοι, ταύτης πάλιν οὐ μετατίθεται. φαμὲν δῶ· ...... .... ἀλλὰ πάλιν δηλοῦται τὸ δῶμα ...... τὰ πάθη οὐ τῶν δηλουμένων ...... καὶ ἡ παρά λέγεται πάρ, πὰρ Ζηνί, παρφολω ... δηλοῖ ἐντελοῦς τῆς πάρα. ἀλλὰ μὴν . πισο... οὐ παρὰ τὸ πάθος ἐναλλαγὴν τῆς .....εν. εἴπερ οὖν καὶ ὁ ἦρα μόνως ὢν προτακτικὸς ἀπεκέκοπτο, καὶ πάλιν κατ᾽ ἀρχὰς παρελαμβάνετο. ὅπερ οὐ παρείπετο· εἰς γὰρ τοὐναντίον ἐχώρησε, τὸ ἐν μέσῃ τῇ φράσει παραλαμβάνεσθαι. — ἀλλ᾽ οὐδ᾽ ὁ ἐν ἀρχῇ ἤ πάλιν ἀποκοπή ἐστι τοῦ ἦρα. φαμὲν γὰρ ... ἢ δολιχὴ νοῦσος ἦ Ἄρτεμις ἰοχέαιρα (λ 172)· ἦν γὰρ ἂν περισπώμενος, εἴγε ἡ βαρεῖα ἀποκοπτομένη τὸν αὐτὸν τηρεῖ τόνον ἐν τῷ ὑπολειπομένῳ, δῶμα δῶ. — (καὶ ἕνεκά γε τούτου τὴν νῶι ἀντωνυμίαν, μονοσύλλαβον εὑρισκομένην παρ᾽ Ἀττι- κοῖς ἐν τῷ νώ, οὔ φαμεν ἀποκεκόφθαι. ἢ εἴπερ ἀποκοπή, ὑφ᾽ ἑτέρου λόγου τὰ τοῦ τόνου μετετέθη· οὗ τὴν ἀπόδειξιν ἐν τῷ περὶ ἀντω- νυμιῶν ἐξεθέμην). — σαφὲς οὖν ὅτι οὔτε ἡ τοῦ προτακτικοῦ φωνὴ ἀπεκόπη τοῦ ἦρα διὰ τὸν τόνον, οὔτε ἡ τοῦ ὑποτακτικοῦ διὰ τὴν 2.1,1.225 σύνταξιν. — Τρύφων (p. 36 Velsen) δέ φησιν ὡς ὁ διαζευκτικὸς ἤ παρα- λαμβάνεται εἰς τοὺς διαπορητικοὺς κατ᾽ ἀρχὰς λόγους, ὡς ἐπὶ τοῦ ἢ ἤδη σάφα οἶδεν (ω 404)· ἢ δολιχὴ νοῦσος, ἦ Ἄρτεμις ἰοχέαιρα (λ 172). οὐ πάνυ δὲ ἀναγκαῖον. τί γὰρ τὸ κωλῦόν ἐστιν ὁμοφωνεῖν τῷ δια- ζευκτικῷ τὸν ἤ σύνδεσμον, ὄντα διαπορητικόν, εἴγε καὶ ἐπ᾽ ἄλλων πλειόνων τὸ αὐτὸ παρέπεται; Μηδ᾽ ἐκεῖνο δὲ παραλείπωμεν, ὥς τινες ὑπέλαβον τὸν ἆρα σύν- δεσμον μὴ εἶναι, εἴγε τοῦ ἰδίου τῶν συνδέσμων ἐκτὸς πίπτει. τὸ ἡμέρα ἐστίν αὐτοτελές, ἀλλὰ τὸ ἤτοι ἡμέρα ἐστίν οὐκ αὐτοτελές, οὐδὲ τὴν αὐτὴν θέσιν ἐπαγγελλόμενον τῷ ἡμέρα ἐστίν· καὶ ἐπὶ τῶν ἄλλων τὸ αὐτό· ἐν μέντοι γε τῷ ἡμέρα ἐστί, λέγω κατ᾽ ἐρώτησιν, οὐδὲν πλεῖον νοεῖται μετὰ τοῦ ἆρα. εἴτε ἄρα τὸ πρότερον αὐτοτελές, καὶ τὸ μετὰ τοῦ ἆρα· εἴτε ἐλλειπές, πάλιν τὸ αὐτό. — ἔτι ὅτε φαμὲν οὕτως ἆρα ἡμέρα ἐστὶν ἢ νύξ, σύνδεσιν ἐποιησάμεθα οὐ διὰ τοῦ ἆρα, διὰ δὲ τοῦ ἤ. καὶ τοῦτο σαφές ἐστιν ἐκ τοῦ τὸν μὲν ἤ ὑπο- στελλόμενον ἀσύστατον τὸν λόγον καταλιπεῖν, τὸν δὲ ἆρα μηκέτι. Ἕνεκά γε τοῦ τοιούτου· οὐδὲ τὸν ἤ σύνδεσμον καταλείψομεν. ἔστι γάρ που τοιαύτη φράσις· ἀναγινώσκεις, οὐκ ἀναγινώσκεις· ἀπέρχῃ, οὐκ ἀπέρχῃ. ἀλλ᾽ ὡμολογημένως λείπεται ἡ φράσις τοῦ ἤ ........... ᾔομεν, ὡς ἐκέλευες, ἀνὰ δρυμά, φαίδιμ᾽ Ὀδυσσεῦ· εὕρομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλά (κ 251-52)· λείποντος τοῦ καί. καὶ οὐχὶ παρὰ τὰς ἐλλείψεις οὐ σύνδεσμοι. — (ἀλλὰ μὴν οὐδὲ ἄλλη λέξις, εἰ καὶ ἔσθ᾽ ὅτε πλεονάσαιεν, οὐ παρὰ τοῦτο πλέον τι ἀναδεδεγμέναι εἰσί, λέγω καθόλου ἐπὶ πασῶν λέξεων). — τὸν αὐτὸν δὴ τρόπον ἐν φράσει ἐὰν ἐλλείπῃ ὁ ἆρα, οὐ πάντως οὐ σύνδεσμος. — ἔτι ὁ ἤτοι ὡμολόγηται ὅτι σύνδεσμος διαζευκτι- 2.1,1.226 κός, καὶ δῆλόν ἐστιν ὡς μόνος οὐ ποιεῖ διάζευξιν εἰ μὴ παραλάβοι τὸν ή. τὸ αὐτὸ οὖν παρακολουθήσει τῷ ἆρα. — Ἀλλ᾽ οὐδὲν πλέον σημαίνει ἐν τῷ ἆρα ἡμέρα ἐστίν. — Ἕνεκα τοῦ τοιούτου οὐδ᾽ ὁ καί σύνδεσμος οὐδ᾽ ὁ ὅτι· τὸ γὰρ αὐτὸ ἐπαγγέλλεται τὸ καὶ γράφω καὶ γράφω. — πολλάκις ἐγκειμένων τινῶν κατά τινας λέξεις .. παραλαμβάνομεν τοῦ αὐτοῦ δηλουμένου παραστατικὰ μόρια. οἷον ἐν συγκριτικοῖς ἔγκειται τὸ μᾶλλον· ἀλλὰ καί φαμεν ταχύτερον μᾶλλον περιπάτει, ῥηίτεροι γὰρ μᾶλλον (Ω 243)· καὶ οὐ πάντως ἕνεκα τοῦ τοιούτου ἀποβλητέον τὸ μᾶλλον ὡς οὐκ ἐπίρρημα. — ἔτι γε μὴν πρὸς τὰς ἐρωτήσεις ὁτὲ μὲν οὕτως ὑπαντῶμεν· πεποίηκας; ἀποκρινόμενοι τὸ ναί ἢ διὰ τοῦ ὁρισμοῦ τοῦ ναὶ πεποίηκα. καὶ πάλιν οὐκ ἀπόβλητον τὸ ναί τῶν ἐπιρρημάτων. καὶ ἐπ᾽ ἄλλων ἀπείρων ἔστι τὸ τοιοῦτον παραστῆσαι. τί οὖν τὸ ἐμπόδιον καὶ τῷ ἆρα συνδέσμῳ τὸ αὐτὸ παρακολουθῆσαι; Τινὲς δὲ καὶ τῶν φιλοσόφων εἰς ἀναπόλησίν φασι τῆς ἐρωτήσεως τὸν ἆρα παραλαμβάνεσθαι, καθότι καὶ εἰς πλείονα συγκατάθεσιν τὸ ναὶ γέγραφα, καὶ εἰς μᾶλλον ὕπαρξιν τὸν καί ἐν τῷ καὶ γράφω. — ἔλαθε δὲ αὐτούς, ὅτι καὶ ἐν τῷ ἆρα ἡμέρα καὶ ἔτι τοῖς παραπλησίοις ἐλλειπτικός ἐστιν ὁ λόγος, ἀπεκδεχομένων ἡμῶν τὰς συμβολικὰς φωνάς, λέγω τὴν οὔ καὶ τὴν ναί. τὰ γὰρ ἐντελῆ ἐστι τοιαῦτα, ἡμέρα ἐστὶν ἦ οὔ; ἡμέρα ἐστὶν ἦ νύξ; Τρύφων παρεγένετο ἦ οὔ; Τρύ- φων παρεγένετο ἦ Διονύσιος; — Προσθείημεν δ᾽ ἂν καὶ τοῦτο, ὡς καθόλου οἱ τοιοῦτοι λόγοι ἐκ διαζευκτικῆς φράσεως μετατέθεινται εἰς διαπορητικὴν σύνταξιν· καὶ γὰρ κατ᾽ ἐρώτησιν διαπορούντων ἡμῶν τι πρός τινας λόγους καθ᾽ ὁρισμὸν ἐκφερομένους, παραλαμ- βάνεται ἡ κατ᾽ ἐρώτησιν φράσις· περιπατεῖ Τρύφων. περιπατεῖ Τρύφων; γέγραφα. γέγραφας; [γέγραφας] σήμερον γέγραφα. σήμερον γέγραφας; — τὰ δέοντα οὖν τούτων τῶν λόγων παρα- 2.1,1.227 λαμβανέσθω εἰς διάζευξιν· τῶν μὲν ὡρισμένων, οἷον ἡμέρα ἐστὶν ἢ νύξ ἐστι. (σαφὲς γὰρ ὅτι ὁ τὸ τοιοῦτον ἀποφαινόμενος ἓν οἶδεν ἀληθὲς ὄν.) οὐχὶ οὖν πάλιν ἐπὶ τοῦ τοιούτου λόγου γενήσεταί τις ὑπερώτησις· ἡμέρα ἐστὶν ἦ νύξ ἐστι; καὶ δῆλον ὅτι ὁ οὕτω λέγων ἀμφοτέρων ἐστὶ παραστατικός, αἰτεῖ μέντοι τὸ ἕτερον, καθότι, ὡς ἔφαμεν, ὁ διεζευγμένος ἐπαγγέλλεται τὸ ἕτερον. Οὐκ ἀπιθάνως δὲ οἶμαι καὶ τὴν τοῦ συνδέσμου φωνὴν μετατεθεῖ- σθαι τοῦ ·νου, καθότι καὶ ὅλη ἡ φράσις τὸ αὐτὸ ἀνεδέξατο· καθότι καὶ ἐκ τοῦ πλεονάσαντος ε συμφανές ἐστιν. ὡς γὰρ ἐν τῷ διαζευκτικῷ ἐστὶν ὁ ἠέ, οὕτως καὶ ἐν τῷ διαπορητικῷ, ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν (Α 192). ἀλλὰ κἀκ τῆς τάξεως. ὡς γὰρ τὰ διεζευγμένα ἀδιαφορεῖ, οὕτως καὶ τὰ διηπορημένα, ἡμέρα ἐστὶν ἢ νύξ ἐστι, νύξ ἐστιν ἢ ἡμέρα ἐστίν. εἴτε γὰρ κατὰ διαπόρησιν εἴτε κατὰ διάζευξιν φαίημεν, ἀδια- φορεῖ. — ὁμολόγως οὖν οἱ κατ᾽ ἀρχὴν τιθέμενοι σύνδεσμοι τῶν προ- κειμένων λόγων καὶ κατὰ φωνὴν διαλλαγὴν ἔσχον, ὥστε ἐν μὲν δια- ζευκτικῷ παραλαμβάνεσθαι τὸν ἤτοι, ἐν δὲ διαπορητικῷ τὸν ἆρα, ἤτοι Τρύφων παρέσται ἢ Θέων, ἆρα Τρύφων παραγενήσεται ἦ Θέων; μόνου τοῦ κατ᾽ ἀρχὴν ἤ κοινῶς εἰλημμένου ἐπί τε διαζεύξεως ἐπί τε διαπορήσεως. Εἴρηται ὡς τὸ α τοῦ ἆρα εἰς η μετετίθετο παρὰ ταῖς ἄλλαις δια- λέκτοις, ὑπεσταλμένης τῆς Ἀττικῆς καὶ κοινῆς. καί πού τινες ἐπὶ τῆσδε τῆς μεταθέσεως ἐπιστοῦντο, ὡς τὸ μακρὸν α εἰς η μετατίθεται παρ᾽ Ἴωσιν, οὐ τὸ βραχύ, καθότι ὁ ἐν βραχεῖ τῷ α λεγόμενος ἄρα συλλογιστικός ἐστι καλούμενος ἢ ἐπιφορικός, ὃν οὐ μετατιθεῖσι. καὶ ἀντέλεγε Τρύφων (p. 36 Velsen), παρατιθέμενος ὡσεὶ καὶ τὸ βραχὺ α εἰς η μετατίθεται, ὡς τὸ ἀναιδείην ἐπιειμένε (Α 149), διπλάσιον διπλήσιον, τὴν ἀμαιμάκετον Σκύλλην, 2.1,1.228 πείνη δ᾽ οὔ ποτε δῆμον ἐπέρχεται (ο 407), ὕψι δ᾽ ἀέλλη (Π 374). ἐχρῆν δὲ κἀκεῖνο παραθέσθαι, ὡς καὶ ἐπ᾽ αὐτοῦ τοῦ συνδέσμου ἡ μετάθεσις γεγόνοι. τὸ γὰρ ἦρά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμός (Κ 401) οὐκ ἀπὸ τοῦ διαπορητικοῦ· οὐδὲ τὸ ἦρά νύ μοι ξεῖνος πατρώιός ἐσσι παλαιός (Ζ 215), ἦρά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν (Γ 183)· τοιοῦτον γάρ τί φησι· ξένος ἄρα πατρώιος εἶ, μεγάλων ἄρα δώρων ἐπιθυμεῖς. καὶ ἐπ᾽ ἄλλων πολλῶν. Μῶν. Συνήθης ἐστὶ ποιηταῖς. καὶ πρός τινων ... ὡς εἴη συνεστὼς ἐκ τοῦ μή καὶ οὖν. πρὸς οὓς ἀντιτίθησι Τρύφων (p. 36 Velsen) κἀκ τοῦ δη- λουμένου κἀκ τῆς φωνῆς. ἐκ μὲν οὖν τοῦ δηλουμένου, ὡς ἀσυστατεῖ ἡ μή ἀπαγόρευσις μετὰ συλλογιστικοῦ τοῦ οὖν διαπορητικὸν ἀποτελέσαι, εἴγε διαφέρει τὸ συλλογίζεσθαι τοῦ διαπορεῖν. καὶ ἔτι ὡς ὁ οὖν ἐν ὑποτάξει ἐστίν, ὁ δὲ μῶν προτακτικός. ἐκ δὲ τῆς φωνῆς, καθὸ ὁ μῶν σύνδεσμος τὸ υ ἐκθλίβει· οὐ γὰρ οἷόν τε εὑρέσθαι τὸ υ ἐκθλιβόμενον, προσλαμβα- νόμενον δὲ κατὰ τὰς γινομένας συναλοιφάς, ὡς ἐν τῷ δὴ αὖτε δηῦτε, ὁ αὐτός ωὑτός, ἐμέο αὐτοῦ ἐμωυτοῦ. ἦν ἂν οὖν καὶ μωῦν. — Καὶ πρὸς τὸ τοιοῦτόν τινες ἔφασαν, ὡς διὰ κακοφωνίαν ἐκθλιβείη τὸ υ, — Δέον δὲ πρὸς μὲν τὸν ἀπὸ τῆς φωνῆς λόγον φάναι, ὡς οὐ παρὰ τὸν οὖν ἡ σύνθεσις, ἀλλὰ παρὰ τὸν ὦν, ὄντα καὶ Ἰωνικὸν καὶ Αἰολικὸν καὶ Δωρικόν. Ἀλλὰ πῶς παρὰ τοῖς Ἀθηναίοις; ὅτι δυνάμει Ἴωνες. ἀλλ᾽ εἰ καὶ ἀπὸ Δωρίδος διαλέκτου ἦν τι παρ᾽ Ἀθηναίοις, οὐ ξένον, ὅπου γε καὶ δαρόν φασιν. — ἀλλὰ καὶ ἐπὶ συναλοιφῆς ἔστι τὸ τοι- οῦτον παραστῆσαι. τὸ θάτερον παρ᾽ αὐτοῖς ἀσύστατον, ἐὰν παρὰ τὸ ἕτερον ᾖ συνηλιμμένον, εἴγε ἡ τοιαύτη συνέλευσις εἰς τὴν ου δίφθογγον μεθίσταται, τὸ ἐμόν τοὐμόν, τὸ ἔργον τοὖργον, τὸ ἔλαιον τοὔλαιον. πῶς οὖν τὸ ἕτερον οὐ θούτερον; ψυχρὸν τὸ λέγειν, ὅτι ἀπὸ πληθυν- τικῆς ἐκφορᾶς εἰς ἑνικὴν μετῆλθε. πότε γὰρ πληθυντικὸν ἑνικὸν ἐκα- 2.1,1.229 νόνισε; καὶ πότε οὐχὶ αἱ παραθέσεις κατὰ τοὺς ἰδίους ἀριθμοὺς τὰς συναλοιφὰς ἀναδέχονται; ἔστω δὲ ἐν ὑποδείγματι τὸ ἔργον τοὖργον, τὰ ἔργα τἆργα. καὶ ὡς οὐχ ὑγιὲς τὸ λέγειν τοὖργα ἢ τἆργον, δῆλον ὡς καὶ ἐπὶ τοῦ προκειμένου ταὐτὸν παρακολουθήσει, καὶ ἡ ἀπολογία περιίσταται εἰς σολοικισμόν. — ἄμεινον οὖν παραδέξασθαι Δωρικὴν μετάθεσιν τοῦ ε εἰς τὸ α, καὶ ὡς ὁ ἀνήρ ἁνήρ, ὁ ἄνθρωπος ἅνθρωπος, οὕτως τὸ ἅτερον θάτερόν ἐστι, καὶ ἄλλα, τὸ πεινῆν καὶ διψῆν. — καὶ οὐκ ἐπὶ πλέον δεῖ περὶ τούτων παραθέσθαι. Καθίσταται οὖν κατὰ φωνὴν ὁ μῶν οὕτως. πρὸς δὲ τὸν ἀπὸ τοῦ δηλουμένου λόγον ἐκεῖνα ἂν φήσαιμεν. πρῶτον ὅτι αἱ σύν- θετοι τῶν λέξεων οὐ τὸ αὐτὸ ἐπαγγέλλονται ταῖς ἁπλῶς ἐκφερο- μέναις, ἐν τοῖς περὶ σχημάτων εἴρηται. καὶ ἐξ αὐτῶν τῶν συνδέσμων πλεῖστα ἔστι παραθέσθαι, καθὸ ἑξῆς εἰρήσεται, εἴγε ἄλλο μὲν τὸ καί, ἄλλο δὲ τὸ καίτοι δηλοῖ. — ἀλλ᾽ εἰ καὶ τὸ τοιοῦτον παραθείη τις, ἔστι καταστῆσαι κυρίως τὴν κατάστασιν τοῦ συνδέσμου, ὡς βούλεται ὁ Τρύφων. τὸ μή οὐ πάντοτέ ἐστιν ἀπαγορευτικόν, ἀλλὰ καὶ διαπορητικῶς παραλαμβάνεται· μὴ γράψει; μὴ λήσεται ἡμᾶς; ἴσον γάρ ἐστι τῷ ἆρα λήσεται ἡμᾶς. ἀλλὰ μὴν καὶ ὁ οὖν παρα- πληρωματικός ἐστι. συνέστηκεν οὖν ὁ μῶν ἔκ τε διαπορητικοῦ τοῦ μή καὶ τοῦ ὦν παραπληρωματικοῦ, καὶ οὕτως ἐστὶ διαπορητικός. μαρτυρεῖ δὲ συλλογιστικῷ μὲν ὄντι τῷ οὖν τὸ οὐκοῦν οὐ βαρυνό- μενον κατὰ τέλος, παραπληρωματικῷ δ᾽ ὄντι τὸ βαρυνόμενον. Κᾶτα. Οὗτος πολλάκις ἐν ἴσῳ τῷ καί παραλαμβάνεται. οὐ γὰρ ...ον παρ᾽ Ἀριστοφάνει ἐν Βατράχοις (v. 203) τὸ 2.1,1.230 κᾶτα πῶς δυνήσομαι ἀντὶ τοῦ καί παραλαμβάνεσθαι. ἴσως μέντοι ἐκεῖνο διαπορητικόν ἐστιν ἐν Φοινίσσαις Εὐριπίδου (v. 598 Kirchhoff) κᾶτα σὺν πολλοῖσιν ἦλθες. Τρύφων (p. 37 Velsen) μέντοι ἐν τῷ περὶ ἐπιρρημάτων ὡς περὶ ἐπιρρή- ματος χρονικοῦ τὸν λόγον ποιεῖται, ἐν ᾧ καὶ ἐζήτησεν, εἰ ἔγκειται τὸ εἶτα. ἐν δὲ τῷ περὶ συνδέσμων, ὁμοίως τοῖς περὶ Ἀπολλώνιον καὶ Κόμανον καὶ σχεδὸν ἅπασι σύνδεσμον ἐκδεχόμενος, πάλιν λόγους τινὰς προὐφέρετο ἐξεταστικοὺς τοῦ ἐγκεῖσθαι τὸν καί καὶ τὸ εἶτα, καθό τινες ᾠήθησαν, καὶ ἦσαν τοιοῦτοι οἱ κανόνες· ὁ καί σύνδεσμος ἔκθλιψιν τοῦ ι καὶ κρᾶσιν τοῦ α ποιεῖται εἰς μακρὸν α, τοῦ ε μόνου ἐπιφερομένου (φαίνεται ὅτι καὶ τοῦ η)· καὶ ἐμέ κἀμέ, καὶ ἐκεῖνος κἀκεῖνος. ὅτε μέντοι δίφθογγος ἐπιφέρεται, ἐκθλίβεται τὸ α καὶ τὸ ι, καὶ εἶχον κεἶχον. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ο. ἐπιφερόμενον γὰρ μόνον τὸ ο κρᾶσιν ποιεῖται, καὶ ὁ σός χὡ σός, καὶ ὁ οἶνος χοἷνος, καὶ ὁ φίλος χὡ φίλος. εἴπερ οὖν ἔγκειται τὸ εἶτα, ἦν ἂν κεῖτα. καὶ ἔτι ἐν τῷ περὶ ἐπιρρημάτων καὶ τὸ δηλού- μενόν φησι μάχεσθαι. ὁ μὲν γὰρ καί σύνδεσμος ἐπὶ τῶν κατὰ τὸν αὐτὸν καιρὸν παραλαμβανομένων ἐστίν (ὑφ᾽ ἕνα γὰρ καιρὸν γραφόντων τινῶν φαμεν καὶ Διονύσιος ἔγραφε καὶ Ἀπολλώνιος), καὶ δῆλον ὅτι διὰ τοῦτο καὶ ἀθροιστικός· ὁ δὲ εἶτα χρόνου τομὴν ἐπαγγέλλεται. ὁ γὰρ λέγων Ἀριστοφάνης ἔγραψεν, εἶτα Ἀπολλώνιος τάξεώς ἐστι παραστατικός. προσθείημεν δ᾽ ἂν ὅτι καὶ τοῖς κατὰ ἀριθμὸν παραλαμβανομένοις σύνεστιν, Ἀρίσταρχος πρῶτος ἔγραψεν, εἶτα δεύτερος Ἀριστοφάνης, εἶτα τρίτος καὶ τὰ ἑξῆς. εἰ καὶ τὸ δεύτερός τις βαστάξειε, μένει τὸ ἐν δευτέρᾳ τάξει νοούμενον, Ἀρί- σταρχος πρῶτος ἔγραψεν, εἶτα Διονύσιος. εἰ μέντοι τὸν καί παραλαμβάνοιμεν, ἀμφότεροι γίγνονται. διὰ τούτων οὖν θεματικὸν τὸν σύνδεσμον ἐξεδέχετο. — εἶτά φησι· χωρὶς εἰ μὴ ἐπεκτέταται ὁ καί, ὡς ὁ δή, ἀποβολῆς γενομένης τοῦ ι καὶ εὐλόγου ἐκτάσεως τοῦ α, καθότι καὶ τὸ κλαίειν κλάειν. ἦν δ᾽ ἂν τοῦτο πιθανόν, εἰ πάντοτε ἀντὶ τοῦ καί παρελαμβάνετο ὁ κᾶτα. καὶ φαίνεται ὅτι, δι᾽ οὗ ᾐτήσατο 2.1,1.231 ὑποστολὴν τοῦ ι, διὰ τούτου οἱ ἀξιοῦντες τὸ εἶτα ἐγκεῖσθαι κατορθοῦσι τὸν κᾶτα. ὡς γὰρ τὸ καὶ ἐμέ κἀμέ, οὕτω καὶ τὸ καὶ εἶτα, ἐνδεῆσαν τῷ δευτέρῳ ι, ὑποσυνήλιπται ἐν τῷ κᾶτα. Πρὸ τῆς καταλογῆς τῶν αἰτιολογικῶν ἐπιστατέον μορίῳ τῷ ἕκητι, τί ποτ᾽ ἂν εἴη μέρος λόγου. καὶ δῆλον ὅτι, εἰ σημαίνοι τὸ ἕνεκα, σύνδεσμος ἂν εἴη αἰτιολογικός, ἰσοδυναμῶν τῷ ἕνεκα καὶ χάριν· εἰ δὲ μὴ δηλοῖ μὲν τὸ ἕνεκα, τὸ δὲ ἑκοντηδόν, ἕκητι σοῦ ὡς εἰ ἑκόντος, δῆλον ὡς ἐπίρρημα. — Ἀλλά φησιν ὁ Τρύφων (p. 39 Velsen), ὡς ἀδύ- νατον ἂν εἴη σύνδεσμον αὐτὸ ἐκδέξασθαι, καθὸ οὔ ποτε οἱ σύνδεσμοι τὴν α στέρησιν ἀναδέχονται, ἔστι δὲ τὸ ἀέκητι ἐν στερήσει τοῦ ἕκητι. Προσθείημεν δ᾽ ἂν τῷ λόγῳ καὶ τοῦτο, ὡς εὐλόγως οὐδὲ ἡ α στέρησις παρακείσεται τοῖς συνδέσμοις, ἐπεὶ πάντοτε ἐν συνθέσει ἐστί, καὶ ἔστιν ἀνατρεπτικὴ τοῦ πρὸς ὃ συντίθεται. εἴπερ οὖν τὸ τοιοῦτον παρείπετο, καὶ ἡ δύναμις τῶν συνδέσμων ἀνῃρεῖτο, καὶ δῆλον ὡς οὐ σύνδεσμοι. ἔτι εἴπερ τὸ ἕκητι σύνδεσμος αἰτιολογικός, δῆλον ὡς οὐ τὸ ἀέκητι· στέρησις γὰρ τῆς αἰτιολογίας. Ἀλλὰ πάλιν ἦν ἐκεῖνο ἀδύνατον τὸ μὴ εἰς ταὐτὸν εἶδος παραλαμβάνεσθαι τὸ ἐν στερήσει παραλαμβανό- μενον μέρος λόγου, φυλάττον τὴν αὐτὴν κατάληξιν καὶ τὸ αὐτὸ δηλού- μενον, αὐτὸ μόνον τῆς στερήσεως περιττευούσης. ὃν γὰρ τρόπον τὸ ἑκών τῷ ἀέκων ταὐτόν, οὕτω καὶ τὸ ἀέκητι ταὐτὸν ἔσται τῷ ἕκητι· οὐδενὶ γὰρ διαφέρει, ὡς ἔφαμεν, εἰ μὴ τῇ στερήσει. εἴρηται δὲ ὅτι ἀδύνατον τὸ ἀέκητι σύνδεσμον εἶναι· ἄλογον ἄρα καὶ τὸ ἕκητι σύν- δεσμον εἶναι. Προσθείημεν δ᾽ ἂν καὶ τοῦτο, ὡς ἐν τοῖς συνδέσμοις ἡ οὔ ἀπό- φασις ὅτε πρόσεισιν ἐν παραθέσει, οὐ τὸν σύνδεσμον ἀναιρεῖ μόνον, τὴν δὲ ὅλην φράσιν. φημὶ δὲ τοῦτο, καθὸ ἡ οὔ ἀπόφασις, ἀναιροῦσά τινα μέρη λόγου, καὶ εἰς τὴν α μεταλαμβάνεται στέρησιν, οὐ φίλος ἄφιλος, οὐ σέβω ἀσεβῶ, οὐχ οἷόν τε δ᾽ ἐστὶν εὑρεῖν, καθότι προείπομεν, ἐν στερήσει ποτὲ σύνδεσμον παραλαμβανόμενον. τὸ ὅλον οὖν ἀναιρεῖ ἡ ἀπόφασις, οὐχὶ τὸν σύνδεσμον. φαίνεται οὖν ὅτι καὶ ἐν τῷ ἕκητι 2.1,1.232 κατὰ τὸ αὐτὸ προσεληλύθει ἡ οὔ ἀπόφασις, οὐχ ἕκητι Ἀπολλωνίου, ὁμοίως τῷ οὐχ ἕνεκα Ἀπολλωνίου, οὐ χάριν Ἀπολλωνίου, οὐχ ὅτι ἔγραψα. Ἀλλ᾽ οὐδὲ ἐπίρρημα, φησὶν ὁ Τρύφων (p. 39 Velsen), πάνυ ἀκριβῶς καὶ τῷ σχηματισμῷ προσελθὼν καὶ τῇ τάσει. εἰ γὰρ παρὰ τὸ ἑκών τὸ ἐπίρρημα ἐγένετο, κἂν ὠξύνετο, εἴγε τὰ ἐν παραγωγῇ, κἂν μακρῷ τῷ ι χρῆται κἂν βραχεῖ, ὀξύνεται, Ἑλληνιστί, ἀμογητί, πανοικί. πῶς οὖν βαρύνεται τὸ ἕκητι; — Ἔτι οὐδέποτε ἐπίρρημα σὺν στερήσει ἀποτελεῖται. τὰ γὰρ ὄντα παρασύνθετά ἐστι. τῷ ἀσέμνως τὸ ἄσεμνος παράκειται, τῷ ἀψευδῶς τὸ ἀψευδής, τῷ ἀκλαυτί τὸ ἄκλαυτος, τῷ ἀθεωρητί τὸ ἀθεώρητος. — Σαφῶς παραδίδοται ὁ τοιοῦτος λόγος ἐν τῷ περὶ ἐπιρ- ρημάτων. ὥστε καὶ κατὰ τοῦτο ἀσύστατον τὸ ἀέκητι, κἂν ἐπίρρημα καθεστήκῃ τὸ ἕκητι. Ἔδει τὸν Τρύφωνα καὶ τὴν φωνὴν καταστῆσαι τοῦ ἕκητι, εἰ ὅλως δύναται τῇ ἑκών παρακεῖσθαι. καί φησιν ὅτι, καθὸ ἠλογήθη ἡ φωνή, δύναται ἐπίρρημα καθίστασθαι, ἠλογημένον ἐν τῇ τάσει, καθότι καὶ ἐν αὐτῇ τῇ φωνῇ. ἔδει δὲ καὶ περὶ τῆς α στερήσεως λόγον τινὰ ποιήσα- σθαι, ἐπεί τοί γε ἐπίρρημα καθεστὸς ἀκατάστατον γενήσεται καὶ ἐν τάσει ἀνακόλουθον πρὸς τὴν ἑκών, ἄλογον ἔχον τὴν σύνθεσιν. καὶ οὐδὲν κωλύσει ἕνεκα τούτου τὸ αὐτὸ ἁμάρτημα μετατιθέναι ἐπὶ τὸν σύνδεσμον, κἂν σύνδεσμος κατασταίη τὸ ἀέκητι. Ῥητέον οὖν ὑπὲρ τοῦ σχηματισμοῦ τοῦ ἕκητι, ὅτι ἀπὸ συνθέτων πολλάκις ἀποτελεῖται ἁπλᾶ, καὶ δη....θος ὑπαντᾷ τῇ καλου- μένῃ ἀφαιρέσει· ὃν γὰρ τρόπον ἐπὶ τῶν ἁπλῶν σχημάτων τὸ λειπό- μενον πάντως τοῦ ὅλου δηλουμένου ἐστὶ παραστατικόν, τὸν αὐτὸν 2.1,1.233 τρόπον τὸ λειπόμενον ἁπλοῦν δηλώσει τοῦ ὅλου τὴν σύνθεσιν ἐκ τοῦ δηλουμένου, ἐπεὶ τὸ ἀφῃρημένον ἐν λεκτῷ καθειστήκει. ἐκκείσθω δὲ ὑποδείγματα. τὸ ἠνορέη διαφέρει τοῦ ἀνδρία, ᾗ τὸ μὲν ἐξ ἁπλοῦ ἐγένετο τοῦ ἀνδρός, τὸ δὲ ἐκ συνθέτου τοῦ εὐήνωρ· οὐ γὰρ ἂν ἄλλως τὸ κατ᾽ ἀρχὴν α εἰς η μετέπεσεν, οὐδὲ μὴν τὸ η εἰς τὸ ω, εἰ μὴ παρέποιτο σύνθεσις ὡς ἐν τῷ ἀντήνωρ καὶ ἀγαπήνωρ, Ἐλπήνωρ. ἦν οὖν καὶ τὸ εὐήνωρ, ἀφ᾽ οὗ κτητικὴ παραγωγὴ ἔπιπτεν εὐηνόρεια ὡς Ἑκτόρεια κ..ρεια καὶ πρακτόρεια, εὐηνορέα καὶ ἔτι Ἰωνικῶς εὐηνορέη, ὡς Ἑκτορέη. ὁμολόγως οὖν ἐν ἀφαιρέσει τοῦ εὖ τὸ ἠνορέη, καὶ οὐκ ἀσυνήθως τοῦ εὖ παρ᾽ αὐτῷ λείποντος. οὕτω γὰρ ἔχει τὸ δόμοις ἔνι ποιητοῖσι (ν 306), τοῖς εὖ πεποιημένοις. — εἰς τὸν τοιοῦτον λόγον καὶ ἄλλα πλεῖστα ἔστι παραθέσθαι. τὸ γὰρ φρονεῖν ἢ ψευδής ἢ σαφής οὐκ ἄλλως ἂν κατασταίη, εἰ μὴ δοθείη ὅτι δεύτερα εἴη τῶν καλουμένων συνθέτων. καὶ τὸ ἀλλ᾽ ἄνα, μηκέτι κεῖσο (Σ 178), καὶ τὸ πάρα δ᾽ ἀνήρ (π 45) εἰς τὸ αὐτὸ συναχθήσεται. γείτονες ἠδὲ ἔται (δ 16), ἀστυγείτονες. ἔτι δὲ καὶ τὸ ἐν πύλῳ ἐν νεκύεσσι (Ε 397), προπύλῳ. ἦν οὖν τι ῥῆμα τὸ ἀεκάζω, ἔνθεν τὸ πόλλ᾽ ἀεκαζομένη (Ζ 458), ᾧ παρέκειτο ἐπίρρημα τὸ ἀεκαστί, ὡς ἰάζω ἰαστί, αἰολίζω αἰολιστί, δωρίζω δωριστί. τοῦτο ἐν ἐνδείᾳ τοῦ ς καὶ Ἰωνικῇ μεταθέσει τοῦ α εἰς η, καθότι καὶ τὸ διπλάσιον διπλήσιον, ἀποτελεῖ τὸ ἀέκητι, πάνυ εὐλόγως τοῦ τόνου ἀναβιβασθέντος, καὶ καθότι ἔνδεια πολλάκις τοῦ ς ἀναβιβασμὸν τοῦ τόνου ἀποτελεῖ, οὐτασμένοι οὐτάμενοι, συνεληλασμένοι 2.1,1.234 συνεληλάμενοι, δεσποστής δεσπότης, ἐργαστής ἐργάτης, καὶ καθότι τὰ πάθη τοῖς τύποις συνεκτρέχει. ἴσως γὰρ καὶ τὰ προκείμενα τῶν λέξεων ἕνεκα τῶν τύπων μετετίθει τοὺς τόνους. — ἔστι πάμπολλα εἰς τὸ τοιοῦτο παρατίθεσθαι. — καὶ ἐπὶ τοῦ οὖν προκειμένου ῥητέον ὅτι κατὰ ἀμφότερα τὴν βαρύτητα παραιτεῖται, εἴγε τὰ εἰς ι λήγοντα ἐπιρρήματα ὀξύνεται τότε ὅτε παραγώγων χαρακτῆρα ἀναδέδεκται, ῥηματικὰ μὲν ὄντα διὰ συστελλομένου τοῦ ι, ὀνοματικὰ δὲ διὰ μακροῦ τοῦ ι . φωνου τοῦ ἐν τῷ ὀνόματι. τοῦ μὲν προτέρου αἰολιστί, ἰαστί· τοῦ δὲ δευτέρου ἀκόνητος ἀκονητί, παμμαχί, πανθοινί. Οὐκέτι οὕτως οὖν ἔχον καὶ τὸ ἀέκητι διὰ τὰ προειρημένα πάθη μετῄει εἰς βαρύτητα ὁμοίως τῷ ἶφι καὶ αὖθι. — ὡς οὖν ἔφαμεν, τῇ ἀφαιρέσει τῆς α στερήσεως καὶ τὸ ἕκητι ἐγεγόνει. Οἱ αἰτιολογικοὶ σύνδεσμοι καὶ ἀκολουθίας εἰσὶ πάλιν δεκτικοὶ καὶ ὑπάρξεως, ὡς καὶ σχεδὸν τοῖς παρασυναπτικοῖς οἱ αὐτοί εἰσι. τοιοῦτον γάρ ἐστι τὸ νοούμενον ἐν τοῖς παρασυναπτικοῖς· εἰ τὸ πρό- τερον ἀληθές, καὶ τὸ δεύτερον· τὸ δεύτερον, ὅτι καὶ τὸ πρῶτον. τὸν γοῦν ἐπεί σύνδεσμόν τινες ἀδιαφόρως ἔταξαν καὶ εἰς τοὺς αἰτιολογι- κούς, ὡς τῶν παρασυνημμένων καὶ αἰτιολογικῶν ταὐτὸ δηλούντων 2.1,1.235 ... μέντοι καί τινές φασιν ὡς οἱ μὲν αἰτιολογικοὶ σύνδεσμοι .. ἀπὸ τοῦ δηλουμένου τὴν ὀνομασίαν ἔσχον, οἱ δὲ συναπτικοὶ ἀπὸ τῆς φωνῆς, ἐπεὶ κατὰ συνάφειαν τὸ ἐπιφερόμενον αἰτοῦσι. Καὶ τοσαῦτα μὲν περὶ τῆς ἐννοίας τῶν αἰτιολογικῶν. Ὅτι. Τὸ προκείμενον μόριον διαφορὰς ἔχει τέσσαρας, δύο συνδεσμικὰς καὶ δύο πτωτικάς, καθὼς καὶ Τρύφων (p. 40 Velsen) παρέθετο. Σύνδεσμος μὲν οὖν ἐστιν αἰτιολογικὸς οὕτως, ὅτι ἡμέρα ἐστί, φῶς ἐστίν· ὅτι περιπατῶ, κινοῦμαι· ὅτι ἠπαιδεύτησας, δαρήσῃ. καὶ ἦν πάλιν τὸ τοιοῦτον ἐκ τοῦ συνδέσμου ᾐτιολογημένον, τὰ δὲ δύο τὰ πρότερα αὐτόθεν πάλιν εἶχε τὴν ἐπιφορὰν ἀληθῆ· ἐπεὶ οὐ πάντως ὅτι ἀνέγνως τιμηθήσῃ· οὐ γὰρ πάντως σύνεστι τῷ ἀναγνῶναι τὸ τιμηθῆναι. — Φησὶ Τρύφων (p. 40 Velsen) τὸν ὅτι σύνδεσμον καὶ πτωτικοῖς καὶ ἀπτώτοις συν- τάσσεσθαι· ὅτι ὁ ἥλιος ὑπὲρ γῆν ἐστίν, ἡμέρα ἐστίν· ὅτι περι- πατῶ, κινοῦμαι. τὸ δὲ ἀληθὲς τῇδε ἔχει. ὁ ὅτι σύνδεσμος μόνως φέρεται ἐπὶ τὰ ὁριστικὰ τῶν ῥημάτων, ὥστε τὰ συντασσόμενα πτωτικὰ ἢ ἄλλα τινὰ ἐν ὑπερβατῷ λαμβάνεσθαι. ὅτι καλῶς ἀναγινώσκω· τὸ γὰρ ἀκολουθοῦν ἐστιν ὅτι ἀναγινώσκω καλῶς· ὅτι ἐστὶν ἥλιος ὑπὲρ γῆν. μετὰ γοῦν μόνου ὁριστικοῦ καὶ αὐτοτελὲς γίνεται, μετὰ δὲ ἄλλου τοῦτο ἀδύνατον, εἰ μὴ ἐπενεχθείη ῥῆμα πάλιν ὁριστικόν. οὐκ ἀγνοῶ δέ, ὅτι παρὰ Ἀττικοῖς καὶ εὐκτικοῖς συντάσσεται, ἤκουσα ὅτι φιλοπονοίης καὶ ἥσθην. καὶ δῆλον ὅτι αἱ τοιαῦται φράσεις ἀνθυ- παλλαγὰς ἀνεδέξαντο τῶν ὁριστικῶν ὡς πρὸς τὰ εὐκτικά, εἴγε τὸ δηλούμενον ὁριστικόν, ἤκουσα ὅτι φιλοπονεῖς, ὡς εἰ καὶ ἐπὶ τῆς Ὁμηρικῆς συνηθείας ἀπαρέμφατος παραλαμβάνοιτο δηλοῦσα πρόσταξιν. Ἔτι δὲ ὁ ὅτι σύνδεσμος ἑτέραν ἔχει σημασίαν, λέγω δὲ δια- βεβαιωτικὴν ἐν τοῖς τοιούτοις· ὅτι μὲν τὸ μέλι γλυκύ ἐστι, προφανές· διότι δέ, ἀγνοῶ· ὅτι μὲν ὁ δεῖνα ἔβλαψέ με, δῆλον, διότι δέ, ἀγνοῶ. Καὶ αἱ μὲν συνδεσμικαὶ διαφοραὶ αὗταί εἰσιν· αἱ δὲ πτωτικαί, ὡς ἔφαμεν, δύο, ἥ τε ἐν ἑνὶ μέρει λόγου, καὶ ἡ καὶ ἐν δυσί. — τοῖς κατὰ πεῦσιν προοιστοῖς παράκεινται ἀναφορικὰ κατὰ πρόσθεσιν τοῦ ο, 2.1,1.236 ποῖος ὁποῖος, πόσος ὁπόσος. ὅτι γὰρ οὐχὶ ἐν προσθέσει ἄρθρου τοῦ ὁ ἀποτελεῖται, ἐντελῶς εἴρηται ἐν τοῖς περὶ σχημάτων. ὁπόσοι γοῦν φαμεν καὶ ὁπόσαι, καὶ ὁποῖοι καὶ ὁποῖαι, ἑνὸς ὄντος ἁπλοῦ τοῦ ὁποῖος. καὶ τῷ οὖν τίς παράκειται τὸ ὅτις, ἀφ᾽ οὗ τὸ ἠδ᾽ ὅτινας μινύθῃσιν (Ο 492). ὃ ποιήσεται οὐδέτερον ὅτι, ὡς ὁποῖον καὶ ὁπόσον. — ἔστι δὲ ἕτερόν τι τὸ ὅ τι ἐν δυσὶ μέρεσι λόγου, οὕτως ἔχον τὸ ὁ καὶ τὸ τί. καὶ δῆλον ἐκ τῆς δισσῆς κλίσεως, οὗ τινος, ᾧ τινι μὴ βίος ἔνδον (Hes. O. D. 31), ὅν τινα. ἔνθεν αὖ πάλιν τὸ οὕς τινας αὖ μεθιέντας (Δ 240). ἔνθεν πάλιν θηλυκὸν ἥ τις, καὶ δῆλον ὡς οὐδέτερον τὸ ὅ τι, ἐν δυσὶ μέρεσι λόγου καθεστηκός, καθότι καὶ τὸ ὅς τις καὶ τὸ ἥ τις. Οὕνεκα. Διαφέρει τοῦ προκειμένου συνδέσμου, καθὸ ποιητικώ- τερος, καὶ καθότι τὰς αὐτὰς ἀμφιβολίας οὐκ ἔχει, ἐπεὶ ἕνεκά γε τοῦ δηλουμένου οὐ διαφέρει· μεταλαμβάνεται γοῦν εἰς τὸν ὅτι, πάλιν ὁμοίως ἐπὶ τὰ ὁριστικὰ ῥήματα φερόμενος, ὡς εἰ καὶ ἄλλοι ποιητικοὶ εἰς τοὺς συνήθεις, ὁ αὐτάρ εἰς τὸν δέ, ὁ ἠμέν, ὁ ἠδέ εἰς τὸν καί. — Ἔχει δὲ καὶ ὁ προκείμενος σύνδεσμος πάλιν ἀμφιβολίαν, πότερον εἷς ἐστὶν ἁπλοῦς ἢ ἐν παραθέσει ἔχει τὸ οὗ, οὗ ἕνεκα οὕνεκα. (οὐκ εὔλογον ἐπὶ τούτου σύνθεσιν παραδέξασθαι, καθὸ τὸ οὗ, εἴτε καὶ ἄρθρον ἐστὶν εἴτε ἀντωνυμία, οὐκ ἂν συντεθείη, ὡς ἐντελῶς ἀπεδεί- ξαμεν ἐν τῷ περὶ σχημάτων.) — Καὶ εἰς μὲν ἐπίδειξιν τοῦ τὴν φωνὴν μίαν ἁπλῆν καθεστάναι παραλαμβάνοιτο ἂν ὅδε ὁ λόγος. Τῶν μορίων τούτων τὰ ἐν ἀνταποδόσει τοῦ τ πάντα ἁπλᾶ καθειστήκει, ἕως τέως, 2.1,1.237 ἦμος τῆμος, ὄφρα τόφρα. εἴπερ οὖν οὕνεκα ἐστὶ καὶ τούνεκα, ἀντα- ποδιδόμενον, γνώριμον ὡς τὸ προκείμενον ἁπλοῦν. — Ἀλλ᾽ εἰ καὶ παράθεσιν ὑπαγορεύει ποτὲ τὸ οὕνεκα, οὐ διὰ τοῦτο ἐν δυσὶ μέρεσι λόγου, εἴγε ἐξ ἁπλῶν πλείονα μέρη δηλοῦται· ἁπλοῦν τὸ Αἰακίδης, δηλοῦν Αἰακοῦ υἱόν. ἀλλὰ καὶ τὰ κτητικὰ πάλιν ἁπλᾶ ὄντα εἰς δύο ὀνόματα ἀναλύεται, καὶ τὰ συγκριτικὰ εἰς ὄνομα καὶ τὸ μᾶλλον καὶ ἄλλο τι τῶν ἀφ᾽ ὧν παρῆκται. σύνθετοί τε φωναὶ ἁπλοῦν ἔχουσι τὸ δηλούμενον. — Ἀλλὰ πρός γε τὰ εἰρημένα ἀντιλέγοι τις ἂν ὡς τὰ ἀνταποδοτικὰ εἰς α λήγοντα ἐπέκτασιν ἀναδέχεται, τηνίκα τηνικαῦτα, τόσα τοσαῦτα, τοῖα τοιαῦτα. καὶ τῷ παρὰ τὸ οὕνεκα τοὔνεκα παρείπετο ἂν ἡ αὐτὴ ἐπέκτασις. — καὶ ἴσως τὸ τοιοῦτον οὐκ ἄγαν ἄλογον, ἐπεὶ καὶ τὸ τόφρα ὂν ἀνταποδοτικὸν οὐκ ἀναδέδεκται τὴν ἐπέκτασιν. διὸ καὶ ὁ Τρύφων (p. 40 Velsen) ἐν κανόνι προσετίθει, ὅτε μὴ μακρᾷ παρεδρεύηται· ἀλλ᾽ ἦν πάλιν τὸ τοῖα εἰς τὸ τοιαῦτα ἐπεκτεινόμενον. Τὰ ἐν ἁπλοῖς πλείονα δηλοῦντα οὐκ ἔχει ἐγκειμένας τὰς φωνὰς τῶν δηλουμένων. τὸ Αἰακίδης, δηλοῦν καὶ τὸν υἱόν, οὐκ ἔχει τὴν υἱός φωνήν· τὸ γοργότερος, δηλοῦν καὶ τὸ μᾶλλον, οὐκ ἔχει ἐγκείμενον τὸ μᾶλλον· ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ὁμοίων. ὅτε μέντοι ταῖς φωναῖς καὶ τὰ δηλούμενα συνομολογεῖ, τηνικαῦτα δεῖ παραδέχεσθαι τὸν σχη- ματισμὸν σύνθετον, ὡς ἔχει τὸ φιλάνθρωπος, φιλοπλάτων, αὐτάρεσκος. πολὺ δὲ μᾶλλον ἐπὶ τοῦ προκειμένου σχήματος ἔστι τὸν λόγον παρα- δέξασθαι, ἐπεὶ παράθεσιν τῶν λέξεων ὑπαγορεύει, καθὼς πρόκειται. Ῥητέον οὖν, ὡς ὅτε τὸ οὕνεκα ἴσην δύναμιν ἔχει τῷ ὅτι, οὕνεκα τὸν Χρύσην (Α 11), οὕνεκ᾽ ἄρ᾽ οὐχ ᾧ πατρί (ν 265), ἁπλοῦν καταστήσεται· ἐν παραθέσει δὲ δύο μερῶν λόγου, ὅτε δηλοῖ τὸ οὗ ἕνεκα (ᾧ λόγῳ καὶ τὸ ὅτι ἓν καθειστήκει καὶ δύο, παρεσχηματισμένον τῷ ὅς τις). ἐκκείσθω δὲ καὶ ὑποδείγματα· 2.1,1.238 οὕνεκα δεῦρ᾽ ἱκόμεσθα θοῇ σὺν νηὶ μελαίνῃ (γ 61)· ἡ δ᾽ Ἄτη σθεναρή τε καὶ ἀρτίπος, οὕνεκα πάσας (Ι 505). Ἀλλ᾽ ἐκεῖνο δόξει παραλελεῖφθαι, τὸ τὰ ἐν ἀνταποδόσει ἐν ἁπλοῖς καθίστασθαι. οὐκ ἔχει δὲ τῇδε τὸ τοὔνεκα· καθ᾽ ἕκαστον γὰρ ἡ παρά- θεσις ἐγένετο τῶν μορίων, ὥστε παρὰ μὲν τὸ οὗ οὕνεκα γίνεσθαι, παρὰ δὲ τὸ τοῦ τοὔνεκα. καὶ τὰ τοῦ τόνου δὲ ἐπιλελύσθω. ἡνίκα γὰρ περισπωμένη καὶ ὀξεῖα σύνεισι, λείπονται δὲ δύο συλλαβαί, πάντως καὶ ὁ τόνος εἰς ὀξεῖαν μεθίσταται, ὦ Ἄπολλον Ὤπολλον .... . ὦ ἄνασσα ὤνασσα. προσέθηκα ....... λειπομένας διὰ τὸ ὦναξ. τ......ρατον τοῦ ἕνεκα τοὔνεκα συμ . .... ἔτι εἰς ἀπόδειξιν τοῦ λόγου καὶ τὸ ἀσυν... καὶ ἐν γένους παραλλαγῇ καὶ ἀριθμοῦ· τοῦ εἵνεκα σὺ στεναχίζων (π 188), τῆς ἕνεκεν καὶ νῆες (ρ 288) τῶν ἐν συ··λην ὁδόν ἴσως φησὶν ὁ Τρύφων τὸ τ προ·· ···τῷ· περσίη, ἧς τ᾽ ἕνεκεν πένθος ἀπωμόσατο, ἰωνίζοντος πολλάκις τοῦ Καλλιμάχου (fr. 485 Schneider) ὑπολαβόντος αὐτοῦ καὶ τ... καὶ τὸ τοὔνεκα οὕτως ἔχειν. καὶ οὐκ ἔστιν ε.. ματος ἡ αὐτὴ ἀπολογία. οὐ γὰρ οἷόν τε τὸ ...ξασθαι τοὔ- νεκεν, ἐπεὶ οὐδέποτε τὰ ἄρθρα τ.. τῆς ἐκθλίψεως παραδέχεται. Ἕνεκεν. Ποιητικώτερον μετὰ τοῦ ι λέγεται, καθότι καὶ τὸ κ . . οὗτος ὁ σύνδεσμος πάντοτε ἐπὶ γενικὴν πτωτικοῦ φέρεται, ἕνεκα ἐμοῦ, ἕνεκα αὐτοῦ, ἕνεκα Ἀπολλωνίου. ἐπαινετέα γοῦν τὰ παρὰ τῷ ποιητῇ, εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν (β 206), εἵνεκα Νηλῆος κούρης (ο 233), εἵνεκ᾽ ἐμεῖο κυνός (Ζ 356)· εἴγε πάλιν καὶ παρατετηρημένως τὸ οὕνεκα ἐπὶ ῥῆμα φέρεται, 2.1,1.239 οὕνεκα τὸν Χρύσην ἠτίμασεν (Α 11). ἀλλὰ κἂν δύο μέρη λόγου καθεστήκῃ τὸ οὕνεκα, ἔχει προκειμένην τὴν τοῦ γενικήν. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ οὕνεκα. ἐπίμεμπτοι οὖν οἱ τὰς συντάξεις παρασυγχέοντες, ὧν ἐστι Καλλίμαχος· οὐδ᾽ ἕνεκ᾽ Εὐρυνόμη Τιτηνιάς (fr. 471 Schneider), εἵνεκεν οὐχ ἓν ἄεισμα διηνεκές (fr. 287 Schneider)· φέρεται γὰρ ὁ σύνδεσμος ἐπὶ τὸ ἤνυσα, καὶ δέον τῷ οὕνεκα κατα- χρήσασθαι. Γάρ. Τὴν αὐτὴν σύνταξιν ποιεῖ τὸ μόριον τῷ ὅτι, δύναμίν τε τὴν αὐτήν. ἔχει δὲ παραλλαγὰς τὸ μὴ ζητεῖσθαι πόσα μέρη λόγου, τὸ ἐν ἀρχῇ μὴ παραλαμβάνεσθαι τῶν λόγων, ἐν ὑποτάξει δέ. διὸ καὶ κατ᾽ ἀρχὴν τιθέμενα τὰ αἴτια μετὰ τῶν προτακτικῶν συνδέσμων εἰς δευτέραν τάξιν μεθίστησι, καὶ οὕτως ἀληθεύει ὁ λόγος. ἔστω δὲ ὑπο- δείγματα· ὅτι ἡμέρα ἐστί, φῶς ἐστιν. εἰ ἀφέλοιμεν τὸν ὅτι καὶ προσθείημεν τὸν γάρ, ψευδὴς ὁ λόγος γίνεται, καθὸ τοῦ αἰτίου ἠλλο- τρίωται. οἱ γὰρ αἰτιώδεις σύνδεσμοι μετὰ τῶν αἰτίων θέλουσι παρα- λαμβάνεσθαι. τὸ ἡμέρα ἐστίν αἴτιόν ἐστι τοῦ φῶς εἶναι· ὅτι ἡμέρα ἐστί, φῶς ἐστι. φῶς γάρ ἐστιν· ὡς προεῖπον, ψευδὴς ὁ λόγος. εἰ δὲ τὸ αἴτιον πρὸς τῷ συνδέσμῳ γένοιτο, ἀληθεύσει καὶ ὁ λόγος· φῶς ἐστιν, ἡμέρα γάρ ἐστιν. ὅτι μὲν οὖν τοὺς πρώτους λόγους ἐν συντάξει ὁ γάρ δευτέρους ἀποτελεῖ, ἐδείχθη. — Ἀλλὰ μὴν καὶ συνήθως ὁ ποιητὴς ἀρκτικῷ αὐτῷ προσχρῆται. καὶ οὐ τοῦτο τεκμήριον τοῦ τὸν λόγον ἀποδοκιμάζεσθαι, εἴγε καὶ τὰ τοιαῦτα Ἀρίσταρχος παρεσημειώσατο ὡς ἀνατεθειμένα Ὁμηρικῇ συνηθείᾳ, καθότι καὶ ἐπ᾽ ἄλλων πλείστων ἰδιάσαντά τινά ἐστι παρ᾽ αὐτῷ. καὶ δῆλον ὅτι ἐν τῷ Ἀτρείδη, νῦν γάρ σε ἄναξ ἐθέλουσιν (Β 284) ὑπερβεβίβασται ἡ φράσις. δέον γὰρ οὕτως ἐκδέξασθαι· οἱ Ἕλληνες νῦν οὐκ ἐκτελέσουσί σοι τὰ τῆς ὑποσχέσεως· θέλουσι γὰρ ἐλέγχιστόν σε ποιῆσαι. ἴσως δὲ κἀκεῖνος οὕτως ἔχει· 2.1,1.240 ὦ Κίρκη, τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει; εἰς Ἄϊδος δ᾽ οὔ πώ τις ἀφίκετο (κ 501--2)· ὦ Κίρκη, εἰς Ἄϊδος δὲ οὔ πώ τις ἀφίκετο· τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει; Τρύφων (p. 40 Velsen) μέντοι φησὶν ἐπὶ τοῦ τοιούτου συν- δέσμους ἀντιπαρειλῆφθαι, τὸν γάρ ἀντὶ τοῦ δέ καὶ τὸν δέ ἀντὶ τοῦ γάρ· τίς δὲ ταύτην τὴν ὁδὸν ἡγεμονεύσει; εἰς Ἄϊδος γὰρ οὔ πώ τις ἀφίκετο. καὶ οὐκ ἔστιν ἀσύνηθες τὸν δέ εἰς τὸν γάρ μεταλαμβάνεσθαι. βέλος δ᾽ εἰς ἐγκέφαλον δῦ (Θ 85)· αἰτία γάρ ἐστι τοῦ ἀναπαλῆναι τὸν ἵππον. θάμβησεν δ᾽ Ἀχιλεύς, μετὰ δ᾽ ἐτράπετ᾽, αὐτίκα δ᾽ ἔγνω Παλλάδ᾽ Ἀθηναίην, δεινὼ δέ οἱ ὄσσε φάανθεν (Α 199-200)· ἵν᾽ οὕτως τὸ καταπληκτικὸν τῆς θεοῦ μηνύσῃ. ἀλλὰ δύναται ὁ γάρ πλεονάζειν ἐπὶ τῆς ἀνταποδόσεως, ὡς Τρύφων, ὁμοίως τῷ τίς γὰρ ὅδ᾽ ἄλλος Ἀχαιὸς ἀνὴρ ἠύς τε μέγας τε (Γ 226) καὶ ἐπὶ τοῦ αἲ γὰρ Τηλέμαχον βάλοι (ρ 251)· αἲ γὰρ δὴ οὕτως εἴη (Δ 189). καὶ γὰρ ἐπὶ τῶν τοιούτων οὐ δόξει μάχεσθαι ἡ σύνταξις, τοῦ γάρ κατ᾽ ἀρχὴν τιθεμένου. Ἔτι ὁ γάρ διαφέρει τῶν ἄλλων αἰτιωδῶν, καθὸ σχεδὸν ἅπασι συντάσσεται. ὅτι γὰρ παρεγένου· ἕνεκα γὰρ τούτου ἦλθες. καὶ δῆλον ὅτι οἱ μὲν ἄλλοι σύνδεσμοι χώραν εἶχον τὴν προτακτικήν, καὶ οὐδεὶς τῷ ἑτέρῳ ἐδύνατο ὑποτετάχθαι, οὔτε ὁ ἕνεκα τῷ οὕνεκα, οὔτε ὁ οὕνεκα τῷ ἕνεκα, καὶ ἐπὶ τῶν ὑπολοίπων τὸ αὐτό· ὁ μέντοι γάρ, τῷ δέοντι τόπῳ προσχρώμενος τῷ ὑποτακτικῷ, ἀκωλύτως ἐν ὑποτάξει παραλαμβάνεται. — Ὁ μὲν οὖν Τρύφων φησὶν ὡς ἐκ τῶν δύο συνδέσμων ἓν καθίσταται τὸ αἰτιολογούμενον, ἕνεκα γὰρ τούτου ἦλθες ὡς εἵνεκα τούτου ἤλυθας· ὅτι γὰρ παρεγένου· καὶ ἐπὶ τῶν παραπλησίων τὸ αὐτό. τινὲς μέντοι ἐπιπλοκὴν ἐξεδέξαντο τῶν αἰτιω- δῶν συνδέσμων, ὥστε ἐξ αἰτίου αἴτιον ·ενδ· τὸ αἰτιολογούμενον ἕνεκα γὰρ τούτου ἦλθες κα..νουσί τε οὕτως τῷ μὲν ἤλυθες τὸν γάρ συντάσσοντες, τῷ δὲ τούτου τὸν ἕνεκα, ἦλθες γὰρ ἕνεκα τούτου· ὅτι γὰρ ἦλθες μέμφομαί σε, μέμφομαι γάρ σε ὅτι ἦλθες ... ὁ Τρύφωνος δ᾽ ἂν λόγος συνηγορηθείη, καθὸ πολλοὶ καὶ ἄλλοι σύν- 2.1,1.241 δεσμοι ἰσοδυναμοῦντες παράλληλοι τίθενται, καὶ οὐ μόνοι σύνδεσμοι, ἀλλὰ καὶ ἄλλα μέρη λόγου. οὐκ ἐκεῖνο μέντοι παραδεξόμεθα, ἐφ᾽ οὗ φησι (p. 41 Velsen) τὸν μὲν γάρ ἕνα εἶναι σύνδεσμον, ἰσοδυναμοῦντα τῷ δέ, ἐν ὑποδείγματι τοιούτῳ· ἐγὼ μὲν καὶ Διονύσιος ἐδειπνοῦμεν, σὺ μὲν γὰρ οὐ παρεγένου. οὔτε γάρ, φησιν, ὁ μέν δεόντως ἐν προτάσει, οὔτε ὁ γάρ ἐπ᾽ αἰτίας τινὸς παραλαμβάνεται. εἷς οὖν ἐστιν ἀντὶ τοῦ δέ, καὶ ὁ τύπος τῆς φωνῆς καὶ ἔτι ὁ τόνος αἴτιοί εἰσι τοῦ μὴ δοκεῖν τὸν μέν καὶ γάρ ἕνα εἶναι, ὡς ἐπὶ τοῦ αὐτάρ ἓν ὑπολάβοιτό τις τὸν αὖ καὶ τὸν τάρ εἶναι διὰ τὸν τόνον, καθὸ ὁ γάρ ἀσυ- νέγκλιτος ὢν ἐπάγει ἐφ᾽ αὑτὸν τὴν ὀξεῖαν, Ζεὺς γάρ. τοιοῦτον δὲ καὶ τὸ μὲν γάρ. ἡ μὲν γὰρ φωνὴ παρεισδύεται ἄλογος, εἴγε τὰ εἰς ρ λήγοντα μετὰ βραχείας μόρια βαρύτονά ἐστι, καὶ διὰ τοῦτο τοῦ πατήρ ἡ κλητικὴ ἐβαρύνθη ἐν τῷ πάτερ καὶ τοῖς παραπλησίοις· καὶ οὐκ ἄλογος ἡ ἀνάγνωσις Πτολεμαίου τοῦ ἀναλογητικοῦ, ἐν τῷ αὐτὰρ ἐπεὶ κόσμηθεν (Γ 1) βαρύνοντος τὸ τέλος. καθὸ γὰρ πρόθεσις ἡ ὑπέρ, οὐκέτι δύναται ἀντι- κεῖσθαι, ὧνπέρ ἐστι τὸ τέλος ὀξὺ πάντοτε. — δεύτερον καὶ οὐ παρά τινι παρειλημμένος ἦν εἰς ἓν μέρος λόγου. — τρίτον ὡς καὶ ἐκ παραθέσεών τινων συνδέσμων ἄλλαι δυνάμεις συνδεσμικαὶ ἀποτελοῦνται. ὁ γοῦν μέν, προσλαβὼν τὸν τοί, ἴσην δύναμιν ἀποτελεῖ πάλιν τῷ δέ. ἀλλὰ καὶ ὁ καί, ἔτι προσλαβὼν τὸν τοί καὶ ἔτι τὸν μήν, ἄλλην δύναμιν ἐπαγγέλλεται. πολλάκις τε δύο ἢ καὶ πλείονα μέρη λόγου ἑνὸς ἐπαγ- γέλλεται σημασίαν. τὸ γοῦν εἰς οἶκον τὸ αὐτὸ τῷ οἴκαδε, καὶ ἄλλα ἄπειρα. οὐδὲν οὖν κωλύοι καὶ τὸν μὲν γάρ δύναμιν ἑνὸς συνδέσμου ἐπαγγέλλεσθαι. τί γάρ, εἰ καὶ οὕτω τις ἐκδέξαιτο, τὸν γάρ πλεονάζοντα, τόν τε μέν οὐκ ἀσυνήθως ἀντὶ τοῦ μήν παρειλῆφθαι; ...... οὐ μὲν γάρ τί σε πεζὸν ὀίομαι (α 173)· οὐ μὲν γὰρ φιλότητί γ᾽ ἐκεύθανον (Γ 453). τοσαῦτα περὶ τοῦ γάρ. 2.1,1.242 Διὅτι. Ἐπὶ τούτου ἐπέστησάν τινες, εἰ μετὰ τῆς διά προθέσεως σύγκειται ὁ ὅτι σύνδεσμος ἢ τὸ ὅτι πτωτικόν, καὶ δῆλον ὅτι ἢ ἁπλοῦν ἢ ἐν παραθέσει τοῦ ὅ. καὶ εἴη ἂν συνηγορία τῆς τοῦ συνδέσμου συν- θέσεως ἥδε. τὸ αὐτὸ δηλοῖ τῷ ὅτι καὶ διὅτι, σύνταξίν τε τὴν αὐτὴν ἔχει, ὅτι περιπατῶ, κινοῦμαι· διὅτι περιπατῶ, κινοῦμαι. — ἀλλὰ πρός γε ταῦτα ῥητέον· οὐδέποτε ἡ διά πρόθεσις, αἰτιώδης παρα- λαμβανομένη, ἐν συνθέσει ἐστί. δεῖ δὲ νοεῖν ὅτι τὸ διὅτι ἕν ἐστι μέρος λόγου, καθὸ ἐπεδείξαμεν τὰς προθέσεις ἐν ἀπτώτοις ἑνοῦσθαι. — ἔτι ἡ διά πρόθεσις, αἰτιώδης παραλαμβανομένη, ἐπ᾽ αἰτιατικὴν φέρεται, δι᾽ Ἀπολλώνιον, διὰ σέ. φέρε γὰρ οὕτως εἰπεῖν διὰ σοῦ, καὶ οὐκέτι αἰτιώδης ἡ διά. ἔνθεν φαμὲν αἰτιατικῆς τὸ τό εἶναι ἐν τῷ διὰ τὸ ἡμέραν εἶναι φῶς ἐστιν. ὁ δὲ ὅτι σύνδεσμος πτῶσιν οὐκ ἀναδέχεται. — ἀλλ᾽ οὐδὲ ἐκεῖνο ἀληθές ἐστιν, ὡς ἐπὶ τὸ αὐτὸ φέρεται τὸ διὅτι καὶ ὅτι. ὃ μὲν γὰρ λείπει τῷ ἀνταποδοτικῷ, ὃ δὲ οὔ. τὸ γὰρ οὕτω λεγό- μενον, διὅτι ἡμέρα ἐστί, φῶς ἐστι λείπει τῷ διὰ τοῦτο [φῶς ἐστι]· τὸ δὲ ὅτι ἡμέρα ἐστί, φῶς ἐστιν αὐτοτελές. ὅτι περιπατῶ, κινοῦμαι· οὐ γὰρ δή γε τοιοῦτον ἔστιν, [δι]ὅτι περιπατῶ, διὰ τοῦτο κινοῦμαι. — φησὶ δὲ καὶ ὁ Τρύφων (p. 42 Velsen), ὡς τοῖς τοιούτοις μορίοις, πτωτικοῖς οὖσιν, ἀνταποδίδοται τὰ τοιαῦτα, ὡς ἐν τοῖς τοιούτοις ὅς τις περιπατεῖ, οὗτος κινεῖται· ὅ τι περιπατεῖ, τοῦτο κινεῖται. καὶ δῆλον ὅτι τὸ διὅτι, ἔχον τὴν αὐτὴν ἀντα- πόδοσιν, ἔχει ἐγκείμενον πτωτικὸν τὸ ὅ τι, σαφὲς ποιοῦν κἀκ τοῦ πνεύματος, καθὸ μέση ἡ δασεῖα, ὑπαγορεύουσα τὴν διά πρόθεσιν ἐν τῇ παραθέσει. (οὐ γὰρ δή γε καὶ αὐτὸ μόριόν ἐστι τῶν ἡμαρτημένων, ὁμοίως τῷ εἶἑν, εὔἁν, εὐοἵ.) δεῖ δὲ νοεῖν ἐπὶ τῆς συντάξεως, ὅτι πτωτικὸν καθεστηκὸς τὸ διὅτι τρία μέρη λόγου δηλοῖ ἐν παραθέσει, τήν τε πρόθεσιν, ἣν ἔφαμεν πάντοτε ἐν παραθέσει εἶναι αἰτιωδῶς παρα- λαμβανομένην, καὶ τὸ ὅ καὶ τὸ τί, καὶ ἐν πτώσεσι δὲ αἰτιατικαῖς, ἐφ᾽ ἃς 2.1,1.243 καὶ φέρεται ἡ πρόθεσις. τούτων δὲ ἀπόδειξις ἡ τῶν ἑτερογενῶν παρείσδυσις, δι᾽ ὅν τινα, δι᾽ ἥν τινα, καὶ ἐπὶ πληθυντικῶν δι᾽ οὕς τινας, δι᾽ ἅς τινας. τὸ γὰρ ἐπ᾽ οὐδετέρου ἐλελήθει ἡμᾶς, καθὸ ἐν ὁμοφωνίᾳ παραλαμβάνεται .... κλίσεως ἐπί τε εὐθείας καὶ αἰτιατικῆς καὶ ἐπὶ . κλητικῆς. — Τοῖς αὐτοῖς ἐπιχειρήμασι προ- σχρηστέον καὶ ἐπὶ τοῦ διὅτι καὶ ἔτι τοῦ καθὅτι. καὶ γὰρ ἡ κατά ἐν ἴσῳ παραλαμβάνεται τῇ διά, ὡς ἔφαμεν κατὰ ταύτην τὴν πρόφασιν ἐν ἴσῳ τῷ διὰ ταύτην τὴν πρόφασιν· κατὰ τοῦτο ἐλή- λυθα, διὰ τοῦτο ἐλήλυθα. — οὕτως ἔχει καὶ ἡ εἴς καὶ ἡ πρός· πρὸς τί λυπῇ; διὰ τί λυπῇ; εἰς τοῦτο ἐλήλυθα, διὰ τοῦτο ἐλήλυθα. Ἵνα. Διαφορὰς ἔχει τὸ μόριον τρεῖς, συνδεσμικὰς μὲν δύο καὶ ἐπιρρηματικὴν μίαν, τόπου δηλωτικήν. συνδεσμικὸν μὲν οὖν καθεστηκὸς τὰ συντασσόμενα ῥήματα μετατίθησιν εἰς τὰ καλούμενα ὑποτακτικά, καθότι καὶ ὁ ἐάν ἐπιζευκτικός, ἵνα γράψω, ἵνα γράψῃς, ἵνα γράψῃ· ἐπιρρηματικῶς δὲ φυλάσσει τὴν ὁριστικὴν κλίσιν, ἵνα τ᾽ ἔτραφεν ἠδ᾽ ἐγένοντο (κ 417)· ἔνθ᾽ ἵνα ἐς κακόν ἐστιν. καὶ τοῦτό γε διοίσει, ὡς συνήθως μέν ἐστι σύνδεσμος καθεστηκώς, ποιητικῶς δὲ ἐπίρρημα. Ἔχει δὲ καὶ τὰς συνδεσμικὰς διαφορὰς δύο οὔσας, μίαν μὲν αἰτιολογικήν, ἑτέραν δὲ ἀποτελεστικήν. ἐν γὰρ αἰτία τοῦ ἀναγνῶναί φαμεν οὕτως, ἵνα ἀναγνῶ ἐτιμήθην, ἵνα λοιδο- ρήσω ἐπεπλήχθην· οὐκέτι δὲ τὸ αὐτὸ παρέπεται ἐν τοῖς τοιούτοις, δὸς ἵνα γράψω, ἵνα γράψῃς, ἵνα γράψῃ· Θέων διακινεῖ ἵνα ὑγιάνῃ, φιλοπονεῖ ἵνα ἐνάρετος γένηται. σαφὲς γὰρ ὅτι εἰς ἀποτελεστικόν τι παραλαμβάνεται ἐπὶ τῶν τοιούτων ὁ ἵνα. Ὅπως. Καὶ τόδε τὸ μόριον σύνδεσμος καθέστηκε, ταὐτὰ δηλῶν τῷ ἵνα· πάλιν γὰρ τὸ ἵνα ὑγιάνῃ ἐν ἴσῳ ἐστὶ τῷ ὅπως ὑγιάνῃ, ἵν᾽ ἀθανάτοισι φαείνοι (γ 2). οὐκέτι μέντοι, ἐπίρρημα ὄν, τὸ αὐτὸ δηλοῖ· τὸ μὲν γὰρ ἵνα τοπικόν, τὸ δὲ ὅπως ἐν ἀναφορᾷ τοῦ πῶς. ὃν γὰρ τρόπον παρὰ τὸ ὅτε γίνεται τὸ πότε καὶ ἔτι ὁπότε, οἷος ποῖος ὁποῖος, ἡνίκα πηνίκα ὁπηνίκα, τὸν αὐτὸν δὴ τρόπον καὶ παρὰ τὸ ὥς ἐστι τὸ πῶς καὶ ὅπως. πολλάκι 2.1,1.244 γοῦν τὰ δίχα τοῦ π ἰσοδυναμοῦντα τοῖς διὰ τοῦ ο παραγομένοις, οἷος ἦν Τρύφων, τοιοῦτος ἦν καὶ Διονύσιος· ὁπόσος ἦν ὄχλος ἐν τῷ θεάτρῳ, τοσοῦτος κἀν τῇ ἀγορᾷ. τοιοῦτον οὖν ἐστι τὸ κείνου, ὅπως δὴ δηρὸν ἀποίχεται (δ 109)· ἀντὶ γὰρ τοῦ ὡς. Ὄφρα. Πάλιν τὸ προκείμενον μόριον, σύνδεσμος καθεστηκός, ἰσοδυναμεῖ τῷ ἵνα καὶ ὅπως, οὐκέτι μέντοι ἐπίρρημα ὄν, ὅμοιον χρο- νικῷ τῷ ἕως παραλαμβανόμενον, ὄφρα μὲν ἠὼς ἦν (Θ 66)· ἐν ἴσῳ γάρ ἐστι τῷ ἕως. καὶ οἶμαί γε, ὡς ἐπίρρημα καθεστηκὸς καὶ ἀνταπόδοσιν ἐπιδέχεται ἐν τῷ τόφρα μάλ᾽ ἀμφοτέρων βέλε᾽ ἥπτετο (Θ 67). ἕνεκα τούτου καὶ τὸ ἐξ αὐτοῦ μεταφραζόμενον, λέγω δὲ τὸ ἕως. ὡς δὲ εἴπομεν, καὶ συνδεσμικὸν παραλαμβάνεται, ἰσοδυναμοῦν τῷ ἵνα καὶ τῷ ὅπως, ὅθ᾽ οὕτως συντάσσεται, ὄφρα πεποίθῃς (Α 524. ν 344). δῆλον γὰρ ὡς ἕνεκα τῆς ἰσοδυναμίας τοῦ ἵνα πάλιν τὰ συνόντα ῥήματα ὑποτακτικὰ ἀποτελοῦνται. — Σεσημειώσθω δὲ ὅτι μόνον τῶν εἰς α ληγόντων ἀνταποδοτικῶν ἀνεπέκτατόν ἐστιν· ἰδοὺ γὰρ τὸ τηνίκα τηνι- καῦτα λέγεται, τόσα τοσαῦτα, τοῖα τοιαῦτα. ἴσως δὲ ὅτι οὐ τὴν αὐτὴν ἔχει ἐξαρίθμησιν, εἴγε τῷ μὲν τηνίκα καὶ τοῖς ὁμοίοις παράκειται πηνίκα ὁπηνίκα, τῷ δὲ τόφρα οὐκέτι. ἴσως δὲ καὶ διὰ τὸ συνωνυμοῦν αὐτῷ, τὸ ἕως. Μηδὲ ἐκεῖνο δὲ παραλειπτέον, ὡς ὁ ἵνα καὶ οἱ ἰσοδυναμοῦντες σύνδεσμοι παρὰ τὸ διάφορον τῆς συντάξεως, λέγω τὸ ἀποτελεστικὸν καὶ αἰτιολογικόν, καὶ διαφόρους ἕξουσι τοὺς συντασσομένους χρόνους, ὥστε τὸν μὲν ἀποτελεστικὸν καὶ μέλλουσι συντάσσεσθαι, τὸν δὲ αἰτιο- λογικὸν λεγόμενον παρῳχημένοις· τὰ γὰρ γεγονότα αἰτιολογεῖται. — ὁ γοῦν λέγων ἵνα γράψω ταῦτά μοι ἐγένετο, ὁμολογεῖ τὸ ἤδη 2.1,1.245 γεγραφέναι, ὥστε ἐνήργησεν ἤδη τὸ ἔγραψα καὶ αἰτίαν κατ᾽ αὐτοῦ ἐπήγαγε· τὸ μέντοι οὕτω λεγόμενον δὸς ἵνα γράψω οὔπω γέγονε, τὸ δὲ μὴ γεγονὸς μέλλοντός ἐστιν ἀποτελεστικόν· μέλλοντι ἄρα συν- τάσσεται. — χωρὶς εἰ μὴ οὕτω νοήσαιμεν, δὸς ἵνα ἐν τελειώσει γένηται τὸ γράψαι. ὅπερ οἶμαι βέλτιον. καὶ γὰρ ὁ ἀπὸ τῶν φωνῶν κανὼν ὁμολογεῖ τὸν ἀόριστον, τουτέστι τὸν παρῳχημένον, εἴγε κερῶ μὲν ὁ μέλλων, ἔκειρα δὲ ὁ ἀόριστος, καὶ οὔ φαμεν δὸς ἵνα κερῶ ἀλλ᾽ ἵνα κείρω. καὶ ὁ Δωριεὺς τοὺς μέλλοντας περισπῶν, οὐκέτι ἐπὶ τῆσδε τῆς συντάξεως περιέσπασεν· ἦσαν γὰρ αἱ φωναὶ οὐ μέλλοντος, ἀλλὰ ἀορίστου. πλείστας ἔχω ἐκθέσθαι εἰς τὸν τοιοῦτον λόγον παραθέσεις, ἃς ἐν τοῖς περὶ ὑποτακτικῶν παραθήσομαι, ἐν οἷς καὶ τὴν διαφορὰν ἐκθήσομαι τῆς καταλήξεως τῶν ὑποτακτικῶν, καὶ ὡς εἰς μίαν κατάληξιν πάντα συνέωσται, λέγω τὴν εἰς ω. ἔνθεν γὰρ καὶ ἡ ὑπόληψις τοῦ ἵνα γράψω, ὅτι καὶ μέλλοντος. Ἴδιόν τι παρηκολούθησε τοῖς συνεμπεσοῦσι συνδέσμοις αἰτιώδεσιν ..... ἐπιρρήμασι χρονικοῖς ἢ τοπικοῖς. συνεμπι... ἡ ἀπόδειξις. καὶ οὐκ ἀπίθανον ἕνεκα τούτου καὶ τὸν ἐπεί, αἰτιωδῶς παραλαμβανόμενον, ἔχειν χρονικὸν παρακείμενον ἐπίρρημα, ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦς ἠυκόμοιο (θ 452), ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν (α 2). ἔστι δὲ κἀκ τοῦ βίου τοιαῦτα τεκμήρασθαι. ὁ δεῖνα ἀγαθός ἐστιν, ὅπου γε φιλεῖ τοὺς ἀγαθούς· ἴσον γὰρ τῷ ἐπεὶ φιλεῖ τοὺς ἀγα- θούς, ἢ ὅτι φιλεῖ τοὺς ἀγαθούς· ὅτε ἀπέδωκε τὴν παραθήκην, ὁπότε γε φιλοπονεῖ. — Οὐ μὴν ἐκεῖνό γε ἀληθές, ὡς τὰ μὲν μονοσύλλαβα τῶν ἐπιρρημάτων, συνεμπίπτοντα συνδέσμοις, παραλλαγὴν ἴσχει τόνου, τῶν μὴ οὕτως ἐχόντων τὸν αὐτὸν τόνον τηρούντων. τὸ γὰρ ποῦ περισπῶμεν, ἀλλ᾽ οὐκέτι ἐν τῷ 2.1,1.246 Ὀδυσσῆος δέ που εὐνή (π 34) παραπληρωματικῷ· καὶ τὸ νῦν, ἀλλ᾽ οὐκέτι ἐν τῷ καί νύ κεν (δ 363)· τὸ μέντοι ὅπως καὶ τὰ τούτοις ὅμοια, ὡς πρόκειται, ταὐτά εἰσιν ἐν ἐπιρρήμασι καὶ συνδέσμοις. — Ἔστι δὲ εἰπεῖν, ὡς τὸ μὲν νῦν οὐδ᾽ ὅλως ὁμοφωνεῖ, εἴγε πάντοτε μὲν τὸ ἐπίρρημα διὰ δύο, ὁ δὲ σύνδεσμος οὐ πάντως· καὶ εἰ τοῦτο, οὐ πάντως ὁμοφωνεῖ. — ἀλλ᾽ οὐδὲ τὸ πού σύνδεσμός ἐστι παραπληρωματικός· οὐ γὰρ δή γε τὰ πλεονάσαντα μόρια ἐν λόγῳ σύνδεσμοι παραπληρωματικοί. ἰδοὺ γὰρ καὶ ἄλλα ἐπιρ- ρήματα παρέλκει, καὶ οὐ πάντως σύνδεσμοι· ἐπὶ μὲν τοῦ βίου ὅστις θέλει ὑπαγέτω, καὶ ἔτι παρὰ τῷ ποιητῇ ὡς δ᾽ ὅτ᾽ ἐν οὐρανῷ ἄστρα φαεινήν (Θ 555), εἰ δ᾽ ἄγε νῦν φίλε Φοῖβε (Π 667), οὐ σύ γ᾽ ἔπειτα Τυδέος ἔκγονός ἐσσι (Ε 813), σοὶ δ᾽ οὔπω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσι (Ξ 143). κατὰ τοῦτο οὖν πλεοναζέτω καὶ τὸ νῦν εἴ τί που ἔστι, πίθοιό μοι (δ 193) καὶ Ὀδυσσῆος δέ που εὐνή (π 34), καὶ ὅσα ἐστὶ τοιαῦτα. ἀλλ᾽ εἰ καὶ σύνδεσμός ἐστι τὸ πού, ἰδοὺ ὁμό- φωνον ἐπιρρήματι ἐν τῷ εἴ που ἐσαθρήσειεν (Γ 450). ὅνπερ γὰρ τρόπον τοῖς ἄλλοις πύσμασι παράκεινται ἀόριστοι προφοραί, τὸ πλέον ἐν χρόνοις δυσὶν ἐγκλιτικαὶ καθεστῶσαι, πῶς ἦλθεν; ἦλθέ πως· τίς ἔγραψεν; ἔγραψέ τις· πότε ἦλθεν; ἦλθέ ποτε· τὸν αὐτὸν τρόπον καὶ τῷ ποῦ παρακείσεται ἐγκλιτικὸν ἀόριστον τὸ πού. Χάριν. Δοκεῖ ἰσοδυναμεῖν συνδέσμῳ τῷ ἕνεκα, χάριν Ἀπολ- λωνίου ἕνεκα Ἀπολλωνίου. φησὶ δὲ καὶ ὁ Τρύφων (p. 42 Velsen), ὡς ἕνεκα τούτου τὸ μὲν ὄνομα καὶ χάριτα λέγεται καὶ χάριν, τὸ δὲ εἰς τοιαύτην σύνταξιν παραληφθὲν ὡς ἀντὶ συνδέσμου καθ᾽ ἕνα σχηματισμὸν παραλαμβάνεται, ὅπερ παρείπετο συνδέσμοις. Ἔτι μέντοι φησὶν ὁ Τρύφων, ὡς παρὰ τὸν Εὐριπίδην καὶ ἔτι ἄλλοις ποιηταῖς ὀνοματικῆς συντάξεως ἔτυχεν. ἐν μὲν γὰρ Κρήσσαις (fr. 469 Dindorf Nauck) 2.1,1.247 ἐγὼ χάριν σὴν παῖδά σου κατακτενῶ, καὶ ἐν Αὔγῃ (fr. 270 Dindorf Nauck)· καὶ βουθυτεῖν γὰρ ἠξίους ἐμὴν χάριν. τὰ γὰρ κτητικαῖς ἀντωνυμίαις συντασσόμενα ὀνόματά ἐστι, τῆς αὐτῆς πτώσεως τυχόντα καὶ τοῦ αὐτοῦ ἀριθμοῦ, ἐμὸν αὐλόν, ἐμὴν οἰκίαν, ἐμὴν χάριν .... ἐμοῦ οἷόν τέ ἐστι παραθέσθαι τὸ ἕνεκα, ἕνεκα ἐμοῦ, ἐπὶ δὲ τοῦ χάριν ἐμὴν οὐκέτι, ἕνεκα ἐμήν. τὸ τοιοῦτον δέ φαμεν εἰς ἀπόδειξιν τοῦ τὸ χάριν ὄνομα εἶναι κατὰ τὰς τοιαύτας συντάξεις. — οὐδὲν μέντοι κωλύοι καὶ τὸ ἔθιμον ἐκδέξασθαι ὄνομα, λιπούσης προθέσεως τῆς εἴς, ὥστε οὕτως ἀκούειν, χάριν Ἀπολλωνίου εἰς χάριν Ἀπολλωνίου, εἴγε καὶ τὸ ἐμὴν χάριν ἐν ἴσῳ ἐστὶ τῷ εἰς ἐμὴν χάριν. καὶ φαίνεται ὅτι ἡ ὕφεσις τῆς προθέσεως προῆξε τὸ χάριν ἰσοδυναμεῖν τῷ ἕνεκα. πάνυ δέ ἐστι κἀκείνου ἀπό- δειξις. ἡ τοιαύτη σύνταξις ἐπὶ γενικὴν φέρεται, χάριν Θέωνος, χάριν Δίωνος, ἐφ᾽ οὗ ἔφαμεν λείπειν τὴν εἴς. τοιοῦτον δέ ἐστι καὶ τὸ ἐμὴν χάριν, εἴγε πᾶσα κτητικὴ ἀντωνυμία γενικῆς ἐστι πτώσεως ἀντωνυμία, τοῦ ἐπιφερομένου κτήματος ἀδιάφορον ἔχοντος τὴν ἐπι- φορὰν τῆς πτώσεως. τούτου οὖν τῇδε ἔχοντος, πάλιν τὸ ἐμὴν χάριν ἢ σὴν χάριν ἴσον ἐστὶ τῷ χάριν μου, ὡς εἰ ἐμὴν δούλην δούλην μου, ἐμὴν οἰκίαν οἰκίαν μου. Τοσαῦτα περὶ τῶν αἰτιολογικῶν. Παρὰ τοῖς πλείστοις ἐστὶ πρόληψις, ὡς οἱ καλούμενοι παραπληρω- ματικοὶ σημασίαν τινὰ οὐ ποιοῦνται. ὁ γοῦν Τρύφων (p. 35 Velsen) ἐν τῷ ὅρῳ βουλόμενος καὶ αὐτοὺς ἐμπεριλαβεῖν, φησὶ καὶ τὸ κεχηνὸς τῆς ἑρμηνείας ἔστιν ὅπου παραπληρῶν, ἀπείκασε δὲ καὶ αὐτὸν ταῖς καλουμέναις στοιβαῖς. ὃν γάρ, φησι, τρόπον εἰς τὰς συνθέσεις τῶν ἀμφορέων εὐχρηστεῖ ἡ τῶν στοιβῶν παρένθεσις ὑπὲρ τοῦ μὴ κατα- θραύεσθαι τοὺς ἀμφορεῖς, τὸν αὐτὸν δὴ τρόπον ὑπὲρ τοῦ τὰ τῆς φράσεως μὴ τραχύνεσθαι ἥδε ἡ σύνταξις τῶν μορίων παραλαμβάνεται. Ἔτι δὲ καί τινές φασιν οὐ δεόντως αὐτοὺς συνδέσμους εἰρῆσθαι, 2.1,1.248 εἴγε συνδέσεως λόγων οὐκ εἰσὶν αἴτιοι. Καί φησι Χαιρήμων ὁ Στωικός, ὡς κατά τι εἴησαν ἂν σύνδεσμοι. σύνδεσμον γάρ, φησι, καλεῖσθαι καὶ αὐτὴν τὴν φωνὴν καὶ τὸ ἐξ αὐτῆς δηλούμενον, ᾧ λόγῳ καί τινα ἕτερα σχήματα. φαμέν [τι] πατρωνυμικὸν καὶ τὸ ἐν χαρακτῆρι πατρω- νυμικὸν καί τι ἐν δηλουμένῳ, καὶ ἔτι τὰ κτητικά, καὶ ἄλλα πλεῖστα τοιαῦτα. ὡς οὖν τὸ τύπῳ πατρωνυμικῷ προσκεχρημένον, οὐ μὴν δηλουμένῳ, πατρωνυμικὸν καλεῖται, ὥσπερ τὰ τύπῳ ἀρσενικά, οὐ μὴν δηλουμένῳ, ἀρσενικὰ καλεῖται, οὕτω καὶ ἂν τύπῳ ᾖ ὁ παραπληρωμα- τικὸς κεχορηγημένος συνδεσμικῷ, μὴ μὴν δηλουμένῳ, εἰρήσεται σύνδεσμος. ἀμέλει αὐτοὶ οἱ σύνδεσμοι πλεονάσαντες οὐδὲν συνδέουσι καὶ σύνδεσμοι καλοῦνται. οὐδὲν οὖν κωλύοι, καθότι καὶ ὁ Φιλόπονος ἀπεφήνατο, συνδέσμους καλεῖσθαι τοὺς παραπληρωματικούς. καὶ τοῦτό φησι δεδωκώς, ὅτι οὐδὲν συνδεσμικὸν δηλοῦσιν. Ἃ δὲ καὶ Τρύφων (p. 43 Velsen) παρέθετο, ἐκθήσομαι. Φησίν· ἤτοι συλλαβαί εἰσιν ἢ λέξεις. καὶ εἰ μὲν συλλαβαί, τινων λέξεών εἰσι μέρη, καὶ ἤτοι τελικαὶ ἢ ἀρκτικαί, καὶ τελικαὶ μέν λέγει δή, βούλομαι δή, ἀρκτι- καὶ δέ ἐγὼ δὴ βούλομαι, ἐγὼ δὴ λέγω. ἦν δὲ ἐν ἀμφοτέροις ἀσύστατον. — Οὐ γάρ ἐστί τις συλλαβὴ παντὸς μέρους λόγου ληκτική, γενήσεται δὲ ἐν τῷ Ἀπολλώνιος δή, ἐγὼ δή, βούλομαι δή· καὶ ἐπὶ τῶν ὑπολοίπων τὸ αὐτό. ἀλλ᾽ εἰ καὶ προστιθεμένη ἔξωθέν ἐστιν ἐν παραγωγῇ συλλαβή, πάλιν τὸ αὐτὸ ἐπιχείρημα ἀρκέσει· ἑκάστη· γὰρ τῶν παραγομένων λέξεων δεκτική ἐστιν ἰδίας συλλαβῆς, ὡς τῶν τρίτων τὸ σι, λέγῃσιν, ἔχῃσι, παμφαίνῃσιν· ἡ τῶν δευτέρων εἰς θα, λέγῃσθα φέρῃσθα, καὶ ἐπὶ τῶν πρώτων τὸ μι, τάων ἥν κ᾽ ἐθέλωμι (Ι 397), οὐδ᾽ ἂν ἐῷμι (π 85)· καὶ οὐχ οἷόν τ᾽ ἐστὶν εἰπεῖν λέγωσι οὔτε λέγωθα. καὶ ἐπὶ τῶν ὁμοίων τὸ αὐτό, λέγω δὲ πάλιν ἐπὶ τοῦ τοιόσδε, μὴ κατὰ παντὸς ὀνόματος ἐφικνεῖσθαι τὸ δε· ἢ ὅτε οὕτως φαμέν, τοῖος τοιοῦτος. πῶς οὖν πάλιν τὸ δή ἐστιν ἐν τῷ λέγω δή, λέγεις δή, λέγει δή; σαφὲς οὖν ὅτι τὸ τοιοῦτον μᾶλλον λέξεως ἤπερ συλλαβῆς, εἴγε καὶ ἐν ἐπιρ- 2.1,1.249 ρήμασι καὶ συνδέσμοις τὸ τοιοῦτον ἔστιν εὑρέσθαι. — Ἀλλ᾽ οὐδὲ ἀρκτική ἐστι συλλαβή. πάλιν γὰρ πῶς πάσης λέξεως ἡ αὐτὴ συλλαβὴ ἀρκτική; πῶς τε ἐπὶ τοῦ ἐγὼ δὴ λέγω ἡ τῶν παρῳχημένων κλίσις οὐκ ἐγένετο κατὰ τὴν δή συλλαβήν; τὸ τοιοῦτον γὰρ παρέπεται ῥήμασιν. οὐ γὰρ δή γε οἱ παραπληρωματικοὶ σύνδεσμοι προθέσεις εἰσίν, ἵνα συντεθέντες προτακτικοὶ γίνωνται, καθότι τὸ καταβαίνω καὶ τὰ ὅμοια. Οὕτω μὲν οὖν συνάγει ὁ Τρύφων (p. 43 Velsen) ὡς οὐ συλλαβαί, ᾧ καὶ συνηγορήσωμεν, ἔτι τινὰ προσθέντες. συνάγει οὖν ὅτι λέξεις, παρα- λείπων τὸ ἀναγκαιότατον. ἐν γὰρ δὴ τῇ προτάσει φησὶ τοῦ λόγου, εἰ λέξεις, ὀφείλουσί τι δηλοῦν. ὅπερ αὐτοὶ ἀναπληρώσωμεν. οἷς δὲ λόγοις ἐχρήσατο εἰς τὸ λέξεις εἶναι, πάλιν ἐκθετέον. — Σαφὲς μὲν οὖν ὅτι, ἐν οἷς οὐ συλλαβαί, ἐν τούτῳ λέξεις. ἴδιόν τε λέξεων τὸ μεταλαμβά- νεσθαι εἰς ὁμοιοσήμους, βροτός ἄνθρωπος, αὐτάρ δέ. τοιοῦτοι δὲ καὶ οἱ προκείμενοι σύνδεσμοι νύ δή ῥά. — πᾶν μόριον ἐγκλιτικὸν λέξις ἐστίν, ἦλθέ τις, ἄνθρωπός εἰμι· πάμπολλοι δέ εἰσιν οἱ παραπληρω- ματικοὶ ἐν ἐγκλίσει, ὡς ὁ γέ, ὁ ῥά, ὁ θήν, ὁ νύ. — δύο λέξεων ἢ τριῶν οὐσῶν ἀκώλυτον τὸ ἐπάλληλον τῆς ὀξείας· καὶ κατὰ τοῦτο οὖν λέξεις τὰ προκείμενα μόρια· ἰδοὺ γὰρ ἐν τῷ ἦ νύ σέ που δέος ἴσχει (Ε 812) καθ᾽ ἓν ἕκαστον μέρος λόγου ἡ ὀξεῖα ἀνέστη. Τῆς μὲν οὖν φωνῆς κανόνες οἵδε εἰσί· τοῦ δὲ δηλουμένου, ὅπερ καὶ μᾶλλον ἀναγκαῖον ἦν, παραθετέον. — οὐκ εἴ τι μέρος λόγου κατά τινα λόγον παρέλκεται, τοῦτο οὐχὶ πάντως λέξις, ἐπεὶ οἷόν τ᾽ ἐστὶν εἰς τὸ τοιοῦτον παραθέσθαι πάντα τὰ μέρη τοῦ λόγου ἔν τισι συντάξεσι, μάλιστα ὑπὸ ποιητικῆς ἀδείας, πλεονάζοντα. ποίαν γὰρ ἔχει χώραν τὸ πῇ ἔβη Ἀνδρομάχη λευκώλενος (Ζ 377), λέγω τὸ κατὰ τὸ λευκώλενος; — ἀλλ᾽ ἴσως πρὸς τὸ τοιοῦτον ἐκεῖνο εἰρήσεται· ἀλλ᾽ ἐν ἑτέροις τὰ παρέλκοντα δηλοῦσί τι, ἐπεὶ πάλιν οὐ παρέλκει τὸ λευκώλενος Ἥρη (Α 55), δεδείξεται οὖν ὡς οὐ πάντοτε πλεονάζουσιν οἱ παραπληρωματικοί, ἀλλὰ 2.1,1.250 καί ποτε τόπον ἴσχουσι τὸν σημαίνοντά τι. ἔστιν ὑποδείγματα παρέλκοντος μὲν τοῦ γέ οὗτός γ᾽ Ἀτρείδης, εὐρυκρείων Ἀγαμέμνων (Γ 178), καὶ ἐν συνδέσμῳ ἆρά γε ἡμέρα ἐστί; καὶ ἐν τῷ σύ γε, μὴ σύ γ᾽ ἄνευθεν ἐμεῖο λιλαίεσθαι (Π 89), καὶ μέν τοί γε· οὐ μὴν ἔτι ἐν τῷ καλῶς γε· ἐπιτέταται γὰρ ἡ ἔκπληξις. ἀλλὰ μὴν καὶ ἐν τῷ. τοῦτό γέ μοι χάρισαι (lyr. gr. III3 p. 1356 Bergk), τοῦτό γέ μοι λάλησον ἔμφασις ἱκανὴ μειότητος καὶ τοῦ μηδὲν ἄλλο ἀποφαινομένου. καὶ παντί γε προῦπτον, ὡς διαφέρει τὸ τοῦτο εἰπέ τοῦ τοῦτό γε εἰπέ. πῶς οὖν ἔτι οὐδὲν πληροῦσιν οἱ παρα- πληρωματικοί; — Ἔτι ὁ δέ σύνδεσμος ὅπως παραλαμβάνεται καὶ ἐπὶ ποίᾳ δυνάμει, ἐκτεθείμεθα. ἀλλὰ προσλαβὼν τὸν γέ ἄλλο τι ἐπηγγείλατο. οὐ γὰρ ὡς ἐν τῷ ἆρά γε ἡμέρα; παρείλκετο ὁ γέ καὶ ἐν τῷ δέ γε. καλούμενον γοῦν ἔστιν εὑρέσθαι παρὰ τοῖς Στωικοῖς τὸν δέ γε ὄντα προσληπτικόν. τοὺς γὰρ ἀπὸ συναφῆς λόγους εἰς σχηματισμὸν μετιόντας ἡ τοιαύτη σύνταξις ἡ τῶν συνδέσμων ὑπάγει, εἰ ἡμέρα ἐστί, φῶς ἐστιν· ἡμέρα δέ γέ ἐστιν· καὶ ἐπεὶ ἐν προσλήψει ἐγένετο ὁ λόγος, προσληπτικοὶ οἱ τοιοῦτοι σύνδεσμοι. — Τὸ δ᾽ αὐτὸ συμβέβηκε καὶ ἐπὶ τοῦ ἀλλά καὶ ἀλλὰ μήν. πάλιν γὰρ ὁ μήν παραπληρωματικός, συνὼν τῷ ἀλλά, τὴν αὐτὴν πρόσληψιν ἀποτελεῖ, ἀλλὰ μὴν ἡμέρα ἐστί, καὶ σχεδὸν ἀμφοτέρων τῶν συντάξεων μία δύναμις· ἐκ γὰρ τῶν αὐτῶν εἰσιν. ὁ γὰρ δέ ἰσοδυναμεῖ τῷ ἀλλά (καὶ τοῦτο ἐδείχθη), ὃς προσλαβὼν παραπληρωματικὸν τὸν γέ προσληπτικὸς ἐγένετο καὶ πάλιν ὁ ἀλλά, παραπληρωματικὸν προσλαβὼν τὸν μήν, τὸ αὐτὸ ἐγένετο. πολλάκις δὲ καὶ ὁ γάρ προσέρχεται τῷ ἀλλά, ἀλλὰ γὰρ ἡμέρα ἐστί· καὶ εἰ ὁ γάρ σύνδεσμος, καὶ ὁ μήν καὶ ὁ γέ σύνδεσμοι. — Ἔτι ὁ πέρ παρέλκει 2.1,1.251 ἐν τῷ εἴπερ ἡμέρα ἐστί (καὶ διὅτι, εἴρηται)· ἀλλ᾽ οὐκέτι ἐν τῷ καίπερ ἀγαθὸς ὤν. ὑπεναντίωσιν γὰρ ἐδήλωσεν ὁ καίπερ καὶ δῆλον ὅτι διὰ τὸν πέρ, ὅπου γε καὶ κατ᾽ ἰδίαν ὁ πέρ ἐναντιωματικός ἐστι μετ᾽ αὐξήσεως, ἀγαθός περ ἐών (Α 131), σώφρων περ ὤν· τὸ γὰρ ἐναντίον τῷ τοῦτό γέ μοι χάρισαι (lyr. gr. III3 p. 1356 Bergk), ἀπειργάσατο. — Ἃς ἔχει δυνάμεις ὁ καί, εἴπομεν. ἀλλὰ προσλαβὼν τὸν μήν ἀποδεικτικὸς γίνεται, πάλιν ὑπαγομένης ἐναντιώσεως, οὐ βλέπω, καὶ μὴν ἡμέρα ἐστίν· ἐψεύσατο, καὶ μὴν ἀγαθός ἐστι. πῶς γὰρ ἄν τις ἐπὶ τῶν τοιούτων συντάξεων παρέλκειν φαίη τοὺς συνδέσμους; ἕνεκα τούτου τὸ ἀγαθός περ ἐών, θεοείκελ᾽ Ἀχιλλεῦ (Α 131) εἰς τὸν δή μεταλαμβάνεται, ὅτι μὴ κυρίως τὸ δηλούμενον αὐτοῦ ἀπαιτεῖ ὁ λόγος. — Ὁ ἤ διαζευκτικὸς ἐπηύξηται διὰ τοῦ τοί, οἷον ἐν τῷ ἤτοι. ἀλλ᾽ οὐκέτι ἐν τῷ μέντοι οὐδὲ ἐν τῷ καίτοι. πάλιν γὰρ διαφέρει τὸ καίτοι παρῃτήσατό με τοῦ καὶ παρῃτήσατό με. ὅ τε μέντοι οὐχ ὁ αὐτὸς τῷ μέν, τῷ δὲ δέ. ἐφ᾽ οὗ πάλιν καὶ ὁ γέ πλεονάζει ἐν τῷ μέν τοί γε. — Ἔτι ὁ δή ὡς μὲν παρέλκει, παντὶ προῦπτον· ὡς δὲ καὶ πολλάκις μετάβασιν λόγου ποιεῖται, σαφὲς ἐκ τῶν τοιούτων οἱ μὲν δὴ παρ᾽ ὄχεσφιν ἐρητύοντο μένοντες (Ο 3), καὶ τῶν παραπλησίων. νοοῦμεν γὰρ λόγου ἔκλειψιν καὶ ἀρχὴν ἑτέρου, ὡς εἰ καὶ ἐν περιγραφῇ κατελιμπάνετο ὁμοίως τῷ ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον (Ι 1), ὣς ὁ μὲν ἔνθ᾽ ἠρᾶτο (η 1). Ἀλλὰ μὴν καὶ ἐν τοῖς καλουμένοις πρὸς ἡμῶν μὲν συλλογιστικοῖς, πρὸς δὲ τῶν Στωικῶν ἐπιφορικοῖς ἔστι παραδέξασθαι τὴν σημασίαν αὐτῶν. τὸν τοίνυν ἐκ δύο παραπληρωματικῶν συνεστῶτα, καὶ ἔτι μετὰ 2.1,1.252 τοῦ γάρ ἐν τῷ τοιγάρτοι, καὶ μετὰ τοῦ οὖν τοιγαροῦν. δύναμιν γὰρ ἔχουσιν οἱ τοιοῦτοι ἴσην τῷ ἄρα συστελλομένῳ κατὰ τὸ α. καὶ εἴρηνται μὲν ἐπιφορικοί, καθὸ ἐπιφέρονται τοῖς λελημματισμένοις, ἀλλὰ μὴν ἡμέρα ἐστί, φῶς ἄρα ἐστί, τοιγαροῦν φῶς ἐστί, φῶς τοίνυν ἐστί· συλλογιστικοὶ δέ, καθότι ἐπί τισιν ἀποδείξεσιν, ἐπισυλλογιζόμενοι τὸ συναγόμενον, προσχρώμεθα τοῖς συνδέσμοις τοῖσδε, ἔχεις μου πέντε δραχμάς, ἔχεις δὲ καὶ τρεῖς, ἔχεις ἄρα ὀκτὼ δραχμάς, ἔχεις τοίνυν ὀκτὼ δραχμάς. Ἄπειρος ἡ καθ᾽ ἕνα ἕκαστον σύν- δεσμον ἀπόδειξις εἰς τὸ ὅτι καὶ δηλοῦσί τι οἱ παραπληρωματικοί. ἀλλ᾽ ἐπεὶ πλείονες μέν εἰσι ταῖς φωναῖς, τοῖς δὲ δηλουμένοις ἐλάττονες, ἀρκετὴ ἡ ἐξ ἑνὸς ἑκάστου ἰσοδυναμοῦντος ἀπόδειξις. περισσὸν γὰρ τὸν ῥά παραλαμβάνειν τοῦ δή ἀποδειχθέντος, ἢ τὸν θήν ἢ τὸν νύ, ἐπεὶ τὸ αὐτὸ τὸ ἄλλοι μέν ῥα θεοί τε (Β 1) τῷ οἱ μὲν δὴ παρ᾽ ὄχεσφι (Ο 3) καὶ τῷ ... Ταῦτα μὲν ὡς δηλοῦσιν οἱ παραπληρωματικοί. Κἀκεῖνο δὲ ὑποθησόμεθα, δι᾽ ἣν αἰτίαν ἀπὸ τοῦ πλεονάσματος τὴν ὀνομασίαν ἔσχον. δέδοται γὰρ ὅτι σύνδεσμοι καὶ δηλοῦσί τι, τὸ δὲ πλεῖον ἀεὶ ἐπικρατεῖ τοῦ ἐλάττονος. καὶ περισσὸν εἰς τοῦτο παρατί- θεσθαι, χωρὶς εἰ μὴ ἐπ᾽ αὐτῶν τῶν συνδέσμων. ἀπειράκις οἱ συμπλε- κτικοὶ συμπλέκουσιν, ἵνα ἅπαξ καὶ αὐτοὶ πλεονάσωσι· καὶ ἕνεκα τούτου ἐπεκράτησε τὸ καλεῖσθαι αὐτοὺς συμπλεκτικούς. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ὑπολοίπων, εἰ καί που εὑρεθεῖεν πλεονάζοντες. ἔνθεν αἱ δέουσαι ὀνομασίαι ἔμενον. οἱ μέντοι παραπληρωματικοὶ σύνδεσμοι καλούμενοι, τὸ πλέον πλεονάσαντες ἤπερ δηλοῦντες, κατὰ τὴν ἐναν- τίαν παράθεσιν τοῦ συνδέσμου ἀπὸ τοῦ πλεονάσαντος τὴν ὀνομασίαν ἔσχον. οὕτως γοῦν ἐπλεόναζον, ὥστε καὶ τοὺς πλείστους λαθεῖν τὸ δηλούμενον τὸ ἐξ αὐτῶν. ἦν δὲ καὶ ὁ πλεονασμὸς αὐτῶν χρειώδης ἄγαν. ἥ τε γὰρ ἀνὰ χεῖρα ὁμιλία καὶ αἱ συντάξεις αἱ ἀρχαῖαι καὶ πᾶσα ποιητικὴ γραφὴ τρέπεται ἐπὶ τὴν εὐφωνίαν, καὶ διὰ τοῦτο εὔχρηστα τὰ προκείμενα μόρια, καθότι περ, ὡς πρόκειται, ἀπείκαζον αὐτά τινες τῇ προσκειμένῃ στοιβῇ τοῖς ἀμφορεῦσι. καὶ ὡς ἐπὶ στοιχείων οἷόν τέ ἐστιν ἀναγκαῖον εὑρέσθαι πλεονασμόν, ἐν ᾧ οὐ πάντως τὸ στοιχεῖον οὐ στοιχεῖον, καθὸ ἐπλεόναζε· πάλιν γὰρ παρελαμβάνετο εἰς δήλωσίν τινος 2.1,1.253 (καὶ ἐκκείσθω ὑπόδειγμα τὸ ἐπὶ τοῦ ν, ὃ μάλιστα πάμπολλόν ἐστιν ἐν τῷ πλεονασμῷ, ἕνεκα εὐφωνίας παραλαμβανόμενον ἐπὶ παντὸς βραχυ- καταλήκτου ῥήματος, ἔλεγεν, ἔλαβεν, καὶ ἐπὶ δοτικῶν τῶν εἰς σι ληγουσῶν, παισίν, χρήμασιν· οὐ μὴν ἐν τῷ λέγει καὶ λέγειν. νῦν γὰρ ἐν λεκτῷ προσῄει· ἐκ γὰρ ὁριστικοῦ ἀπαρέμφατον ἀκούομεν)· τὸν αὐτὸν δὴ τρόπον ἐδείχθη καὶ τὰ προκείμενα μόρια ὁτὲ μὲν ἕνεκα δηλουμένου παραλαμβανόμενα, ἅπερ ἦν καὶ σπανιώτατα, ὁτὲ δὲ ἕνεκα εὐφωνίας, ὅπερ πλέον καθειστήκει. καὶ, ὡς ἔφαμεν, ἕνεκα τούτου ἐπεκράτησεν ἡ ὀνομασία. Προσθείην δ᾽ ἂν καὶ τοῦτο, ὡς οὐδὲ ἀπὸ τοῦ δηλουμένου δυνατὸν ἦν τὴν ὀνομασίαν θέσθαι. οἱ μὲν γὰρ ἄλλοι τῶν συνδέσμων ἐν πλείοσιν ὄντες φωναῖς ἓν ἐπηγγέλλοντο, τὸ συμπλέκειν οἱ συμπλεκτικοί, τὸ δὲ διαζευγνύειν οἱ διαζευκτικοί, τὸ δὲ διαπορεῖν οἱ διαπορητικοί, καὶ ἐπὶ τῶν ὑπολοίπων τὸ αὐτό. οἱ μέντοι παραπληρωματικοὶ οὐχ ἓν ἐπηγγέλ- λοντο κατὰ τὸ δηλούμενον, εἴγε ὁ μὲν δή περιγραφήν τινα ἐδήλου, ὁ δὲ πέρ ἐναντιότητά τινα μετ᾽ αὐξήσεως, καὶ ἔτι ὁ γέ μειότητα ἢ ἐπί- τασιν θαυμασμοῦ. καὶ εἰ διάφοροι κατὰ τὸ δηλούμενον, πῶς ἦν δυνατὸν μίαν ὀνομασίαν ἀπὸ τοῦ δηλουμένου χωρίσαι; οὔτε γὰρ περιγραφικοί, ἐπεὶ οὐ πάντες, οὔτε ἐναντιωματικοί, ὡς πρόκειται. ὑγιῶς ἄρα ἀπὸ τοῦ πεπλεονακότος σχήματος ἐπικοίνως κατὰ πάντων ἡ ὀνομασία ἐτέθη. — Καί μοι δοκεῖ παραπλήσιόν τι ἀναδεδέχθαι τῷ καλουμένῳ παρωνύμῳ ὀνόματι. τὰ μὲν γὰρ ἄλλα ἰδικά, ἔχοντα ἓν τὸ δηλούμενον, ἔλαβε τὴν θέσιν τοῦ ὀνόματος ἀπὸ τοῦ δηλουμένου, τὰ πατρωνυμικὰ ἀπὸ τοῦ τὸν πατέρα δηλοῦν, τὰ κτητικὰ τὰ ὑπὸ τὴν κτῆσιν πεπτωκότα, καὶ ἔτι τὰ συγκριτικὰ καὶ τὰ ὑπόλοιπα. καὶ ἐπεὶ τὰ καλούμενα παρώ- νυμα ἐν πλείστοις σημαινομένοις κατεγίνετο, πάλιν εἰς μίαν ὀνομασίαν μετετίθετο, λέγω τὴν κοινῶς πᾶσιν ἀκολουθήσασαν, καθὸ πάντα παρηγμένα ἦν. ἔνθεν ἀπὸ τῆς φωνῆς ἡ θέσις τοῦ ὀνόματος. Καὶ τοσαῦτα μὲν τὰ περὶ ἐννοίας τῆς τῶν παραπληρωματικῶν. 2.1,1.254 Ἰτέον ἑξῆς ἐπὶ τὰς φωνάς. Ποιητικὸν ὄντα τὸν αὖ καὶ ἔτι τὸν τάρ θεματικοὺς ἂν παραδεξαί- μεθα. τινὲς γάρ φασι τὸν αὐτάρ σύνδεσμον ἀποκοπέντα μὲν εἶναι αὖ, ἀφαιρεθέντα δὲ τάρ. ἦν δὲ τὸ τοιοῦτον οὐκ ἀληθές. τί γὰρ οὐχὶ ὁ ἀτάρ τοῦτ᾽ ἀνεδέχετο, ἐντελέστερος ὤν; ἀλλ᾽ εἰ οὐ καθολικὰ τὰ πάθη, ἐκεῖνό γε συνελέγξει τὸν λόγον. τὰ πάθη τῶν φωνῶν ἐστιν, οὐ τῶν σημαινομένων. τὸ δῶ δηλούμενον μὲν ἔχει τὸ δῶμα, οὐ μὴν λεγόμενον· τῆς γὰρ λεγομένης φωνῆς ἦν τὸ πάθος. καὶ ἔτι τὸ λῶ ἀφῃρημένον ἐκ τοῦ θέλω, ἢ καὶ τὸ βῆ ἐκ τοῦ ἔβη, πάλιν τὸ αὐτὸ ἔχει δηλούμενον. ἔστι γοῦν καὶ ἐπὶ μιᾶς λέξεως τὸ αὐτὸ παραστῆσαι. τὸ ἄβαλε ἐντελές ἐστι, καὶ σαφὲς ἐκ τῆς ἐκτάσεως τοῦ α. καὶ ἀφαιρεθὲν γὰρ τὸ αὐτὸ δηλοῖ, βάλε δή, βάλε κηρύλος εἴην (Alcm. fr. 26 Bergk3). ἀλλὰ μὴν καὶ ἀποκοπὲν τὸ α ...... ὅπερ πάλιν μέγιστον τεκμήριόν ἐστι τοῦ τὸ ἄβαλε μὴ πεπλεονακέναι τῷ α. οὐ γὰρ εἰς τὸν πλεονασμὸν καταντῶσιν ἀεὶ αἱ ἀποκοπαί, οὐδ᾽ οἱ πλεονασμοὶ τὸ δηλού- μενον ἔχουσιν, ἐπεὶ οὐκέτι πλεονασμοί. τὸ γοῦν ἀλαλητός οὐ διὰ τοῦ κατ᾽ ἀρχὴν α τὸ λαλητός ποτε δηλώσει, οὐδὲ ἄλλο τι τῶν οὕτως πεπλεονακότων. εἴπερ οὖν ὁ αὐτάρ σύνδεσμός ἐστι συμπλεκτικός, καὶ ὁ τάρ συμπλεκτικὸς γενήσεται καὶ ὁ αὖ· εἰ δὲ παραπληρωματικὸς ὁ αὖ καὶ ὁ τάρ, τμῆμα ὄντες τοῦ αὐτάρ, καὶ ὁ αὐτάρ παραπληρωματικός. Ἐπὶ γοῦν τοῦ ἄρα οὐκ ἔστιν ἄντικρυς οὕτως ἀπώσασθαι τὸν λόγον, καθὸ οὐ μόνον ἐπιφορικὸς παραλαμβάνεται, ἀλλ᾽ ἀπειράκις καὶ παρα- πληρωματικός, ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε (Π 502), καὶ τὸν δ᾽ ἄρα πάντες λαοὶ ἐπερχόμενον (β 13). φασὶ γὰρ καὶ ἐπὶ τούτων τὸν μὲν ῥά ἀφαιρεθῆναι τοῦ α, τὸν δὲ ἄρ 2.1,1.255 ἀποκοπῆναι. καὶ ἦν ἡ ἀποκοπὴ νομική, εἰς ἡμίφωνον καταντῶσα. καὶ πάνυ γε πιθανὸν παραδέξασθαι τὴν τοῦ ρ μονὴν ἐπ᾽ ἀμφοτέρων τῶν συνδέσμων· αὕτη γὰρ ἦν διακριτικὴ τῆς ἀφαιρέσεως καὶ τῆς ἀποκοπῆς, ἐπεί, εἰ συναπεκέκοπτο τὸ ρ ἢ συναφῄρητο, ἄδηλον τὸ πάθος. Η. Ἐν ἀρχῇ τιθέμενος περισπᾶται, ἐν δὲ ὑποτάξει ἐγκλίνεται, ἦ μεγάλ᾽ ἐβρόντησας (υ 113), μεγάλα δὴ ἐβρόντησας· τί ἢ δὲ σὺ νόσφιν ἀπ᾽ ἄλλων (Ο 244)· ἐν ἴσῳ γάρ ἐστι τῷ τί δή. φησὶν ὁ Τρύφων (p. 44 Velsen) τὸν λόγον ψευδῆ εἶναι, ἐπεὶ οὐκ ἔστιν ἐπ᾽ ἄλλων μερῶν λόγου τὸ τοιοῦτον ἐπιδεῖξαι. τὰ γὰρ οὕτω καὶ προτασσόμενα καὶ ὑποτασσόμενα ἐγκλιτικά ἐστι μόρια, καὶ [οὐ] πάντως τῷ δηλουμένῳ παρήλλακται, ὡς ἔχει τὰ ἀντωνυμικά, ἐμοῦ ἥρπασεν, ἥρπασέ μου· σοῦ ἥρπασεν, ἥρπασέ σου. προσθείημεν δ᾽ ἂν καὶ τὰ πύσματα οὕτω λεγόμενα ποῦ ἀπῆλθες; ἀπῆλθές που· πῶς ἀπῆλθες; ἀπῆλθές πως. παρείπετο οὖν καὶ τῷ η ταὐτόν. τῷ αὐτῷ λόγῳ πλέον ἐπεμέμφετο τοὺς ἐγκλίνοντας μὲν κατ᾽ ἀρχὴν τὸ ως, ἐν δὲ μέσῃ τῇ φράσει περισπῶντας, ἀλλ᾽ οὐδ᾽ ὧς ἑτάρους ἐρρύσατο (α 6). πάλιν τῷ αὐτῷ λόγῳ, ὅτι μὴ τῶν ἐγκλιτικῶν τὸ ως, καθὼς τὸ ἐναν- τίον ἀνεδέξατο, ὅπου γε τὰ μὲν μεσαζόμενα ἀποβάλλει τὴν περισπω- μένην, τὰ δὲ ἐν ἀρχῇ παραλαμβανόμενα εἰ ἐπιδέχοιτο τὴν περισπωμένην, πάντως τὴν αὐτὴν παραλαμβάνει, ὡς ἔχει τὸ ποῦ ἀπῆλθεν; ἀπῆλθέ που, καὶ τὰ ἄνω προκείμενα. κἀκεῖνο δὲ προσθήσομεν, ὡς καὶ ὁ ἰσοδυναμῶν αὐτῷ δή, κἂν ὑπὸ ποιητικῆς ἀδείας ἐν ἀρχῇ παρα- λαμβάνηται, οὐ μετατίθεται τοῦ τόνου, δὴ τότε μητιόωντο (Μ 17) τὸ γὰρ αὐτὸ τῷ τότε δή. ἦν οὖν, φησί, πλεονασμὸς τοῦ η ἐν τῷ τίη, ᾧ λόγῳ καὶ τὸ λεγοίη, φεροίη πλεονάζουσι τῷ η, καὶ ὡς ἀπὸ τοῦ ἐγών τὸ ἐγώνη παρὰ Ταραντίνοις, καὶ ἐν μέσῃ λέξει τὸ πολεμήια, πολιήτης, μυθιήτης, καὶ ἐν ἀρχῇ τὸ ἠβαιόν. καὶ ἦν συγκαταθέσθαι 2.1,1.256 τἀνδρί, εἰ μὴ τὸ ἀπ᾽ αὐτοῦ ἀναφορικῶς παραλαμβανόμενον, λέγω τὸ ὅτι ἤ, πρὸς πάντων συμφώνως ἀνεγνώσθη ἐν ὀξείᾳ τάσει τοῦ ο. ὅπερ οὐκ ἂν παρείπετο, εἰ ἓν μέρος λόγου ἦν τὸ τί ἤ. Καὶ περὶ ἐκείνου δὲ διαληπτέον, εἰ ἐν τῷ ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆος (α 253) τοῖς τε παραπλησίοις πλεονασμός ἐστι τοῦ η, καθώς τισιν ἔδοξεν, οἷς καὶ παρείπετο τὸ ἐγκλίνειν τὴν συλλαβήν, ᾧ λόγῳ καὶ ὁ μέν ἐν τῷ ἠμέν πλεονάσας τῷ η, καὶ ὁ δέ ἐν τῷ ἠδέ καὶ ἔτι ἰδέ, ἰδὲ φρεσὶ πευκαλίμῃσιν (Ξ 165). Ἔστιν εἰπεῖν, ὡς ἐπὶ τῶν προκειμένων συνδέσμων ἡ γραφὴ τοῦ η ἢ τοῦ ι οὐχ ὑπηγόρευε συνδεσμικὴν θέσιν παράλληλον. οὔτε γάρ ποτε ὁ ἤ σύνδεσμος συμπλεκτικός, οὔτε τὸ ι. ἔνθεν οὖν συλλαβαί, καὶ εἰ συλλαβαί, πλεονασμοί. ἔφαμεν δὲ καὶ ἐν τῷ περὶ αὐτῶν, ὡς οὐκ ἄλογος ἐγένετο ὁ πλεονασμός. ἐπὶ μέντοι τοῦ ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆος (α 253) ὑπήντα καὶ γραφὴ συνδεσμικὴ τοῦ παραπληρωματικοῦ καὶ ἀνάλογος θέσις, ὡς εἰ καὶ κατ᾽ ἰδίαν ἐλέγετο ἦ μάλα δὴ τέθνηκεν (Σ 12). ἀλλὰ μὴν τὸ ἐπάλληλον ὅμοιον καθεστηκὸς ἐν τῷ ἤτοι μὲν Μενέλαος (Γ 213), ὅτι γὰρ παρεγένετο, καί τε χαλιφρονέοντα (ψ 13). Οὐδὲ ἐκεῖνο δὲ ὑγιές, καθότι τινὲς πάλιν ὑπέλαβον, ἕνα εἶναι τὸν δή καὶ τὸν ἤ, ὡς εἰ καὶ τὸ μία ἀφαιρεθέντος τοῦ μ ἐν τῷ ἴα, ἢ τὸ γαῖα ἐν τῷ αἶα. — πρῶτον τί οὐ μᾶλλον ὁ δή πεπλεόνακε τῷ δ; — ἀλλ᾽ ἴσως τις φήσειε ταῦτα καὶ πλεονάζειν καὶ λείπειν σύμφωνα, ὅπου γέ φαμεν τὴν ἰωκάς διωκάς εἶναι, καὶ τὴν ἄχερδον ἄχερον οὖσαν, καὶ παρὰ τὸ ὕω ὕδωρ. καὶ ἕνεκα τούτου οὔτε ὁ δή οὔτε ὁ ἤ. — ἐκεῖνό τε σαφέστατόν ἐστιν, ὡς τὰ ἀφαιρεθέντα συμφώνου ἢ καὶ προσ- λαβόντα σύμφωνον τύπου μὴ ἀντικειμένου ὁμότονά ἐστιν. οὔτε οὖν ὁ δή ἦ ἐγένετο, οὔτε κατὰ πρόσθεσιν τοῦ δ ὁ ἦ δή, καθὸ ὁ μὲν περι- 2.1,1.257 σπᾶται, ὃ δὲ ὀξύνεται. φησὶ δὲ καὶ ὁ Τρύφων (p. 44 Velsen) ὡς τὰ ἐν πάθει γινόμενα οὐδέποτε παράλληλα τίθεται τοῖς ὁλοκλήροις, γαῖα αἶα, μία ἴα, σῦς ὗς. καὶ κατὰ τοῦτο οὖν τὸ ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆος (α 253) οὐκ ἐν ἐπαλληλότητι ἔχει ἕνα σύνδεσμον τὸν δή. ὁ δή μόνως ἐπεκτεί- νεται ἐν τῷ δῆτα. Θήν, ῥά, νύ, πού. Εἴρηται ὡς ἰσοδυναμοῦσι τῷ δή, καὶ ὡς μᾶλλον ποιητικοί. τῆς μέντοι συντάξεως διαφορὰν ἔχουσιν. ὁ μὲν γὰρ δή καὶ ἤ καὶ αὖ ἀνέγκλιτοι, ὁ δὲ θήν καὶ νύ καὶ ῥά ἐγκλιτικοί. εἴρηται δὲ καὶ περὶ τοῦ πού ὡς οὐκ εἴη σύνδεσμος, ἐπίρρημα δὲ παρέλκον. Πέρ. Εἴρηται καὶ ὑπὲρ τούτου, ὡς ἐναντιωματικός ἐστι. διὸ καὶ τοῦτο προστιθέασι καὶ τὸ ἔμπης καὶ τὸ ὅμως. κατ᾽ ἴσην γὰρ δύναμιν τὰ μόρια λαμβάνεται, ποιητικὸν μέντοι τὸ ἔμπης καὶ σύνηθες τὸ ὅμως. λαμβάνεται μέντοι τὸ ἔμπης καὶ ἐπὶ τοῦ ὁμοίως, ὡς ἐπὶ τοῦ ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι (τ 37), ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετ᾽ ἀυτμή (Ξ 174). Ουκουν. Ὁ οὐκοῦν καλεῖται πρὸς ἐνίων ἐπιλογιστικός, πρὸς δ᾽ ἑτέρων ἀνακεφαλαιωτικός, καθὸ ἐπὶ τοῦ τέλους ἔχων τὴν περισπω- μένην οὐ μακρὰν πέπτωκε τῶν καλουμένων συλλογιστικῶν. — ἔστι γε ἐπ᾽ αὐτοῦ τοῦτο τηρῆσαι, ὡς ὅτε μὲν ἔχει τὴν οὔ ἀπόφασιν ἐγκειμένην καὶ κατὰ τὸ δηλούμενον, παραπληρωματικῷ κέχρηται τῷ οὖν· ὅτε δὲ τὸ οὖν ἔχει καὶ ἐν δηλουμένῳ, οὐκέτι τὴν οὔ ἀπόφασιν ἔχει. παρὰ μὲν οὖν τὴν ἐπικράτειαν τοῦ ἐπιρρήματος καὶ ἡ βαρεῖα κατὰ τέλος πίπτει (ἀπειράκις γὰρ τίθεται ἀντὶ τῆς οὔ ἀποφάσεως)· παρὰ δὲ τὴν τοῦ 2.1,1.258 συνδέσμου ἐπὶ τέλους ἴσχει τὸν δέοντα τόνον τοῦ συνδέσμου. καὶ ἕνεκά γε τοῦ τοιούτου σημειώσαιτο ἄν τις τὴν ἐπὶ τέλους βαρεῖαν. τὰ γὰρ μέρη τοῦ λόγου, ἐάν τε δηλοῖ ἐάν τε καὶ παρέλκῃ, τοῦ αὐτοῦ τόνου ἐστὶ παραστατικά. εἴπερ οὖν παρέλκεται ὁ οὖν σύνδεσμος μετὰ τῆς οὔ ἀποφάσεως παραλαμβανόμενος, οὐ δεόντως τὸν τόνον μετατίθησι. ταύτῃ γοῦν καὶ ἡ μή ἀπαγόρευσις, συνταττομένη τῷ οὖν καὶ δηλοῦσα ἀπαγόρευσιν, οὐδὲν ἐξαλλάσσει τοῦ τόνου. φαμὲν γὰρ οὕτως, μὴ οὖν παρέσται; καὶ ἐν προστάξει, μὴ οὖν γράφε, μὴ οὖν διαλέγου. καὶ τὸ τοιοῦτον πάλιν πρός τινων βαρύνεται. δῆλον δὲ ὡς εἰς ταὐτὸ περιστήσεται τὰ τοῦ τόνου. ῥητέον οὖν ὡς παράλογοι αἱ τοιαῦται προφοραί. δισσὸς οὖν ἐστιν ὁ οὖν, περισπώμενος μὲν ἐν συλλογιστικῇ ἐκφορᾷ, ὀξυνόμενος δὲ ὅτε ἐστὶ παραπληρωματικός, καὶ δῆλον ὅτι καὶ τῶν ἐγκλιτικῶν, ἵνα καὶ ὁ τόνος τῆς ἀποφάσεως. καὶ ἐπὶ τοῦ αρα συνδέσμου, ὁμοιογράφου καθεστῶτος, τὸ δισσὸν ἔστιν ἀναδέξασθαι τοῦ τόνου. ὅτε γάρ ἐστιν ἀπορηματικὸς ἢ κατ᾽ ἐρώτησιν παραλαμβανό- μενος, τότε καὶ ἐν ἐκτάσει ἐστὶ τὸ α· ὅτε μέντοι ἐπιφορητικὸς ἢ παρα- πληρωματικός, βραχὺ ἔχει τὸ α.